ΙΑΝΟΥΑΡΙΟΥ 15!!
ΙΩΑΝΝΟΥ ΚΑΛΥΒΙΤΟΥ ΟΣΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Ἔλαμψεν
ἡ μνήμη σου, φωτοειδὴς ὥσπερ ἥλιος, Ἰωάννη μακάριε, ἡμᾶς καταυγάζουσα, τῆς σῆς
πολιτείας, φαειναῖς ἀκτῖσι, καὶ ἐκδιώκουσα παθῶν, νύκταν βαθεῖαν φωτὶ τῆς
χάριτος· ἐν ᾗ σὲ μακαρίζομεν, ὡς ἀρετῶν ἐνδιαίτημα, καὶ οὐράνιον ἄνθρωπον, καὶ
ἐπίγειον ἄγγελον.
Χαίρων
ἐκ νεότητος, τρωθεὶς ἀγάπῃ τῇ κρείττονι, τῷ Χριστῷ ἠκολούθησας, σαυτὸν
ἀρνησάμενος, καὶ γονέων πόθον, καὶ πλοῦτον καὶ δόξαν, ὑπεριδὼν οἷα φθαρτά, καὶ
σκληροτάτην μετῆλθες ἄσκησιν, νηστείαις καὶ δεήσεσι, δουλαγωγῶν τὸ σαρκίον σου,
ἐν τῇ μάνδρᾳ ὡς ἄσαρκος, Ἀκοιμήτων μακάριε.
Οἶκον
θείου Πνεύματος, τὸ νοῦν τελέσας μακάριε, ἐναρέτοις σου πράξεσι, καλύβῃν
κατώκησας, πενιχρᾷ θεόφρον, πρὸ πυλῶνος Πάτερ, τῶν σὲ φυσάντων εὐκλεῶς, ὧν τῇ
ὁράσει ἐχθρὸν κατέβαλες, ὡς πένης δὲ καὶ ἄγνωστος, ἐν ἀρετῇ τελειότητι, τὴν
ζωήν σου διήνυσας, Ἰωάννη τρισόλβιε.
Θάμβει
συνεσχέθησαν, ὅτε ἐν τέλει τοῦ βίου σου, οἱ τεκόντες σε ἔγνωκαν, καὶ θρήνοις
καὶ δάκρυσι, τὸ σεπτόν σου σῶμα, ἐναγκαλισθέντες, πόθῳ ἠσπάζοντο πολλῷ, πᾶσα ἡ
πόλις δὲ τῷ ἀκούσματι, συνῆλθε τῇ καλύβῃ σου, καὶ τὸ σὸν σκῆνος ἐκήδευσεν,
ἀνυμνοῦσα τὸν Κύριον, τὸν λαμπρῶς σὲ δοξάσαντα.
Δόξα.
Ἦχος πλ. Β΄.
Ἀνατεθεὶς
τῷ Θεῷ ἐκ νεότητος, ἡγιασμένον σκεῦος ἐδείχθης, τῆς ἐν Πνεύματι ζωῆ, Ἰωάννη
Πατὴρ ἡμῶν, ὅλον γὰρ τὸ φρόνημα, τὸ γεηρὸν ἀπεβάλου, καὶ θείαις ἐννοίαις
πλουτισθής, ἀσκητικοῖς καμάτοις ἐδούλευσας, τῷ Σωτῆρι τῶν ὅλων· παρ’ Οὗ τὰ γέρα
τῶν πόνων δεξάμενος, τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης· καὶ Ἀγγέλοις συνών, σὺν
αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε,
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχᾶς
ἡμνῶν.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκον
τὸν πατρικόν, λιπὼν ὦ Ἰωάννη, Μονῇ τῶν Ἀκοιμήτων, προσέδραμες καὶ βίῳ, ἀγγελικῷ
διέπρεψας.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ
θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Βλέπων τοὺς σοὺς γονεῖς, τὸν πειραστὴν ἐνίκας, καὶ ᾔσχυνας
εἰς τέλος, στεῤῥᾷ ὑπομονῇ σου, καὶ πλούτῳ τῆς ἀσκήσεως.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ῥάκεσι πενιχροῖς, τοὺς δερματίνους Πάτερ, χιτῶνας ἀποῤῥίψας,
στολὴν ἀθανασίας, περιφανῶς ἠμφίεσαι.
Δόξα. Τριαδικόν.
Ἄναρχε Παντουργέ, Τριὰς Ὑπεραγία, Πάτερ Υἱὲ καὶ
Πνεῦμα, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου Σου.
Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, ἡ τὸν Θεὸν τεκοῦσα, ἀνερμηνεύτῳ λόγῳ,
σκέπε τοὺς Σοὺς ἱκέτας, θερμαῖς Σου ἀντιλήψεσι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας
θερμῶς, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας
τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας Παμμάκαρ·
διὸ σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.
Ἕτερον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῇ
ἀγάπῃ τῇ θείᾳ ἐκ παιδὸς λαμπρυνόμενος, πάντα τὰ ἐν κόσμῳ ἀπώσω, Ἰωάννη μακάριε,
καὶ ᾤκησας καλύβη πενιχράν, ἐν ὄψει τῶν γονέων σου στεῤῥῶς· διὰ τοῦτο ὡς
θεράποντα τοῦ Χριστοῦ, τιμῶμέν σε κραυγάζοντες· Δόξα τῷ δεδωκότι σοι ἰσχύν·
δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ σὺν Ἀγγέλων τοῖς χοροῖς, συνάψαντί σε Ὅσιε
Ἕτερον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. (Ὑπὸ Νεκταρίου Ἱερομονάχου.)
Ὁσίων
τὸ καύχημα καὶ Ἀσκητῶν κορωνίς, τῆς πίστεως ἔρεισμα καὶ τῶν Ψαχνέων λιμήν,
Ἰωάννη μακάριε, σπεῦσον πρὸς σοὺς ἱκέτας, καὶ βοήθησον τάχει, δώρησαι τὰς
ἰάσεις, τοῖς δεινῶς ἀσθενοῦσι, πρεσβείαις παμμάκαρ ταῖς σαῖς, πρὸς Φιλάνθρωπον
Κύριον.
Δόξα.
Ἕτερον. Τοῦ αὐτοῦ. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος
Ψαχνῶν
πόλις χαῖρε ἐν ὁρίοις κατέχουσα, ὥσπερ θησαυρὸν μέγαν σφόδρα, Ἰωάννου τοῦ
μάκαρος, Μονὴν τοῦ Καλυβίτου τὴν σεπτήν, τοὺς πάντας προστατεύουσα ἀεί, καὶ
σκιρτῶσα τῷ Κυρίῳ τὰς σὰς ᾠδάς, ἀπόδος ὡς ἀντίδωρον. Δόξα Ὁσίων ἡ ἐλπίς, δόξα
αὐτῶν ἀγαλλίαμα, δόξα ὅτι παρέχεις εἰς ἡμᾶς, πᾶσι τὰ κρείττονα.
Καὶ
νυν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν,
ψάλλομεν τὰ Ἀνοιξαντάρια· τὸ Μακάριος Ἀνήρ· εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν ταὰ ἑπόμενα στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος β΄. Ὅτε
ἐκ τοῦ Ξύλου. (Ἐκ τοῦ Μηναίου)
Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν
τερπνότητα Πάτερ, χαίρων ἐξέφυγες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν
στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν· ὅθεν φροντιστήριον, ψυχῶν κατέλαβες, θεῖον
ἐνδυσάμενος σχῆμα, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.
Ξένην, ἐπενόησας ζωήν, ξένον ἐπιτήδευμα
φίλτρῳ, Χριστοῦ νυττόμενος, οὗ τινος τὴν ἄφατον πτωχείαν ἔστερξας· καὶ πυλῶσιν ἀνέστιος,
τῶν σῶν γεννητόρων, Πάτερ ἐκαρτέρησας, στένων θλιβόμενος· ὅθεν χαρισμάτων ἐπλήσθης,
καὶ τὸν ἀναφαίρετον πλοῦτον, τὸν ἐν οὐρανοῖς ἐκληρονόμησας.
Φέρων, ἐν χερσὶ τὸ Ἱερόν, Πάτερ Εὐαγγέλιον
τούτου, πληρωτὴς γέγονας, ὕπαρξιν γεννήτορος ἀπαρνησάμενος, Ἰωάννη καὶ δάκρυσι,
καὶ στενοχωρίᾳ, ὅλον διανύσας σου, τὸν βίον Ὅσιε· ὅθεν παρακλήσεως θείας, καὶ
διηνεκοῦς εὐφροσύνης, νῦν ἐπαπολαύεις θεοδόξαστε.
Ἕτερα
Στιχηρὰ Προσόμια. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.
Πλοῦτον
τὸν ἐπίγειον, καὶ τὴν εὐμάραντον δόξαν, καὶ πᾶσαν προσπάθειαν, κοσμικὴν
κατέλιπας ἐκ νεότητος, καὶ Χριστῷ Ὅσιε, ὁλικῇ ἐφέσει, ἠκολούθησας θερμότατα,
καὶ πρὸς την ἄσκησιν, χαίρων ἀπεδύσω ὡς ἄσαρκος, συντόνοις ἀγωνίσμασι, τῆς
σαρκὸς νεκρώσας τὸ φρόνημα· ὅθεν Ἰωάννη, ἐπλήσθης οὐρανίων δωρεῶν, τοῖς σὲ
τιμῶσιν αἰτούμενος, τῶν πταισμάτων ἄφεσιν.
Βίον
τὸν ἰσάγγελον, ἐν τῇ Μονῇ Ἀκοιμήτων, ἀκοιμήτοις στάσεσι, προσευχαῖς καὶ δάκρυσι
θερμῷ ἔρωτι, μετοχῆς Ὅσιε, θείας κοινωνίας, ἁπαλῷ σώματι ἤνυσας, καὶ
κατεμάρανας, πᾶσαν τῆς σαρκὸς τὴν εὐπάθειαν, ὡς Ἄγγελος ὁρώμενος, ταῖς
πνευματικαῖς ἐπιδόσεσιν· ὅθεν ἐνεργείαις, ἐπλήσθης Ἰωάννη θεϊκῆς, καὶ τῶν
δαιμόνων κατέτρωσας, κραταιῶς τὰς φάλαγγας.
Πένης
ὥσπερ Λάζαρος, πρὸ τῶν πυλῶν σῶν γονέων, πλούτῳ θείων πράξεων, Ἰωάννη Ὅσιε
σεμνυνόμενος, τὴν ζωὴν ἤνυσας, πενιχρᾷ καλύβῃ, ἐν πτωχείᾳ διαιτώμενος, καὶ
ἀγνοούμενος παρὰ τῶν κλεινῶν γεννητόρων σου, θρηνούντων σου τὴν στέρησιν· οἷς
καὶ ἐν τῷ τέλει τοῦ βίου σου, Πάτερ ἐπεγνώσθης, καὶ ἅπασαν τὴν πόλιν σὺν αὐτοῖς,
ὦ Ἰωάννη ἐξέστησας, τῇ ξένῃ βιώσει σου.
Δόξα.
Ἦχος β΄. Θεοδώρου τοῦ Στουδίτου. (Ἐκ τοῦ Μηναίου)
Ἀρνησάμενος κόσμον, καὶ τὰ ἐν κόσμῳ
Ὅσιε, Εὐαγγέλιον λαβών, εὐαγγελικῶς αὐτῷ ἠκολούθησας, καὶ τῇ καλύβῃ διαιτώμενος,
ὡς ἐν Παραδείσῳ μυστικῶς, τῇ ἄκρᾳ σκληραγωγίᾳ τῆς σαρκός, τὸν βροτοκτόνον δράκοντα
ἀπέκτεινας· διὸ ἐν οὐρανοῖς αὐλιζόμενος, Ἰωάννη μακάριε, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ
Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Φῶς
ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ.
Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν
Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄.
15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα
δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ
ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ
ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε,
δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Τὸ
πολύτιμον σκεῦος, φερωνύμως τῆς χάριτος, Ἰωάννην τὸν Ὅσιον, ὡς τῆς θείας ἀγάπης
θησαύρισμα, καὶ τῶν Ὁσίων ἐγκαλλώπισμα, μελωδικῶς τιμήσωμεν· ὑπερφυῶς γὰρ
ἠγωνίσατο, ἐξ ἁπαλῶν ὀνύχων, καὶ ἀντὶ πλούτου καὶ εὐπαθείας, πενιχρὰν καλύβην,
καὶ πτωχείαν ἠλλάξατο· ὅθεν Καλυβίτης κληθείς, μόνος ἐν Ἁγίοις, οὐρανοπολίτης
γέγονεν, ὑπερβαλούσης δόξης, ἐν οὐρανοῖς ἀπολαύσας· καὶ τῷ Σωτῆρι τῶν ὅλων
πρεσβεύει, δοῦναι ἡμῖν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Ὤ
τοῦ θερμοῦ σου πόθου πρὸς Κύριον, Ἰωάννη μακάριε, θεράπον θεόληπτε! ἐκ νεαρᾶς
γὰρ ἡλικίας, τὰ κρείττονα ζηλώσας χαρίσματα, ἐσταυρώθης τῷ κόσμῳ, χαίρειν
εἰπών, καὶ σαυτὸν ἀπαρνησάμενος· καὶ ἐν πολλῆ ἀσκήσει, τυχὼν ὧν ἐπόθεις, τοὺς
πάντας ἐπαίδευσας, τὰ ἄνω ποθεῖν καὶ ζητεῖν, ἔνθα ἡμῶν τὸ πολίτευμα, ἀλλ’ ὡς
Ἀγγέλων συνόμιλος, καὶ Ἁγίων συμμέτοχος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων
σε.
Ἦχος
γ΄.
Λελαμπρυσμένος
θείᾳ χάριτι, ὡς καθαρθεὶς τῷ πνεύματι, τῇ συντόνῳ ἀσκήσει σου, τὴν τοῦ ἐχθροῦ
ἐπίνοιαν, εἰς τέλος ἐθριάμβευσας, πρὸ πυλῶν γὰρ τῶν φυσάντων σε, ὡς ξένος καὶ
ἄγνωστος, ἐν καλύβῃ πενιχρᾷ, ὁ ποτὲ πλούτῳ περιῤῥεόμενος, τὴν ζωὴν διήνυσας,
Ἰωάννη μακάριε, καὶ τῷ Χριστῷ οἰκειωθείς, καὶ πολλοῖς χαρίσμασι πλουτισθείς,
ἅπαντας ἐξέπληξας, ἐν τῷ τέλει τοῦ βίου σου· Θεὸς γάρ σε ἐδόξασεν, ὁ διὰ σοῦ
δοξασθείς, καὶ παρέχει ταῖς πρεσβείαις σου, ἡμῖν χάριν καὶ ἔλεος.
Ἦχος
δ΄.
Ὡς
ξένος καὶ πάροικος, ἐπὶ γῆς ἐπολιτεύσω, πρὸς τὸν σκοπὸν τῆς ἅνω κλήσεως, ὁλικῶς
κατευθυνόμενος, Ἰωάννη παναοίδιμε· ὅθεν νηστείαις τρεφόμενος, καὶ δάκρυσιν
ἀρδευόμενος, ὡς φοίνιξ ἐξήνεγκας, τοὺς καρποὺς τοῦ Πνεύματος· καὶ ῥάκεσι
πενιχροῖς, θλίβων τὸ σαρκίον, περιβολὴν ἀθανασίας, μεγαλοπρεπῶς ἠμφιάσω, ἀλλ’
ὡς ἔχων πρὸς Χριστρὸν παῤῥησίαν, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. Α΄.
Ὅσιε
Πάτερ, τῆς θαυμαστῆς πολιτείας σου ὁ τρόπος, καὶ τῶν ἀρετῶν σου αἱ χάριτες, τὴν
Ἐκκλησίαν τοῦ Χριστοῦ κατευφραίνουσι, τίς γὰρ ἀκούων οὐκ ἐξίσταται, τὴν πρὸς
Χριστὸν ἀνένδοτόν σου ἔφεσιν, τῆς πτωχείας τὸν πλοῦτον, καὶ τῆς καρτερίας τῆν
στεῤῥότητα; ὑπεράνω γὰρ πάντων ὤφθης ἀγγελικῶς ἀγωνισάμενος. Καὶ νῦν τῆς ἄνω
δόξης κατατρυφῶν, Ἰωάννη θεόφρον, πρέσβευε σωθῆναι τοὺς τιμῶντάς σε.
Καὶ
νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίρων,
ἀπὸ παιδὸς τῷ Χριστῷ, ἀσβέστῳ πόθῳ ἠκολούθησας Ὅσιε, γονέων λιπὼν τὴν σχέσιν,
καὶ τῆς ἐν κόσμῳ ζωῆς, εὐκληρίαν πᾶσαν ἀρνησάμενος· ἐντεῦθεν προσέδραμες, ὡς
ἀρνίον πραότατον, τῇ θείᾳ Μάνδρᾳ, Ἀκοιμήτων γηθόμενος, καὶ οὐράνιον, ὑπεισῆλθες
πολίτευμα, πόνοις ἐγγυμναζόμενος, ὁσίας ἀσκήσεως, δι’ ὧν στεῤῥὸς Ἰωάννη,
κατηγωνίσω τὸν δράκοντα. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ
θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
τῶν ἀρετῶν θησαυρός, θείας ἀγάπης παναρμόνιον ὄργανον, ἡ στήλη τῆς ἐγκρατείας,
τῶν Μοναστῶν καλλονή, καρτερίας στῦλος ἀπερίτρεπτος· λειμὼν εὐωδέστατος,
ἀπαθείας καὶ χάριτος, τῆς παρθενίας, καθαρώτατον σκήνωμα, σκεῦον ἔμψυχον,
δωρεῶν τῶν τοῦ Πνεύματος· λύχνος ὁ παμφαέστατος, πτωχείας τῆς κρείττονος, τῶν
μοναζόντων ὁ πλοῦτος, ὁ τῶν Ἀγγέλων συνόμιλος· μεθ’ ὧν ἐκδυσώπει, Ἰωάννη ὑπὲρ
πάντων, τῶν εὐφημούντων σε.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Λύων,
τὰς τοῦ ἐχθροῦ μηχανάς, πρὸ των πυλῶν τῶν σῶν γονέων ἐσκήνωσας, ὡς ἄγνωστος καὶ
προσαίτης, καὶ ἐν καλύβῃ μικρᾷ, τὸν σὸν βίον Πάτερ ἐκτετέλεκας, σεπταῖς
πλατυνόμενος, θεωρίαις καὶ πράξεσι, καὶ ἐν τῷ μέλλειν, ἐκδημῆσαι πρὸς Κύριον,
ἐπεγνώσθη σου, τὰ κρυπτὰ διαβήματα· ὅθεν πάντες συνέδραμον, καὶ πόθῳ ἐκήδευσαν,
τὸν σὸν σεβάσμιον σῶμα, δοξολογοῦντες τὸν Κύριον, σοφὲ Ἰωάννη, ὅν δυσώπει ὑπὲρ
πάντων, τῶν εὐφημούντων σε.
Δόξα.
Ἦχος πλ. δ΄.
Τίς
κατ’ ἀξίαν αἰνέσει, τῆς πολιτείας σου τὰ σκάμματα Ἰωάννη μακάριε; Πάντας γὰρ
ἐξέστησας, τῇ ξενοτρόπῳ ἀσκήσει σου, καὶ τὰς καρδίας ἡμῶν ἀναφλέγεις, πρὸς
ἔνθεον ἔρωτα, τοῖς θαυμαστοῖς τροπαίοις σου, ὡς Ἄγγελος γὰρ ἔζησας, πρὸ τῶν
θρηνούντων φυσάντων σε, ὑπερβὰς τοὺς ὅρους τῆς φύσεως, ἐν τῇ ἑνώσει τοῦ κρείττονος.
Καὶ νῦν τῶν ὑπὲρ φύσιν ἀγαθῶν, ἐν δόξῃ μετέχων, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας
θερμῶς, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας
τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας Παμμάκαρ·
διὸ σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.
Ἕτερον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῇ
ἀγάπῃ τῇ θείᾳ ἐκ παιδὸς λαμπρυνόμενος, πάντα τὰ ἐν κόσμῳ ἀπώσω, Ἰωάννη μακάριε,
καὶ ᾤκησας καλύβη πενιχράν, ἐν ὄψει τῶν γονέων σου στεῤῥῶς· διὰ τοῦτο ὡς
θεράποντα τοῦ Χριστοῦ, τιμῶμέν σε κραυγάζοντες· Δόξα τῷ δεδωκότι σοι ἰσχύν·
δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ σὺν Ἀγγέλων τοῖς χοροῖς, συνάψαντί σε Ὅσιε
Ἕτερον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. (Ὑπὸ Νεκταρίου Ἱερομονάχου.)
Ὁσίων
τὸ καύχημα καὶ Ἀσκητῶν κορωνίς, τῆς πίστεως ἔρεισμα καὶ τῶν Ψαχνέων λιμήν,
Ἰωάννη μακάριε, σπεῦσον πρὸς σοὺς ἱκέτας, καὶ βοήθησον τάχει, δώρησαι τὰς
ἰάσεις, τοῖς δεινῶς ἀσθενοῦσι, πρεσβείαις παμμάκαρ ταῖς σαῖς, πρὸς Φιλάνθρωπον
Κύριον.
Δόξα.
Ἕτερον. Τοῦ αὐτοῦ. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος
Ψαχνῶν
πόλις χαῖρε ἐν ὁρίοις κατέχουσα, ὥσπερ θησαυρὸν μέγαν σφόδρα, Ἰωάννου τοῦ
μάκαρος, Μονὴν τοῦ Καλυβίτου τὴν σεπτήν, τοὺς πάντας προστατεύουσα ἀεί, καὶ
σκιρτῶσα τῷ Κυρίῳ τὰς σὰς ᾠδάς, ἀπόδος ὡς ἀντίδωρον. Δόξα Ὁσίων ἡ ἐλπίς, δόξα
αὐτῶν ἀγαλλίαμα, δόξα ὅτι παρέχεις εἰς ἡμᾶς, πᾶσι τὰ κρείττονα.
Καὶ
νυν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάπῃ
θεϊκῇ, ἐκ παιδὸς τετρωμένος, κατέλιπες σοφέ, τῶν γονέων τὸν πλοῦτον, καὶ βίον
ὑπερκόσμιον, μετὰ σώματος ἤνυσας, ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην,
μακαρίζομεν, τὰς σὰς λαμπρὰς ἀριστείας, Ἰωάννη Ὅσιε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Θεὸν
ὑπερφυῶς, ἐν μορφῇ τῇ βροτείᾳ, κυήσασα ἁγνή, παραδόξως τῷ κόσμῳ, ἐθέωσας τὸ
φύραμα, τῶν ἀνθρώπων δι’ ἔλεος, ὁ γὰρ Κύριος, ὁ γεννηθεὶς ἐκ γαστρός σου, τὸν
πρωτόπλαστον, ἐκ τῆς ἀρχαίας κατάρας, ἐῤῥύσατο Ἄχραντε.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν
Μάνδραν κατέλιπες τῶν Ἀκοιμήτων σοφέ, καὶ χαίρων ἐσκήνωσας, πρὸ τοῦ πυλῶνος τῶν
σῶν, γονέων ὡς ἄγνωστος, ἔνθα τὰ σοφιστείας, τοῦ Βελίαρ συντρίψας, ἤρθης ἐκ τῆς
καλύβης, πρὸς οὐράνιον πλάτος, πρεσβεύων Ἰωάννη ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε
Πανάμωμε ἡ τὸν Θεὸν ἐν σαρκί, ἀφράστως κυήσασα, ἀνακαλοῦντα ἡμᾶς, ζωὴν πρὸς
ἀθάνατον, ῥῦσαί με τοῦ θανάτου, τῆς πικρᾶς ἁμαρτίας, λάμπρυνον τὴν ψυχήν μου,
μετανοίας τῷ φέγγει, καὶ σῶσόν με Πανάχραντε, τὸν εἰς σὲ ἐλπίζοντα.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς
ἐγνώσθης ἐν τέλει τοῖς σοῖς γεννήτορσιν, Ἰωάννη θεόφρον ἀξιοθαύμαστε, θάμβους
ἔπλησας αὐτοὺς καὶ κατανύξεως, οἵ καὶ κηδεύσαντες σεπτῶς, σὺν χορείαις εὐσεβῶν,
τὸ σῶμά σου θεοφόρε, ναόν σοι ἤγειραν θεῖον, Χριστὸν δοξάζοντες τὸν Κύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε
Παρθένε Θεοχαρίτωτε, τοῦ ἐλέους ἡ βρύσις ἡ ἀνέξαντλητος, ἱλαστήριον βροτῶν καὶ
καταφύγιον, τοὺς προσφεύγοντας θερμῶς, τῇ σεπτῇ σου ἀρωγῇ, ἐκλύτρωσαι πάσης βλάβης,
καὶ τοῦ Βελίαρ τὰ κέντρα, τὰ καθ’ ἡμῶν Κόρη ἀπάμβλυνον.
Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Πρ.: Τίμιος ἐναντίον Κυρίου ὁ
θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν. Κατὰ Ματθαῖον (ια΄, 27-30): Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
Τὸ
σῶμα τῇ μικρᾷ περιγράψας καλύβῃ, τὸν νοῦν σου ἐπτέρωσας, πρὸς πλατυσμὸν θείας
δόξης, ἐν δυνάμει τοῦ Πνεύματος· καὶ τοῦ Βελίαρ στενώσας τὰς μηχανάς, τῶν
ἀρετῶν σου τῷ πλάτει, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι ἐσκήνωσας, Ἰωάννη μακάριε·
μεθ’ ὧν ἱκέτευε δεόμεθα, ῥύεσθαι ἡμᾶς πᾶσης θλίψεως.
Οἱ Κανόνες· ὁ Μικρὸς Παρακλητικὸς τῆς Παναγίας· ὁ α΄ Κανὼν τοῦ
Ὁσίου· οὗ ἡ Ἀκροστιχίς: Χάριν ἐξαίτει
ἡμῖν ὦ Ἰωάννη. Γερασίμου.
ᾨδὴ
α΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν
καθικέτευε ἐκτενῶς, Πάτερ Ἰωάννη ὑπὲρ πάντων τῶν εὐλαβῶς, τῇ σῇ προσιόντων
προστασία, ὡς ἄν ῥυώμεθα πόνων καὶ θλίψεων.
Ἀσκήσεως
ἄνθρακι λαμπρυνθείς, ἡμῶν τὰς καρδίας καταλάμπρυνον μυστικῶς, ταῖς σαῖς
φωτοφόροις ἱκεσίαις, καὶ τῶν παθῶν τὴν ἀχλὺν Πάτερ διασκόρπισον.
Ῥυσθεὶς
προσπαθείας τῆς γεηρᾶς, ῥυσθῆναι δυσώπει ἐμπαθείας με ψυχικῆς, καὶ δίδου ἰσχύν
μοι Ἰωάννη, κατὰ παθῶν συνθλιβόντων με Ὅσιε.
Θεοτοκίον.
Ἱλέωσαι
Κόρην τὸν Σὸν Υἱόν, καὶ πάντων Δεσπότην παῤῥησίᾳ σου μητρικῇ, τοῖς πίστει καὶ
πόθῳ προσιοῦσι, Θεογεννῆτορ τῇ Σῇ ἀγαθότητι.
Ὁ β΄ Κανὼν τοῦ Ἁγίου
Ἰωάννου, οὗ ἡ, Ἀκροστιχίς: Πτωχὸν
παθῶν με δεῖξον εὐχαῖς σου Μάκαρ. Ἰωσήφ.
ᾨδή α' Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Πλουτισθεὶς ταῖς θείαις ἀρεταῖς,
πλούτου κατεφρόνησας, τοῦ ἐπὶ γῆς, καὶ οὐρανίου ἔτυχες· διὸ με πτωχεύσαντα, θείας
γνώσεως, καταπλούτισον χάριτι· ὅπως σου ὑμνήσω, Πάτερ πολιτείαν τὴν ἰσάγγελον.
Τὸν ζυγὸν Κυρίου τὸν χρηστόν, Μάκαρ
ἐκ νεότητος, σὺ ὑπελθὼν ἀσκητικοῖς παλαίσμασι, σαυτὸν ἐταπείνωσας, τὴν ταπείνωσιν
τοῦ Χριστοῦ ὁπλισάμενος, δι' ἧς ἀνυψώθης, ὕψος, Ἰωάννη πρὸς οὐράνιον.
Ὡς ὁδεύσας τρίβον τὴν στενήν, θλίψεσι
καὶ δάκρυσι, καὶ στεναγμοῖς καὶ κακουχίαις Ὅσιε, πρὸς εὐρυχωρότατον, πλάτος ἔφθασας,
εὑρηκὼς τὸ κατάλυμα, ἄξιον τῶν πόνων, Πάτερ, Ἰωάννη ἀξιάγαστε.
Θεοτοκίον
Χαλεπαῖς παθῶν ἐπιβουλαῖς, Κόρη
χειμαζόμενος, καὶ προσβολαῖς ἁμαρτιῶν κλονούμενος, σοῦ πρὸς τὴν ἀκλόνητον καὶ ἀήττητον,
προστασίαν Πανύμνητε, πόθῳ καταφεύγω· οἴκτειρόν με σῶσον Ἀειπάρθενε.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Νεκρωθεῖς
τοῖς ἐν κόσμῳ ἐν τῷ Χριστῷ ἔζησας, ὅθεν καθ’ ἡμῶν τὴν μανίαν τοῦ παναλάστορος,
νέκρωσον Ὅσιε, τῇ ζωτικῇ σου πρεσβείᾳ, καὶ ζωὴν πρὸς κρείττονα ἡμᾶς ὁδήγησον.
Ἐν
τῇ σῇ προστασίᾳ ἡ σὴ Μονὴ γίνεται, Πάτερ Ἰωάννη θεόφρον, καὶ πίστει κράζει σοι,
πάσης κακώσεως, καὶ προσβολῆς τοῦ Βελίαρ, ἀσινῆ με φύλαττε, τῇ ἀντιλήψει σου.
Ξένος
κόσμου ἐδείχθης τῷ πρὸς Χριστὸν ἔρωτι, ὅθεν κοσμικῶν φρονημάτων ξένωσον Ἅγιε, τὰς
διανοίας ἡμῶν, καὶ διὰ βίου τελείου, τῷ Χριστῷ οἰκείωσαι, ἡμᾶς δεόμεθα.
Θεοτοκίον.
Ἀπειρόγαμε
Κόρη Μῆτερ Θεοῦ Ἄχραντε, τὴν καταισχυνθεῖσαν ψυχήν μου τοῖς πλημμελήμασι,
κάθαρον δέομαι, καὶ καθαρᾶς πολιτείας, δεῖξόν με τὸν δοῦλόν σου, ἐργάτην
γνήσιον.
Ἕτερος. Ἐξήνθησεν ἡ ἔρημος.
Θυμίαμα εὐῶδες, τῷ Παντεπόπτῃ Ὅσιε,
τὰς σὰς εὐχὰς προσήγαγες· ἃς ὠσφράνθη καὶ παρεδέξατο, ἀσκητῶν ὁμηγύρει κατατάττων
σε.
Ὡράθη θαῦμα μέγιστον, τὰς καρδίας
Ὅσιε, τῶν εὐσεβῶν ἐκπλῆττον, πῶς πυλῶσι προσεκαρτέρησας, γεννητόρων, πτωχεύων
καὶ θλιβόμενος.
Νομίμως ταῖς δεήσεσι, καὶ νηστείαις
Ὅσιε, προσκαρτερῶν ἀπάθειαν, ἐστολίσω σαρκὸς φρονήματα, ταπεινώσας ἰσχύϊ θείου
Πνεύματος.
Θεοτοκίον
Μυρίπνοον ὡς ῥόδον, ἀπὸ κοιλάδων Ἄχραντε,
ὁ Καθαρὸς σε εὕρατο, καὶ ἐν μέσῳ σου κατεσκήνωσεν, εὐωδίας πληρώσας τὸ ἀνθρώπινον.
Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας
μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον, πόλιν Παῦλε
κατέλαβες, ἐπιμόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς
βιοτεύων· διὸ σε γεραίρομεν.
Δόξα... Ἦχος γ'. Τὴν ὡραιότητα.
Πλοῦτον ἐπίκηρον, καὶ δόξαν ῥέουσαν,
λιπὼν οὐράνιον, ὄλβον ἀπείληφας, καὶ κλέος Πάτερ ἀληθῶς, αἰωνίζον μακάριε· ὅθεν
μακαρίζομεν, τὴν ἁγίαν σου κοίμησιν, καὶ πανηγυρίζοντες, ἐν αὐτῇ ἐκβοῶμέν σοι·
Πρὸς Κύριον μνημόνευε ἡμῶν, ὡς ἔχων Ἰωάννη παρρησίαν.
Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ὡς ἀγεώργητος, Παρθένε ἄμπελος, τὸν
ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων
τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες,
ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύειν
ἑκάστοτε, πάθη ψυχικὰ καὶ νόσους τοῦ σώματος, μὴ ἐλλείπῃς ἡμῶν Ὅσιε, τῶν
εἰλικρινῶς μακαριζόντων σε.
Τὴν
σὴν ποίμνην διάσωζε, τὴν στηριζομένην τῇ ἀντιλήψει σου, Ἰωάννη παμμακάριστε,
πάσης περιστάσεως καὶ θλίψεως.
Ἐκ
παγίδων τοῦ ὄφεως, καὶ ἐκ συνοχῆς παθῶν ἀμαυρώσεως, ἀσινεῖς ἡμᾶς διάσωζε, Πάτερ
Ἰωάννη τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἰησοῦν
τὸν Παντάνακτα, ὅν ὑπερφυῶς Παρθένε ἐκύησας, ὡς Υἱόν Σου καθικέτευε, θείας
βασιλείας ἀξιῶσαί με.
Ἕτερος. Ἐλήλυθας, ἐκ Παρθένου.
Ἐν ῥάκεσι, πενιχροῖς θησαυρὸς ἐγκρυπτόμενος,
ὡράθης θεόπνευστε· θείαν στολὴν γὰρ ἠγάπησας, καὶ ἀμφιασάμενος, εἰς τὸν νυμφῶνα
τὸν ἄνω εἰσελήλυθας.
Δεξάμενος, τὸν οὐράνιον σπόρον θεόπνευστε,
καρδίας ταῖς αὔλαξι, στάχυν τερπνὸν ἐγεώργησας, τὸν νοῦν διατρέφοντα, τῶν ὑμνητῶν
σου ὁσίως μιμουμένων σε.
Ἐπέμενες, στενοτάτῃ καλύβῃ θεσπέσιε,
πτωχὸς ἄλλος Λάζαρος, ἐθελουσίως γενομενος· ὅθεν ἀναπέπαυσαι, τοῦ Ἀβραὰμ νῦν ἐν
κόλποις Πάτερ Ὅσιε.
Θεοτοκίον
Ἴθυνόν μου, τῆς ψυχῆς τὰς κινήσεις
Πανάμωμε, πρὸς θεῖα προστάγματα, τοῦ ἐκ γαστρός σου ἐκλάμψαντος, ζάλης λυτρουμένη
με, τῶν ἐν τῷ βίῳ σκανδάλων μεσιτείαις σου.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἤνυσας
καλῶς, Πάτερ δρόμον τῆς ἀσκήσεως, ὅθεν δίδου ἡμῖν δύναμιν ἀεί, διανύειν τὴν
ὁδὸν τὴν ἄνω φέρουσαν.
Μέγας
ἀρωγός, καὶ προπύργιον καὶ στήριγμα, ἀνεδείχθης τῆς παρούσης σου Μονῆς, Ἰωάννη
ἥν ἀπαύστως περιφύλαττε.
Ἴασαι
ἡμῶν, τὰς ψυχάς τε καὶ τὰ σώματα, Ἰωάννη Καλυβῖτα θαυμαστέ, καὶ πταισμάτων ἡμῖν
αἴτει τὴν συγχώρησιν.
Θεοτοκίον.
Νόμῳ
τοῦ Θεοῦ, θεαρέστως πολιτεύεσθαι, Θεοτόκε ἐνδυνάμωσον ἡμᾶς, ὡς ἄν πάσης ἀνομίας
λυτρωθείημεν.
Ἕτερος. Ὁ φωτισμός.
Ξένος τῆς γῆς, τῶν ἡδέων ἐγένου,
ξένος οἰκείων, ξένος γεννητόρων οἰκείᾳ γνώμῃ, καὶ ἐγκρατείᾳ σεαυτὸν ἐκκαθάρας, ᾠκειώθης
τῷ Παντοκράτορι, Πάτερ, Ἰωάννη, πτωχεύσας τῷ πνεύματι.
Οἶκον σαυτόν, τῆς Ἁγίας Τριάδος ἀποτελέσας,
ἔστερξας στενούμενος, τῇ καλύβῃ, θείαις μελέταις τὴν ψυχὴν ἐκκαθαίρων, καὶ τὸ κάλλος
Θεοῦ τὸ ἄρρητον, Πάτερ, Ἰωάννη, ἀεὶ φανταζόμενος.
Νόμου Θεοῦ πληρωτὴς ἀνεδείχθης,
μηδὲν προκρίνας, τούτου τῆς ἀγάπης, θεόφρον Πάτερ· οὐκ ἀδελφῶν γάρ, οὐ γονέων
σε φίλτρον, οὐδὲ πλοῦτος οὐδὲ ἀξίωμα, οὐδὲ τῆς σαρκὸς ἡδονὴ κατεχαύνωσεν.
Θεοτοκίον
Ἐμμανουήλ, τῶν ἁπάντων Δεσπότην,
τίκτεις ἀφθόρως, μείνασα παρθένος καὶ μετὰ τόκον, Παρθενομῆτορ· ὃν ἀπαύστως δυσώπει,
ἐπηρείας ἐχθρῶν λυτρώσασθαι, τούς ὑπὸ τὴν σκέπην, τὴν σὴν καταφεύγοντας.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Ὡς
ξένος, πρὸ τῶν πυλῶν τῶν γονέων, καὶ ἀγνώριστος βιώσας παμμάκαρ, τὰς οὐρανίους
διάνοιξον πύλας, ταῖς πρὸς Θεόν σου πρεσβείαις δεόμεθα, τοῖς τῆς ὁσίας σου
ζωῆς, Ἰωάννη τιμῶσι τὰ σκάμματα.
Ἰλύος,
φθοροποιῶν παθημάτων, Ἰώαννη Καλυβῖτα θεόφρον, τῶν πρεσβειῶν σου ἀπόπλυνον
ῥείθροις, τὰς μολυνθείσας ψυχὰς ἡμῶν Ἅγιε, καὶ μετανοίας πρὸς ὁδόν, τὴν ζωὴν
ἡμῶν Πάτερ κυβέρνησον.
Ὡς
ἔχων, πρὸς τὸν Χριστὸν παῤῥησίαν, ὅν ἐκ βρέφους ἠκολούθησας Πάτερ, ὑπὲρ τῆς
Μάνδρας σου ταύτης δυσώπει, ὡς ἄν ἐνάρετον βίον διάγωμεν, ἐν ὁμονοίᾳ ἀληθεῖ,
καὶ σκανδάλων τὴν ῥύμην ἐκφύγωμεν.
Θεοτοκίον.
Ἀγγέλων,
ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως ὡς τεκοῦσα ἀφράστως, τὸν ἐν ἁγίοις πανάγιον
Λόγον, ἀναπαυόμενον Κόρη Πανάχραντε· διὸ ἁγίασον κἀμέ, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ
σώματι.
Ἕτερος. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὑπερήφανον ὄφιν κατέβαλες,
ταπεινοφροσύνης τοῖς ὅπλοις Μακάριε, καὶ ὑψωθεὶς ἐν πνεύματι, εἰς σκηνὰς ἀειζώους
ἐσκήνωσας.
Χαρισμάτων ἐπλήσθης τοῦ Πνεύματος,
καὶ τῆς πονηρίας, ὑπέταξας πνεύματα, ὡς νουνεχὴς καὶ φρόνιμος, καὶ Θεῷ ὁλικῶς ἀνακείμενος.
Ἀπαθείας ἐμπρέπων ὑψώμασι, Πάτερ,
Ἰωάννη, καλύβῃ στενούμενος, καὶ πειρασμοῖς βαλλόμενος, ἐκαρτέρεις ἐνθέως νευρούμενος.
Θεοτοκίον
Ἰσουργὸν τῷ Τεκόντι καὶ σύνθρονον,
Λόγον ἐκ γαστρός σου Ἁγνὴ ἐσωμάτωσας, δι᾽ εὐσπλαγχνίαν ἄφατον, τὸ ἡμέτερον ὅλον
φορέσαντα.
Κοντάκιον τοῦ Καλυβίτου. Ἦχος β' Τὰ ἄνω ζητῶν.
Ποθήσας σοφέ, πτωχείαν χριστομίμητον,
γονέων τῶν σῶν, τὸν πλοῦτον ἐγκατέλιπες· καὶ τὸ Εὐαγγέλιον ἐν χερσί σου κρατῶν ἠκολούθησας,
Ἰωάννῃ Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὶς ἱκανὸς ἀξίως ὑμνῆσαι τῶν σῶν
κόπων, καὶ πόνων, καὶ καμάτων πολλῶν τὸ κλέος καὶ τὸ μέγεθος; ἀλλὰ λιταῖς σου,
ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις, τοῦ Πνεύματος χάριν μοι νῦν χορήγησον, ὅπως τοὺς
σοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐκφράσω πιστῶς, καὶ μέλψω τὸ ὑπὲρ λόγον καρτερόν σου, καὶ
τῆς συνειδήσεως τὴν ὑπομονὴν Παμμακάριστε· δι' ἧς πλάνον ἐχθρὸν κατῄσχυνας,
πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ
ΙΕ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Ἰωάννου, τοῦ διὰ Χριστοῦ πτωχοῦ, ὅς καὶ Καλυβίτης ὠνομάσθη.
Ἀρνησίκοσμος
παῖς λιπὼν γῆς καλύβην,
ἐν οὐρανοῖς
ἔπηξε καινὴν καλύβην.
Πέμπτῃ
Ἰωάννης δεκάτῃ καλύβην μετέπηξεν.
Οὗτος
ἦν ἐν Κωνσταντινουπόλει, υἱὸς Εὐτροπίου συγκλητικοῦ, καὶ Θεοδώρας. Ἐν ἀρχῇ δὲ
τῆς ἡλικίας ἐξ αὐτῆς τῆς τῶν μαθημάτων σχολῆς, λαθὼν τοὺς γεννήτορας καὶ τοὺς
παιδαγωγούς, καὶ συμμίξας τινὶ Μοναχῷ ἑαυτόν, τὴν τῶν Ἀκοιμήτων καταλαμβάνει
Μονήν, καὶ ὑποδύεται ἐν αὐτῇ τὸν μονήρη βίον, καὶ διὰ σκληρᾶς πάνυ ἑαυτὸν
ἐθίζει τῆς ἀγωγῆς. Ἐπεὶ δὲ τῷ πρὸς τοὺς φύσαντας φίλτρῳ ὁ πονηρὸς αὐτὸν ἔνυττε,
κἄν τούτῳ καταπαλαίει τὸν ἀντικείμενον. Γνωρίσας γὰρ τὰ καθ’ ἑαυτὸν τῷ
Καθηγουμένῳ τῆς Μονῆς, καὶ τοῦτον παραιτησάμενος, παρὰ πάσης τῆς ἀδελφότητος
εὐχὴν ἐπὶ τοῖς δεδογμένοις λαβών, ἐν σχήματι πενιχρῷ, ῥακίοις ἠμφιεσμένος, τὸν
οἶκον καταλαμβάνει. Ἔνθα ἐπὶ χρόνοις τισί, μικρᾷ καλύβῃ στενούμενος, καὶ ὑπὸ τῶν
οἰκείων παίδων ἐμπαροινούμενος, διεκαρτέρει πρὸ τοῦ πυλῶνος, ὁρῶν τὸν πατέρα
καὶ τὴν μητέρα μετὰ κοσμικῆς φαντασίας παρερχομένους, συντηρῶν ἑαυτὸν ἐπὶ τοῦ
τῆς ἀγνωσίας σχήματος. Ἐν δὲ τῷ μέλλειν τελευτᾶν, προσεκαλέσατο τὴν μητέρα καὶ
διὰ τῆς ἐμφανείας τοῦ χρυσότευκτου Εὐαγγελίου, ὅπερ κατεσκευάσθη αὐτῷ ἔτι ὄντι
ἐν τῇ τῶν παίδων σχολῇ, ἑαυτὸν κατέστησε γνώριμον, καὶ εἰς χεῖρας Θεοῦ τὴν
ψυχὴν ἐναφίησι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου.
Εἰ θαῦμα
Θήβαις ταῖς παρ’ Αἴγυπτον πύλαι,
Πόσον γε Παῦλος,
κἄν βίου λίπῃ πύλας;
Οὗτος
ἦν ἐν τοῖς χρόνοις Δεκίου καὶ Οὐαλλεριανοῦ τῶν διωκτῶν, ὁρμώμενος ἐξ Αἰγύπτου τῆς
κάτω Θηβαίδος. Αἰσθόμενος δὲ τὸν ἐπὶ τῇ ἀδελφῇ κηδεστὴν προδοῦναι αὐτὸν
μέλλοντα, διὰ τὸ τὴν ἐπιβάλλουσαν αὐτῷ μοίραν κατασχεῖν, ἐνάκρυνεν ἐν τοῖς
ὄρεσι φυγαδεύων. Ἀεὶ δὲ τοῖς πρόσω χωρῶν, ἤδη τῷ χρόνῳ μεταπεσόντος αὐτῷ τοῦ
πάθους, ἀντὶ τοῦ δεδοικέναι τοὺς διώκτας, εἰς ἐπιθυμίαν τοῦ μονάσαι κατέστη.
Προσεγγίζει οὖν σπηλαίῳ τινί, αὐτὸ τὸ βαθύτατον ὑποδὺς τῆς ἐρήμου· ἐν ᾧ τὸν
ἅπαντα χρόνον, μακρὸν γενόμενον, διαγαγὼν ἐν εἰρήνῃ, καὶ τῇ τῶν παθῶν ἀταραξίᾳ,
πρὸς Κύριον ἐξεδήμησε. Τοῦτον, ὥς φασιν, ὁ Μέγας Ἀντώνιος καταλαβών, καὶ τοῦ
τόπου τὴν δυσχέρειαν, καὶ τοῦ χρόνου τὸ μῆκος καὶ τῆς ἀναχωρήσεως ἐθαύμασε. Καὶ
γὰρ πρῶτος τῶν ἄλλων, εἰς τὰς τῆς ἐρήμου ἐνδότερα προελθεῖν ἐτολμησε, καὶ τὸν τῆς
ἀσσκήσεως παρέτεινε δρόμον, μέχρι τοῦ ἑκατοστοῦ καὶ τρισκαιδεκάτου ἔτους·
τοσοῦτον γαρ ἐπεβίω, ἐκ νεαρᾶς ἡλικίας τῶν τοῦ βίου φροντίδων μεταναστεύσας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου.
Καὶ Πανσόφιον
πλήξατε πλάνοι πλέον·
Οὕτω γὰρ αὐτῷ
πλέξετε πλείῳ στέφη.
Οὗτος
ἦν ἐξ Ἀλεξανδρείας, πατρὸς Νείλου, τῇ τοῦ Ἀνθυπάτου τιμηθέντος ἀξίᾳ. Διὰ δὲ
πλούτου περιουσίαν, καὶ δεξιότητα φύσεως, καὶ πατρικὴν ἀρετήν, εἰς τὸ ἄκρον τῆς
παιδείας προήχθη, τῆς τε καθ’ Ἕλληνας, καὶ ὅσης κατὰ Χριστόν. Οὗτος, μετὰ τὴν
τοῦ πατρὸς τελευτήν, εἰς τὴν τῶν δεομένων ἐπικουρίαν τὸν πλοῦτον κενώσας, τὰς
ἐρήμου κατέλαβε, τῇ τῶν γηίνων ἀποθέσεις τὸν Κύριον ἐκζητῶν. Ἐπὶ χρόνοις δὲ
εἰκοσιεπτὰ ταῖς ἐρήμοις ἐναυλισθείς, καὶ καταμόνας προσλαλήσας Θεῷ, καὶ τὸν
νοῦν ἀπὸ τῶν κάτω ὑψώσας πρὸς οὐρανούς, ἐπεὶ οὐκ ἦν τὴν τοσαύτην λαθεῖν ἀρετήν,
διαβάλλεται Αὐγουσταλίῳ τῷ τῶν Ἀλεξανδρέων Ἡγεμόνι, ὅς ἦν παρὰ Δεκίου τὸν κατὰ
τῶν Χριστιανῶν ἀναδεξάμενος πόλεμον. Παραστὰς οὖν αὐτῷ, καὶ ἐκ τῶν παρ’ αὐτοῖς μύθων
τὴν τοῦ σεβάσματος αὐτοῦ πλάνην διέλεγξας, καὶ τοῦ τυράννου τὸ φρόνημα
καταισχύνας, τύπτεται σφοδρῶς, καὶ τὸν διὰ μαρτυρίου κομίζεται στέφανον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἕξ Πατέρες, ἐν εἰρήνῃ τελειοῦνται.
Ψυχαὶ
διαυγεῖς Ἕξ ἀποπτᾶσαι βίου,
ἑξαπτέρυξι συμπαρίστανται
Νόοοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γερασίμου τοῦ Παλλαδᾶ, Πατριάρχου Ἀλεξανδρείας
Γέρας ὁ
Γεράσιμος τῆς Ἐκκλησίας,
Φερωνύμως
πέφυκεν ἐν τοῖς ὑστέροις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου τοῦ Ἀκοιμήτου
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἐλπιδίου, Δάνακτος καὶ Ἑλένης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεκουνδίνης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προχόρου τῆς Μονῆς Βράνσκι τῆς
Βουλγαρίας
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριήλ ὁ ἐν Λεσνόβῳ
Σερβίας ὁ λάμψας κατὰ τὸν 11ον
αἰ., ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἴτας τῆς
ἡγουμένης, τῆς Ἰρλανδής.
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς
ἔμψυχος ὤφθης τοῦ Χριστοῦ ἐν καλύβῃ ἐνδιατώμενος, διὸ φωτὸς δοχεῖα, ἀμέμπτῳ
πολιτείᾳ Ἰωάννη ἀνάδειξον, ταῖς ἱκεσίαις ταῖς σαῖς, τοὺς σὲ ὑμνολογοῦντας.
Νόμου
θείου μελέτη ἀπαθείας τὴν χάριν Πάτερ ἐπλούτησας, διὸ παθῶν κακίας, καὶ πάσης
προσπαθείας, γεηρᾶς ἀπολύτρωσαι, ὦ Καλυβίτα σοφέ, τοὺς σὲ ὑμνολογοῦντας.
Ἡ
ἁγία μονή σου ὡς νοσσία προστρέχει Πάτερ τῇ σκέπῃ σου· ἥν πάσης ἐπηρείας, καὶ
βλάβης καὶ μανίας, τοῦ πικροῦ πολεμήτορος, ὦ Ἰωάννη ἀεί, ἀπήμαντον συντήρει.
Θεοτοκίον.
Γεγγονυῖα
Παρθένε τοῦ τῶν ὅλων Δεσπότου θεῖον ἀνάκτορον, ταμεῖον τῆς αὐτοῦ με, ἀύλου
ἐνεργείας, Θεοτόκε ἀνάδειξον, διὰ ζωῆς καθαρᾶς, καὶ βίου ἐναρέτου.
Ἕτερος. Ἀντίθεον πρόσταγμα.
Στενὴν προετίμησας τῆς εὐρυχώρου,
ὁδοῦ ἀξιάγαστε, καὶ χαίρων ἐκαρτέρησας, πυλῶσι γονέων σου ὀνειδιζόμενος, καὶ
κατατρυχόμενος πολλαῖς, ἐν ἀσθενείαις θεομακάριστε.
Σαυτὸν κατεκάλλυνας ὡραιοτάταις,
Σοφέ, ἀναβάσεσι, σαρκὸς νεκρώσας φρόνημα· διὸ προσεχώρησας πρὸς τὰ οὐράνια, δήμοις
ἀριθμούμενος ἀεί, σεπτῶν Πατέρων ἀξιοθαύμαστε.
Ὁδοὺς πορευόμενος τὰς εἰσαγούσας,
πρὸς θείαν κατάπαυσιν, ἐξέκλινας τὰ βάραθρα, δαιμόνων Μακάριε, θείᾳ σκεπόμενος,
χάριτι κραυγάζων τε· ὁ ὤν, εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον
Ὑμνοῦμεν τὸν τόκον σου Εὐλογημένη,
δι' οὗ ἐλυτρώθημεν, τῆς πάλαι κατακρίσεως, καὶ σὲ μακαρίζομεν, Θεομακάριστε, μόνην
ἣν ἠγάπησεν, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ἐκ
τῶν σκανδάλων, τοῦ πονηροῦ Ἰωάννη, διαφύλαττε ἡμᾶς ἀπεριτρέπτους, τῇ σῇ ἀοράτῳ,
ἐπιστασίᾳ Πάτερ.
Ῥάβδῳ
ἀύλῳ, τῆς προστασίας σου Πάτερ, τὴν παροῦσάν σου ποίμνην ἀεὶ ὁδήγει, πρὸς τῆς
ἀπαθείας, ἀειθαλεῖς λειμῶνας.
Ἄλυπον
βίον, δίδου ἡμῖν Ἰωάννη, καὶ ἀπάλλαξον κακίστης ῥαθυμίας, τοὺς πρὸς τὸν Σωτῆρα,
μεσίτην σε πλουτοῦντας.
Θεοτοκίον.
Στήριξον
Κόρη, τὴν κλονουμένην ψυχήν μου, ταῖς τοῦ ὄφεως ἀπαύστοις ἀντιπνοίαις, ἀῤῥαγεῖ
ἐν πέτρᾳ, τῶν θείων προσταγμάτων.
Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Μὴ παλαιούμενον σαυτῷ, Ἰωάννη ἀρεταῖς
πεποικιλμένον, ἐξυφαίνων χιτῶνα, περιβολὴν πενιχράν, ἐν εἴδει πτωχοῦ σὺ ἐνδέδυσαι,
τοῖς τῶν γεννητόρων, προσκαρτερῶν πυλῶσιν.
Ἄμεμπτος ἄλλος ὡς Ἰώβ, πρὸ θυρῶν
κακοπαθεῖς ὡς ἐν κοπρίᾳ, ὑποφέρων ὀνείδη τῶν οἰκετῶν σου Σοφέ, λιμῷ τε καὶ δίψει
πιεζόμενος· ὅθεν ἐκληρώσω, τὴν ἄνω βασιλείαν.
Κατηκολούθησας σαφῶς, ᾧ περ εἴληφας
χερσὶν Εὐαγγελίῳ· καὶ ἐπτώχευσας Μάκαρ, πενθῶν ἐν ὅλῃ ζωῇ· καὶ πρᾶος γέγονας καὶ
ἄκακος· καὶ τῆς βασιλείας, τῆς ἄνω κληρονόμος.
Ἄλλος ἐδείχθης Ἀβραάμ, τὴν Τριάδα
ξεναγῶν τῇ σῇ καλύβῃ, ἀναβάσεσι θείαις, καὶ λογισμοῖς καθαροῖς, καὶ ἄκρᾳ πτωχείᾳ
Μακάριε, ταύτην θεραπεύσας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥεῖθρον ἀέναον ἡμῖν, τοῖς προστρέχουσιν
εἰς σὲ Ἁγνὴ πηγάζεις· οὗ τὴν ἄφθονον, χάριν, ἀπαρυόμενοι σοῦ, ὑμνοῦμεν τὸν Τόκον
πανάχραντε, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον
τὸ ἄλγος, Πάτερ τὴς ψυχῆς μου, καὶ τοῦ νοός μου τὸ σκότος ἀπέλασον, ταῖς
φωτοφόροις πρεσβείαις σου πρὸς τὸν Κύριον.
Μονήν
σου τὴν ἁγίαν, σκέπε Ἰωάννη, ἐκ πειρασμῶν καὶ δεινῶν περιστάσεων, καὶ δίδου
ταύτῃ ἀπαύστως τὴν εὐλογίαν σου.
Ὁσίως
βιοτεύσας, Πάτερ Ἰωάννη, ἐν ὁσιότητι πάσῃ ἐνίσχυσον, ἡμᾶς ἀνύειν τὸν βίον ἵνα
ὑμνῶμέν σε.
Θεοτοκίον.
Ὑπέρτερον
τὸν νοῦν μου, λογισμῶν ἀτόπων, δεῖξον Παρθένε καὶ τοῦτον ἀνύψωσον, πρὸς
οὐρανίους ἐννοίας ἵνα δοξάσω Σε.
Ἕτερος. Ἀνάρχου Γεννήτορος.
Ἰσχύς μου καὶ ὕμνησις, ὁ Κύριος ἐκραύγαζες,
τὸν προστάτην τοῦ σκότους, ἐν τούτῳ τρέπομαι, τὰς φαντασιώδεις ἀπάτας, τὰς παρ'
αὐτοῦ, οὐδόλως πτοοῦμαι, μόνον φανταζόμενος, κάλλος θεῖον καὶ ἀπρόσιτον.
Ὡς γῆ πίων Ὅσιε, ἡ σὴ καρδία δέδεκται,
τὸν οὐράνιον σπόρον, νοὸς ταῖς αὔλαξι, καὶ ἑκατοστεύοντα στάχυν, καρποφορεῖς, ἐκτρέφοντα
πάντων, πιστῶς τῶν τιμώντων σε, τὰς ψυχὰς Θεομακάριστε.
Συνὼν τῷ Δεσπότῃ σου, καὶ τὰς ἐκεῖθεν
Ὅσιε, φανοτάταις λαμπάσι καταυγαζόμενος, θεῖον φωτισμὸν τοῖς ἐν πίστει, τὴν
φωταυγῆ, τελοῦσί σου μνήμην, δοθῆναι ἱκέτευε, Ἰωάννη ἀξιάγαστε.
Ἡγίασε Κύριος, ἐκ μήτρας σε Μακάριε,
πρὸς αὐτόν τε πορείας τὰς σὰς κατεύθυνεν· ὅθεν ἠριθμήθης Ὁσίοις, τοὶς εὐσεβῶς
πεπολιτευμένοις· μεθ' ὧν τῆς θεώσεως, ἀπολαύεις Παναοίδιμε.
Θεοτοκίον
Φωτὸς οἰκητήριον, ἡ μήτρα σου γεγένηται,
δι' οὗ φῶς οἱ ἐν σκότει, εἶδον καθήμενοι· ὅθεν σε φωναῖς ἀσιγήτοις, Μήτηρ Θεοῦ,
ἀεὶ ἀνυμνοῦμεν, καὶ πόθῳ γεραίρομεν,τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πτωχὸς ὡς ἄλλος ὁ Λάζαρος,
προσεκαρτέρεις Ὅσιε, τῶν γεννητόρων πυλῶσι, στενοχωρούμενος Πάτερ, μικρᾷ καλύβῃ
πάνσοφε· ἀλλ᾽ εὗρες νῦν εὐρύχωρον, τὴν μέτ᾽ Ἀγγέλων σκήνωσιν, καὶ τῶν Ἁγίων ἁπάντων,
ἐν οὐρανοῖς Ἰωάννη.
Ἕτερον.
Γονέων τὴν προσπάθειαν, λιπὼν καὶ
πλοῦτον ῥέοντα, τὸν σὸν σταυρὸν ἦρας Πάτερ, καὶ τῷ Χριστῷ Ἰωάννῃ, προθύμως ἠκολούθησας·
ἀσκητικῶς νεκρώσας δέ, τὰ πάθη πρὸς ἀπάθειαν, ἀνέδραμες, καὶ πρεσβεύεις, ὑπὲρ ἡμῶν
θεοφόρε.
Θεοτοκίον ὅμοιον
Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ
πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν βασιλέα τῆς δόξης· οὗ τὸν Σταυρὸν
οἱ Ὅσιοι καὶ ἀσκηταὶ ἀράμενοι, ὀπίσω τούτου ἔδραμον· μεθ' ὧν ἀπαύστως δυσώπει, ὑπὲρ
ἡμῶν Θεοτόκε.
Εἰς
τοὺς Αἴνους. Ἦχος πλ. Δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ,
Ἰωάννη Ὅσιε, ἀπὸ παιδὸς τὸν Χριστόν, ὁλοτρόπως ἠγάπησας, καὶ Αὐτοῦ τοῖς
ἴχνεσιν, ἀκλινῶς ἠκολούθησας, γονέων φίλτρον ἀπαρνησάμενος, καὶ τὸν σταυρόν σου
ἀναλαβόμενος· ὤ τῶν ἀγώνων σου! Δι’ ὧν καταβέβληκας, τοῦ δυσμενοῦς, πάντα τὰ
βουλεύματα, δυνάμει κρείττονι.
Πάτερ,
Ἰωάννη ἔνδοξε, τῇ Ἀκοιμήτων Μονῇ, προσελθὼν ἐνθεώτατος, μοναστὴς καὶ Ὁσίος,
ἀληθῶς ἐχρημάτισας, σώματος ὥραν νεκρώσας Ἅγιε, ζωῆς τῆς θείας τοῖς κατορθώμασιν·
ὤ των καμάτων σου, τῶν πολλῶν μακάριε! Δι’ ὧν Χριστῷ, ὤφθης οἰκειότατος, καὶ
ποθεινότατος.
Πάτερ,
Ἰωάννη Ὅσιε, μικρὰν καλύβην οἰκῶν, πρὸ πυλῶν τῶν γονέων σου, καὶ τούτους
θεώμενος, ἁγνοοῦντάς σε Ἅγιε, ἐχθροῦ καθεῖλες τὰ μηχανήματα, τῇ καρτερίᾳ τῆς
σῆς ἀσκήσεως· ὤ! πῶς ἀγνώριστος, μέχρι τέλους ἔμεινας; ὥ τῆς πολλῆς, ἀληθῶς
πτωχείας σου! Δι’ ἧς δεδόξασαι.
Πάτερ,
ἸωάννηὍσιε, ὅτε ἐπέστη καιρός, ἐκδημῆσαι πρὸς Κύριον, τότε τὰ τοῦ βίου σου,
τοῖς τοκεῦσιν ἐγνώρισας, καὶ τότε πᾶσα ἡ πόλις ἔδραμεν, ἀκουτισθεῖσα τὴν
πολιτείαν σου, καὶ τὸ σεβάσμιον, σκῆνός σου κηδεύσαντες,ὕμνουν Χριστόν, τὸν σοὶ
καταπέμψαντα, τοσαύτην δύναμιν.
Δόξα.
Ἦχος πλ. Α΄.
Τῆς
ἀγγελικῆς σου ζωῆς, ὑπὲρ ἀκτῖνας ἡλιού ἔλαμψαν, αἱ παμφαεῖς ἀριστεῖαι, Ἰωάννη
πανεύφημε· σὺ γὰρ ὡς υἱὸς φωτός, ἐκ πρώτης ἡλικίας, ἐν τρίβῳ δικαιοσύνης, τὰ σὰ
κατεύθυνας διαβήματα· καὶ ἐν ἀσκήσει ὁσίᾳ, δόκιμος φανείς, ἀμέμπτως εὐηρέσησας,
τῷ σὲ δοξάσαντι Πάτερ· παρ’ οὗ τὰ γέρα τῶν πόνων δεχόμενος, ἀδιαλείπτως
πρέσβευε, σωθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Πλοῦτον
ἐπανθοῦντα καταλιπών, ἐν πτωχείᾳ πλούτου, πλοῦτος ὤφθης πνευματικός, καὶ ἀντὶ
καλύβης, φωτοφανῆ παστάδα, ὁ Λόγος Ἰωάννη, λαμπρῶς σοι δέδωκε.
Χαίροις
Ἰωάννη Πάτερ σοφέ, ὁ βίον Ἀγγέλων ἐν καλύβῃ τῇ πενιχρᾷ, πρὸ πυλῶν ἀνύσας, τῶν
σῶν κλεινῶν γονέων, καὶ στέφος ἀφθαρσίας λαβὼν οὐράνιον.
Χαίροις
τῶν Ὁσίων ἡ κορυφή, θεῖε Ἰωάννη Καλυβῖτα καὶ ἱερέ, ῥῦσαι τοὺς σοὺς δούλους, ἐκ
τοῦ σατὰν πολέμου, καὶ δώρησαι εἰρήνη πᾶσι τοῖς τέκνοις σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν
τῶν Ἀγγέλων πολιτείαν ζηλώσας, ἀπὸ παιδὸς ἀκολουθήσας Κυρίῳ, ὑπερφυῶν χαρίτων
κατηξίωσαι· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, Ἰωάννη Ὅσιε, τοὺς πιστῶς σε
τιμῶντας, καὶ τὴν παροῦσαν σκέπε σου Μονήν, πάσης ἀνάγκης, καὶ ῥύμης τοῦ ὄφεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Χάριν ἐξαίτει ἡμῖν, ὦ Ἰωάννη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν καθικέτευε ἐκτενῶς,
Πάτερ Ἰωάννη, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τῇ σῇ προσιόντων προστασίᾳ, ὡς ἂν
ῥυώμεθα πόνων καὶ θλίψεων.
Ἀσκήσεων ἄνθρακι
λαμπρυνθείς, ἡμῶν τὰς καρδίας, καταλάμπρυνον μυστικῶς, ταῖς σαῖς φωτοφόροις
ἱκεσίαις, καὶ τῶν παθῶν τὴν ἀχλὺν Πάτερ διασκόρπισον.
Ῥυσθεὶς προσπαθείας τῆς
γεηρᾶς, ῥυσθῆναι δυσώπει, ἐμπαθείας με ψυχικῆς, καὶ δίδου ἰσχύν μοι Ἰωάννη,
κατὰ παθῶν συνθλιβόντων με Ὅσιε.
Θεοτοκίον.
Ἱλέωσαι κόρη τὸν Σὸν Υἱόν,
καὶ πάντων Δεσπότην, παῤῥησίᾳ Σου μητρικῇ, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι,
Θεογεννῆτορ τῇ Σῇ ἀγαθότητι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεκρωθεὶς
τοῖς ἐν κόσμῳ ἐν τῷ Χριστῷ ἔζησας· ὅθεν καθ’ ἡμῶν τὴν μανίαν, τοῦ παναλάστορος,
νέκρωσον Ὅσιε, τῇ ζωτικῇ σου πρεσβείᾳ, καὶ ζωὴν πρὸς κρείττονα, ἡμᾶς ὁδήγησον.
Ἐν
τῇ σῇ προστασίᾳ ἡ σὴ Μονὴ γίνεται, Πάτερ Ἰωάννη θεόφρον, καὶ πίστει κράζει σοι·
πάσης κακώσεως, καὶ προσβολῆς τοῦ βελίαρ, ἀσινῆ με φύλαττε, τῇ ἀντιλήψει σου.
Ξένος
κόσμου ἐδείχθης τῷ πρὸς Χριστὸν ἔρωτι· ὅθεν κοσμικῶν φρονημάτων, ξένωσον Ἅγιε,
τὰς διανοίας ἡμῶν, καὶ διὰ βίου τελείου, τῷ Χριστῷ οἰκείωσαι, ἡμᾶς δεόμεθα.
Θεοτοκίον.
Ἀπειρόγαμε
Κόρη Μῆτερ Θεοῦ ἄχραντε, τὴν καταισχυνθεῖσαν ψυχήν μου, τοῖς πλημμελήμασι,
κάθαρον δέομαι, καὶ καθαρᾶς πολιτείας, δεῖξόν με τὸν δοῦλόν Σου, ἐργάτην
γνήσιον.
Διάσωσον,
ὦ Ἰωάννη θεόληπτε Καλυβῖτα, τῇ ἐνθέῳ πρὸς τὸν Χριστὸν παρακλήσει σου, πάσης
ἀνάγκης τοὺς σπεύδοντας τῇ σῇ σκέπῃ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τῇ σῇ πρὸς Θεὸν πρεσβείᾳ
καταφεύγοντες, παθῶν χαλεπῶν, τὴν λύτρωσιν λαμβάνομεν, Ἰωάννη Ὅσιε, διὰ τοῦτο
πόθῳ βοῶμέν σοι· μὴ διαλίπῃς ἀπαύστως φρουρεῖν, ἡμᾶς τῶν βελῶν τοῦ πολεμήτορος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύειν ἑκάστοτε, πάθη
ψυχικὰ καὶ νόσους τοῦ σώματος, μὴ ἐλλίπῃς ἡμῶν Ὅσιε, τῶν εἰλικρινῶς
μακαριζόντων σε.
Τὴν σὴν ποίμνην διάσωζε,
τὴν στηριζομένην τῇ ἀντιλήψει σου, Ἰωάννη παμμακάριστε, πάσης περιστάσεως καὶ
θλίψεως.
Ἐκ παγίδων τοῦ ὄφεως, καὶ
ἐκ συνοχῆς παθῶν ἀμαυρώσεως, ἀσινεῖς ἡμᾶς διάσωζε, Πάτερ Ἰωάννη τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἰησοῦν τὸν παντάνακτα, Ὃν
ὑπερφυῶς Παρθένε ἐκύησας, ὡς Υἱόν Σου καθικέτευε, θείας Βασιλείας ἀξιῶσαί με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤνυσας καλῶς, Πάτερ δρόμον
τῆς ἀσκήσεως· ὅθεν δίδου ἡμῖν δύναμιν ἀεί, διανύειν τὴν ὁδὸν τὴν ἄνω φέρουσαν.
Μέγας ἀρωγός, καὶ
προπύργιον καὶ στήριγμα, ἀνεδείχθης τῆς παρούσης σου Μονῆς, Ἰωάννη ἣν ἀπαύστως
περιφύλαττε.
Ἴασαι ἡμῶν, τὰς ψυχάς τε
καὶ τὰ σώματα, Ἰωάννη Καλυβῖτα θαυμαστέ, καὶ πταισμάτων ἡμῖν αἴτει τὴν
συγχώρησιν.
Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, θεαρέστως
πολιτεύεσθαι, Θεοτόκε ἐνδυνάμωσον ἡμᾶς, ὡς ἂν πάσης ἀνομίας λυτρωθείημεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ξένος, πρὸ τῶν πυλῶν τῶν
γονέων, καὶ ἀγνώριστος βιώσας παμμάκαρ, τὰς οὐρανίους διάνοιξον πύλας, ταῖς
πρὸς Θεόν σου πρεσβείαις δεόμεθα, τοῖς τῆς ὁσίας σου ζωῆς, Ἰωάννη τιμῶσι τὰ
σκάμματα.
Ἰλύος, φθοροποιῶν
παθημάτων, Ἰωάννη Καλυβῖτα θεόφρον, τῶν πρεσβειῶν σου ἀπόπλυνον ῥείθροις, τὰς
μολυνθείσας ψυχὰς ἡμῶν Ἅγιε, καὶ μετανοίας πρὸς ὁδόν, τὴν ζωὴν ἡμῶν Πάτερ
κυβέρνησον.
Ὡς ἔχων, πρὸς τὸν Χριστὸν
παῤῥησίαν, Ὃν ἐκ βρέφους ἠκολούθησας Πάτερ, ὑπὲρ τῆς Μάνδρας σου ταύτης
δυσώπει, ὡς ἂν ἐνάρετον βίον διάγωμεν, ἐν ὁμονοίᾳ ἀληθεῖ, καὶ σκανδάλων τὴν
ῥύμην ἐκφύγωμεν.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις,
ἀσυγκρίτως ὡς τεκοῦσα ἀφράστως, τὸν ἐν Ἁγίοις πανάγιον Λόγον, ἀναπαυόμενον Κόρη
πανάχραντε· διὸ ἁγίασον κἀμέ, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ σώματι.
Διάσωσον,
ὦ Ἰωάννη θεόληπτε Καλυβῖτα, τῇ ἐνθέῳ πρὸς τὸν Χριστὸν παρακλήσει σου, πάσης
ἀνάγκης τοὺς σπεύδοντας τῇ σῇ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐν καλύβῃ στενώσας τὸ
σῶμά σου, πρὸς πλατυσμὸν Παραδείσου ἐσκήνωσας· διό με στενούμενον πάθεσι, πρὸς
ἀπαθείας τὸ πλάτος ὁδήγησον, Πάτερ Ἰωάννη πρεσβείαις σου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον
Ὁσιακόν. Κατὰ Ματθαῖον (ια΄, 27-30)
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ
οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει,
εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ
κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς,
καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε
ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν
ἐστιν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὅλην σου τὴν ἔφεσιν, ἀπὸ
παιδὸς τῷ Κυρίῳ, Πάτερ ἀναθέμενος, βίον τὸν ἰσάγγελον ἐπεπόθησας· διὸ νῦν Ὅσιε,
ἐν φωτὶ ἀΰλῳ, σὺν Ἀγγέλοις εὐφραινόμενος, ἀπαύστως πρέσβευε, πάσης ἐκλυτροῦσθαι
κακώσεως, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ ἀῤῥωστημάτων ἑκάστοτε, τοὺς τῇ σῇ
Εἰκόνι προσπίπτοντες σοφὲ πανευλαβῶς, ὦ Ἰωάννη μακάριε, καὶ σὲ μακαρίζοντας.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς ἔμψυχος ὤφθης τοῦ
Χριστοῦ ἐν καλύβῃ ἐνδιαιτώμενος· διὸ φωτὸς δοχεῖα, ἀμέμπτῳ πολιτείᾳ, Ἰωάννη
ἀνάδειξον, ταῖς ἱκεσίαις ταῖς σαῖς, τοὺς σὲ ὑμνολογοῦντας.
Νόμου θείου μελέτῃ ἀπαθείας
τὴν χάριν Πάτερ ἐπλούτησας· διὸ παθῶν κακίας, καὶ πάσης προσπαθείας, γεηρᾶς
ἀπολύτωσαι, ὦ Καλυβῖτα σοφέ, τοὺς σὲ ὑμνολογοῦντας.
Ἡ ἁγία Μονή σου ὡς νοσσία
προστρέχει Πάτερ τῇ σκέπῃ σου, ἣν πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας, τοῦ
πικροῦ πολεμήτορος, ὦ Ἰωάννη ἀεί, ἀπήμαντον συντήρει.
Θεοτοκίον.
Γεγονυῖα Παρθένε τοῦ τῶν
ὅλων Δεσπότου θεῖον ἀνάκτορον, ταμεῖον τῆς αὐτοῦ με, ἀΰλου ἐνεργείας, Θεοτόκε
ἀνάδειξον, διὰ ζωῆς καθαρᾶς, καὶ βίου ἐναρέτου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ τῶν σκανδάλων, τοῦ
πονηροῦ Ἰωάννη, διαφύλαττε ἡμᾶς ἀπεριτρέπτους, τῇ σῇ ἀοράτῳ, ἐπιστασίᾳ Πάτερ.
Ῥάβδῳ ἀΰλῳ, τῆς προστασίας
σου Πάτερ, τὴν παροῦσάν σου ποίμνην ἀεὶ ὁδήγει, πρὸς τῆς ἀπαθείας, ἀειθαλεῖς
λειμῶνας.
Ἄλυπον βίον, δίδου ἡμῖν Ἰωάννη,
καὶ ἀπάλλαξον κακίστης ῥαθυμίας, τοὺς πρὸς τὸν Σωτῆρα, μεσίτην σε πλουτοῦντας.
Θεοτοκίον.
Στήριξον Κόρη, τὴν
κλονουμένην ψυχήν μου, ταῖς τοῦ ὄφεως ἀπαύστοις ἀντιπνοίαις, ἀῤῥαγεῖ ἐν πέτρᾳ,
τῶν θείων προσταγμάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ
τῆς ψυχῆς μου, καὶ τοῦ νοός μου τὸ σκότος ἀπέλασον, ταῖς φωτοφόροις πρεσβείαις
σου πρὸς τὸν Κύριον.
Μονήν σου τὴν ἁγίαν, σκέπε
Ἰωάννη, ἐκ πειρασμῶν καὶ δεινῶν περιστάσεων, καὶ δίδου ταύτῃ ἀπαύστως τὴν
εὐλογίαν σου.
Ὁσίως βιοτεύσας, Πάτερ Ἰωάννη,
ἐν ὁσιότητι πάσῃ ἐνίσχυσον, ἡμᾶς ἀνύειν τὸν βίον ἵνα ὑμνῶμέν σε.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου,
λογισμῶν ἀτόπων, δεῖξον Παρθένε καὶ τοῦτον ἀνύψωσον, πρὸς οὐρανίους ἐννοίας ἵνα
δοξάσω Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ἔρωτι τῷ θείῳ ἀπὸ παιδός,
τρωθεὶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ δραμὼν σπουδαίως, Μονῇ τῶν
Ἀκοιμήτων, ἰσάγγελος ἐδεόχθης, τῇ πολιτείᾳ σου.
Τοῦ ἐχθροῦ πατήσας τὰς
μηχανάς, πρὸ πυλῶν γονέων, ἐν καλύβῃ τῇ πενιχρᾷ, ὡς πτωχὸς καὶ ξένος, διήνυσας
τὸν βίον, καὶ δόξης Ἰωάννη, ἀφράστου ἔτυχες.
Θάμβει συνεσχέθη μήτηρ ἡ
σή, ὅτε ταύτῃ Πάτερ, ἐν τῷ τέλει τῆς σῆς ζωῆς, ἐμφανῶς ἐγνώσθης, καὶ δάκρυσι
καὶ ὕμνοις, ἤνεσεν Ἰωάννη, τὴν πολιτείαν σου.
Χαίροις ἐγκρατείας στήλη
λαμπρά, καὶ τῆς ἀπαθείας, Ἰωάννη ἔμπνους λειμών· χαίροις Καλυβῖτα, ὁ ξένῃ
πολιτείᾳ, αἰσχύνας τοῦ βελίαρ, τὰ μηχανήματα.
Χαίροις τῆς Μονῆς σου
ταύτης φρουρός, καὶ θεῖος προστάτης, καὶ μεσίτης πρὸς τὸν Χριστόν, ἣν φρούρει
καὶ σκέπε, ἐκ πάσης δυσχερείας, παμμάκαρ Ἰωάννη, τῇ ἀντιλήψει σου.
Δίδου Καλυβῖτα ὡς συμπαθής,
ταύτῃ σου τῇ ποίμνῃ, πᾶσαν δόσιν ἀπὸ Θεοῦ, ὡς ἂν ἐναρέτως, ἀνύσωμεν τὸν βίον,
καὶ δόξης οὐρανίου, ἀξιωθείημεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Κλῆσιν, τὴν φερώνυμον
πλουτῶν, Πάτερ Ἰωάννη θεόφρον, ἀξιοθαύμαστε, χάριν ἡμῖν ἄνωθεν, δίδου σωτήριον,
καὶ παθῶν ἀπολύτρωσιν, καὶ πάσης ἀνάγκης, ἀσινῆ διάσωζε, ταύτην τὴν Μάνδραν
σου, πίστει, πρὸς τὴν σὴν προστασίαν, ὅλῃ ἀφορῶσαν καρδίᾳ, καὶ σεμνυνομένην τῇ
πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου