Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 17. ΟΣΙΟΣ ΑΝΤΩΝΙΟΣ ΒΕΡΡΟΙΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΑΝΟΥΑΡΙΟΣ 17!!
ΑΝΤΩΝΙΟΣ ΟΣΙΟΣ ΒΕΡΡΟΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὄτε, ἐκ νεότητος Χριστῷ, Πάτερ ἀνενδότῳ καρδίᾳ, κατηκολούθησας, τότε πᾶσαν ἔλιπες, κόσμου τερπνότητα, καὶ τὴν μάνδραν κατέλαβες, τοῦ θείου Προδρόμου, τούτου τὸν ἐνάρετον, βίον μιμούμενος· ὅθεν, χαρισμάτων Ἁγίων, σκεῦος πολυτίμητον ὤφθης, Ὅσιε Ἀντώνιε ἐν Πνεύματι.

Ὅτε, περιέκλεισας σαυτόν, Πάτερ ἐν ἀβάτῳ σπηλαίῳ, πόθῳ τῷ κρείττονι, τότε τὸν ὁμώνυμον θεῖον Ἀντώμιον, ἐγκρατείας τοῖς σκάμμασι, καὶ τοῖς στεῤῥοτάτοις, πόνοις τῆς ἀσκήσεως, χαίρων ἐζήλωσας· ὅθεν, τοῦ ἐχθροῦ τὴν μανίαν, κατὰ σοῦ ποικίλως ὁρμῶντος, εἷλες καὶ κατήσχυνας Ἀντώνιε.

Ὄτε, σοῦ τὸ σκῆνος τὸ σεπτόν, εὗρον θηρευταὶ ἐν σπηλαίῳ, χαρᾶς ἐπλήσθησαν, τότε μετενήνεκται τοῦτο τῇ νεύσει σου, πρὸς τὴν Βέῤῥοιαν Ἅγιε, καὶ πηγὴ θαυμάτων, καὶ πολλῶν ἰάσεων, ὤφθη ἐν πνεύματι· νόσους, γὰρ ἰᾶται παντοίας, καὶ δαιμόνων σμήνη ἐλαύνει, Ὅσιε Ἀντώνιε ἑκάστοτε.

Πόλις, τῆς Βεῤῥοίας ἀληθῶς, χαίρει ἐν τῇ δόξῃ σου Πάτερ, καὶ ἐπευφραίνεται· θεῖον γάρ σε βλάστημα, ἔσχεν Ἀντώνιε, καὶ θερμὸν ἀντιλήπτορα, καὶ μέγαν μεσίτην, καὶ πρέσβυν πρὸς Κύριον, ἤδη ἐκτήσατο· ὅθεν, καὶ τὸ θεῖόν σου σκῆνος, πόθῳ προσκυνοῦσα γεραίρει, τὴν ἁγίαν μνήμην σου μακάριε.

Δόξα. Ἦχος δ΄.
Ἀνατεθεὶς ἀπὸ παιδὸς τῷ Κυρίῳ, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἐβάδισας, ἀνεπιστρέπτῳ ψυχῇ, Ὅσιε Ἀντώνιε· ἐν ἀσκητικῇ γὰρ ἀρετῇ, Ἀγγέλων ὤφθης μιμητής, ἐναρέτου ζωῆς ὑπόδειγμα, καὶ τοῦ Σωτῆρος θεράπων θερμότατος. Καὶ νῦν τῆς δόξης Αὐτοῦ κατατρυφῶν, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Νέος ἐν ἀσκηταῖς, Ἀντώνιε ἐδείχθης, αὐτῶν τὴν πολιτείαν, καὶ τοὺς ἀγῶνας Πάτερ, ζηλώσας ὡς ἀσώματος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει ὡς ἀληθῶς, Βέῤῥοια ἡ πατρίς σου, τὸ θεῖον λείψανόν σου, ὡς θησαυρὸν πλουτοῦσα, Ἀντώνιε πατὴρ ἡμῶν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πᾶσαν τῶν δυσμενῶν, καθεῖλες τὴν ἀπάτην, συντόνῳ σου ἀσκήσει, ἐξ ὧν τῆς πονηρίας, ῥύου ἡμᾶς Ἀντώνιε.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, ὁμότμε Θεότης, λιταῖς τοῦ Ἀντωνίου, ἐλέησον τοὺς δούλους Σου.

Καὶ νῦν. Θεοτοκίον.
Ὅλος ἐν τῷ Πατρί, ὁ Λόγος ὢν Παρθένε, ὅλος ἐν Σοὶ σκηνώσας, βροτὸς ἑκὼν ὡράθη, καὶ ἔσωσε τὸν ἄνθρωπον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγα καύχημα, καὶ πολιοῦχον, σὲ πλουτήσασα, πόλις Βεῤῥοίας, θεοφόρε παμμάκαρ Ἀντώνιε, τῇ σῇ πρεσβείᾳ προστρέχει ἑκάστοτε, προσπτυσσομένη τὴν πάντιμον κάραν σου, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Βεῤῥοίας τὸν γόνον καὶ Ἀγγέλοις ἐφάμιλλον, καὶ τῶν ἀπ’ αἰῶνος Ὁσίων ἀληθῶς τὸν ἰσότιμον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, Ἀντώνιον τὸν νέον ἀσκήτην· ἰαμάτων γὰρ παρέχει τὴν δωρεάν, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Βεῤῥοιέων συστήματα, ἐν ᾠδαῖς ἑορτάσωμεν, Ἀντωνίου σήμερον τοῦ θεόφρονος, τὴν φωτοφόρον πανήγυριν· ἰδοὺ γὰρ ἀνέτειλεν, ὥσπερ ἥλιος λαμπρός, καὶ ἀκτῖσι τῆς χάριτος, τὰς ψυχὰς ἡμῶν, καταυγάζει καὶ λύει παθημάτων, τὴν ἀχλὺν καὶ διεγείρει, ἡμᾶς πρὸς ζῆλον οὐράνιον.

Ἐκ νεότητος Ὅσιε, τῷ Χριστῷ ἠκολούθησας, κοσμικὴν τερπνότητα ἀπωσάμενος, καὶ μοναστῶν τῷ συστήματι, σαυτὸν προσενήνοχας, τὴν ἰσάγγελον ζωήν, ἱερῶς παιδευόμενος, καὶ πτερούμενος, πρὸς ἀγάπην Ἀντώνιε τὴν θείαν, ἐγκρατείας τοῖς ἀγῶσι, καὶ ψυχικῇ καθαρότητι.

Ἐν σπηλαίῳ κατώκησας, θείῳ πόθῳ πυρούμενος, καὶ καθάπερ ἄσαρκος πεπολίτευσαι, πόνοις ἀμέτροις Ἀντώνιε, νηστείαις καὶ δάκρυσι, καὶ συντόνοις προσευχαῖς, καὶ καθεῖλες τὸν δράκοντα, τὸν πολέμιον, κατὰ σοῦ φρυαττόμενον ποικίλως· διὰ τοῦτο ἐπαξίως, παρὰ Κυρίου δεδόξασαι.

Ὠς πολύτιμον θήραμα, θηρευταὶ οἱ θεόφρονες, προμηθείᾳ κρείττονι ὁδηγούμενοι, τὸ σὸν ἐφεύραντο λείψανον, Ἀντώνιε Ὅσιε, καὶ ἐπλήσθησαν πολλῆς, εὐωδίας καὶ χάριτος, θείῳ Πνεύματι, καὶ ἀνήγγειλαν τοῦτο ἐν Βεῤῥοίᾳ, μεγαλύνοντες τὸν Κτίστην, τὸν σὲ λαμπρῶς θαυμαστώσαντα.

Θησαυρὸν ὡς οὐράνιον, τὸ σὸν ἅγιον λείψανον, ἡ πατρίς σου δέδεκται Πάτερ Ὅσιε· ταύτῃ γὰρ τοῦτο δεδώρησαι, ᾧ τρόπῳ ἠθέλησας· διὰ τοῦτο Βεῤῥοιεῖς, εὐλαβῶς ἐναπέθεντο, τοῦτο ἅγιε, εἰς ναὸν ἱερὸν ἀναπηγάζον, ἰαμάτων θεῖα ῥεῖθρα, τῇ ἐνεργείᾳ τῆς χάριτος.

Τῆς Βεῤῥοίας τὸ βλάστημα, καὶ θερμὸν ἀντιλήπτορα, καὶ Ὁσίων πάντων τὸν ἰσοστάσιον, τὸν θεοφόρον Ἀντώνιον, τὸν πᾶσι βλύστανοντα, ἰαμάτων δωρεάν, καὶ κινδύων ῥυόμενον, τοὺς προστρέχοντας, τοῖς ἁγίοις αὐτοῦ λειψάνοις πίστει, μακαρίσωμεν προφρόνως, ὡς ἡμῶν πρέσβυν πρὸς Κύριον.






Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὡς ἑωσφόρος νοητός, ἡ τοῦ Ὁσίου Ἀντωνίου μνήμη ἐπέστη, τῶν πιστῶν τὰς διανοίας πυρσεύουσα, ἀρετῷ τῇ αἴγλῃ· τῷ γὰρ θείῳ φωτί, τὴν ζωὴν κατευθύνας, ἄγγελος ὤφθη ἐν σώματι, ὑπὲρ τὰ ὁρώμενα βιώσας, καὶ πάντας συγκινεῖ βοῆσαι αὐτῷ· ζαίροις, ὁ ἐκ παιδὸς Θεῷ ἀνατεθείς, καὶ μέχρι τέλους Αὐτῷ δουλεύσας, συντονωτάτῃ ἀσκήσει· χαίροις, ὁ τῶν πάλαι Ὁσίων χαρακτηρίσας τὴν ζωήν, καὶ τῆς εὐκλείας ἐκείνων, κοινωνὸς γενόμενος· χαίροις, ὁ τῆς Βεῤῥοίας βλαστός, καὶ θεῖος πολιοῦχος, καὶ πρὸς Χριστὸν πρεσβευτὴς θερμότατος· ᾧ πρέσβευε δεόμεθα, Ἀντώνιε Πάτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πόλις Βεῤῥοία, τὸν θεοφόρον Ἀντώνιον, ἐν κόλποις κατέχουσα, ὡς θησαυρὸν ἀναφαίρετον· ἐκ σοῦ γὰρ ἀνεβλάστησεν, ὡς φοῖνιξ κατάκαρπος, καὶ τῆς ἐν Χριστῷ τελειότητος, τὸν γλυκασμὸν πᾶσι παρέχει· καὶ τῶν τιμίων αὐτοῦ λειψάνων, τὴν σορὸν πλουτοῦσα, τοῦ ἐξ αὐτῆς προϊόντος ἁγιασμοῦ, τὰς δωρεὰς καρπώθητι· καὶ τῶν θαυμάτων τὰς δυνάμεις ὁρῶσα, τῷ Σωτῆρι βόησον· Κύριε δόξα Σοι.

Ἦχος β΄.
Ἀπὸ παιδὸς τὴν κρείττονα τρίβον, ὅλῃ ψυχῇ ἐπόθησας, Ἀντώνιε Πάτερ· καὶ τοῖς ἐν κόσμῳ χαίρειν εἰπών, τὸν Σταυρὸν Κυρίου ᾖρας, καὶ τῷ ἀγῶνι τῆς ἀσκήσεως, σεαυτὸν ὑπέταξας· ἔνθεν σαρκὸς τὸ φρόνημα, ὑποτάξας τῷ νοΐ, τᾶς ψυχικὰς δυνάμεις ἐλάμπρυνας, ταῖς θείαις ἀναβάσεσιν· ἐκ πρακτικῆς γὰρ ἀρετῆς, πρὸς θεωρίας ἤρθης ὕψωσιν, τῶν χαμαὶ κειμένων, ὁλικῶς ἐπαναστάς· διὸ ἐπανεπαύσατο, ἐν σοὶ Χριστὸς ὁ Κύριος.

Ἦχος γ΄.
Ὡς φωτὸς ἐνδιαίτημα, τὸ σπήλαιον ᾤκησας, πάσης σχέσεως σαυτὸν χωρίσας, ὑλικῆς παμμάκαρ, καὶ τῷ Θεῷ μόνῳ ὁμιλῶν καὶ ἑνούμενος· καὶ δι’ ἀκροτάτης ἀσκήσεως, τὸν νοῦν καθαγνίσας, τοῦ Ἁγίου Πνεύματος κατοικητήριον γέγονας· οὗ τὴν δυναστείαν ζωσάμενος, φυσικῆς μὲν ἀσθενείας περιεγένου, τοῦ πονηροῦ δὲ κοσμοκράτορος, τὰς κατὰ σοῦ μηχανὰς διέλυσας· καὶ ἐν πᾶσι δόκιμος φανείς, τῆς ἀφθαρσίας τὸν στέφανον ἐδέξω, Ἀντώνιε Ὅσιε, Ἀγγέλων ἰσοστάσιε.

Δόξα. Ἦχος δ΄.
Ἀσκητικῶς τελέσας τὸν δρόμον, καὶ τῷ Θεῷ εὐαρεστήσας, δι’ ἀρετῆς λαμπρότητα, τῆς αἰωνίου ζωῆς ἐδέξω τὸ δηνάριον, ἐπαξίως τῶν πόνων σου, θεοφόρε Πάτερ Ἀντώνιε· καὶ τὸν καρπὸν τῆς θεώσεως τρυγήσας, ὡς θησαυρὸν θεοδώρητον, τὸ θεῖόν σου λείψανον δέδωκας ἡμῖν· ᾧ ἡ πόλις σου Βέῤῥοια, εὐλαβῶς προστρεχούσα, λαμβάνει τὰς ἰάσεις, καὶ πᾶσαν δόσιν ἀγαθήν, τῷ Χριστῷ βοῶσα· Κύριε δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄.
Χαίροις, ὁ τῆς Βεῤῥοίας βλαστός, ὁ τῶν Ὁσίων μιμητὴς καὶ ὁμότροπος· τοῖς ἴχνεσι γὰρ ἐκείνων, πυρπολουμένῃ ψυχῇ, οὐρανίῳ πόθῳ ἠκολούθησας, σεαυτὸν ἀρνησάμενος, καὶ νηστείαις καὶ δάκρυσι, σαρκὸς νεκρώσας, ὁλοτρόπως τὸ φρόνημα, καὶ τοῦ Πνεύματος, θησαυρίσας τὴν ἔλλαμψιν· ὅθεν καθάπερ ἄγγελος, ἐβίωσας Ὅσιε, καὶ τῶν Ἀγγέλων τῆς δόξης, περιφανῶς κατηξίωσαι, Ἀντώνιε Πάτερ, ἱκετεύων ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρων, τὴν τοῦ Προδρόμου Μονήν, καταλαβὼν θείῳ ἔρωτι, μισήσας τὰ ἐν τῷ κόσμῳ, ἐν ἐγκρατείᾳ πολλῇ, τὴν ζωήν σου Πάτερ καθυπέβαλες, ἐντεῦθεν πρὸς κρείττονα, ἐπειγόμενος ἄσκησιν, καὶ θεωρίαν, ὑψηλῶν ἀναβάσεων, μόνος ᾤκησας, ἐν σπηλαίῳ ὡς ἄσαρκος· ὅθεν τοῦ ὑπὲρ ἔννοιαν, φωτὸς ὤφθης ἔμπλεως, καὶ τῶν δαιμόνων καθεῖλες, τὰς ἐπιθέσεις Ἀντώνιε. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῆς αἰωνίου ζωῆς, ὁ κληρονόμος θεοφόρε Ἀντώνιε, ὡς ταύτης ἀξίως ζήσας, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ Χριστοῦ πληρώσας τὰ προστάγματα· διό σου τὸ σκήνωμα, θηρευταῖς ἐφανέρωσας, ἐν τῷ σπηλαίῳ, κατακείμενον Ὅσιε, ὃ καὶ δέδωκας, ξενοτρόπως τῇ πόλει σου· ὅθεν ὡς πολιοῦχόν σε, γεραίρει η Βέῤῥοια, καὶ τὴν ἁγίαν σου μνήμην, πανηγυρίζει κραυγάζουσα· Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῆς σῆς κληρουχίας, Πάτερ δεόμεθα.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς σου σκάμμασι, τὸ πῦρ τῆς θείας ἀγάπης, πᾶσιν ὑπέδειξας, θεοφόρε Ἀντώνιε· ὑπεραρθεὶς γὰρ τῶν γεηρῶν, ὡς ἄσαρκος ἀπεδύσω, πρὸς τὴν πάλην τοῦ πονηροῦ κοσμοκράτορος, τῆς φυσικῆς ἀσθενείας, τοὺς ὅρους ὑπεριδών, καὶ τὴν τούτου θριαμβεύσας δύναμιν· διὸ Χριστὸς ὁ Κύριος, λαμπρῶς σὲ ἐδόξασε, καὶ παρέχει διὰ σοῦ, ἰάματα ἡμῖν ψυχῆς καὶ σώματος, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγα καύχημα, καὶ πολιοῦχον, σὲ πλουτήσασα, πόλις Βεῤῥοίας, θεοφόρε παμμάκαρ Ἀντώνιε, τῇ σῇ πρεσβείᾳ προστρέχει ἑκάστοτε, προσπτυσσομένη τὴν πάντιμον κάραν σου, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Βεῤῥοίας τὸν γόνον καὶ Ἀγγέλοις ἐφάμιλλον, καὶ τῶν ἀπ’ αἰῶνος Ὁσίων ἀληθῶς τὸν ἰσότιμον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, Ἀντώνιον τὸν νέον ἀσκήτην· ἰαμάτων γὰρ παρέχει τὴν δωρεάν, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἔαρ νοητόν, ἐν καιρῶ τοῦ χειμῶνος, ἐπέφανεν ἡμῖν, ἡ ἁγία σου μνήμη, Ἀντώνιε μακάριε, Ἀσωμάτων ἐφάμιλλε, ἣν γεραίροντες, ὀσμῆς πληρούμεθα θείας, καὶ λυτρούμεθα, τῆς τῶν παθῶν δυσωδίας, πρεσβείαις Σου Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς τέξασα ἡμῖν, ἐν σαρκὶ ὑπὲρ φύσιν, τὸν πάντων Ποιητήν, καὶ Θεὸν καὶ Δεσπότην, ἐῤῥύσω κατακρίσεως, τῆς ἀρχαίας τὸν ἄνθρωπον, καὶ ἀννέβλυσας, ἡμῖν πηγὴν εὐλογίας, τοῖς δοξάζουσιν, εὐλογημένη Παρθένε, τὸν ἄφρασον Τόκον Σου.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἐν σπηλαίῳ μονώτατος διελήλυθας, τὴν μακαρίαν ζωήν σου Πάτερ Ἀντώνιε, καὶ ἡνώθης τῷ Θεῷ νοῦ καθαρότητι, καὶ τῶν ἐκεῖθεν δωρεῶν, σκεῦος ὤφθης ἐκλεκτόν· διό σου τὴν θείαν μνήμην, γεραίροντες κατὰ χρέος, τὸν σὲ δοξάσαντα δοξάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ γαστρός Σου προῆλλθε καθ’ ἃ ηὐδόκησεν, ἐν μορφῇ τῇ βροτείᾳ σώζων τὸν ἄνθρωπον, ὁ ἀπερίληπτος Θεὸς καὶ ἀκατάληπτος, Ὃν καθικέτευε ἀεί, Θεοτόκε Μαριάμ, διδόναι πταισμάτων λύσιν, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὴν ἀνερμήνευτον λοχείαν Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ Βεῤῥοίας ὡς ἄστρον ἀειφανές, ἀνατείλας καὶ βίον ἀγγελικόν, ἀνύσας μακάριε, ἀκλινῶς ἐκ νεότητος, καταπυρσεύεις πάντας ἀκτῖσι τῆς χάριτος, παθῶν τε καὶ δαιμόνων, ἐλαύνων τὴν ζόφωσιν· ὅθεν καὶ νομίμως, τὸν ἀγῶνα τελέσας, τῆς ἄνω λαμπρότητος ἐπαξίως τετύχηκας, θεοφόρε Ἀντώνιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ περίοπτον ὄρος καὶ ἐμφανές, τὴν χρυσήλατον στάμνον καὶ λογικήν, τὴν ἔνδον βαστάσασαν, οἷα μάννα γλυκύτατον, τὸν ζωοδότην Λόγον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑμνήσωμεν συμφώνως, βοῶντες καὶ λέγοντες· χαῖρε Θεοτόκε, ἀειπάρθενε Κόρη, ἡ πᾶσι παρέχουσα, ἱλασμὸν ταῖς πρεσβείαις Σου, τοῖς πιστῶς ἐκβοῶσί Σοι· πρέσβευε τῷ Σῶ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς θερμῶς προσιοῦσι, τῇ σκέπῃ Σου ἄχραντε.



Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸ τῆς ἀσκήσεως σκάμμα ὑπελθών, τοῦ ἀοράτου ἐχθροῦ καθεῖλες τὸ κράτος, ἐν τῇ ἄνωθεν ῥοπῇ, θεοφόρε Ἀντώνιε· καὶ τῆς σαρκὸς νεκρώσας τὸν νόμον, τῆς αἰωνίου ζωῆς τοὺς καρποὺς ἐγεώργησας, τῆς Ἁγίας Τριάδος, τὴν ψυχὴν μόνην τελέσας. Καὶ νῦν τῆς δόξης αὐτῆς, ἀνακεκαλυμμένως ἐντρυφῶν, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Βεῤῥοίας Ἀντώνιος δόξα ἔφυ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Βιώσας ὡς ἄγγελος, τῆς τῶν Ἀγγέλων λαμπρότητος, Ἀντώνιε Ὅσιε, λαμπρῶς ἠξίωσαι· ὅθεν λάμπρυνον, νοός μου τὸ ζοφῶδες, ὑμνῆσαι τὴν μνήμην σου, καὶ τοὺς καμάτους σου.
σχάτοις ἐν ἔτεσι, τρωθεὶς ἀγάπῃ τῇ κρείττονι, τῶν πάλαι ἐζήλωσας, τὴν θείαν ἄσκησιν, καὶ τὰ σκάμματα, Πάτερ τῶν Ὁσίων, καὶ τούτων ἰσότιμος, ὤφθης Ἀντώνιε.
ημάτων ὡς ἤκουσας, εὐαγγελίου τῆς χάριτος, Χριστῷ ἠκολούθησας, ἀπὸ νεότητος, καὶ νεκρώσας σου, τὴν σάρκα θεοφόρε, δοχεῖον πολύτιμον, ὤφθης τοῦ Πνεύματος.
Θεοτοκίον.
εόντων ὑπέρτερον, τὸν νοῦν μου δεῖξον πανάχραντε, καὶ τοῦτον ἐκκάθαρον, πάσης φαυλότητος, ὡς ἂν Δέσποινα, ἐνθέων νοημάτων, πλησθῇ τειχιζόμενος, φόβῳ τοῦ κρείττονος.












ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
σίων μιμούμενος τὸν τρόπον, προσῆλθες Μονῇ τῇ ἱερᾷ, τοῦ Βαπτιστοῦ Ἀντώνιε, καὶ σεαυτὸν ἀνέδειξας, μονὴν Ἁγίου Πνεύματος, καθαρωτάτῃ ἀσκήσει σου.
σχὺν ἐνδυσάμενος τὴν θείαν, ἠρνήσω σεαυτὸν ὁλοσχερῶς, Κυρίῳ ἀναγόμενος, ὡς ἄσαρκος Ἀντώνιε, ταῖς πρὸς τὸ κρεῖττον Ὅσιε, ἀσκητικαῖς ἐπιδόσεσι.
γγέλων ἰσότιμος ἐδείχθης, δοχεῖον ὁσίων ἀρετῶν, καὶ ἀπαθείας σκήνωμα, καὶ γέρας καὶ διάδημα, Ἀντώνιε μακάριε, Βεῤῥοίας τῆς βλαστησάσης σε.
Θεοτοκίον.
Σαρκὶ ὁμιλήσας ἐξ ἁγνῶν Σου, αἱμάτων ὁ Λόγος τοῦ Θεοῦ, τὴν ἀλογίαν ἔλυσεν, ἡμῶν δι’ ἀγαθότητα, καὶ πρὸς τὴν πρώτην εὔκλειαν, ἡμᾶς Παρθένε ἀνήγαγε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σπηλαίῳ παρώκησας ὡς Ἠλιοὺ μιμητής, καὶ ἄσαρκον ἤνυσας, μετὰ σαρκὸς βιοτήν, Ἀντώνιε Ὅσιε, ὅθεν τοὺς προσιόντας, τοῖς σεπτοῖς σου λειψάνοις, ῥύου πάσης ἀνάγκης, καὶ παθῶν ἀκαθάρτων, ὡς ἔχων παῤῥησίαν πολλὴν πρὸς τὸν Φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὡς κυήσασα τῶν ἀγαθῶν τὴν πηγήν, ἀγάθυνον Δέσποινα τὴν κακωθεῖσαν δεινῶς, ψυχήν μου τοῖς πάθεσι· ῥῦσαί με τῆς μανίας, τοῦ δολίου Βελίαρ, δίδου μοι μετανοίας ἀφορμὰς σωτηρίους, πρὸς Σὲ γὰρ Θεοτόκε, προστρέχω ἐκ πίστεως.

ᾨδὴ δ΄. Τοὺς Σοὺς ὑμνολόγους.
πὸ πάσης συνουσίας τῶν ἀνθρώπων Ἀντώνιε, σεαυτὸν μακρύνας, ἔρωτι τῷ θείῳ πτερούμενος, ἐν ἀπερήμῳ σπηλαίῳ χαίρων ᾤκησας, καὶ ἰσάγγελος, μετὰ σαρκὸς ἐχρημάτισας.
Νοῦν τὸν σὸν ἀποκαθάρας ὑλικῆς πάσης σχέσεως, καὶ δουλαγωγήσας, πόνοις καὶ νηστείαις τὸ σῶμά σου, τῶν ὑπὲρ λόγον ἐπλήσθης ἐπιλάμψεων, ψάλλων Ὅσιε· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Τοῦ ἐχθροῦ τοῦ ἀοράτου οὐδαμῶς ἐδειλίασας, τὰς ἐφόδους Πάτερ, καὶ τὰς μηχανὰς καὶ τὰ φόβητρα, ἀκαταπλήκτῳ ψυχῇ γὰρ τοῦτον ᾔσχυνας, ὅπλον ἄμαχον, ἔχων τὴν ἄνωθεν δύναμιν.
Θεοτοκίον.
ς πυρίμορφος καθέδρα ὥσπερ θάλαμος πάμφωτος, φέρεις ἐν ἀγκάλαις, τὸν παμβασιλέα τῆς κτίσεως, ὅθεν χειρῶν με Παρθένε τοῦ ἀλάστορος, ἀπολύτωσαι, καὶ φόβῳ θείῳ με τείχισον.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ναμάτων τοῦ Πνεύματος, πλησθεὶς Πάτερ Ἀντώνιε, βρύεις ἰαμάτων θεῖα ῥεῖθρα, τοῖς προσιοῦσι τῇ ἁγίᾳ σορῷ, καὶ τοὺς προσκυνοῦντας εὐλαβῶς, τὴν ἁγίαν κάραν σου, ἁγιάζεις ἐν χάριτι.
δόντες ἐξέστησαν, οἱ θηρευταὶ Ἀντώνιε, χεῖρα οἰονεὶ αὐτοὺς καλοῦσαν, ἐν σπηλαίῳ τῷ ἀποκρήμνῳ δραμεῖν, ᾧ καὶ προσελθόντες ἐν σπουδῇ, εὗρον κατακείμενον, τὸν σὸν ἅγιον λείψανον.
σίως κεκοίμησαι, καὶ πρὸς Θεὸν ἀνέδραμες, Ὅσιε Ἀντώνιε ἐν δόξῃ, καὶ τὸ σεπτόν σου σκήνωμα δέδωκας, πόλει τῆς Βεῤῥοίας θαυμαστῷ, τρόπῳ ὡς ἠθέλησας, ὡς ἁγίασμα ἔνθεον.
Θεοτοκίον.
Σαρκός μου τὸ φρόνημα, τὸ ἀντιστρατευόμενον, κατὰ τοῦ νοὸς τοῦ νόμου Κόρη, νεκρὸν ἀπέργασμα τῇ Σῇ χάριτι, καὶ τὴν νεκρωθεῖσάν μου ψυχήν, ζώωσον πρεσβείαις Σου, ὡς πηγὴ ζωῆς ἄχραντε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Δόξαν καὶ πλοῦτον καὶ ἔφορον, καὶ στέφος ἀληθῶς χρυσοκόλλητον, πόλιν Βεῤῥοίας σε, ἔχουσα Πάτερ Ἀντώνιε, λαμπροφανῶς γεραίρει, τὴν θείαν μνήμην σου.
Οἱ βόες Πάτερ οἱ φέροντες, τῇ νεύσει σου τὸ θεῖόν σου σκήνωμα, ἐλθόντες ἔστησαν, ἔνθα τὸ πάλαι ἐνίδρυται, ὁ οἶκός σου καὶ πάντες, ὄντως ἐθαύμασαν.
Ξένος τοῦ κόσμου γενόμενος, ζωὴν τὴν ὑπερκόσμιον ἔζησας, τῷ ξένῳ τρόπῳ σου, μετὰ σαρκὸς Πάτερ Ὅσιε, καὶ νῦν ξένα ἐργάζῃ, ἡμῖν θαυμάσια.
Θεοτοκίον.
κτίστου φύσεως πέφηνας, Ἁγνὴ καὶ τῆς κτισθείσης μεθόριον, Θεὸν κυήσασα, καὶ τὸν Ἀδὰμ ἀνυψώσασα, διό με ἐκ τοῦ λάκκου, παθῶν ἀνήγαγε.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει χαίρουσα, τῶν Βεῤῥοιέων ἡ πόλις, τὴν ἁγίαν μνήμην σου, Ἀντώνιε θεοφόρε, ταύτης γάρ, βλαστὸς ὑπάρχεις καὶ πολιοῦχος, ὅθεν σου, τὴν χαριτόβρυτον Πάτερ Κάραν, κεκτημένη ὥσπερ πλοῦτον, πάσης λυτροῦται θλίψεως Ὅσιε.
Ὁ Οἶκος.
Ἐκ νεότητος Πάτερ ἠγάπησας, ἐν ταῖς τρίβοις Κυρίου πορεύεσθαι· διὸ πάντα λιπὼν τὰ ἡδύνοντα, ἐν τῷ κόσμῳ καθάπερ σφαλλόμενα, ᾗρας ἐπ’ ὤμων τὸν Σταυρον, καὶ ἠκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ· καὶ ἐν σπηλαίῳ οἰκήσας ὡς ἄσαρκος, ἐγκρατείας συντόνῳ ἀσκήσει, καὶ ἀεννάῳ προσευχῇ, ἔξω κόσμου καὶ σαρκὸς γέγονας, ὑπὲρ τὰ ὁρώμενα βιώσας· καὶ τοῦ ἐχθροῦ θριαμβεύσας τὸ φρύαγμα, κατὰ σοῦ ποικιλοτρόπως ὠρυομένου, ἐπλήσθης Ὅσιε· διὸ Βεῤῥοία ἡ πατρίς σου ἐν σοὶ καυχωμένη, προσπίπτει τοῖς τιμίοις λειψάνοις σου, καὶ πάσης λυτρούται θλίψεως Ὅσιε.

Συναξάριον.
Τῇ ιζ΄ τοῦ Ἰανουαρίου, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βεῤῥοίας ἀσκήσαντος.
Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον,
εἰ μὴ παρ’ αὐτῷ τῷ πάλαι Ἀντωνίῳ;
Θνητὸν Ἀντώνιος ἴσχει τὸν πόλον,
χρυσοῦν μὲν οὐχί, δακρύων δὲ τὸ πλέον.
Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιε πότμον ἀνέτλης.
Οὗτος, τὸ γένος μὲν ἦν ἐκ Βεῤῥοίας τῆς κατὰ Μακεδονίαν· γεννηθεὶς δὲ ἐκ γονέων φιλαρέτων καὶ εὐσεβῶν, καὶ βιούντων ἐν αὐταρκείᾳ, ἐλευθερίως ἀνήγετο καὶ αὐτός, καὶ πρὸς ἀρετὴν ἐτυποῦτο. Μήπω δὲ καθαρῶς τὴν παιδικὴν ἡλικίαν ὑπερβάς, ἔρωτι θείῳ τρωθεὶς καὶ πάσῃ τρυφῇ καὶ ματαιότητι τοῦ βίου χαίρειν εἰπών, τὸν κατὰ τὴν περαίαν τοῦ παραῤῥέοντος ποταμοῦ μοναστήριον καταλαμβάνει, πλήθει μοναχῶν, ἀρετῆς ἐργασίᾳ κατ’ ἐκεῖνο καιροῦ ἀκμάζον· καὶ ὑποταξάμενος πᾶσι καὶ σχῆμα τὸ τῶν μοναχῶνἐνδύς, ζέοντι πνεύματι καὶ προθυμίᾳ πολλῇ κατειργάζετο τὴν ἀρετήν, πᾶν τὸ προσταττόμενον σπουδαίως πράττων, καὶ ὥσπερ τύπος καὶ παράδειγμα καλοῦ γενόμενος τοῖς ἄλλοις, ἤδη δὲ καὶ κατ’ ἀρετῆ προκόπτων, ἐν ἐπιθυμίᾳ γέγονε καὶ τελειωτέρου βίου και ὑψηλοτέρας ἀγωγῆς καὶ πολλὰ τοῦ προεστῶτος τῆς Μονῆς δεηθέντι ἐπιτραπῆναι τὴν πρὸς τὸ παρακείμενον ὄρος ἀναχώρησιν εἰς ἡσυχίαν παντελῆ ἐπιτέτραπτο.
Τὸ ὄρος οὖν ἅπαν διερευνησάμενος καὶ πρὸς τὸ χεῖλος τοῦ ποταμοῦ Ἀλιάκμονος, σπήλαιον εὑρηκὼς δεινῶς ἄβατον, οὐ διὰ τὴν σκληρότητα τοῦ τόππυ μόνον ἀλλὰ καὶ διὰ τὴν προσπεφυκυῖαν λόχμην, βαθεῖαν καὶ δυσδιεξίτητον οὖσαν, κατώκησεν ἐν αὐτῷ καὶ πρότερον ὄντος καὶ γνωρίμου, ὃς κατά τινα περίοδον διά τινος ἀδήλου τὰ πολλὰ καὶ ἀσαφοῦς πρὸς αὐτὸν ἐρχόμενος στενωποῦ κοινωνίας ἠξίου σώματος δεσποτικοῦ.
Διήγαγε μὲν οὖν ἐν τούτῳ τῷ σπηλαίῳ 50 ἔτη, πάσης συνουσίας ἔρημος ἀνθρωπίνης, ἑαυτῷ δὲ μόνον  προσαδολεσχῶν καὶ Θεῷ, οὐδενὶ ἑτέρῳ χρησάμενος πρὸς τροφήν, ὅτι μὴ ταῖς τῷ σπηλαίῳ περιπεφυκυίας βοτάναις καὶ ὕδατι ποταμίῳ· πολλοὺς δὲ ὑπέμεινε κινδύνους καὶ πειρασμοὺς ἐκ δαιμόνων, ὡς ἐξεγένετο μαθεῖν παρὰ τοῦ προσφοιτῶντος ἱερέως, ἐκείνου διηγουμένου ἀκηκοότος· πληγαῖς τε γὰρ αὐτῷ ἐνέτεναν μέχρι θανάτου, πολλάκις δίκην ληστῶν ἐπελθόντες, ἀλλὰ καὶ μορφὰς θηρίων ἀλλοκότων τε καὶ φοβερῶς ἐπάγοντες καὶ τὸ τοῦ σπηλαίου ἐξογκοῦντες φανταστικῶς κατὰ τοῦ Ἁγίου ἐδόκουν αὐτῷ τῷ σπηλαίῳ πρὸς φάραγγας βαθείας κατασύρειν.
Ἐπεὶ δὲ πᾶσαν μηχανὴν διεξελθόντες τῇ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος κατηργήθησαν μὴ δυνηθέντες τοῦ τόπου μετακινῆσαι τὸν Ἅγιον, ἐκεῖνοι μὲν αἰσχύνης πλήρεις καὶ ὀδυρμῶν ἀφανεῖς ἐγένοντο, ὁ δὲ Ἅγιος ἡσύχως καὶ γαληνῶς διήγαγε τὸν βίον τῷ Ἁγίῳ Πνεύματι κυβερνώμενος. Βιώσας δὲ ὑπὲρ τὰ 90 ἔτη, ἐτελεύτησεν ἐν αὐτῷ τῷ σπηλαίῳ, ἐν ᾧ τὴν ἀθλητικὴν διήγαγε ζωήν· θαυματουργεῖτι καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τοιοῦτον. Κατάντικρυ γὰρ τοῦ σπηλαίου, θήρας ἕνεκα τινῶν τὰς λόχμας διευρυνομένων, οἱ κύνες τῷ σπηλαίῳ ἐπιστάντες, ἐθορύβουν ὑλακτοῦντες· οἱ θηρευταὶ δὲ τοὺς ὀφθαλμοὺς πρὸς τὴν ὑλακὴν ἀπερείσαντες, ὁρῶσι χεῖρα νεύματι πρὸς ἑαυτὴν μετακαλουμένην· νομίσαντες δὲ τῶν συνθηρευόντων θηρίῳ προστυχόντα τινὰ τὸν μετακαλούμενον εἶναι, σπουδῇ πολλῇ τὸν ποταμὸν διαβάντες, ἐφίστανται τῷ σπηλαιῳ τῇ τῶν κυνῶν ἑπόμενοι ὑλακῇ· καὶ ζῶντα μὲν εὑρίσκουσιν οὐδένα, τὸν Ἅγιον δὲ κείμενον ἐπὶ ἐδάφους, κατεσταλμένον κοσμίως, καὶ λυχνίαν ὑπεράνωθεν αὐτοῦ ἡμμένην. Συνιέντες δὲ ἐκ πολλῶν τεκμηρίων θεοφόρον εἶναι τὸν ἄνδρα προσεκύνουν σὺν αἰδοῖ πολλῇ καὶ τὰ ἴχνη προσπεσόντες κατεφίλουν. Ἔπειτα εἰς τὴν πόλιν ἀπελθόντες, σὺν ἐκπλήξει καὶ ἡδονῇ τῷ τηνικαῦτα ἀρχιερατεύοντι ἀπαγγέλουσιν.
Ὁ δὲ μηδὲν μελήσας τὸν τῶν ἱερωμένων πάντα χορόν, προσέτι δὲ καὶ πλῆθος ἄλλο τῆς πόλεως πρὸς θαῦμα συνδεδραμηκός, παραλαβὼν ἐν τῷ σπηλαίῳ γίνεται· πολλαῖς δὲ ὑμνῳδίαις καὶ ψαλμοῖς τὸν τοὺς Ἁγίους αὐτοῦ δοξάζοντα Θεὸν δοξάσαντες, ὑπὸ λαμπάσι πολλαῖς καὶ μύροις προέπεμπον τὸν Ἅγιον. Ἀλλὰ καὶ αὖθις ἐξαίσιόν τι τερατουργεῖ ὁ Θεὸς εἰς δόξαν τοῦ Ὁσίου Αὐτοῦ. Τῶν κατὰ τὴν περαίαν τοῦ ποταμοῦ οἰκούντων, πάντων πρὸς τὴν φήμην παρελθόντων, ἔρις ἐγείρεται μεταξὺ τῶν ἀγροίκων καὶ τῶν τοῦ ἄστεος ἐπαινετή τις καὶ θαυμασία. Οἱ μὲν ἠξίουν πρὸς τὴν πόλιν ἐπαγαγεῖν καὶ ταύτῃ τὰ πρεσβεῖα δοῦναι, μητρὶ τῶν κώμων οὔσῃ καὶ ὑπερεχούςῃ τὴν ἀξίαν· οἱ ἀγρόται δὲ οὐκ ἔφθασαν παραχωρήσειν αὐτοῖς τοῦ παρ’ αὐτοῖς τραφέντος ἀγαθοῦ ἀλλὰ καθέξειν ὅση δύναμις, σωτῆρα καὶ εὐεργέτην ἐσόμενον αὐτοῖς. Ἐπὶ πολὺ δὲ τῆς ἔριδος προελθούσης, τέλος ἔδοξεν ἐπιτρέψαντος τὴν ψῆφον τῷ ἁγίῳ, ὁποτέροις βούλοιτο συνοικεῖν αὐτοὺς ἀποστῆναι τῆς φιλονικείας.
Καὶ δὴ βοῦς ἀπειροζύγους ὑποζεύξαντες ἁμάξῃ τὴν λάρνακα ἐπιτιθέασι τοῦ ἁγίου ἀπολιπόντες φέρεσθαι οἷ ἂν αὐτὸς ἰθύνοι· οἱ δὲ δρόμῳ πολλῷ τὸν ποταμὸν διαβάντες, εὐθὺ Βεῤῥοίας ἐχώρουν, μηδαμοῦ παρατραπέντες τῆς ὁδοῦ, εἰσελθόντες δὲ τὴν πόλιν, εἰς τὴν πατρώαν οἰκίαν ἔρχονται τοῦ Ἁγίου, ὅπου καὶ τέμενος ἦν τῆς Πανάγνου καὶ Θεομήτορος· ἔνθα στήσαντες τὴν ὁρμὴν μονονουχὶ φωνὴν ἐδόκουν ἀφιέναι ὡς ἐνθάδι τὸν Ἅγιον βούλεται οἰκεῖν. Συνελθόντες τοίνυν τούτῳ κατατιθέασι πλεῖστα θαύματα ἐκτελοῦντα μέχρι τοῦ νῦν. Τὸ δὲ ὄρος, ἐν ᾧ τὸ σπήλαιόν ἐστι τοῦ Ἁγίου, ἅπαν μοναχῶν γέγονεν οἰκητήριον, καὶ πολλῶν ἀδελφῶν συνέστη ἀσκητήρια, ὡς καὶ Σκήτην ἐπονομασθῆναι τοῦ Ἁγίου Ἀντωνίου τοῦ Νέου

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου.
Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
Ἔξαρχον Ἀντώνιον, Ἀσκητῶν ἔχων.
Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν.
Οὗτος τὸ μὲν γένος ἦν Αἰγύπτιος, ἐκ πατέρων καὶ προγόνων τὴν εἰς Χριστὸν πίστιν δεδιδαγμένος. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ παρέτεινε μέχρι καὶ τοῦ εὐσεβοῦς Βασιλέως Κωνσταντίνου, καὶ τῶν υἱῶν αὐτοῦ. Ἐπιδοὺς δὲ ἑαυτὸν τῇ ἀσκητικῇ ἀγωγῇ, τοσοῦτον ὑπερέβαλε πάντας, ὡς ὑποτύπωσις εἶναι τῶν ἐφεξῆς. Καὶ τὸ παράδοξον, ὅτι καὶ πρῶτος, ἢ κομιδῇ μετ᾿ ὀλίγων, τῆς ὑπὲρ ἄνθρωπον ταύτης πολιτείας γέγονεν ἀρχηγός, καὶ μόνος σχεδὸν εἰς τὸν ἀκρότατον ἤλασεν ὅρον, ὡς ἡ περὶ αὐτὸν ἱστορία δηλοῖ. Ἀλλὰ τὰ διαβεβοημένα περὶ αὐτοῦ πᾶσι περιττὸν ἐπεκδιηγεῖσθαι. Τοσοῦτον δὲ ἀναγκαῖον εἰπεῖν, ὅτι ἐν θνητῷ σώματι τοῦ σώματος ἀπανίστατο, καὶ τὰς τῶν ψυχῶν ἀνόδους ἑώρα, καὶ τοὺς ταύτας εὐθύνοντας δαίμονας, ὃ τῆς νοερᾶς καὶ ἀσωμάτου φύσεως ἴδιον. Ζήσας δὲ πρὸς τοῖς ἑκατὸν ἔτη πέντε, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Ὁ δὲ βίος αὐτοῦ συνεγράφη ὑπὸ τοῦ μεγάλου Ἀθανασίου, Ἐπισκόπου Ἀλεξανδρείας.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην τοῦ Ἁγίου νέου μάρτυρος Γεωργίου τοῦ ἐξ Ἰωαννίνων.
Γεώργιος γῆν ἀροτριάσας ξένως,
Ξένον στάχυν ἠμησεν ἄφθιτον κλέος.
Ἐν δεκάθ᾿ ἑβδομάτῃ τε Γεώργιος ἐλλιπε γαῖαν.
Οὗτος ὁ ἀείμνηστος νεομάρτυς τοῦ Χριστοῦ Γεώργιος υἱὸς ὕπηρξε γονέων εὐσεβῶν καὶ ἐναρέτων, Κωνσταντίνου καὶ Βασίλως, ἐκ τίνος χωρίου τῆς ἐπαρχίας τῶν Γρεβενῶν ὁρμωμένων, ὀνομαζόμενου Τσούρχλι, ἀνθρώπων ἐνδεῶν, καὶ ποριζομένων τὰ πρὸς τὸ ζῆν διὰ τῆς γεωργίας, οἱτινες γεννήσαντες τὸν Γεώργιον, καὶ εὐσεβῶς ἀναθρέψαντες, οὐκ ἠδυνήθησαν δι’ ἀπορίαν ἐκπαιδεύσαι αὐτὸν ἄπειρος δὲ γραμμάτων ὡς ἐκ τούτου διαμείνας, καὶ ἀπορφανισθεὶς τῶν γονέων τοῦ ἐν νεαρᾷ ἡλικίᾳ, διέμεινε μέχρι τινὸς ὑπὸ τοὺς ἀδελφούς του· μετὰ ταῦτα δὲ μεταβὰς εἰς Ἰωάννινα, ἐπορίζετο τὰ πρὸς τὸ ζῆν ὑπομίσθιος, ἁπλοῦς ὑπαρχῶν τὸν τρόπον, καὶ πρᾶος καὶ μὴ ἀπολειπόμενος τοῦ θαμίζειν εἰς τὴν ἐκκλησίαν ἐν ταῖς εὐκαιρίαις του. Κατὰ μῆνα Ὀκτώβριον τοῦ ἔτους 1836 διετέλει ὡς ἱπποκόμος παρά τινι ὀθωμανῷ, ἐν διαπρέποντι ἀξιώματι ὄντι παρὰ τῷ τότε διοικητῇ τῶν Ἰωαννίνων. Ὀθωμανοὶ δέ τινες ἐκ τῆς εὐτελεστέρας μοίρας, ἐμπαθῶς πρὸς αὐτὸν διακείμενοι, συκοφαντίαν αὐτῷ προσῆψαν, ὡς δῆθεν ἐξομόσας πρὸ τίνος καιροῦ, πάλιν ὡς χριστιανὸς διάγει, καὶ ἀπαχθεὶς ὑπ᾿αὐτῶν εἰς τὸν Μεχκεμέν, καὶ ἐρωτηθεὶς ὑπὸ τοῦ κριτοῦ ἂν οὕτως ἔχει τὰ κατ᾿ αὐτόν, εὐθαρσῶς ἀνωμολόγησεν, ὅτι οὐδέποτε ἀρνησίχριστος ἐγένετο, καὶ ἀδίκως συκοφαντεῖται παρ’ αὐτῶν, ὁ δὲ κριτῆς, συνέσει διαπρέπων, ἐγνώρισεν ὅτι ἐμπαθὼς κατηγορεῖται ὑπ᾿ αὐτῶν διὸ καὶ ἀνακρίνας αὐτόν, καὶ ἀπερίτμητον εὑρὼν ἀπέλυσεν.
Παρὰ τῷ εἰρημένῳ αὐθέντῃ διατελῶν ἐν Ἰωαννίνοις συνεζεύχθη νομίμῳ γυναικὶ Ἑλένη τοὔνομα, κατὰ Ἰανουάριον τοῦ ἔτους 1837. Ἐλθόντος δὲ εἰς Ἰωάννινα ἡγεμόνος τοῦ Μουσταφᾶ Πᾶσα ἐμισθώθη παρὰ τῷ διορισθέντι νέῳ Μουσελίμῃ τῶν Φιλιατών, καὶ ἀπῆλθε μετ αὐτοῦ ἐκεῖσε, καὶ μετ’ οὐ πολὺ ἐπανακάμψαντος εἰς Ἰωάννινα τοῦ Μουσελίμη ἕνεκεν ἰδίων ὑποθέσεων, ἦλθε μετ᾿ αὐτοῦ καὶ ὁ Γεώργιος ὡς ἱπποκόμος. Τῇ 10ῃ Ἰανουαρίου 1838 ὁ Μουσελίμης, διαπεράνας τὰς ὑποθέσεις τοῦ ἐξεκίνησεν εἰς Φιλιάτας, ὁ δὲ Γεώργιος, ἐπειδὴ ἡ σύζυγος τοῦ ἔτεκεν υἱόν, ἐξῃτήσατο παρ᾿ αὐτοῦ τὴν ἄδειαν, ἵνα , διαμείνῃ τινὰς ἡμέρας ἐν τῇ οἰκία τοῦ, καὶ ἔπειτα να ὑπάγῃ, ὁ δὲ σκοπὸς αὐτοῦ ἢν νὰ παρευρέθη εἰς τὸν βαπτισμὸν τοῦ νεοτεχθέντος υἱοῦ τοῦ, τῇ 12ῃ Ἰανουαρίου, ἡμέρᾳ τετάρτῃ πρωί, ὀθωμανός τις τῶν ἐκδεδιῃτημένων, ἀπαντήσας αὐτὸν εἴς τινα ὁδόν, ἐδράξατο αὐτοῦ λέγων· Σὺ ἐγινες Τοῦρκος, καὶ πῶς ἤδη χριστιανὸς διάγεις; ὁ δὲ ἀπεκρίνατο· Μήτε Τοῦρκος ἐγενόμην ποτέ, μήτε τὸν Χριστών μού ποτε ἠρνήθην χριστιανός, καὶ ἡμὴν ἀεὶ καί εἰμι. Ἐν δὲ τῷ μεταξὺ ἀθροισθέντων καὶ ἄλλων ὀθωμανῶν ἐκ τῶν παραπορευομένων, καὶ συμμαρτυρούντων τῷ ἀπ᾿ ἀρχῆς δραξαμένῳ τοῦ Γεωργίου, θορύβου γενομένου ὑπὸ τῆς ἀθροίσεως συμμιγῶν ἀνθρώπων, ἐπέστη ἐν τούτῳ καὶ τοῦ Διοικητοῦ ὁ Καβάζπασης, ὅστις ἀνερευνήσας τὴν αἰτίαν τοῦ θορύβου, ἤκουσε παρὰ τῶν ἐκεῖσε ὀθωμανῶν, ὅτι οὗτος, δεικνυόντων τὸν Γεώργιον, Τοῦρκος γενόμενος πρότινος καιροῦ ἤδη χριστιανὸς διάγει· ὁ δὲ συνεχῶς ἀνακράζων Χριστιανὸς καὶ ἤμην πάντοτε, καὶ εἰμί, καὶ οὐδέποτε Τοῦρκος ἐγενόμην, συλληφθεὶς ὑπὸ τοῦ Καβάζπαση, ἐφυλακίσθη, καὶ περὶ τὸ δειλινὸν ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ ἐξετασθείς, καὶ ποικιλοτρόπως βιασθεὶς εἰς τὴν ἐξόμοσιν, διέμεινεν ἀκράδαντος ἐπὶ τὴν ὁμολογίαν τῆς ἀμωμήτου ἡμῶν πίστεως, καὶ ἀπαχθείς, αὔθις ἐφυλακίσθη. Ὁ Ἀρχιερατεύων τότε ἐν Ἰωαννίνοις κύριος Ἰωακείμ, ὁ ἀπὸ Δρυϊνουπόλεως ( ὁ ἐν ὑστέροις ἀπὸ Κυζίκου εὐκλεῶς πατριαρχεύσας) ἀπῆλθεν εἰς τὸν Μεχκεμὲν κατ᾿ ἐκείνην τὴν ἑσπέραν, καὶ ὡμίλησε τὰ δέοντα, ἀποδείξας διὰ λόγων ἰσχυρῶν καὶ ἀναντιῤῥήτων τὴν ἀθῳότητα τοῦ Γεωργίου, ἐκεῖ θεν δὲ ἀπῆλθε καὶ εἰς τὴν διοίκησιν, καὶ εἶπεν ὅσα ἔδει, ἀλλ᾿ οἱ λόγοι τοῦ οὐδὲν ἴσχυσαν, καὶ τοι βάσιμοι ὄντες καὶ ἀληθεῖς.
Κατ’ ἐκείνην τὴν νύκτα πολυειδῶς βασανισθεὶς ὁ Γεώργιος ἐν τῇ εἱρκτῇ ἵνα ἐξομόσῃ, διέμεινε στεῤῥὸς καὶ ἀμετάτρεπτος καὶ τῇ πέμπτῃ πρωὶ ἀπήχθη πάλιν εἰς τὸν Μεχκεμέν, ὁποῦ ποικιλοτρόπως ἐν πρώτοις κολακευθείς, καὶ ἐν ὑστέροις ἀπειληθείς, οὐκ ἐνέδωκε, καὶ ἐμπτυόμενος, καὶ μαστιγούμενος ὑπὸ τῶν περιεστώτων ὀθωμανων, ἔλεγε τοῦτον μόνον τὸν λόγον : Χριστιανός εἰμι, καὶ πάλιν ἀπαχθεὶς ἐν τῇ εἱρκτῇ, δεινῶς ἐβασανίσθη δι᾿ ὅλης τῆς νυκτός, ἐπιφωσκούσης Παρασκευῆς, ἀκίδων ἐμπαγεισῶν ὑπὸ τοὺς ὄνυχάς του, καὶ πετρῶν μεγάλων ἐπιτεθεισῶν ἐπὶ τὰ στήθη αὐτοῦ, ἅτινα γενναίως ὑπέφερε, συνεχῶς λέγων· Χριστιανός εἰμι, τὸ δὲ Σάββατον πρωὶ ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ σύλλογος ἐγένετο πολλῶν ὀθωμανῶν, τότε προεβλήθη αὐτῷ, ἵνα ἐκλέξῃ ἐν τῶν δύο, ἡ νὰ λάβῃ πολλὰς καὶ μεγάλας ἀντιβραβεύσεις ἂν ἐξομόσῃ ἡ νὰ λάβῃ θάνατον σκληρὸν ἂν ἐπιμείνῃ εἰς τὸ πρότερον φρόνημα τοῦ. Ὁ δὲ γενναίως ἀνωμολόγησεν ἐνώπιον πάντων Χριστιανὸς καὶ ἡμὴν ἀπ᾿ ἄρχῃς, Χριστιανός εἰμι καὶ ἔσομαι μέχρι τελευταίας μου πνοῆς. Τρὶς εἰσήχθη ἐνώπιον τοῦ κριτοῦ, καὶ τρὶς ἐξήχθη, καὶ ἐπειδὴ ἔμεινεν ἀμετάτρεπτος, ἐξεδόθη ἐγγράφως ἡ ἀπόφασις νὰ φονευθῇ. Ἐκεῖθεν ἀπήγαγον αὐτὸν εἰς τὸν ἀνθύπατον (Κεχαγιάμπεην), ὁποῦ πολυειδῶς ἀπειληθείς, οὐκ ἐνέδωκεν ἐκεῖθεν δὲ ἀπήχθη καὶ εἰς τὸν Διοικητὴν Μουσταφᾶ πασᾶν ὁμολογήσας δὲ καὶ ἐνώπιον αὐτοῦ ἀδεὼς τὸν Ἰησοῦν Χριστόν, ἀπαχθεὶς ἐβλήθη ἐν τῇ εἱρκτῇ, καὶ τῇ δευτέρᾳ τῆς ἑβδομάδος, Ἰανουαρίου 17, περὶ ἕκτην ὥραν ἀπηγχονίσθη ἐν τῇ ἀγορᾷ, πλησίον τοῦ χάνδακος τοῦ μεγάλου φρουρίου, συνεχῶς ἀνακράζων· Χριστιανός εἰμι, ποιήσατέ μοι εἶ τι δεινὸν οἴδατε. Ἔμεινε τὸ σῶμα αὐτοῦ κρεμάμενον μέχρι τῆς τετράδης, Ἰανουαρίου 19· καὶ κατ’ αὐτὴν ἐδωρήθη τὸ νεκρὸν αὐτοῦ σῶμα, παρὰ τοῦ Διοικητοῦ Μουσταφᾶ Πασᾶ Βεζύρη, εἰς τὸν ῥηθέντα Μητροπολίτην Ἅγιον Ἰωαννίνων κύριον Ἰωακείμ, ὅπερ μετακομισθὲν εἰς τὴν Ἐκκλησίαν τοῦ Ἁγίου Ἀθανασίου τῆς Μητροπόλεως τῶν Ἰωαννίνων, ἐτάφη ἐκτὸς τοῦ Ἱεροῦ Βήματος ἐν τῷ ἀριστερῷ μέρει μετὰ μεγάλης συνδρομῆς τῶν χριστιανῶν, καὶ μετὰ τῆς ἀνηκούσης παρατάξεως παντὸς τοῦ Ἱερατικοῦ κλήρου. Τελεῖ δὲ ὁ τάφος αὐτοῦ ἀπειροπληθεὶς ἰάσεις τοῖς μετὰ πίστεως προσερχομένοις, καὶ χοῦς καὶ ἔλαιον ἐκ τοῦ μνήματος καὶ τῆς κανδήλας του, κομισθέντα καὶ ἀλλαχοῦ ὑπὸ εὐλαβῶν καὶ φιλοχρίστων, συνετέλεσαν εἰς θεραπείαν δεινῶν παθῶν καὶ ἀνιάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις.
Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου τοῦ Μεγάλου.
Ἡ Βασιλεία ἐμποδὼν οὐχ ὡράθη,
Σοί, ὦ Θεοδόσιε, πρὸς σωτηρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουνίλλα καὶ Τούρβων, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀντωνίου καὶ Φιλοθέου, κτητόρων τῆς Ἱερᾶς Μονῆς Ἁγίου Στεφάνου τῶν Μετεώρων.
Εἰς πέτραν στήσας σοὺς πόδας Πατερ φθάνεις,
Χριστὸν τὴν πέτραν Ἀντώνιε ἀσκήσας.
Φιλῶν ἐφίλεις Ὃν νῦν Φιλόθεε ἔχεις,
Μᾶλλον Αὐτος σε νῦν κατέχεις ἐν κόλποις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βλασίου, κτήτορος τῆς Ἱερᾶς Μονῆς Γωνιᾶς τῆς Κρήτης.
Βλύσας Βλάσιε πηγὰς πολλῶν ἱδρώτων,
ἐβλάστησας καρπούς, τερπνοὺς ἀφθαρσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Κρασνοχόλμκιζ τοῦ Ῥώσσου, ἰδρυτοῦ τῆς Ἱ. Μ. Ἁγ. Νικολάου τοῦ Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἀρχιεπισκόπου Νόβγκοροντ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἐπισκόπου Βολογκντὰ τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλεήσον καὶ σῶσον ἡμᾶς. Ἀμήν.






ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ν σπηλαίῳ σε μονώτατον ἀνύοντα τρίβον τὴν κρείττονα ὁ πλουσιοδότης Χριστός, δοξάζει Ἀντώνιε, πλουσίᾳ χάριτι, οἱ γὰρ δαίμονες, οἱ κατὰ σοῦ κινούμενοι, συνετρίβησαν εἰς τέλος.
Φυγαδεύονται δαιμονικαὶ ἐπήρειαι καὶ θεραπεύονται ἐπισκιάσει σοφέ, τῆς χάριτος Ὅσιε, τῆς θείας κάρας σου, τὰ νοσήματα, τῶν πρὸς αὐτὴν Ἀντώνιε, εὐλαβῶς προσερχομένων.
ψος ἔφθασας τῆς ἀπαθείας Ὅσιε καὶ χαίρων ἥνωσαι τῷ στεφοδότῃ Θεῷ, ἐντεῦθεν τὰ θεῖά σου, πιστῶς μυστήρια, προσεκόμιζεν, ἐν τῷ σπηλαίῳ Ἅγιε, ἱερεὺς χερσὶν ὁσίαις.
Θεοτοκίον.
Γαυριώμενον καὶ καθ’ ἡμῶν κινούμενον τὸν δολιόπλοκον καὶ παλαμναῖον ἐχθρόν, Παρθένε πανάμωμε, εἰς τέλος σύντριψον, βίον ἄλυπον, ἡμῖν ἀεὶ παρέχουσα καὶ μετάνοιαν γνησίαν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
χει σε ἡ πόλις τῆς Βεῤῥοίας, προστάτην καὶ ἀρωγὸν καὶ ἀντιλήπτορα, πρέσβυν πρὸς τὸν Κύριον, καὶ μεσίτην ἕτοιμον, διὸ καὶ τὴν ἁγίαν σου μνήμην γεραίρουσα, προστρέχει τῷ πανσέπτῳ ναῷ σου, καὶ θερμῶς τιμᾷ σε, Ἀντώνιε παμμάκαρ.
είθροις τῶν ὁσίων σου ἱδρώτων, τοὺς ἄνθρακας τῶν παθῶν παμμάκαρ ἔσβεσας, καὶ τὸ φῶς τῆς χάριτος, τῇ ψυχῇ δεξάμενος, φωταγωγεῖς τοῖς θαύμασιν ὡς λύχνος πάμφωτος, τοὺς σκότει τῶν παθῶν κρατουμένους, ῥῶσιν καὶ ὑγείαν, τοῖς πάσχουσι παρέχων.
γγελος ἐν σώματι ἐδείχθης, ἀσκήσας ὑπὲρ τοὺς ὅρους θείῳ ἔρωτι, τῆς ἀνθρώπων φύσεως, Ὅσιε Ἀντώνιε, καὶ τῆς τῶν Ἀγγέλων στάσεων λαμπρῶς ἠξίωσαι, τελέσας τὸν ἀγῶνά σου Πάτερ, μεθ’ ὧν καὶ δοξάζεις, Τριάδα τὴν Ἁγίαν.
Θεοτοκίον.
Σκήνωμα Θεοῦ τοῦ ἀχωρήτου, ἐδείχθης ἐν τῇ κοιλίᾳ σου χωρήσασα, τὸν ἀπεριόριστον, ἄνθρωπον γενόμενον, ἐκ τῶν ἁγνῶν αἱμάτων σου δι’ ἀγαθότητα, ᾧ πρέσβευε ἁγνὴ Θεοτόκε, ἐκ τῆς τῶν παθῶν με, στενοχωρίας ῥῦσαι.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴασιν ψυχῶν, καὶ σωμάτων Ἅγιε ἡ θεία κάρα σου, τοῖς πιστῶς προστρέχουσιν, ἀναπηγάζει Ἁγίῳ Πνεύματι, καὶ πονηρίας πνεύματα θᾶττον ἐλαύνουσα, ἁγιάζει, τῇ ἐν ταύτῃ χάριτι, τοὺς τιμῶντάς σε Πάτερ Ἀντώνιε.
Μόνον τοῦ Χριστοῦ, τὸ κάλλος ἐπόθησας ἀπὸ νεότητος, καὶ Αὐτοῦ τοῖς ἴχνεσιν, ἀσχέτῳ πόθῳ κατηκολούθησας, καὶ ἀρετῶν ταῖς πράξεσιν σαυτὸν ἐκάλλυνας, διὰ τοῦτο, χαίρων κατεσκήνωσας, εἰς νυμφῶνα τὸν ἄνω Ἀντώνιε.
Ὁ νεοφανής, ἀστὴρ τῆς ἀσκήσεως Πάτερ Ἀντώνιε, δέξαι μου τὴν αἴνεσιν, καὶ τῶν παθῶν μου παῦσον τὸν τάραχον, την πόλιν σε δὲ Βέῤῥοιαν σκέπε καὶ φύλαττε, ἀπὸ πάσης, συνοχῆς καὶ θλίψεως, τὴν θερμῶς προσιοῦσαν τῇ σκέπῃ σου.
Θεοτοκίον.
Ὕδωρ τῆς ζωῆς, ἐπήγασας ἄχραντε Χριστὸν κυήσασα, διὸ ἱκετεύω Σε, τὰ τοῦ βελίαρ φλογώδη βέλεμνα, τὰ κατ’ ἐμοῦ πεμπόμεν σβέσον καὶ δρόσισον, τὴν ψυχήν μου, φλεγομένην πάθεσι, ἀπαθείας τῇ δρόσῳ πανύμνητε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ Βέῤῥοια ἀγάλλεται, λαμπρῶς πανηγυρίζουσα, τὴν φωτοφόρον σου μνήμην, Ἀντώνιε θεοφόρε, καὶ χάριν τε καὶ ἔλεος, ἐκ τῶν λειψάνων σου, λαμβάνουσα τοὺς πόνους σου, γεραίρει δι’ ὧν πλουσίων, κατηξιώθης χαρίτων.
Θεοτοκίον.
Ἠ τὸν Θεον κυήσασα, καινίζοντα τὸν ἄνθρωπον, ἀναλλοιώτως ἀτρέπτως, Θεογεννῆτορ Παρθένε, παθῶν μου τὴν σκοτόμαιναν, διάλυσον καὶ ῥῦσαί με, τῆς ἐπηρείας δέομαι, τοῦ πολεμοῦντος ὑπούλως, τὴν ταπεινήν μου καρδίαν.














Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ Ἀντώνιε Χριστόν, ἐκ παιδὸς ἠγάπησας, καὶ κοσμικὴν ματαιότητα, ἐμφρόνως ἔλιπες, καὶ τῆς ἐγκρατείας, πόνοις ὑπερέλαμψας, νεκρώσας τὰ γεώδη φρονήματα, ὅθεν τοῦ πνεύματος, ἀνεδείχθης θεῖον ὄχημα, καὶ τῶν πάλαι Ὁσίων ἰσότιμος.

Πάτερ Ἀντώνιε στεῤῥῶς, ἐν σπηλαίῳ ᾤκησας, ἔτεσι πλείστοις ὡς ἄσαρκος, πόνοις ἀσκήσεως, σεαυτὸν καθαίρων, ὅθεν τῆς ἐλλάμψεως, ἐπλήσθης θεοφόρε τοῦ Πνεύματος, καὶ ἀνατέταλκας, ὡς ἀστὴρ νέος τῆς χάριτος, καταυγάζων ἅπαντας τοῖς θαύμασι.

Πάτερ Ἀντώνιε τὸν σόν, λείψανον ὡς εὕραντο, οἱ θηρευταὶ θείῳ νεύματι, χαρᾶς ἐπλήσθησαν, καὶ τῇ σῇ πατρίδι, τοῦτο ξένῳ, θαύματι δεδώρησαι ὡς πλοῦτον οὐράνιον, πλουτίζον ἅπαντας, ἰαμάτων διαδόσεσι, καὶ διῶκον, πάθη τὰ ὀλέθρια.

Πάτερ Ἀντώνιε τὴν σήν, κάραν τὴν σεβάσμιον, περικυκλοῦντες πληρούμεθα, θείας χρηστότητος, ἔνθεν γηθομένη, Βέῤῥοια ἡ πόλις σου, τὴν μνήμην σου φαιδρῶς ἑορτάζουσα, πόθῳ κραυγάζει σοι· τῇ σῇ πόλει δίδου Ἅγιε, εὐλογίας τῆς σῆς τὰ δωρήματα.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ὁσίων Πατέρων ὁ χορός, τὴν ἡγιασμένην ψυχήν σου ἐν οὐρανοῖς, ἐν εὐφροσύνῃ ἐδέξαντο ἁγίᾳ, τὸ δὲ θεῖόν σου σκῆνος ἡ πόλις Βεῤῥοίας, ὡς θησαυρὸν κατέχουσα ἐν κόλποις, τὴν σὴν γεραίρει Ἀντώνιε μνήμην· καὶ πανδημεί σε τιμῶσα, μακαρίζει σε λέγουσα· ὦ ἄνθρωπε τοῦ Θεοῦ, θεοφόρε πολῖτα, τῆς ἄνω Βασιλείας· δοχεῖον πολύτιμον, τῆς ἐπιπνοίας τοῦ Πνεύματος· ἀσκητικῆς ζωῆς ὁ οῤανόφωτος λύχνος· τὸ μυρίπνοον κρίνον τῆς ἀπαθείας· τὸ τίμιον γέρας τῆς ἡσυχίας· Βεῤῥοίας τὸ καύχημα, Μακεδονίας ἀγλάϊσμα, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς Βεῤῥοίας θεῖος βλαστός, καὶ Μακεδονίας ἐγκαλλώπισμα ἱερόν, χαίροις τῆς Τριάδος, θεράπων θεοφόρε, Ἀντώνιε παμμάκαρ, ἡμῶν ἀντίληψις.
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένος οὐρανόθεν τὴν χάριν, πάσης ἀνάγκης καὶ παθῶν καὶ κινδύνων, καὶ νοσημάτων πάντας ἀπολύτρωσαι, Ὅσιε Ἀντώνιε, τοὺς πιστῶς προσιόντας, τῇ θερμῇ πρεσβείᾳ σου, τὸν Χριστὸν ἱκετεύων, ἡμῖν διδόναι θεῖον ἱλασμόν, καὶ εἰρηναίαν, ἐν βίῳ κατάστασιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δίδου ἡμῖν βοήθειαν Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τῶν θείων σου πρεσβειῶν, ἰσχὺν ἡμῖν δίδου, κατὰ πάσης ἐπιβουλῆς, Ἀντώνιε Πάτερ θεοφόρε, τοῦ καθ’ ἡμῶν μαινομένου ἀλάστορος.
άσεις πηγάζων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά, διὸ ἡμῖν δίδου θεοφόρε, τῆς εὐλογίας τῆς σῆς χάριν ἄφθονον.
Δοξάσας τὸν Κύριον ἐπὶ γῆς, Αὐτὸν ἐκδυσώπει, ἀδοξίας τῆς τῶν παθῶν, Ἀντώνιε Πάτερ ἐκλυτροῦσθαι, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Θεοτοκίον.
λόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, δοχεῖον τῆς θείας ἐνεργείας, τὴν ταπεινήν μου καρδίαν ἀνάδειξον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
πελθὼν τοὺς ἀγῶνας τῆς ἀρετῆς Ὅσιε, πρέσβυς ἡμῖν μέγας ἐδόθης, πρὸς τὸν οἰκτίρμονα, Ὃν καθικέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ῥύεσθαι Ἀντώνιε, τοὺς ἐυφημοῦντάς σε.
Βεῤῥοίας σε πόλις θεῖον φρουρὸν κέκτηται, καὶ τοῖς σοῖς ἁγίοις λειψάνοις, καθαγιάζεται, Πάτερ Ἀντώνιε, ἁγιασμόν τε καὶ ῥῶσιν, ἐξ αὐτῶν λαμβάνουσα, Πνεύματος χάριτι.
Μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν Ὅσιε, τῶν πανευλαβῶς προσιόντων, τῇ θείᾳ κάρᾳ σου,, ὡς ἂν ῥυώμεθα, ἀσθενειῶν καὶ κινδύνων, καὶ τῶν ἐπιθέσεων, τοῦ παναλάστορος.
Θεοτοκίον.
ησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς Κύριον, ἐπ’ ἐυεργεσίᾳ Παρθένε, ἡμῶν κυήσασα, κυριευθέντα με, ὑπὸ παθῶν ἀκαθάρτων, κάθαρον καὶ σῶσόν με, τῇ Σῇ χρηστότητι.
Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀντώνιε θεοφόρε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, καὶ τὴν κατ’ ἄμφω ὑγείαν ἡμῖν ἐξαίτει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ θεῖον ἀντιλήπτορα, καὶ κλέος σεπτόν, ἡ Βέῤῥοιά σε κέκτηται, Ἀντώνιε μακάριε, διὰ τοῦτο πίστει κραυγάζει σοι· μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῶν πολυειδῶν καὶ τῶν θλίψεων, τοὺς προστρέχοντας Ἀντώνιε, τῇ σορῷ τῇ θείᾳ τῶν λειψάνων σου.
Βοηθὸς ἑτοιμότατος, πέλων τοῖς προσπίπτουσι τῇ πρεσβείᾳ σου, βοηθεῖν μὴ παύσῃ Ὅσιε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Οἱ τηκόμενοι πάθεσιν, ἴασιν λαμβάνοντες ἐκ τῆς κάρας σου, μεγαλύνουσιν Ἀντώνιε, τὴν παρὰ θεοῦ δοθεῖσαν χάριν σοι.
Θεοτοκίον.
Θεὸν σωματώσασα, καὶ τὴν ἁμαρτίαν τὴν πάλαι λύσασα, Θεοτόκε ἀειπάρθενε, λῦσον τῶν παθῶν μου τὴν σκοτόμαιναν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχύν, τοῦ δολίου πολεμήτορος, τοῦ ἀεὶ ὠρυομένου καθ’ ἡμῶν, καὶ εἰρήνην ἡμῖν δίδου Πάτερ Ὅσιε.
λαμψας ἡμῖν, ὡς ἀστὴρ Πάτερ νεόφωτος, διὰ τοῦτο δυσωποῦμέν σε θερμῶς, παθημάτων τὴν ἀχλὺν ἡμῶν διάλυσον.
ασαι ἡμῶν, τῶν ψυχῶν Πάτερ Ἀντώνιε, καὶ σωμάτων ἀσθενείας χαλεπάς, καὶ πταισμάτων ἡμῖν αἴτει τὴν συγχώρησιν.
Θεοτοκίον.
χραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, ἐμπαθείας καὶ ἀτόπων λογισμῶν, τὴν ῥυπῶσάν μου καρδίαν ἀποκάθαρον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναῷ σου, τῷ ἱερῷ ὡς λιμένι, ἀχειμάστῳ καταφεύγοντες Πάτερ, τρικυμιῶν χαλεπῶν τῶν τοῦ βίου, καὶ πάσης ζάλης ταχέως λυτρούμεθα, καὶ πρὸς εἰρήνης τὴν ὁδόν, διὰ σοῦ ἀσφαλῶς ὁδηγούμεθα.
Προστάτην, καὶ πολιοῦχον καὶ ῥύστην, τῆς Βεῤῥοίας σε πλουτοῦσα ἡ πόλις, ἐν πάσῃ ὥρᾳ καὶ πάσῃ ἀνάγκῃ, ὑπὸ τὴν σκέπην σουν πίστει προστρέχουσα, Ἀντώνιε θαυματουργέ, πάσης βλάβης λυτροῦται καὶ θλίψεως.
Ἀσκήσει, εὐαρεστήσας Κυρίῳ, παρ’ Αὐτοῦ θεοπρεπῶς ἐδοξάσθης, ἔνθεν τοὺς πάντας προφθάνεις ὀξέως, καὶ κινδυνεύοντας σώζεις Ἀντώνιε, διὸ βοῶμέν σοι θερμῶς· βοηθὸς ἡμῖν ἔσο ἐν ἅπασι.
Θεοτοκίον.
Τὸν πάντων, δημιουργὸν καὶ σωτῆρα, ἀπειράνδρως Θεοτόκε τεκοῦσα, πρὸς σωτηρίας ὁδὸν τὴν εὐθεῖαν, ἐκ τῶν βαράθρων τῆς πλάνης ἀνθέλκυσον, τοὺς ἀφορῶντας ἀκλινῶς, πρὸς τὴν Σὴν ὀξυτάτην ἀντίληψιν.
Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀντώνιε θεοφόρε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, καὶ τὴν κατ’ ἄμφω ὑγείαν ἡμῖν ἐξαίτει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῶν Ὁσίων τῶν πάλαι ἰσότιμος, καὶ τῶν Ἁγίων Ἀγγέλων συνόμιλος, Ἀντώνιε Πάτερ μακάριε, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, ὡς ἂν πάσης βλάβης ῥυώμεθα.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χάριν τὴν τοῦ Πνεύματος, οἷα Κυρίου θεράπων, κεκτημένος Ὅσιε, ὡς πηγὴν ζωήῤῥυτον τῇ καρδίᾳ σου, πειρασμῶν ἄνθρακας, καὶ παθῶν τὴν φλόγα, καὶ τὸ πῦρ τὸ ἀνυπόστατον, σβεννύει πάντοτε, τῶν ἀῤῥωστημάτων καὶ θλίψεων, καὶ θυμηδίαν ἄνωθεν, νέμεις καὶ ὑγείαν τοῖς σπεύδουσι, τῇ σῇ προστασίᾳ, Ἀντώνιε Ὁσίων καλλονή, Χριστὸν ἡμῖν ἱλεούμενος, τὸν σὲ θαυμαστώσαντα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
κ σιγῆς τῆς ἐρήμου ὡς πολύφωτος λύχνος ἡμῖν ἀνέλαμψας, Ἀντώνιε παμμάκαρ, καὶ τῶ φωτὶ τῷ θείῳ, καταυγάζεις τοὺς ψάλλοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ύου πάσης ἀνάγκης καὶ δεινῶν παθημάτων Πάτερ Ἀντώνιε, καὶ πάσης ἐν τῷ βίῳ, πικρίας καὶ μανίας, τοῦ δεινοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας θερμῶς, τὴν θείαν ἀρωγήν σου.
Γέρας θεῖον ἡ πόλις τῆς Βεῤῥοίας εὑροῦσά σε Πάτερ Ὅσιε, ἀεὶ ἐπιβοᾶται, τὴν σὴν ἐπιστασίαν, ἣν μὴ παύσῃ δωρούμενος, ὡς ἂν τῶν πικρῶν πειρασμῶν, ῥυώμεθα ταχέως.
Θεοτοκίον.
νεπλήσθην μωλώπων νοητῶν Θεοτόκε ῥοπῇ τῇ χείρονι, ἀλλὰ τῆς τούτων Κόρη, ψυχήν μου τὴν ἀθλίαν, δυσωδίας ἀπόπλυνον, καὶ ἕξεως πονηρᾶς, ἀπάλλαξον τὸν νοῦν μου.







ᾨδὴ η΄. Τὸν Βασιλέα.
είθροις ἀΰλοις, τῶν πρεσβειῶν σου παμμάκαρ, τὴν αὐχμῶσάν μου κατάρδευσον καρδίαν, ὡς ἂν μετανοίας, καρπὸν ἐνέγκῃ θεῖον.
νωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τῇ εἰκόνι σου καὶ τοῖς σεπτοῖς λειψάνοις, καὶ τὰς τούτων πλήρου, Ἀντώνιε αἰτήσεις.
Σύντριψον Πάτερ, τὰς καθ’ ἡμῶν ἐπηρείας, τοῦ ἀλάστορος καὶ ἄτρεπτον εἰρήνην, δίδου θεοφόρε, ἡμῖν τῇ σῇ πρεσβείᾳ.
Θεοτοκίον.
λύος Κόρη, τῆς τῶν παθῶν τὴν ψυχήν μου, ἀποκάθαρον ὡς τοῦ ἐλέους βρύσις, τῆς συσσωρευθείσης, ἐκ λογισμῶν ἐκτόπων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὰς τὰς οὐρανίους, Πάτερ κατοικήσας, τοὺς ἐπὶ γῆς σε τιμῶντας Ἀντώνιε, πειρατηρίων γηΐνων ἀτρώτους φύλαττε.
μέγας τῆς Βεῤῥοιας, καὶ θερμὸς προστάτης, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τοὺς μεγαλύνοντας Πάτερ τὴν πολιτείαν σου.
πέρτερον τὸν νοῦν, πάσης ἐμπαθείας, τῇ σῇ πρεσβείᾳ Ἀντώνιε ἔργασαι, καὶ μετανοίας τῇ πέτρᾳ αὐτὸν στερέωσον.
Θεοτοκίον.
φάψασα τὴν φλόγα, ἔνδον τῆς ψυχῆς μου, τῆς θεϊκῆς ἀγαπήσεως ἄχραντε, τὰς τῶν παθῶν μου ἀκάνθας φλέξον καὶ σῶσόν με.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ τῆς ἡσυχίας ὁ ἀκοίμητος ὀφθαλμός, χαῖρε ἐγκρατείας, στηλογραφία ἔμπνους, Ἀντώνιε παμμάκαρ, Βεῤῥοίας βλάστημα.
Χαίρων ἐκ νεότητος τῷ Χριστῷ, Πάτερ ἀνετέθης, καὶ ἰσάγγελος ἐν σαρκί, ὤφθης ὑποὲρ φύσιν, Ἀντώνιε ἀσκήσας, διὸ τῆς οὐρανίου, χαρᾶς ἠξίωσαι.
Μόνος ἐν σπηλαίῳ μόνῳ Θεῷ, Πάτερ προσανέχων, τὰς ἐλλάμψεις τὰς μυστικάς, παρ’ Αὐτοῦ ἐδέξω, καὶ πᾶσαν τὴν μανίαν, τὴν κατὰ σοῦ καθεῖλες, τοῦ πολεμήτορος.
Χαίρει κεκτημένη ὡς θησαυρόν, ἡ πατρίς σου  Πάτερ, τὰ σὰ λείψανα τὰ σεπτά, χάριν ἰαμάτων, ἐκ τούτων καρπουμένη, καὶ πάσαν ἄλλην θείαν, δόσιν Ἀντώνιε.
Τοὺς προσερχομένους τῷ σῷ ναῷ, ῥῦσαι ἀπὸ πάσης, δυσχερείας καὶ προσβολῆς, τῶν ἀντικειμένων, δολίᾳ Πάτερ γνώμῃ, Ἀντώνιε καὶ δίδου, πᾶσι τὴν χάριν σου.
Ἴασαι σωμάτων καὶ τῶν ψυχῶν, Πάτερ τὰς ὀδύνας, ὡς τοῦ Πνεύματος θησαυρός, καὶ τῶν ἀκαθάρτων, πνευμάτων πᾶσαν λύμην, τὴν καθ’ ἡμῶν Ἀντώνιε, ἀποδίωκε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, Πάτερ τῇ σεπτῇ σου εἰκόνι, καὶ τοῖς λειψάνοις σου, Ὅσιε Ἀντώνιε, τῶν Βεῤῥοιέων χαρά, ἀνωτέρους διάσωζε, παθῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, τῇ προστασίᾳ σου, αἴτει δὲ ἡμῖν θεοφόρε, ἄφεσιν πταισμάτων θεόθεν, καὶ χαρὰν καὶ νόσων ἀπολύτρωσαι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου