Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 20. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΧΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ Κ΄!!
ΖΑΧΑΡΙΑΣ ΝΕΟΜΑΡΤΥΣ ΑΡΤΗΣ ΕΝ ΠΑΤΡΑΙΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πῦρ ἐν τῇ καρδίᾳ σου, ὅπερ βαλεῖν ἦλθε Κύριος, ἐπὶ γῆς εἰσδεξάμενος, ὅλος ἐνθεώτατος, ὤφθης Ζαχαρία, καὶ τοῦ μαρτυρίου, ἀνδρειοτάτῳ λογισμῷ, διηγωνίσω σκάμμα τὸ ἅγιον, καὶ ἤσχυνας τοῖς ἄθλοις σου, τὸν σὲ πτερνίσαντα πρότερον· διὰ τοῦτο τιμῶμέν σε, ὡς Χριστοῦ νέον Μάρτυρα.

Χαίρων ὁμολόγησας, ὅνπερ ἠρνήσω τὸ πρότερον, συνεργίᾳ τοῦ ὄφεως, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐπὶ παρανόμων, γλώσσῃ ἀπτοήτῳ, καὶ ῥαβδισμοὺς καὶ λιθασμούς, καὶ τὴν μανίαν ἐχθρῶν ὑπέμεινας, λαμπρῶς μεταρσιούμενος, τῇ ἀγαπήσει τοῦ Κτίστου σου, Ζαχαρία καὶ ἤθλησας, στεῤῥοτάτῳ φρονήματι.

Θάνατον τὸν βίαιον, ἐν τῇ εἱρκτῇ στεῤῥῶς ἤνεγκας, καὶ ζωὴν πρὸς ἀθάνατον, λαμπρῶς μεταβέβηκας, καθωραϊσμένος, στίγμασιν ἁγίοις· φῶς δὲ ἐξ ὕψους κατελθόν, ἐν τῷ παντίμῳ ἔστη λειψάνῳ σου, ῥιφέντι ἐν τῷ φρέατι, δηλοῦν τὴν δόξαν ἣν εὕρηκας, πρὸς Χριστοῦ Ὃν ἐδόξασας, Ζαχαρία τοῖς ἄθλοις σου.

Μνήμην σου τὴν ἔνδοξον, πανηγυρίζει χορεύουσα, ἡ βλαστήσασα πόλις σε, Ἄρτα ἡ περίφημος, Μάρτυς Ζαχαρία, καὶ τῇ σῇ ἀθλήσει, ἁβρυνομένη μυστικῶς, ὡς Ἀθλοφόρον Χριστοῦ γεραίρει σε, καὶ πρέσβυν σε προβάλλεται, πρὸς τὴν Αὐτοῦ ἀγαθότητα· Ὃν δυσώπει τοῦ σώζεσθαι, τοὺς τιμῶντάς σε Ἅγιε.

Δόξα. Ἦχος β΄.
Μαρτυρικῇ ἐνστάσει ἀριστεύσας, ἀθλητικῶν ἐπάθλων ἠξίωσαι, ὡς Ἀθλητὴς Χριστοῦ ἀήττητος, Νεομάρτυς Ζαχαρία· ὅλην γὰρ τὴν ἔφεσιν, ἀναθεὶς τῷ Κυρίῳ, ἅπαντα ἠρνήσω, γνώμῃ θεόφρονι· καὶ δι’ αἵματος ἤσχυνας, τὸν ἀρχαῖον πτερνιστήν, τῆς ἀϊδίου δόξης, κληρονόμος γέγονας· διὸ τὴν ἁγίαν σου, μακαρίζομεν ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μάρτυς νεοφανής, ἐδείχθης Ζαχαρία, τοῦ πάντων Βασιλέως, ἀθλήσας θεοφρόνως, ἐν τοῖς ὑστέροις ἔτεσι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ῥῆξιν τὴν τῶν σκελῶν, ὑπενεγκὼν ἀνδρείως, θεόφρον Ζαχαρία, μαρτυρικῆς εὐκλείας, ἐπέβης ἀγαλλόμενος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρει ἡ σὴ πατρίς, τιμῶσά σου τὴν μνήμην, ἣν φύλαττε ὑψόθεν, καὶ σκέπε Ζαχαρία, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Δόξα. Τριαδικόν.
Σύνθρονε παντουργέ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τρισήλιε Θεότης, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Σοῦ Μάρτυρος.

Καὶ νῦν. Θεοτοκίον.
Τέτοκας ἐν σαρκί, τὸν πάντα ἐκ μὴ ὄντων, ποιήσαντα Παρθένε, καὶ ἔλυσας τὴν πάλαι, ἀρὰν τῷ θείῳ τόκῳ Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς Ἄρτης ἀγλάϊσμα καὶ Νεομάρτυς κλεινός, ἐν Πάτραις ὡς ἤθλησας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἐδείχθης μακάριε· σὺ γὰρ τὸν τρώσαντά σε, καθελῶν δι’ ἀγώνων, γέρας ἐδέξω θεῖον, Ἀθλητὰ Ζαχαρία, πρεσβεύων ὑπὲρ πάντων ἠμῶν τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν Ἀρταίων οἱ σύλλογοι, συνελθόντες τιμήσωμεν, Ζαχαρίαν σήμερον τὸν θεόφρονα, ὡς τοῦ Χριστοῦ Νέον Μάρτυρα, καὶ Ἄρτης ἀγλάϊσμα, καὶ φυτὸν ἀειθαλές, τὸν ὑστέροις ἐν ἔτεσιν, ἐναθλήσαντα, πρὸς αὐτὸν ἐκβοῶντες· Νεομάρτυς, τοὺς τὴν μνήμην σου τελοῦντας, πάσης ἀνάγκης διάσωζε.

Ὡς ἐπέγνως ὃ πέπονθας, Ζαχαρίας ὀλίσθημα, τῷ Χριστῷ προσέδραμες θερμοῖς δάκρυσι, καὶ ἐκκαυθεὶς θείῳ ἔρωτι, ἀνδρείως ἐχώρησας, θεολήπτῳ λογισμῷ, πρὸς ἀθλήσεως σκάμματα, ἃ διήνυσας, ἀνενδότῳ καρδίᾳ καὶ τὴν πλάνην, ἐθριάμβευσας εἰς τέλος, μαρτυρικῇ εὐτολμίᾳ σου.

Τῶν μαστίγων τὴν ἔφοδον, θείῳ πόθῳ βαλλόμενος, ἐπὶ πλεῖον ἤνεγκας καρτερώτατα, καὶ τὴν ἰσχὺν ἀπεῤῥάπισας, ἐχθροῦ τοῦ ἀλάστορος, Νεομάρτυς τοῦ Χριστοῦ, τῆς εἱρκτῆς δὲ τὴν κάκωσιν, ὡς εὐφρόσυνον, ἡγησάμενος οἴκησιν τῆς δόξης, τῶν Μαρτύρων Ζαχαρία, περιφανῶς κατηξίωσαι.

Τῶν σκελῶν τὴν διάῤῥηξιν, καὶ τὸν βίαιον θάνατον, ὥσπερ ἄλλου πάσχοντος χαίρων ἔφερες, καὶ πρὸς ζωὴν τὴν ἀθάνατον, μετέστης γηθόμενος, ὡς γενναῖος Ἀθλητής, καὶ ὁπλίτης περίδοξος, τοῦ Παντάνακτος, καὶ τῶν πάλαι Μαρτύρων Ζαχαρία, ἰσοστάσιος ἐγένου, τούτων ζηλώσας τὴν ἄθλησιν.

Φῶς οὐράνιον ἔλαμψε, τῷ ἁγίῳ λειψάνῳ σου, ἐῤῥιμένῳ ἔνδοξε ἐν τῷ φρέατι, τὴν σὴν ἐμφαῖνον λαμπρότητα, καὶ δόξαν τὴν ἄϋλον, ἥν σοι δέδωκε Χριστός, δι’ ὃν πάντα μεμίσηκας, καὶ τὸ στάδιον, τῆς ἀθλήσεως ἤνυσας προθύμως, Νεομάρτυς Ζαχαρία, ἀπεριτρέπτῳ φρονήματι.

Τὸ τῆς Ἄρτης καλλώπισμα, καὶ Ἠπείρου τὸ καύχημα, τοῦ Χριστοῦ τὸ σφάγιον τὸ νεόθυτον, ὁ Ζαχαρίας ὁ ἔνδοξος, τιμάσθω ἐν ᾄσμασιν, ὁ ἐν Πάτραις ἀνδρικῶς, καθελὼν τὸν ἀλάστορα, θείοις σκάμμασιν, ὡς πρεσβεύων ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ πάντων τῶν τελούντων, αὐτοῦ τὴν μνήμην τὴν πάνσεπτον.




Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ Νεομάρτυρος Ζαχαρίου μνήμη, τῇ Ἐκκλησίᾳ ἔλαμψεν, ὡς ἀστὴρ νεοφανής· τοῦ ἀδύτου γὰρ φωτὸς κληρονόμος γενόμενος, τῷ τῆς ἀθλήσεως φέγγει, καταυγάζει τοὺς βοῶντας· χαίροις, ὁ τῆς θείας ἀγάπης δεξάμενος τὴν φλόγα, καὶ τὸν πάλαι σε τρώσαντα ἐχθρόν, μαρτυρικοῖς καταφλέξας ἄνθρακι· χαίροις, ὁ τῇ ἄνωθεν ῥοπῇ, νομίμως τελέσας, τὸν τῆς εὐσεβείας μέγαν ἀγῶνα· χαίροις, Μαρτύρων ἰσότιμε, καὶ τῆς Ἄρτης ἄνθος πανεύοσμον. Χριστὸν ἀεὶ ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, πόλις Ἀρταίων, Ζαχαρίαν βλαστήσασα, τὸν κλεινὸν Νεομάρτυρα· εἰ γὰρ πρὸς καιρόν, ἐν ὁδῷ ἀνόμων ἐπορεύθη, ἀλλ’ ἀνανήψας τοῦ πτώματος, μαρτυρικῶς ἠνδραγάθησε, καὶ μέγα τρόπαιον ἔγειρε, κατὰ τῶν ἀντιπάλων· καὶ νῦν Μαρτύρων συνὼν τοῖς δήμοις, εἰρήνην σοι αἰτεῖται σταθηράν, καὶ πᾶσαν εὐπραγίαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Καταυγασθεὶς θείᾳ χάριτι, τῆς ἀσεβείας ἀπέθου τὸν ζόφον, καὶ τῷ φωτὶ ἐπτέρωσαι, τῆς τοῦ Χριστοῦ ἀγάπης· ὦ θερμῶς ἀναγόμενος, τῇ ἐπιδόσει τοῦ κρείττονος, ἀθλητικὸν ζήλον ἐγεώργησας, ἀποστὰς τῶν γηΐνων, καὶ τῷ Χριστῷ στρατευσάμενος, ὑπὲρ Αὐτοῦ θανεῖν ἠγάπησας, ἀκορέστῳ πόθῳ. Ἀλλ’ ὦ Μάρτυς Ζαχαρία, ὁ καλῶς ἀγωνισάμενος, καὶ τῶν ἐπάθλων τῆς νίκης, εἰληφὼς τὸ γέρας, μετὰ τῶν Μαρτύρων αὐλιζόμενος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Μαρτυρικῇ ἐνστάσει, τὸ τῆς ψυχῆς ἀνδρεῖον ὑποφαίνων, θεοφιλεῖ παῤῥησίᾳ ὡμολογήσας, τῆς εὐσεβείας τὴν λαμπρότητα, Ζαχαρία Μάρτυς ἔνδοξε· τοῦ γὰρ Πέτρου τὴν  μετάνοιαν, ἀνατυπώσας ἐν σοί, Ιακώβου τοῦ Πέρσου, μιμητὴς ἐχρημάτισας· καὶ ἀθλητικοῖς παλαίσμασι, καταβαλὼν τὸν ἐχθρόν, τὴν Ἐκκλησίαν εὔφρανας, τῇ ἁγίᾳ ἀθλήσει σου· διὸ τὴν σὴν ἑορτάζοντες μνήμην, Χριστὸν μεγαλύνομεν, τὸν δεδωκότα σοι ἰσχύν, καὶ λαμπρῶς σε δοξάσαντα.

Δόξα. Ἦχος δ΄.
Ἐν τῇ ἰσχύϊ τῆς πίστεως ἀθλῶν, τοῖς ἀσεβέσιν ἀντικατέστης, ἀκαταπλήκτῳ ψυχῇ, καὶ στεῤῥοῖς ἀγῶσιν, ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ Θεοῦ, Ζαχαρία πανεύφημε· παρ’ οὐδὲν ἡγήσω τὸν θυμὸν αὐτῶν, καὶ τῶν μαστίγων τὴν ἐπιφοράν, ὡς ἀναψυχὴν ἐδέχου θείαν· καὶ τῇ ἐπωδύνῳ ῥήξει τῶν σκελῶν, τῆς πλάνης διέῤῥηξας τὸν σύνδεσμον, νικηφόρος ἀνῆλθες πρὸς οὐρανίους λήξεις. Ἀλλ’ ὦ Μάρτυς νέε τοῦ Χριστοῦ, Ἀγγέλων συνόμιλε, καὶ Ἀθλητῶν σύσκηνε, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, δι’ ἀπάτης τοῦ ἐχθροῦ, τοῦ Χριστοῦ ἀφρόνως ἠρνήσθω, τὸ θεῖον ὄνομα, τότε γνοὺς ὃ πέπονθας, κακὸν μακάριε, μετανοίας τοῖς δάκρυσι, πάλι ἀνεκτήσω, θησαυρὸν τὸν τίμιον, τῆς θείας πίστεως· ὅθεν, καὶ νομίμως ἀθλήσας, ἤσχυνας εἰς τέλος τὴν πλάνην, Μάρτυς Ζαχαρία παναοίδιμε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Νέος, ἀνεδείχθης Ἀθλητής, ἄθλησιν ἀθλήσας ἁγίαν, ἐν τοῖς ὑστέροις καιροῖς, καὶ τὸν πολυμήχανον, καταπαλαίσας ἐχθρόν, Ζαχαρία μακάριε· ἐντεῦθεν Μαρτύρων, δόξης καὶ λαμπρότητος, ὤφθης συμμέτοχος· ὅθεν, σὺν αὐτοῖς ἐκδυσώπει, ἄφεσιν διδόναι πταισμάτων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πόλις, τῶν Ἀρταίων ἐν χαρᾷ, καὶ ἡ τῶν Πατρέων τιμῶσι, τὴν θείαν μνήμην σου· τῆς μὲν γὰρ περίδοξον, βλάστημα πέφηνας, τὴν δὲ ἄθλοις ἡγίασας, καὶ ἄμφω παρέχεις, τῶν σῶν ἀντιλήψεων, χάριν τὴν ἄφθονον, χαῖρέ σοι βοώσαις συμφώνως, Μάρτυς τοῦ Χριστοῦ Ζαχαρία, πρεσβευτὰ ἡμῶν πρὸς τὸν φιλάνθρωπον.

Δόξα. Ἦχος πλ. α΄.
Μαρτυρικοῖς ἀγῶσι, τῆς ἀσεβείας τὸ κράτος ἐξενεύρισας, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, Νεομάρτυς Ζαχαρία ἔνδοξε· καὶ διαῤῥήξει τῶν σκελῶν, τὸν πολυμήχανον ὄφιν, ὑποσκελίσας καταβέβληκας· διὸ στέφος ἀμαράντινον, ἐπαξίως ἐπλάκη σοι, καὶ εὐφροσύνη ἀΐδιός σοι δέδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ Σε Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν Σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς Ἄρτης ἀγλάϊσμα καὶ Νεομάρτυς κλεινός, ἐν Πάτραις ὡς ἤθλησας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἐδείχθης μακάριε· σὺ γὰρ τὸν τρώσαντά σε, καθελῶν δι’ ἀγώνων, γέρας ἐδέξω θεῖον, Ἀθλητὰ Ζαχαρία, πρεσβεύων ὑπὲρ πάντων ἠμῶν τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

Σημείωσις:
Ἕτερος Ἀπολυτίκιον, ὑπὸ Μητροπολίτου πρώην Πατρῶν Νικοδήμου. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον Μάρτυν Χριστοῦ ὑμνήσωμεν, Ζαχαρίαν τὸν νέον, Ἄρτης τὸ βλάστημα, ὅτι ἐνήθλησε στεῤῥῶς, ὑπὲρ τῆς πίστεως Χριστοῦ καὶ ἀνόμων ταῖς χερσί, ῥαβδισθεὶς καὶ τανυσθείς, μαρτύριον ἀνεδέχθη· τελειωθεὶς δὲ ἐν Πάτραις, Χριστῷ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς νέον Ἀθλητήν, τοῦ Χριστοῦ σε τιμῶμεν, καὶ Μάρτυρα στεῤῥόν, Ζαχαρία θεόφρον, γεραίροντες τὴν μνήμην σου, ὡς χαρᾶς ἡμῖν πρόξενον, ἐν ᾗ δώρηται, ταῖς ἱεραῖς σου πρεσβείαις, τοῖς ὑμνοῦσί σε, ἁμαρτημάτων τὴν λύσιν, καὶ βίου διόρθωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκύησας ἁγνή, τὸν ὑπέρθεον Λόγον, μορφῇ τῇ καθ’ ἡμᾶς, ἀσυγχύτως ἀτρέπτως· διό Σε μεγαλύνομεν, Θεοτόκε πανύμνητε, ὡς ὑπόθεσιν, καὶ ἀπαρχὴν σωτηρίας, εἰσδεχόμενοι, ἐπισκοπῇ Σου ἀΰλῳ, χαρὰν ἀνεκλάλητον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ στόματι, ὁμολογήσας, τὴν σωτήριον, κλῆσιν θεόφρον, τῆς ἀπάτης διελέγχεις τὴν ἄνοιαν, καὶ τὸν σὲ πρώην πτερνίσαντα ἔτρωσας, ἀθλητικαῖς Ζαχαρία ἐνστάσεσι· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείῳ Πνεύματι, πεφωτισμένοι, οἱ θεόφρονες, Προφῆται πάλαι, ἐν ποικίλοις Σε συμβόλοις ἐκήρυττον, καὶ νῦν ἡμεῖς τὰς ἐκβάσεις θεώμενοι, τὴν σωτηρίαν τρυγῶμεν τῷ τόκῳ Σου, Κόρη πάναγνε, μὴ παύσῃ ἡμῖν βραβεύουσα, φῶς θεῖον καὶ παθῶν ἀπολύτρωσιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον,
Τῇ ἀγάπῃ τῇ θείᾳ κατατρωθείς, πρὸς ἀγῶνας καὶ ἄθλους μαρτυρικούς, ἀνδρείως ἐχώρησας, στεῤῥοτάτῳ φρονήματι, καὶ ῥαβδισμάτων πεῖραν, ὑπέστης ὡς ἄσαρκος, δι’ ὧν τὴν τοῦ βελίαρ, ὀφρὺν ἐταπείνωσας· ὅθεν καὶ νομίμως, τὸν ἀγῶνα τελέσας, τῆς ἄνω λαμπρότητος, ὡς ὁπλίτης ἀήττητος, Ζαχαρία ἠξίωσαι· ἐν ἧ ἀεὶ δυσώπει Χριστόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν συλλαβοῦσα ὑπερφυῶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, ἁγνὴ καὶ ἀκήρατος, μετὰ τόκον τὸν ἄφραστον, ὥσπερ ἧς πρὸ τόκου, καὶ πάλιν διέμεινας, καὶ τῆς φθορᾶς ἐῤῥύσω, ἁγνὴ τὸ ἀνθρώπινον· ὅθεν τῶν ἀῤῥήτων, μεγαλείων Σου Κόρη, ὑμνοῦμεν τὴν ἔλλαμψιν, τῇ Σῇ σκέπῃ προστρέχοντες, καὶ πιστῶς ἐκβοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσι, τῇ Σῇ ἀγαθότητι.




Εἶτα, τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Νεοφανὴς ὡς ἀστήρ, τῇ σῇ ἀθλήσει ἐφάνης, τῇ Ἐκκλησίᾳ Χριστοῦ Νεομάρτυς Ζαχαρία· καὶ μυστικαῖς ἀκτῖσι, τὰς διανοίας καταυγάζεις τῶν πιστῶν, καὶ τῆς ἀθυμίας σκεδάζεις τὸ σκότος· ἀλλ’ ὡς τοῦ ἀΰλου φωτὸς κοινωνός, ἐκ ζοφερῶν ἐπηρειῶν τοῦ ἐχθροῦ ἀπάλλαξον, τοὺς προσιόντας τῇ πρεσβείᾳ σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν Ζαχαρία μέλπω μνήμην. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τῆς ἄνω λαμπρότητος, μέτοχος ὢν καὶ συνόμιλος, τὸν νοῦν μου καταύγασον, ταῖς ἱκεσίαις σου, ἵνα μέλπω σου, τοὺς ἄθλους Ζαχαρία· δι’ ὧν κατεπάτησας, ἐχθρὸν τὸν δόλιον.
σχύνθη καὶ πέπτωκεν, ἐχθρὸς ὁ πρώην πτερνίσας σε, ὡς εἶδέ σε Ἅγιε, Μάρτυρα ἔνδοξον, τοῦ παντάνακτος, Χριστοῦ καὶ στεφανίτην· ἐξ οὗ τῆς κακίας με, ἄτρωτον φύλαττε.
Νοΐ οὐρανόφρονι, πάντα λιπὼν τὰ ἐπίγεια, ἀνδρείως ἐχώρησας, πρὸς θεῖα σκάμματα, καὶ ἐζήλωσας, τῶν πάλαι Ζαχαρία, Μαρτύρων τὴν ἄθλησιν, ψυχῆς στεῤῥότητι.
Θεοτοκίον.
Σκηνὴ θεοχώρητος, καὶ φωτοφόρος παλάτιον, καὶ σκήνωμα ἔμψυχον, τοῦ Παντοκράτορος, ὤφθης Δέσποινα, τεκοῦσα ἀποῤῥήτως, τὸν πάντων δεσπόζοντα, κόσμον καινίζοντα.













ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
νίκα διέγνως τὴν ἀπάτην, μελέτῃ λογίων ἱερῶν, τὴν πλάνην τὴν καχέσπερον, ἀπέπτυσας μακάριε, καὶ τῷ Χριστῷ ὠκείωσαι, τῆς μετανοίας ταῖς πράξεσι.
Νεκρώσας σαρκὸς ἡδυπαθείας, ἐδέξω τὸν λόγον τῆς ζωῆς, ἐκ θεηγόρου στόματος, καὶ σεαυτὸν ἡτοίμασας, νηστείαις καὶ δεήσεσι, πρὸς μαρτυρίου τὰ σκάμματα.
Ζηλώσας Μαρτύρων τὴν ἀνδρείαν, ὑπῆλθες τὸ στάδιον στεῤῥῶς, καὶ τοῦ Χριστοῦ ἐκήρυξας, λαμπρᾷ φωνῇ τὸ ὄνομα, ὦ Ζαχαρία ἔνδοξε, θείῳ πτερούμενος ἔρωτι.
Θεοτοκίον.
γίων τὸν Ἅγιον τεκοῦσα, ὡς μόνη ἁγνὴ καὶ καθαρά, ὑπεραγία Δέσποινα, τὸν νοῦν μου καθαγίασον, τὸν μολυθέντα πάθεσι, τῇ ἐπιγνώσει τοῦ κρείττονος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Καθεῖλες τοῖς ἄθλοις σου τὸν παλαιὸν πτερνιστήν, καὶ μέτοχος γέγονας τῆς αἰωνίου ζωῆς, τελέσας τὸν δρόμον σου· ὅθεν τοῖς τῶν Μαρτύρων, συνηδόμενος δήμοις, πρέσβευε Ζαχαρία, σὺν αὐτοῖς τῇ Τριάδι, δοθῆναι τοῖς σὲ τιμῶσι, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυήσασα ἄχραντε τὸν Ποιητὴν τοῦ παντός, τὴν πάλαι κατάκρισιν τοῦ πρωτοπλάστου Ἀδάμ, εἰς τέλος ἠφάνισας· ὅθεν Σε ἀνυμνοῦμεν, ὡς πηγὴν εὐλογίας, βλύζουσαν ἀκενώτως, συμπαθείας τὰ ῥεῖθρα, τοῖς πόθῳ Θεοτόκε, προστρέχουσι τῇ σκέπῃ Σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Χριστὸν σέβω ἐκ καρδίας, ὡς Θεόν μου καὶ Κύριον, ἀπτοήτῳ γνώμῃ, Μάρτυς τοῖς ἀνόμοις ἐκραύγαζες, ὑπὲρ οὗ χαίρων τὸν θάνατον προέκρινα, ἵνα μέτοχος, τῆς ἐν αὐτῷ ζωῆς γένωμαι.
πειλὰς οὐκ ἐπτοήθης, οὐ θυμὸν ἀλογώτατον, Μάρτυς Ζαχαρία, ἀλλ’ ἀπεριτρέπτως ὑπέμεινας, τοὺς ῥαβδισμοὺς τῆς σαρκὸς καὶ πᾶσαν κάκωσιν, κουφιζόμενος, θείᾳ ἀγάπῃ τοῦ Κτίσαντος.
αβδισμοὺς τοὺς ἐπαλλήλους, ῥώμῃ θείᾳ ῥωννύμενος, καὶ τὰς ἐκ τῶν λίθων, Μάρτυς τῷ ἁγίῳ σου σώματι, δεινὰς προσκρούσεις, ἐνέγκας καρτερώτατα, πᾶσαν ἔλυσας, τῶν δυσμενῶν τὴν ἐπίνοιαν.
Θεοτοκίον.
λασμὸν καὶ σωτηρίαν, καὶ ζωὴν τὴν αἰώνιον, τὸν Χριστὸν τεκοῦσα, τοῖς ἀνθρώποις ἔβλυσας ἄχραντε· διὸ κἀμὲ τῆς μανίας τοῦ ἀλάστορος, τῇ Σῇ χάριτι, ῥῦσαι καὶ σῶσόν με δέομαι.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
θλῶν ἐννομώτατα, ὀνείδη καὶ τὰ σκηνώματα, φέρων τῶν ἀνόμων Ζαχαρία, δεσμὰ ὑπέστης καὶ πᾶσαν ἄλλην ποινήν, καὶ θανατωθεὶς διὰ Χριστόν, πρὸς ζωὴν ἀθάνατον, μετὰ δόξης ἀνέδραμες.
Μαρτύρων ἰσότιμος, τῶν πάλαι ἀναδέδειξαι, τούτων μιμησάμενος τὸν ζῆλον, τὴν καρτερίαν καὶ τοὺς ἀγῶνας σοφέ· ὅθεν σὺν αὐτοῖς χοροβατῶν, ἐν αὐλαῖς τοῦ Κτίστου σου, ἡμῶν μνημόνευε.
νθέως εὐφραίνεται, Ἄρτα ἡ σὲ βλαστήσασα, ἄνθος ὡς εὐῶδες Ζαχαρία, καὶ ἡ Πατρέων πόλις σκιρτᾷ μυστικῶς, κατιδοῦσα ἄθλησιν τὴν σήν, αἷς χορήγει ἄνωθεν, τὴν θερμὴν προστασίαν σου.
Θεοτοκίον.
Λυχνία ἑπτάφωτος, Σὲ πάλαι προετύπωσε· Σὺ γὰρ τὸ ἀπαύγασμα τῆς δόξης, ἔλαμψας κόσμῳ τῆς τοῦ Πατρὸς ἐν σαρκί· οὗ τῇ ἐπιλάμψει ἀγαθή, τοῦ νοός μου σκέδασον, τὴν δεινὴν ἀμαυρότητα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Πλήρης ἐνθέου φρονήματος, παρέστης τῷ ἀνόμως δικάζοντι, καὶ ἀνεκήρυξας, Χριστοῦ τὸ ἅγιον ὄνομα, θεόφρον Ζαχαρία, Μάρτυς ἀήττητε.
ς διεῤῥάγης τὰ σκέλη σου, πικρᾷ τῶν διωκτῶν ἰταμότητι, Μάρτυς ἐσκέλισας, τὸν πονηρὸν κοσμοκράτορα, καὶ νικηφόρος ἤρθης, πρὸς τὰ οὐράνια.
Μέγιστον κλέος ἐκτήσαντο, αἱ Πάτραι τῇ ἀθλήσει σου Ἅγιε, καὶ πλέον τούτων δέ, ἡ Ἄρτα χαίρει τῇ δόξῃ σου, ᾗ δίδου Ζαχαρία, τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
Ναὸς Θεοῦ φωτοστόλιστος, καὶ δόξης ἀποῤῥήτου ἁγίασμα, ὤφθης πανάμωμε, ἀνερμηνεύτως κηύσασα, τὸν Ποιητὴν τῶν ὅλων, δι’ ἀγαθότητα.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῦ Χριστοῦ δεξάμενος, ἐν τῇ ψυχῇ τὴν ἀγάπην, ἀπτοήτως ὥρμησας, πρὸς τοὺς ἀγῶνας θεόφρον· ὅθεν σε, ὡς ἀριστεύσαντα ὁ Δεσπότης, μέτοχον, τῶν πάλαι ἔδειξεν Ἀθλοφόρων, Νεομάρτυς Ζαχαρία· μεθ’ ὧν δυσώπει, ὑπὲρ ἡμῶν ἐκτενῶς.
Ὁ Οἶκος.
Δι’ ἀπάτης ἐχθροῦ τοῦ ἀλάστορος, ἐξηρνήσω Χριστὸν τὸν Σωτῆρά σου, ἀλλὰ τάχει γνωρίσας ὃ πέπονθας, ἐπανῆλθες φωτὶ τῷ τῆς πίστεως, μετανοήσας εἰλικρινῶς, ὡς ὁ Πέτρος ὁ κορυφαῖος τῶν Μαθητῶν· ἔνθεν μελέτῃ λογίων ἱερῶν, καὶ γεωργίᾳ βίου θεοφιλοῦς, ἀνεφλέχθης ἔρωτι ἁγίῳ καὶ ἐξενώθης τῶν γηΐνων, νεκρωθεὶς πάντων τῶν φθαρτῶν· καὶ πρὸς μαρτυρικοὺς ἀποδυσάμενος ἀγῶνας, περιφανῶς ἠγωνίσω ὑπὲρ Χριστοῦ, μὴ φεισάμενος ζωῆς τῆς προσκαίρου, μηδὲ βασάνων λογισάμενος τὸ δριμύ, ἀκαταπλήκτῳ ψυχῇ, ὡς ἀήττητος Ἀθλητής· διὸ Χριστὸς ὁ ἀθλοθέτης, τοῖς πάλαι σε συνεδόξασεν Ἀθλοφόροις, ὡς τούτων ὁμότροπον καὶ μιμητήν, Ζαχαρία Νεομάρτυς· μεθ’ ὧν δυσώπει ὑπὲρ ἡμῶν ἐκτενῶς.

Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυρας Ζαχαρίας ὁ ἐξ Ἄρτης, ἐν Πάτραις, ἐν 1782, τὰ σκέλη σχισθείς, τελειοῦται
Σκελῶν πλατυσμῷ ἐν πλάτει οἰκεῖς πόλου,
ὦ Ζαχαρία, καὶ βραβεῖον λαμβάνεις.
Εἰκάδι Ζαχαρίας, σκέλη σχισθεὶς πρυμνά, Θεῷ ἤρθη.
Οὗτος, ὥρμητο ἐξ Ἄρτης τῆς κατὰ τὴν Ἤπειρον, καὶ ἤθλησε τῷ 18ῳ αἰῶνι. Ἔκ τινος γὰρ συμβεβηκότος ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν, καὶ ἐγένετο Μωαμεθανός· καὶ ἀναχωρήσας τῆς πατρίδος, παρεγένετο ἐν ταῖς κατὰ τὴν Πελοπόννησον Παλαιαῖς Πάτρας, ἔνθα τὴν τῶν γουνῶν κατεργασίαν μετήρχετο. Ἐντυχὼν βίβλῳ τινί, ἧς ἡ κλῆσις ``Ἁρματωλῶν Σωτηρία``, καὶ τῇ ταύτης μελέτῃ τελείας μετανοίας γεωργήσας τοὺς καρπούς, ὡς ὁ τῶν Ἀποστόλων κορυφαῖον Πέτρος, ἐπτερώθη τῷ πρὸς Χριστὸν ἔρωτι, καὶ πόθον θεῖον συνέλαβε μαρτυρῆσαι ὑπὲρ τῆς πατρώας πίστεως. Δοκιμασθεὶς δὲ καταλλήλως, καὶ προγυμνασθεὶς πνευματικοῦ πατρὸς ὁδηγία, ἀπεδύσατο τοῖς ἀθλητικοῖς σκάμμασι· καὶ παραστὰς τοῖς δυσσεβέσιν, ὡμολόγησε διατόρῳ φωνῇ τοῦ Κυρίου τὸ ὄνομα, θριαμβεύσας καὶ διέλεγξας τὴν πλάνην αὐτῶν, μηδόλως πτοηθεὶς τυραννικὴν μανίαν καὶ ἰταμότητα, καὶ βασάνων ἐπιφοράς. Ἐπαλλήλοις δὲ ῥαβδισμοῖς σκληροῖς καὶ λίθων κρούσεσι, καὶ δεσμοῖς καὶ φυλακαῖς ἀκλόνητον φανείς, ἤνυσε τὸν δρόμον, σχισθεὶς τὰ σκέλη· ἐν φρουρᾷ γὰρ ὢν ἐγκάθειρκτος, καὶ ὑπερμέτρως, τυραννικῇ θηριωδίᾳ, τοὺς πόδας διατανυσθείς, διεῤῥάγη, καὶ εἰπῶν: Κύριε, εἰς χεῖράς Σου παρατίθημι τὸ πνεῦμά μου, ἐκομίσατο τὸν τοῦ μαρτυρίου ἄφθαρτον στέφανον, ἅπαν δὲ τὸ δεσμωτήριον, ἐπὶ τῇ τελειώσει τοῦ Μάρτυρος, ἀῤῥήτου πέπλησται εὐωδίας. Ἔνθεν ἀπηνήναντο οἱ ἀντικείμενοι δοῦναι τοῖς Χριστιανοῖς τὸ μαρτυρικὸν σῶμα πρὸς ταφήν, ἀλλὰ σύραντες αὐτό, ἔῤῥιψαν ἔν τινι ξηρῷ φρέατι, ἐν τῇ περιοχῇ τῇ σημερινῇ τῆς Ἁγίας Τριάδος, ἐν ᾧ ῥιφθεὶς ἔστη ἐπὶ τῶν γονάτων ὁ Ἅγιος, τῇ δὲ ἐπιούσῃ νυκτί, φῶς θεῖον φανὲν ἐπὶ τοῦ φρέατος, αἰσχύνης πολλῆς ἐπλήρωσε τοὺς Ἀγαρηνούς· οἵτινες χώμασι καὶ ἄλλαις ὕλαις, ἐν μανίᾳ, ἐκάλυψαν τὸ φρέαρ, καὶ οὕτω τὸ θεῖον ἀποκέκρυπται καὶ ἀθλητικὸν σκῆνος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου
Τὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ;
Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου.
Οὗτος, ἦν ἐπὶ τῆς βασιλείας Γρατιανοῦ, ἐν Μελιτινῇ τῇ κατὰ Ἀρμενίαν Μητροπόλει, ἐκ Παύλου καὶ Διονυσίας, εὐγενῶν τινῶν, γεννηθείς, κατὰ τὸν μέγαν Ἰωάννην, ἐκ στειρωτικῆς καὶ ἀκάρπου γαστρός. Ὅθεν, καὶ τὴν κλῆσιν κατ’ ἐπαγγελίαν ἔσχεν, εὐθυμεῖν τοῖς γεννήτορσιν, ὑπὲρ φονῆς δεομένοις, φωνῆς ἄνωθεν ἐνεχθείσης. Οὗτος, μετὰ τὴν τοῦ πατρὸς τελευτήν, προσάγεται παρὰ τῆς μητρὸς Εὐτρωΐῳ τῷ μεγάλῳ, τῆς Μελιτινῆς ἐπισκόπῳ, καὶ παρ’ αὐτοῦ τῇ τάξει τῶν κληρικῶν καταλέγεται. Γενόμενος δὲ περὶ τὴν τῶν ἱερῶν μαθημάτων συλλογὴν ἐπιτήδειος, καὶ πάντας τοὺς κατ’ αὐτὸν ἀσκήσει, καὶ ταῖς πρὸς ἀρετὴν ἐπιδόσεσιν ὑπερβαλών, ἀναγκάζεται τὴν τοῦ Πρεσβυτέρου χειροτονίαν λαβεῖν, καὶ τῶν ἱερῶν ἀσκητηρίων καὶ μοναστηρίων τὴν ἐπιμέλειαν δέξασθαι.
Ἔννατον δὲ καὶ εἰκοστὸν ἔτος ἄγων, τὰ Ἱεροσόλυμα καταλαμβάνει, καὶ ἔν τινι τῶν κατ’ ὄρος σπηλαίων, μετὰ τοῦ Ὁσίου Θεοκτίστου συνδιαιτᾶτα, ἔνθα χαλεπῶν νοσημάτων πολλοὺς ἀπήλλαξε. Λέγεται δὲ καὶ οὗτος, ἐν ὀνόματι Κυρίου, ἐκ βραχέων πάνυ καὶ μικρῶν ἄρτων, τετρακοσίους, τῇ Μονῇ καθ’ ὁδὸν παραβαλόντας αὐτῷ, διαθρέψαι. Οὐ μόνον δὲ αὐτός, ἐν δυνάμει Θεοῦ, στείρωσιν λύσας ἐξῆλθεν, ἀλλὰ καὶ ἑτέρας ἀτέκνους γυναῖκας δι’ εὐχῆς εὐτέκνους καὶ γονίμους ἀπέδειξε. Καὶ κατὰ τὸν μέγαν Ἠλίαν, καὶ οὗτος θύρας ἀνέωξεν οὐρανοῦ, καὶ τὴν γῆν, ἀκαρπίαν νοσοῦσιν, ἰάσατο. Ἐδήλωσε δὲ τοῦ Ὁσίου τὴν ἔνδον λαμπρότητα καὶ ὁ τοῦ πυρὸς στύλος, ὅν, ἱερουργοῦντος αὐτοῦ τὴν ἀναίμακτον θυσίαν, οὐρανόθεν εἴδον οἱ περιεστῶτες κατελθόντα, καὶ συμπαρεστῶτα τῷ Ὁσίῳ, μέχρι πέρας ἔλαβεν ὁ τῆς θυσίας καιρός. Τὸ δὲ τὰς διαθέσεις τῶν προσιόντων τῆς θείας κοινωνίας μετασχεῖν νοερῶς καθορᾷν, καὶ τίς μὲν αὐτῶν μετὰ καθαροῦ συνειδότος, τίς δὲ ἐσπιλωμένος πρόσεισι, τῆς παντελοῦς δήπου καθάρσεως καὶ ἁγνείας σημεῖον ἐστίν. Οὗτος ὁ μακάριος, γενόμενος ἐτῶν 97, πρὸς Κύριον ἐξεδήμησεν, ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ μεγάλου.
Ἦν δὲ τὸ εἶδος εὐπρεπής, τὸν τρόπον ἁπλοῦς, τὸ χρῶμα λευκός, τὴν ἡλικίαν εὐσταλὴς καὶ σεμνός, πολιὸς τὴν τρίχα, τὴν ὑπήνην μέχρι τῶν μηρῶν καθεικώς. Λέγεται δὲ περὶ αὐτοῦ, ὅτι τινὸς μέλλοντος τελευτᾷν μοναχοῦ, ὃς ἐνομίζετο μὲν τοῖς πολλοῖς σώφρων καὶ ἐγκρατής, οὐκ ἦν δέ, ἀλλὰ τοὐναντίον ἀκόλαστος, ἑώρα ὁ μακάριος Ἄγγελον, μετὰ τριόδοντος τὴν ψυχὴν αὐτοῦ ἐκσπῶντα, καὶ ἅμα φωνῆς ἀκοῦσαι, τὰ κρυπτὰ τῆς αἰσχύνης δηλούσης τοῦ μοναχοῦ.

Χεῖρας Βάσσου τέμνουσι χεῖρες δημίων,
Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας.
Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος,
Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει.
Εὐτύχιον διεῖλον εἰς μέρη τρία,
θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία.
Ἀποῤῥαγῆναι μὴ θέλων Βασιλίδης,
Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα.
Οὗτοι, ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, πλούτῳ βρίθοντες, καὶ τῆς συγκλήτου μετέχοντες βουλῆς. Προσῆλθον δὲ τῷ Χριστῷ, καὶ τὸ εἰς αὐτὸν ἔλαβον Βάπτισμα, τὸν ἐπίσκοπον Θεόπεμπτον ἰδόντες ταῖς βασάνοις ἐγκαρτεροῦντα, καὶ παράδοξα θαύματα τῇ τοῦ Χριστοῦ ἐνεργοῦντα δυνάμει. Ὅθεν καὶ προσαχθέντες τῷ βασιλεῖ, ἀφαιροῦνται πρῶτον τὰς ζώνας, εἶτα διαφόρους δέχονται τοῦ βίου ἐξαγωγάς. Ὁ μὲν γὰρ Ἅγιος Βάσσος, εἰς βόθρον με΄χρι τῶν μηρῶν ἐμβληθείς, καὶ τὰς χείρας ἐκτμηθείς, καὶ ὅλον τὸ σῶμα κατακοπείς, τὸ πνεῦμα παρέδωκεν. Ὁ δὲ Ἅγιος Εὐσέβιος, κατὰ κεφαλῆς κρεμασθείς, κατὰ μέρος πέλυξι διῃρέθη. Ὁ δὲ Ἅγιος Εὐτύχιος, τέσσαρσι πάλοις βιαίως ἐκταθείς, διεμερίσθη τριχῇ. Ὁ δὲ Ἅγιος Βασιλίδης, μαχαίρᾳ ἀναῤῥήγνυνται τὴν γαστέρα· καὶ οὕτω τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύων· Ἰννᾶ, Πιννᾶ καὶ Ῥιμμ
Θάλψις δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους,
Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους.
Οὗτοι, χώρας τινὸς τῆς κατ’ Ἄρκτον ὑπάρχοντες, παρὰ τῶν εἰδωλομανούντων βαρβάρων συσχεθέντες, τῷ τῆς χώρας παρέστησαν ἄρχοντι. Ὅς, ὁμολογήσαντας τὸν Χριστόν, κατεδίκασει διὰ κρύους τελειωθῆναι. Δεσμοῦνται οὖν ξύλοις ὀρθίοις, μέσον παγεῖσι τοῦ ποταμοῦ, ὥρᾳ χειμῶνος, ὅτε τῷ ψύχει διαφέρον ἦν οὐδὲν τῶν ἀκινήτων σωμάτων, πεπηγὸς τὸ ὀλισθηρὸν τοῦ ὕδατος, καὶ ἀκίνητον μεῖναν· κᾂν τούτῳ τὸ τοῦ βίου δέχονται πέρας, τὰς μακαρίας αὐτῶν παραδόντες ψυχὰς εἰς χεῖρας Θεοῦ.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ τελώνου
Καλεῖ σε Πέτρε Χριστὸς ἐκ τελωνίου,
Πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου.
Οὗτος, ἐπὶ τῆς βασιλείας Ἰουστινιανοῦ, πατρίκιος χρηματίσας, πάσης τῆς Ἀφρικῆς τὴν διοίκησιν ἐπεπίστευτο. Παντελῶς δὲ ἄσπλαγχνος ὢν καὶ ἀνελεήμων, ἐπιγραφεὶς ὀνόματι φειδωλός, παρὰ πᾶσιν ἦν τε καὶ ἐλογίζετο. Διὸ τῶν πτωχῶν τις πείρας ἕνεκεν αὐτῷ προσελθών, ἥτει ἐλεημοσύνην· ὁ δέ, τῶν ἄρτων ἁρπάσας ἕνα (καὶ γὰρ ἔτυχε τότε τὸν ἀρτοποιόν, τοὺς παρασκευασθέντας κομίζειν ἄρτους)· μετὰ θυμοῦ κατὰ τοῦ πένητος ὡσεὶ λίθον ἠκόντισεν. Οὕτω δύω παρῆλθον ἡμέραι, καὶ ὁ Πατρίκιος, νόσῳ κατάσχετος γεγονώς, ἑαυτὸν ἑώρα τῶν πρακτέων λόγους ὑπέχοντα. Εἶτα καὶ ζυγὸς ἐδόκει παρεῖναι, διακρίνων ἑκάτερα· οὗ κατὰ μὲν τὴν λαιὰν πλάστιγγα, μέλανας ἔβλεπε συναθροιζομένους, καὶ πολλὰ τῶν αὐτοῦ πράξεων ἄτοπα τῇ πλάστιγγι κατατιθέντας· κατὰ δὲ τὴν δεξιάν, λευχείμονας μὲν ἄνδρας καὶ φοβεροὺς τὴν μορφήν, μηδὲν δὲ ἀγαθός τι σταθμίσαι παρεξευρίσκοντας πλὴν τοῦ ἄρτου ἐκείνου, ὃν μετὰ θυμοῦ κατὰ τοῦ πένητος ἔβαλεν. Αὐτίκα τοίνυν διαναστάς, καὶ ἅπασαν αὐτοῦ τὴν περιουσίαν πένησι διανείμας καὶ αὐτὰ τὰ ἱμάτια δοὺς πτωχῷ τινι, τὸν Χριστὸν εἶδε καθ’ ὕπνους ταῦτα ἐνδεδυμένον. Καὶ διὰ τοῦτο προσέθετο καὶ ἑαυτὸν πωλῆσαι, καὶ δοῦναι τὸ τίμημα πτωχοῖς. Ἀναγνωρισθῆναι δὲ μέλλων μετὰ τὸ διαπωλῆσαι ἑαυτόν, τοῦ πυλωροῦ κωφεύοντος διανοίξας τὰ ὦτα, καὶ λαλεῖν παρασκευάσας, τῷ ἐπιτάξαι ἀνοίξαι αὐτῷ φυγάς, καταλαμβάνει τὰ Ἱεροσόλυμα, εἶτα τὴν Κωνσταντινούπολιν· ἐν ᾗ καὶ ἀνεπαύσατο ἐν Κυρίῳ, καὶ κατετέθη ἐν τῇ τοποθεσίᾳ τοῦ Βοός, ἐν τῷ ἰδίῳ οἴκῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θύρσου καὶ Ἁγνῆς
Θύρσος σὺν Aγνῇ Χριστὸν ἠγαπηκότες,
Θάνατον ἠγάπησαν ἀσμένως πάνυ.

Ἄνακτα πιστὸν τὸν Λέοντα τὸν μέγαν,
ἔστεψε Χριστὸς οὐρανοκράτωρ Ἄναξ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἄννης τῆς Ῥωμμαίας
Ἄννα ποθοῦσα τὸν νοητὸν νυμφίον,
Αὐτῷ προσῆλθε διὰ τοῦ μαρτυρίου.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, ἀρχιεπισκόπου Τυρνόβου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου Πεττάι, τοῦ Ἱερομάρτυρος Ἐσθονίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ Τόμσκ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
σὴ Ἅγιε ὁμολογία ἤσχυνεν ἐχθρῶν τὰ πρόσωπα· ὅτι εὐτόλμῳ ψυχῇ, Χριστὸν ὡμολόγησας, καὶ χαίρων ἔφερες, τὰ ῥαβδίσματα, καὶ τῆς εἱρκτῆς τὴν κάθειρξιν, Ζαχαρία Νεομάρτυς.
Μάρτυς ἔνθεος Χριστοῦ τοῦ Παντοκράτορος ὑστέροις ἔτεσιν, ὤφθης ἀθλήσας καλῶς· ἀνδρείως γὰρ ἤνεγκας, σκελῶν σου Ἅγιε, τὴν διάῤῥηξιν, καὶ τῶν ἐχθρῶν διέῤῥηξας, τὰς δυνάμεις Ζαχαρία.
ρθης Ἅγιε τελέσας τὸν ἀγῶνά σου πρὸς φῶς ἀνέσπερον, πρὸς οὐρανίους σκηνάς· ἐντεῦθεν πεπλήρωται, τὸ δεσμωτήριον, θείου Πνεύματος, ὀσμῆς τῆς ὑπὲρ ἔννοιαν, τῆς σκηνούσης τοῖς Ἁγίοις.
Θεοτοκίον.
Νόμῳ Δέσποινα ὑπείξας νοΐ ἄφρονι ζωῆς τῆς χείρονος, κατεδουλώθην ἐχθρῷ· ἀλλὰ Σύ με λύτρωσαι, τῆς καταθλίψεως, τούτου δέομαι, καὶ τὴν ζωήν μου ἴθυνον, πρὸς μετάνοιαν γνησίαν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γνώμῃ θεολήπτῳ ὑπεισῆλθες, Μαρτύρων τὸ ἱερὸν θεόφρον στάδιον, καὶ στεῤῥῶς ἐκραύγαζες, τοῖς τυράννοις Ἅγιε· Χριστιανὸς εἰμί, σύνετε ἄνομοι, τὸν θάνατον, ἑκὼν δ’ ἀγάπην, δέχομαι Κυρίου, Χριστοῦ τοῦ Βασιλέως.
φερες ὀδύνας τὰς ἐκ ῥάβδων, καὶ λίθων τὰς δεινὰς πλήξεις ἐν τῷ σώματι, ὥσπερ ἄλλου πάσχοντος, Ζαχαρία ἔνδοξε, ῥαγεὶς δὲ ἀπηνέστατα τὰ σκέλη Ἅγιε, ἀνῆλθες, πρὸς οὐράνιον δόξαν, κατηγλαϊσμένος, ὠς Μάρτυς νικηφόρος.
ώμῃ θεϊκῇ ἠγωνισμένος, στεφάνῳ ἀθανασίας κεκαλλώπισαι, τὸ δὲ θεῖον σκῆνός σου, ῥιφὲν ἐν τῷ φρέατι, φῶς θεῖον ἐπεσκίασεν ἐμφαῖνον ἅπασιν, ἣν εὕρηκας, οὐράνιον δόξαν, Μάρτυς Ζαχαρία, σὺν Ἀθλητῶν τοῖς δήμοις.
Θεοτοκίον.
γιον τεκοῦσα τῶν Ἁγίων, ὡς μόνη ὑπεραγία καὶ πανάμωμος, τὸν καθαγιάζοντα, ἡμᾶς θείᾳ χάριτι, Χριστὸν τὸν Παντοκράτορα Παντοβασίλισσα, ἁγίασον, καὶ κάθαρον Κόρη, δεινῶς μολυνθεῖσαν, ψυχήν μου ταῖς ἀπάταις.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σκέλη σου ῥαγείς, τὸν δρόμον ἐτέλεσας, τοῦ μαρτυρίου σου, Ζαχαρία ἔνδοξε, καὶ τῶν Μαρτύρων χοροῖς ἠρίθμησαι, τὸ ἅγιον δὲ σκῆνός σου φέρον τὰ στίγματα, τοῦ Σωτῆρος, φῶς θεῖον ἐδόξασε, τὸ ῥιφὲν ἀπηνῶς ἐν τῷ φρέατι.
σον Ἀθληταῖς, τοῖς πάλαι διήνυσας, ἀγῶνα Ἅγιε, γνώμῃ οὐρανόφρονι, καὶ ἰσοστάσιος τούτων γέγονας, δόξῃ τῇ ὑπὲρ ἔννοιαν τοῦ Παντοκρατόρος, Ὃν δυσώπει, δοῦναι τοῖς τιμῶσί σε, Ζαχαρία εἰρήνην καὶ ἔλεος.
Μνήμην τὴν σεπτήν, τῆς σῆς ἑορτάζουσα, Μάρτυς ἀθλήσεως, ἡ ἐνεγκαμένη σε, Ἀρταίων πόλις καλεῖται χαίρουσα, τὰς Πάτρας ἐν αἷς ἤθλησας, πρὸς εὐφροσύνην κοινήν, ἃς ἀπαύστως, Ζαχαρία φύλαττε, ἀσινεῖς χαλεπῶν περιστάσεων.
λος τῷ φωτί, τῆς ἄνω λαμπρότητος, περιχεόμενος, Ζαχαρία Ἄγιε, τὸ νοῦ νοός μου σκότος διάλυσον, φωτὶ τῶν σῶν δεήσεων, καὶ τὸν παρόντα μου ὕμνον δέξαι, ὡς δῶρον εὐπρόσδεκτον, καὶ πταισμάτων μοι αἴτει τὴν ἄφεσιν.
Θεοτοκίον.
ψιστον Θεόν, τεκοῦσα ἐν σώματι τὸν ἀπερίγραπτον, κόσμον ἀναπλάττοντα, δι’ εὐσπλαγχνίαν τῆς παραβάσεως, τὸν νοῦν μου Κόρη ὕψωσον πρὸς θεῖον ἔρωτα, καὶ παθῶν μου, κόπασον τὸν τάραχον, εἰρηναίαν ζωήν μοι παρέχουσα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀρταίων πόλις Ἅγιε, πανηγυρίζει χαίρουσα, τὴν φωτοφόρον σου μνήμην, ᾀσματικῶς σε τιμῶσα, ὡς γονον εὐκλεέστατον, καὶ Μάρτυρα ἀήττητον, Χριστοῦ τοῦ Παντοκράτορος· Ὃν Ζαχαρία δυσώπει, διδόναι κόσμῳ εἰρήνην.
Θεοτοκίον.
Ἁγνὴ θεοχαρίτωτε, εὐλογημένη Δέσποινα, ἡ τετοκυῖα ἀφράστως, τὸν ὑπερούσιον Λόγον, πάσης ὀργῆς καὶ θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, σκέπε τῇ Σῇ χρηστότητι, τοὺς ἀφορῶντας ἀπαύστως, πρὸς τὴν θερμήν Σου πρεσβείαν.










Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἀρταίων πόλις χορεύει ἐπὶ τῇ μνήμῃ σου, καὶ συγκαλεῖται πάντα, φιλομάρτυρα δῆμον, ὑμνῆσαι Ζαχαρία τὴν ἱεράν, καὶ ἁγίαν σου ἄθλησιν, δι’ ἧς λαμπρῶς ἐδοξάσθης ὡς τοῦ Χριστοῦ Νεομάρτυς ἐνθεώτατος.

Ἐν Πάτραις Μάρτυς ἀθλήσας Χριστοῦ τῷ ἔρωτι, ὀφρὺν τὴν μαινομένην, τῆς ἀπάτης καθεῖλες, θεόφρον Ζαχαρία μαρτυρικῇ, καὶ γενναίᾳ ἐνστάσει σου, καὶ τῶν στεφάνων τῆς δόξης ἐν οὐρανοῖς, ἠξιώθης ἀγαλλόμενος.

Μαστίγων πεῖραν ὑπέστης στεῤῥῷ φρονήματι, καὶ τῶν σκελῶν τὴν ῥῆξιν, τὴν ἐπώδυνον Μάρτυς· ἐντεῦθεν ἀνελήλυθας ἐν χαρᾷ, πρὸς τὴν ἄνω λαμπρότητα, καταβαλὼν Ζαχαρία τῶν δυσμενῶν, τὴν ἰσχὺν δυνάμει κρείττονι.

Ὀσμῆς ἀῤῥήτου ἐπλήσθη τὸ δεσμωτήριον, ἡνίκα ἀπεδίδως, τὴν ψυχήν σου Κυρίῳ, καὶ φῶς τῷ σῷ λειψάνῳ ἀπ’ οὐρανοῦ, κατελθὸν πᾶσιν ἔδειξε, τῶν σῶν ἐπάθλων τὸ κλέος τὸ θαυμαστόν, Ζαχαρία καὶ λαμπρότητα.

Δόξα. Ἦχος πλ. α΄.
Τῇ μαρτυρικῇ ἐνστάσει, τῆς θείας ἀγάπης τὴν ἰσχύν, πᾶσιν ὑπέδειξας, Ζαχαρία θεόφρον· θεολήπτῳ γὰρ ψυχῇ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, θυμὸν τυράννων ὑπεριδών, καὶ σαρκὸς φθειρομένης μὴ φεισάμενος· καὶ νομίμως ἀθλήσας, τὸ βραβεῖον τῆς νίκης ἐκομίσω, παρὰ τοῦ ἀθλοθέτου Σωτῆρος. Διὸ Ἄρτα ἡ πατρίς σου, ἀγαλλιᾶται τῇ δόξῃ σου, καὶ Πάτραι τιμῶσί σε, λαμπρυνθεῖσαι τοῖς ἄθλοις σου· αἷς δίδου ταῖς πρεσβείαις σου, εἰρήνην σταθεράν, καὶ θείους οἰκτιρμούς, Νεομάρτυς ἔνδοξε.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Ἄρτης σεπτὸς γόνος, καὶ Πατρέων ὁ στηριγμός· χαίροις Ζαχαρία, Ἀγγέλων συμπολῖτα, μεθ’ ὧν ἡμῖν ἐξαίτει, τὸ θεῖον ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου