ΣΕΠΤΕΜΒΡΙΟΣ Λ΄
ΡΙΨΙΜΙΑ ΜΑΡΤΥΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ῥύψις γενοῦ μοι πταισμάτων, Ῥιψιμία. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.
Ῥαγέντα καὶ κείμενον πρὸ ποδῶν, κόρης καθορῶντες, Ῥιψιμίας τὸν δυσμενῆ, αἶνον τῷ Σωτῆρι δῶμεν πάντες, τῷ νικηφόρον αὐτὴν ἀναδείξαντι.
Ὑπῆρξας τῷ ὄντι περικαλλής, ψυχῆς εὐμορφίᾳ, ἐπιλάμπουσα τηλαυγῶς, ἔχουσα τοῦ σώματος τὴν ὥραν, καὶ τοὺς ὁρῶντας σεμνὴ καταπλήττουσα.
Ψαλτά σοι ὑπῆρχε τὰ τοῦ Θεοῦ, Μάρτυς Ῥιψιμία, δικαιώματα ἐπὶ γῆς· σὺ γὰρ τὸ πολίτευμα ἐκτήσω, ἐν οὐρανοῖς διὰ πόνων τοῦ σώματος.
Θεοτοκίον.
Ἰὸν ψυχοφθόρον ταῖς ἀκοαῖς, τῆς Εὔας ὁ ὄφις, ὑπεξέχεε δολερῶς, Χριστὸν δὲ τεκοῦσα Θεοτόκε, τὴν τούτου βλάβην ἡμῖν ἐθεράπευσας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σταυρωθεῖσα τῷ κόσμῳ, καὶ τῆς σαρκὸς πάθεσι, τοῦ ἐθελουσίως παθόντος, πάθος μακάριον, κόρη θεόνυμφε, περιφανῶς ἐμιμήσω, ἀνδρικῶς τὸν δόλιον, καταπαλαίσασα.
Γένος πλοῦτον καὶ δόξαν, καὶ ἡδονὰς σώματος, ἀπαρνησαμένη ἐκ βρέφους, Χριστῷ νενύμφευσαι, ἄφθορος ἄμωμος, καὶ προσενήνοχας τούτῳ, ὥσπερ προῖκα ἐπίτιμον, Μάρτυς τὴν ἄθλησιν.
Ἐδυναμοῦ Χριστός σε, πρὸς ἡδονὰς σώματος, ἀντιμαχομένην ἀνδρείως, γνώμης στεῤῥότητι· ὅθεν τὸν σπεύδοντα, σὲ Τηριδάτην συλῆσαι, ἀδρανῆ ἀπέδειξας, σθένει τοῦ Πνεύματος.
Θεοτοκίον.
Νεάνιδες ὀπίσω, Σοῦ τῆς σεμνῆς ἄχραντε, τῷ Παμβασιλεῖ καὶ Δεσπότῃ, προσαπηνέχθησαν, κόρην νεάνιδα, Σὲ κατιδοῦσαι τεκοῦσαν, νέον βρέφος πάναγνε, τὸν προαιώνιον.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νυμφευθεῖσα ἄμωμος, τῷ ζωοδότῃ, ἐναθλεῖς στεῤῥότατα, καὶ καταβάλλεις τὸν ἐχθρόν, καὶ συμπατεῖς ἀνδρικώτατα, ὦ Ῥιψιμία, Μαρτύρων ἀγλάϊσμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὅλον δῆμον ἐκλόνησας, τὸν τῆς Ἀρμενίας καταπλάγεντά σου, τοῦ προσώπου τὴν εὐπρέπειαν, καὶ τὴν ἐν βασάνοις καρτερότητα.
Ὑπελθοῦσα τὸ στάδιον, τὸ τῆς μαρτυρίας φωνῆς ἀκήκοας, οὐρανόθεν δυναμούσης σε, Ῥιψιμία φέρειν πόνους σώματος.
Μεληδόν σε συγκόψαντες, οἱ ἀπατεῶνες ἐγλωττοτόμησαν, ταῖς λαμπᾶσι καταφλέξαντες, φλεγομένην Μάρτυς θείῳ ἔρωτι.
Ὁρατῶς τὸν ἀόρατον, Μάρτυρες Κυρίου καταπαλαίσασαι, ἀοράτους ἐκληρώσασθε, ἐν ὑψίστοις λήξεις ἀγαλλόμεναι.
Θεοτοκίον.
Ἰατρὸν ἡμῖν τέτοκας, πάντα τὰ συντρίμματα θεραπεύουσα, Θεοτόκε· διὰ τοῦτό Σε, εὐχαρίστως γνώμῃ μακαρίζομεν.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Παρεστῶσα ἑώρας, ὦ Γαϊανὴ Ῥιψιμίας τῆς Μάρτυρος, τοὺς στεῤῥοὺς ἀγῶνας, ἐπαλείφουσα ταύτην τοῖς λόγοις σου· ὅθεν σιαγόνων, τὴν συντριβὴν γενναίως φέρεις, τῶν λεόντων τὰς μύλας συντρίβουσα.
Τὰ σὰ ὄμματα Μάρτυς, ἔνδοξε ἐξώρυξαν οἱ ματαιόφρονες, ἐνατενιζούσης, ὀφθαλμοῖς νοεροῖς πρὸς τὸν Κύριον, τὸν σοὶ δεδωκότα, ὑπομονὴν καὶ καρτερίαν, Ῥιψιμία νικῆσαι τὸν δράκοντα.
Ἀπηνῶς οἱ διῶκται, λίθοις διεσπάραξαν Μάρτυς τὰ σπλάγχνα σου, σταυρικῷ σημείῳ, ἐπὶ γῆς ἐπεκτείναντες πρότερον, καὶ φλογὶ ἐνύλῳ, σὲ τὴν ἀΰλως φλεγομένην, οἱ δεινοὶ Ῥιψιμία κατέκαυσαν.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, ἄχραντε ἐκύησας παρθένος μείνασα, Ὃν παρθένοι κόραι, ἐπεπόθησαν ἀπαρνησάμεναι, ἑαυτὰς τελείως, καὶ αἰκισμῶν πολλῶν ἰδέαις, τῶν Μαρτύρων τὴν δόξαν πλουτίσασαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνέτριψας, σιαγόνας λεόντων, ἀοράτων ὁρατῶς σου τὰς ὄψεις, Γαϊανή, καὶ τὰς μύλας θλωμένη, ἀφαιρουμένη τε γλῶτταν πανεύφημε, τὰς χεῖράς τε καὶ κεφαλήν, μετὰ πᾶσαν αἰκίαν καὶ βάσανον.
Μυρίοις, προσομιλήσασαι πόνοις, αἱ ἑπτὰ καὶ τριάκοντα κόραι, δορὰν σαρκὸς ἀφῃρέθησαν πᾶσαι, λίθοις ὀξέσι δεινῶς σπαραττόμεναι, εἶθ’ οὕτως τε τὰς κεφαλάς, ἀνυμνοῦσαι Χριστὸν ἀπετμήθησαν.
Ἁγίων, νεανίδων σοι παρθένε, Ῥιψιμία συναθλεῖ παραδόξως, θεῖος χορὸς καὶ ἀνδρῶν μακαρίων, καὶ Ἀσωμάτων χοροῖς ἠριθμήθητε, πρεσβεύοντες ὑπὲρ ἡμῶν, τοῦ εὑρεῖν ἡμῖν χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Τὸν ἔμψυχον, τοῦ Δεσπότου θάλαμον, τὴν καλὴν ἐν γυναιξὶ καὶ ὡραίαν, τῶν οὐρανῶν πλατυτέραν δειχθεῖσαν, καὶ Χερουβὶμ ὑπερτέραν δοξάσωμεν· πρεσβεύει γὰρ ὑπὲρ ἡμῶν, τῷ ἐκ ταύτης τεχθέντι Θεῷ ἡμῶν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὢ πῶς ἀκλόνητος ὑπῆρξας, μαστιγώσεσι καὶ πόνοις ὁμιλοῦσα, Ῥιψιμία! διό· τὸν ἄρχοντα τοῦ σκότους, περιφανῶς ἐκλόνησας, ἡττηθέντα σου τοῖς ἄθλοις.
Νόμους τηροῦσα τοῦ Δεσπότου, ὑπεξέκλιναν βουλὴν παρανομούντων, καρτερίᾳ πολλῇ, νομίμως ἐναθλοῦσαι, καὶ τὸν ἐχθρὸν αἰσχύνουσαι, αἱ ἀοίδιμοι γυναῖκες.
Ῥύψις γενοῦ μοι Ῥιψιμία, ταῖς πρεσβείαις σου πολλῶν ἁμαρτημάτων, δυσωποῦσα Χριστόν, μετὰ τῶν σῶν συνάθλων, τὸν ἀγαθὸν Νυμφίον σου, καὶ Θεὸν καὶ Βασιλέα.
Θεοτοκίον.
Ἴδε τὴν θλῖψίν μου Παρθένε, ἣν ἐπήγαγε τὸ πλῆθος τῶν κακῶν μου, καὶ πρὸ τοῦ ἀπελθεῖν, ἀνάψυξιν μοι δίδου, ταῖς μητρικαῖς πρεσβείαις Σου, ἱλεοῦσά μοι τὸ θεῖον.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ψήφῳ Θεοῦ τὴν ἄλογον, κατακρίνεται βίωσιν, ὁ τὸ κατ’ εἰκόνα, ἀχρειῶν τοῖς πάθεσι, καὶ σύαγρος γίνεται, καὶ παιδευθεὶς τὸν ἴδιον, διὰ μετανοίας, Τηριδάτης Δεσπότην, γινώσκει ταῖς εὐχαῖς σου, Ῥιψιμία παρθένε, σωθεὶς καὶ τὸν Σωτῆρα, δοξάζων εἰς αἰῶνας.
Ἴδον οἱ πρὶν τυφλώττοντες, ἀγνωσίᾳ φῶς ἄδυτον, ἄθλων σου σεπτῶν, ἀνατολαῖς πανεύφημε, καὶ σκότος ἀπέλιπον, τῆς δυσσεβείας ἅπαντες, καὶ υἱοὶ ἡμέρας, γεγονότες βοῶσιν· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικαῖς ἐνστάσεσιν, αἱ παρθένοι τὸν δράκοντα, τὸν ἐν παραδείσῳ, ἡδονῇ συλήσαντα, τὴν Εὔαν κατέβαλον, καὶ νικηφόροι ὤφθησαν, σὺν Γαϊανῇ, καὶ τῇ σεμνῇ Ῥιψιμίᾳ, αἱ πᾶσαι μελῳδοῦσαι· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱκετηρίαν ποίησον, Ῥιψιμία θεόνυμφε, μετὰ τῶν σὺν σοί, τὸ ἱερὸν μαρτύριον, ψυχῆς γενναιότητι, ἀνυσασῶν παρθένων Χριστοῦ, ὅπως αἰωνίου, καταδίκης ῥυσθῶμεν, καὶ τύχωμεν βοῶντες, ψυχικῆς σωτηρίας· λαὸς ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἁγιωτέρα πάναγνε, τῶν Ἀγγέλων ὑπάρχουσα, τὸν ἐν τοῖς Ἁγίοις, θαυμαστῶς Θεὸν ἡμῶν, ἐπαναπαυόμενον, ὑπερφυῶς ἐκύησας, λύοντα ἡμᾶς, τῆς παλαιᾶς καταδίκης, τοὺς πίστει μελῳδοῦντας· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἰάσεις ἀναβλύζεις παντοδαπεῖς, τὴν τοῦ Πνεύματος χάριν πλουτήσασα, μαρτυρικαῖς, περιηνθισμένη ταῖς καλλοναῖς, καὶ θεραπεύεις χρόνια, Μάρτυς Ῥιψιμία πάθη δεινά, καὶ λώβην ἀπελαύνεις, τῶν πονηρῶν δαιμόνων· διό σε πάντες μακαρίζομεν.
Ὡράθης ὥσπερ ἥλιος φωταυγής, Ῥιψιμία τῷ φέγγει τοῦ Πνεύματος, καὶ τῶν πολλῶν, σοῦ ἀγωνισμάτων μαρμαρυγαῖς, τὸν σκοτασμὸν ἐξαίρουσα, πάσης Ἀρμενίας σὺν ταῖς ἐν σοί, γενναίως ἀθλησάσαις, παρθένοις μακαρίαις· μεθ’ ὧν σε πίστει μακαρίζομεν.
Στενώσασαι τὸ πρότερον ἑαυτάς, ἐγκρατείᾳ καὶ πόνοις ἀσκήσεως, πρὸς συμπλοκήν, ὕστερον ἐξήλθετε τοῦ ἐχθροῦ, καὶ τοῦ Χριστοῦ τῇ χάριτι, τοῦτον ἠδαφίσατε κραταιῶς, θεόνυμφοι παρθένοι, καὶ νίκης τοὺς στεφάνους, θεοπρεπῶς ἐναπεδήσασθε.
Ἡμέραν εὐφροσύνης καὶ χαρμονῆς, τὴν φαιδρὰν ὑμῶν ἄγοντες σήμερον, περιχαρῶς, μνήμην εὐφραινόμεθα τὰς ψυχάς, καὶ ἐκτενῶς δεόμεθα, Μάρτυρες Κυρίου πανευκλεεῖς, οἰκείων ἐξ ἀγώνων, ἔχουσαι παῤῥησίαν, ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύσατε.
Θεοτοκίον.
Φωτί Σου ἀνεσπέρῳ πύλη φωτός, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, τὸ χαλεπόν, καὶ τῆς μετανοίας μοι τὰς ὁδούς, τὰς φωταυγεῖς ὑπόδειξον, ὅπως πορευόμενος ἐν αὐταῖς, τὸν ζόφον ἀποφύγω, τὸν ἐκ τῆς ἁμαρτίας, ἀκαταπαύστως μακαρίζων Σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου