ΙΑΝΟΥΑΡΙΟΣ Κ΄!!
ΑΓΙΟΣ ΒΑΣΙΛΕΥΣ ΛΕΩΝ ΜΑΚΕΛΛΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α΄. Ὢ τοῦ παραδόξου
θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἡ ἁγνὴ καὶ ἄμωμος, ὡς κρήνην
ὑπερχειλῆ, θείας χρήστοτητος, τῷ Λέοντι τῷ κλεινῷ, προμηθουμένη ἡμῶν ἀπεκάλυψε,
τὴν ταύτης θείαν πήγην, ὡς Σιλιωὰμ κολυμβήθραν θεόβρυτον· ἐξ αὐτῆς γὰρ
ἀναβλύζει, ὕδωρ τὸ ἁλλόμενον, καὶ ψυχῶν καὶ σωμάτων, ἀποπλύνει ἀῤῥωστήματα.
Βαβαὶ
τῆς Σῆς προμηθείας ἁγνή! ὡς γὰρ ἐπηγγείλω, Ἄνακτα θεόστεπτον, ἐλαίῳ πνευματικῆς
ἀγαλλιάσεως, ἀνέδειξας ἀληθῶς, ὥσπερ οἰκεῖον θεράποντα Ἄχραντε, τὸν Λέοντα τὸν
πιστόν, Ὀρθοδοξίας τῇ δόξῃ κοσμούμενον· ὅθεν ἀληθείας ῥάβδου, εὐσεβῶς διώκησεν,
ὡς βασίλειον κλῆρον, τὸν λαὸν τὸν περιούσιον.
Ὡς
ἀλουργίδα ὑπέρλαμπρον, εὐκλεῶς φορέσας, πίστιν τὴν ἀμόλυντον, διέπρεψας
εὐσεβῶς, Λέων πανάριστε· ὡς θεῖος γὰρ τεθηνώς, τὴν Ἐκκλησίαν τοῦ Λόγου
διέθρεψας, καὶ φύλαξ πανευπρεπής, τοῦ ἱεροῦ θησαυροῦ ἐχρημάτισας· ἐξ’ ποὗ μάκαρ
καὶ σκορπίσας, δαψιλῶς τοῖς χρήζουσι, Βασιλείας τῆς ἄνω, χαρμοσύνως ἐπιβέβηκας.
Δόξα.
Ἦχος β΄.
Δικαιοσύνης
περιποιησάμενος τὸν πλοῦτον, βασιλικῆς καθέδρας ἠξίωσας, Λέων παμμακάριστε· τῇ
προτυπωθείσῃ γὰρ ἐπωνυμίᾳ, κατάλληλον ἁρμόσας ζωήν, τῆς Βασιλίδος τῶν οὐρανῶν
μύστης ἀναδέδειξαι· ὅθεν βασιλικῷ σου βρυχήματι, τῶν αἱρετικῶν διαλύσας τὰς
φάλαγγας, στύλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας ὤφθης· διὸ ἑορτάζει σου, ἀξιοπρεπῶς
τὰ μνημόσυνα.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ
Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα (Κεφ. 61, 10-62,5
Αγαλλιάσθω
ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης,
ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. καὶ ὡς γῆ
αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος
δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ
διὰ ῾Ιερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν
μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν
δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ
ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ
οὐκέτι κληθήσῃ Καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι ῎Ερημος· σὺ γὰρ
κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ
ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν
οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως
εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
Λιτή.
Ἦχος α΄.
Τῶν
ἀνάκτων τὴν δόξαν, καὶ τοῦ Εὐαγγελίου τὸν τρόφιμον, Λέοντα τὸν ἔνδοξον,
ᾀσματικῶς τιμήσωμεν· οὗτος γὰρ τῇ τῆς Θεοτόκου προνοίᾳ μυστικῶς καταρδευθείς,
τὴν ζωηφόρον ταύτης πηγήν, ὡς πέτραν ἐν ἐρήμῳ πολύῤῥητον ἀληθῶς ἀνεῦρον· ἐξ ἧς
ὁ νέος Ἰσραήλ, τὸ μέλι τὸ οὐράνιον, κατὰ Δαυΐδ ποριζόμενος κραυγάζει· πότισον
ἡμᾶς Δέσποτα, ἐκ τῆς ποιότητος τοῦ οἴκου Σου, καὶ ῥᾶνον ἡμῖν τῆς εὐσπλαγχνίας
Σου τὸν γλυκασμόν, ταῖς τοῦ Σοῦ θεράποντος πρεσβείαις ὡς φιλάνθρωπος.
Ἦχος
β΄.
Βασιλικὴν
ἠμφιεσμένος πορφύραν, τῆς οὐρανίου Βασιλείας ἐραστής, Λέων ἐχρημάτισας· ἐν γὰρ
τῷ θείῳ καρποφορήσας θελήματι, υἱὸς ἐδείχθης ἐν φωτί, τοῦ ἀθανάτου Βασιλέως· Ὃν
ἡμῖν ἱλέωσαι, τὸν φύσει εὐδιάλμητον.
Ἦχος
γ΄.
Ὡς
νεφέλη φωταυγής, ἡ τοῦ ἀνάρχου φωτὸς γεννήτρια, ἐπιστάσα Λέων ἐφώνει σοι· ἐν τῷ
ἄλσει εἰσδραμών, τὸ τῆς εὐλογίας μου ὕδωρ εὑρήσει ποῦ κείμενον· ἐξ οὗ ἀντλήσας
περιφανῶς, ὡς θεόβρυτος ποταμός, τὴν πόλιν τοῦ Θεοῦ τοῖς σοῖς ὁρμήμασιν
εὔφρανας· τῇ δι’ ἐπαγγελίας γὰρ ἐξουσίᾳ, τῆς τρισηλίου ἀρχῆς τῇ εὐδοκίᾳ,
πανσόφως ἐχρήσω ἔνδοξε. Καὶ νῦν ἡμᾶς οἰκείωσαι, τῷ πάντων βασιλεύοντι.
Δόξα.
Ἦχος δ΄.
Τῇ
τοῦ βίου σου χρηστότητι, ὁ τῆς δικαιοσύνης προσχὼν πρύτανις, εἰς μέγιστον
θρόνον, τῆς βασιλείας σε ὕψωσεν· ἐν ᾧ ὡς λύχνος ἀναλάμψας, τὴν Ἐκκλησίαν
ἐφαίδρυνας, τῇ μεγαλοπρεπείᾳ τῶν τρόπων σου. Τῶν γὰρ σκήπτρων τὸ κλέος, πρὸς
αἶνον καὶ δόξαν, τοῦ ὑπερουσίου ἔθου Βασιλέως· διὸ ἀξίως σὲ ἠμείψατο, Λέων Ἄναξ
ἔνθεε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
ὁ χειμάῤῥους τῆς τρυφῆς, ἡ θεοχαρίτωτος Κόρη, ἡ τοῦ ἐλέους πηγή, βρύσιν τὴν
ἀδάπανον, καὶ ζωηδώρητον, ἐν τῇ πόλει τοῦ Βύζαντος, εὐδόκησε κόσμῳ, ἐμφανῆ
ποιήσασθαι, δι’ ἀγαθότητα, τότε, σὲ διάκονον Λέων, τῆς ἀνακαλύψεως ταύτης, ὡς
πιστοῦ θεράποντες ἀνέδειξε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Ὅτε,
ἐπελάβου τῶν ἰχνῶν, τῆς ἀκουτισθείσης ὀμφῆς σοι, Λέων ὑπέρτιμε, τότε ὥσπερ
ἔλαφος, διψῶσα ἔδραμες, πρὸς πηγὴν τὴν θεόβρυτον, τῆς Ἁγνῆς Παρθένου, ἐξ ἧς τὸ
ἀθάνατον νάμα ἐπλούτησας· ὥσπερ, κορεσθεὶς ὁδηγήσας, τὴν τῶν πηρωθέντων ὀμμάτων,
θαυμασίων ἴασιν ἐκτήσατο.
Στ.: Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο
ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Ὅτε,
βασιλέα σε πιστόν, τῆς ἐκλελεγμένης μερίδος, Ἄναξ ὁ ἄναρχος, Λέων καταστήσατο,
ὡς ὑπηρέτην Αὐτοῦ, εὐσεβείᾳ διέπρεψας, καὶ ἄξιος ὤφθης, τῆς ἐνθέου κλήσεως,
ἐργάτης ἔνδοξε· ὅθεν, Βασιλείας τῆς ἄνω, τὰ ὑπερκαλλῆ ἐκληρώσω, καὶ
ἀχειροποίητα ἀνάκτορα.
Δόξα.
Ἦχος πλ. β΄.
Ὡς
εὐσεβείας ὑπουργός, τῶν θεοπαραδότων ὅρων, Λέων πανεύφημε, ἔπαλξις γέγονας· σὺ
γὰρ ὡς ζηλωτὴς ἔργων θεοφιλῶν, πανευπρεπὲς ἄγαλμα, ἐν βασιλεῦσιν ὤφθης· ὅθεν
εἰρηνικῶς βασιλεύσας, εἰρήνην αἰώνιον ἐν τῇ ἀϊδίῳ ἀπολαύσει, παρὰ Θεοῦ εἰκότως,
εὗρες μακάριε. Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς
φωνῆς ἐπακούσας τῆς Θεομήτορος, τὴν πηγὴν ἀπεκάλυψας τὴν ζωήῤῥυτον, ἐξ ἧς
ἐπλήσθης δαψιλῶς, θείας χρηστότητος· ὅθεν διέπρεψας ἐν γῇ, ὥσπερ Ἄναξ εὐσεβής,
Ὀρθοδοξίᾳ ἐκλάμπων, Λέων ἀνάκτων τὸ κλέος, τῆς Θεοτόκου φίλε γνήσιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
Ἄναξ εὐσεβής, καὶ θεράπων τοῦ Λόγου, διέλαμψας πιστῶς, βασιλεύσας ὁσίως· διό σε
ἡ οὐράνιος, Βασιλεία ἐδέξατο, Λέων ἔνδοξε, ἐν ᾗ ἀπαύστως δυσώπει, δοῦναι
ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, τοῖς σὲ μακαρίζουσι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
Μήτηρ τοῦ Θεοῦ, καὶ πηγὴ εὐσπλαγχνίας, ἐγνώρισας ἁγνή, τῷ πιστῷ Σου οἰκέτῃ, τὴν
κρήνην Σου τὴν ἔνθεον, εἰς ἡμῶν περιποίησιν· μεθ’ οὗ ἅπαντες, μεγαλοφώνως
ὑμνοῦμεν, καὶ δοξάζομεν, τὰς δυναστείας Σου Κόρη, βροτῶν ἀνακαίνισις.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ
χρίσματι, ὁ πάντων Ἄναξ, σὲ ἡγίασαι, τοῦ βασιλεῦσαι, ἁγιασθεὶς τὸν φιλόθεον τὸν
τρόπον σου, ἔνθεν τὸν θρόνον ποικίλας τοῖς ἔργοις σου, ἄρχων ἡγούμενος ὤφθης
περίοπτος· Λέων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὀμφῆς
κρείττονος, ἠξιωμένος, ὡς ἀνάπλεως, θείας ἀγάπης, προμηθείᾳ τῆς ἁγνῆς
Θεομήτορος, ἐπὶ τὸ ἄλσος σπουδαίως εἰσέδραμες, καὶ εὐλογίας τὸ ὕδωρ ἀνεύρηκας·
ὅθεν ἔψαλλες, τῇ μόνῃ ἀχράντῳ ἔνδοξε· χαῖρε τῆς συμπαθείας μέγα πέλαγος.
Μετὰ
τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μιμητὴς
γενόμενος, θεόφρον Λέων, τοῖς ἐνθέοις τρόποις σου, τοῦ Βασιλέως Ἰησοῦ,
συμβασιλεύειν ἠξίωσας, εἰς τοὺς αἰῶνας, σὺν τούτῳ γηθόμενος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
παντὸς Βασίλισσα, Θεογεννῆτορ, ἐμφανῆ κατέστησας, τὴν κεκρυμμένην Σου πηγήν, ἐν
Βασιλίδι τῶν πόλεων, διὰ πιστοῦ ὑπηρέτου Σου ἄχραντε.
Οἱ ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.: Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο
ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Εὐαγγέλιον, κατὰ Ματθαῖον:
Εἶπεν ὁ Κύριος· Γρηγορεῖτε, ὅτι οὐκ
οἴδατε... (Ζήτει τῇ Λ΄ Σεπτεμβρίου).
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Θεοστέπτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱκετεύειν
τὸν τῶν ὅλων Βασιλέα, Λέων παμμάκαρ, μὴ παύσῃ ἀεί, ὑπὲρ τῶν εἰλικρινῶς
ἀνυμνολογούντων σε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Λέων
εὐφημείσθω, ὁ θεόφρων Ἄναξ. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Λέμψεσιν
ἄχραντοις ἀληθῶς, καταστραπτόμενος Λέων μακάριε, φωτισμόν μοι βράβευσον,
φωτιστικαῖς σου πρεσβείαις πρὸς Κύριον, μέλψαι τὰ σεπτά σου, καὶ εὐκλεὴ
προτερήματα.
Ἔχων
τὴν διάνοιαν ἀεί, προσατενίζουσαν φόβῳ τῷ κρείττονι, βίον ἀνεπίληπτον, ἀπὸ
παιδὸς ἠγκάλισω θεόληπτε, ἐντολῶν τῶν θείων, τὴν ἐργασίαν ἑλόμενος.
Ὥσπερ
ἀφθαρσίας ὑετός, τῆς Θεοτόκου ἡ θεία προμήθεια, Λέων σὲ ἀρδεύσασα, χειραγωγὸς
ἀσφαλής σοι ἐγένετο, πρὸς εὕρεσιν μάκαρ, τῆς κρήνης τῆς πολυχεύμονος.
Νόμῳ
ἰθυνόμενος σεπτῷ, χριστομιμήτου ἀγάπης ἐν Πνεύματι, ἐν ὁδῷ προήρησο, τῷ
τυφλωθέντι συμπάσχειν μακάριε· ὅθεν τῆς Παρθένου, ὕδατι θείῳ δεδόξασαι.
Θεοτοκίον.
Ἔφης
οὐρανόθεν ἀψευδῶς, τῷ Σῷ θεράποντι Λέοντι Δέσποινα· εἰσελθὼν ἐρεύνησον, ἔνδον
τοῦ δάσους, ἐν ᾧ κατακέκρυπται, εὐεργεσιῶν μου, τὰ διαυγέστατα νάματα.
ᾨδὴ
γ΄. Ὁ μόνος εἰδώς.
Ὑψώσας
τὸ ὄμμα τῆς ψυχῆς, καὶ ἅπασαν τὴν αἴσθησιν, τῇ ἀστραψάσῃ ὕψωθεν χάριτι, πέλειαν
εἶδες Λέων ἀμίαντον· ὅθεν χαίρων ἤντλησας, ὡς ὕδωρ ἁλλόμενον, ἐκ πηγῆς τῆς
Παρθένου τὰ νάματα.
Φωτὸς
κατηξίωται αὐγῆς, ὁ πηρωθεὶς τὸ πρότερον, ὥσπερ νιψάμενος ἐκ τοῦ ὕδατος, τῆς
ζωηφόρου πηγῆς ἐκ πίστεως· ὅθεν ἐμεγάλυνε, οὖν σοὶ Λέων ἔνδοξε, τῆς ἡμῶν
σωτηρίας τὴν κλίμακα.
Ἡ
χάρις τοῦ Πνεύματος σοφέ, ὡς μῦρον ἐκκενούμενον, τῇ κεφαλῇ σου Λέων
θεομακάριστε, σὲ βασιλέα πιστὸν ἀνέδειξε, τῷ Χριστῷ κραυγάζοντα· Ἅγιος εἶ
Κύριε, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
Θεοτοκίον.
Μητέρα
Θεοῦ Σὲ ἀληθῆ, Παρθένε πανακήρατε, Λέων ὁ μέγας ὡς ἐπιστάμενος, ναὸν περίδοξον
Σοὶ ἐδείματο, ἐν ᾧ τὸ ἁγίασμα, τῆς Σῆς ἀγαθότητος, Σιλωὰμ κολυμβήθρα ἐγνώρισται.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βασίλειον
ἔνδυμα ἐνδεδυμένος φαιδρῶς, οἰκέτης πιστώτατος τοῦ Βασιλέως Χριστοῦ, ἐδείχθης
θεόσοφε· ὅθεν τῆς ἀσαλεύτου, βασιλείας ὁ κλῆρος, δέδοταί σοι ἀξίως, ὡς
ἀντάμειψις θεία· ἐν ᾗ τῶν εὐφημούντων σε Λέων μακάριε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Βασίλισσα
πέφυκας τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Παρθένε πανάμωμε ὡς τετοκυῖα Θεόν, γενόμενον
ἄνθρωπον· ὅθεν τῇ Σῇ ἐλλάμψει, αὐγασθεὶς ὁ Σὸς Λέων, ἤγειρέ Σοι προθύμως,
ἱλαστήριον μέγα, ἐν ᾧ ὕδατί Σου οἱ προσιόντες ἀποκαθαίρονται.
ᾨδὴ
δ΄. Ὄρος σὲ τῇ χάριτι.
Ἔργων
τῇ φαιδρότητι, ἠθῶν τε σεμνότητι, κεκοσμημένος ἀληθῶς, δικαιοσύνης εὐπρεποῦς,
πιστῶς ἐβασίλευσας, τῆς σκηπτουχίας κεράσας τὸ ἔλαιον, τῶν εὐκελῶν ἀρετῶν τῇ
ποιότητι.
Ἴασιν
καὶ λύτρωσιν, εὑρὼν ὁ ἀόμματος, τῇ μεσιτείᾳ σου σοφέ, ὡς κατετρύφησε πιστῶς,
ναμάτων τῆς χάριτος, μεγαλοφώνως σὺν σοὶ ἀνεκήρυττε, τὰ μεγαλεῖα τῆς μόνης
Θεόπαιδος.
Σύνεσιν
ὡς στέφανον, φορέσας περίδοξον, καὶ τὴν εὐσέβειαν σοφέ, εἰς ἁλουργίδα φωταυγῆ,
λαμπρῶς περιθέμενος, περικυκλούσας τὸν θρόνον σου ἔσχηκας, ὡς θεραπαίνας καλῶν
τὴν κατάκτησιν.
Θεοτοκίον.
Θαύμασιν
ἐφαίδρυνας, ὡς ἄστροις πανύμνητε, τὸν λογικόν Σου οὐρανόν, ναὸν τὸν θεῖον καὶ
σεπτόν, ὃν Σοὶ καθιέρωσε, Λέων ὁ μέγας ἐν Ἄναξι Δέσποινα, ἐκπληρωθείσης τῆς Σῆς
ὑποσχέσεως.
ᾨδὴ
ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ὠκείωθης
τῇ τοῦ βίου καθαρότητι ἔνδοξε, τῷ τὰ σκήπτρα σοι θεόφρον ἱερῶς ἐγχειρίσαντι,
Λέων λειτουργήσας καθαρῶς, τῇ γεννησάσῃ τοῦτον, ὥσπερ εὐγνώμων τῆς χάριτος.
Ὀμβροφόρος
ὡς νεφέλη ἀοράτως ἐφέστηκε, καὶ πηγὴν τὴν ζωηφόρον Λέων σοὶ ἐφανέρωσεν, ἡ πηγὴ
τῶν θείων δωρεῶν, ἡ στάξασα ἐν κόσμῳ, τὸν ὄμβρον τὸν ὑπερούσιον.
Θεραπεύσας
ἐθέλησας συμπαθείᾳ κεντούμενος, τοῦ πηροῦ Λέων παμμάκαρ, τὴν τοῦ δίψους
ξηρότητα, θείας ἀληθῶς ἐπισκοπῆς, τῆς Κεχαριτωμένης, περιφανῶς κατηξίωσας.
Θεοτοκίον.
Ἐφ’
ὑδάτων ὑπερώων Θεοτόκε ἀνέβλυσας, τὴν ζωήῤῥυτόν Σου Κρήνην ἐν τῇ πόλει τοῦ
Βύζαντος, ἥνπερ ἐμφανῆ κόσμῳ παντί, τῇ Σῇ χειραγωγίᾳ, Λέων ὁ θεῖος κατέστησεν.
ᾨδὴ
στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Ὀρέων
αἰωνίων τὸ περίοπτον, ὄρος καὶ ἐμφανέστατον, ἡ τέξασα Θεὸν σωματικῶς, ὡς πέτραν
γλυκασμὸν ζωῆς βλαστάνουσαν, Λέων σοφέ, πηγὴν τὴν θείαν σοι ἐφανέρωσε.
Φωνῆς
ἀκηκοὼς τῆς Θεομήτορος, ὥσπερ διψῶσα ἔλαφος, εἰσέδραμες τῷ ἄλσει ἐν χαρᾷ, καὶ
ἰδὼν τὸν λόγον ἐκπληρούμενον, ῥεῖθρον καινόν, ἐν τῇ καρδίᾳ Λέων ἐπλούτησας.
Ῥημάτων
τῆς Παρθένου ὧν ὑπέσχετο, Λέων ἰδὼν τὴν ἔκβασιν, ἐγένου βασιλέων καλλονή, καὶ
θεοπρεπὲς ἁγιαστήριον, πανευσεβῶς, τῇ δοξάσῃ Σε ᾠκοδόμησας.
Θεοτοκίον.
Ὡς
βρύσις εὐσπλαγχνίας ἀνεξάντλητος, Παρθενομῆτορ ἔμβρησας, τὰς τῶν δωρημάτων Σου
ῥοάς, τῇ σεπτῇ πηγῇ Σου ὑπὲρ ἔννοιαν, ἐξ ἧς ἡμῖν, τῶν ἰαμάτων ῥεῖθρα
προέρχονται.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς
κολυμβήθραν Σιλωὰμ θεοχαρίτωτον, καὶ κρήνην θείαν ἐξ Ἐδὲμ ἀναπηγάζουσαν, τὴν
πηγὴν τῆς Θεοτόκου ξένως ἀνεῦρες· ἀλλ’ ὡς Ἄναξ ἐστεμμένος θείῳ Πνεύματι,
Βασιλεῖ τῷ ἀθανάτῳ καθοδήγησον, τοὺς βοῶντάς Σοι· χαίροις Λέων ὑπερτιμε.
Ὁ
Οἶκος.
Ἄνασσα
ἡ τῶν ὅλων, ὡς θερμόν σε οἰκέτην, Ἄνακτα θεοσεβῆ δεικνύει· τὴν γὰρ ταύτην
ἐφευρὼν πηγήν, ἀξίως τῆς τιμῆς πεπολίτευσαι· διὸ τῇ σκηπτουχίᾳ σου ἰθυνόμενοί
σοι βοῶμεν·
Χαῖρε,
τὸ κλέος τῶν ἀνασσόντων·
χαῖρε,
τὸ σθένος τῶν Ὀρθοδόξων.
Χαῖρε,
Ζωοδόχου Πηγῆς ἀνακάλυψις·
χαῖρε,
τεθλιμμένων ψυχῶν ἀνακούφισις.
Χαῖρε,
τοῦ ζωοδότου γνησιώτατος τύπος·
χαῖρε,
τῆς Θεοτόκου ἀκραιφνέστατος φίλος.
Χαῖρε,
θεσμῶν τῆς πίστεως ἔρεισμα·
χαῖρε,
δεινῶν αἱρέσεων σύντριμμα.
Χαῖρε,
Χριστοῦ κοινωνὲ Βασιλείας·
χαῖρε,
φωτὸς μέτοχε ἀφθαρσίας.
Χαῖρε,
Λέων ὑπέρτιμε.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἁγίου βασιλέως Λέοντος Μακέλλη τοῦ Μεγάλου τοῦ Θρακός, τοῦ
ἀνακαλύψαντος τὴν Ζωοδόχον Πηγὴν ἐν Κωνσταντινουπόλει.
Ἄνακτα πιστὸν
τὸν Λέοντα τὸν μέγαν,
ἔστεψε Χριστὸς οὐρανοκράτωρ Ἄναξ.
ἔστεψε Χριστὸς οὐρανοκράτωρ Ἄναξ.
Εἰκάδι Λέων
περίκλυτος θυμὸν θεουδῆ ἀπέπνει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου
Τὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ;
Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου.
Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου.
Οὗτος,
ἦν ἐπὶ τῆς βασιλείας Γρατιανοῦ, ἐν Μελιτινῇ τῇ κατὰ Ἀρμενίαν Μητροπόλει, ἐκ
Παύλου καὶ Διονυσίας, εὐγενῶν τινῶν, γεννηθείς, κατὰ τὸν μέγαν Ἰωάννην, ἐκ
στειρωτικῆς καὶ ἀκάρπου γαστρός. Ὅθεν, καὶ τὴν κλῆσιν κατ’ ἐπαγγελίαν ἔσχεν,
εὐθυμεῖν τοῖς γεννήτορσιν, ὑπὲρ φονῆς δεομένοις, φωνῆς ἄνωθεν ἐνεχθείσης.
Οὗτος, μετὰ τὴν τοῦ πατρὸς τελευτήν, προσάγεται παρὰ τῆς μητρὸς Εὐτρωΐῳ τῷ
μεγάλῳ, τῆς Μελιτινῆς ἐπισκόπῳ, καὶ παρ’ αὐτοῦ τῇ τάξει τῶν κληρικῶν
καταλέγεται. Γενόμενος δὲ περὶ τὴν τῶν ἱερῶν μαθημάτων συλλογὴν ἐπιτήδειος, καὶ
πάντας τοὺς κατ’ αὐτὸν ἀσκήσει, καὶ ταῖς πρὸς ἀρετὴν ἐπιδόσεσιν ὑπερβαλών, ἀναγκάζεται
τὴν τοῦ Πρεσβυτέρου χειροτονίαν λαβεῖν, καὶ τῶν ἱερῶν ἀσκητηρίων καὶ
μοναστηρίων τὴν ἐπιμέλειαν δέξασθαι.
Ἔννατον
δὲ καὶ εἰκοστὸν ἔτος ἄγων, τὰ Ἱεροσόλυμα καταλαμβάνει, καὶ ἔν τινι τῶν κατ’
ὄρος σπηλαίων, μετὰ τοῦ Ὁσίου Θεοκτίστου συνδιαιτᾶτα, ἔνθα χαλεπῶν νοσημάτων
πολλοὺς ἀπήλλαξε. Λέγεται δὲ καὶ οὗτος, ἐν ὀνόματι Κυρίου, ἐκ βραχέων πάνυ καὶ
μικρῶν ἄρτων, τετρακοσίους, τῇ Μονῇ καθ’ ὁδὸν παραβαλόντας αὐτῷ, διαθρέψαι. Οὐ
μόνον δὲ αὐτός, ἐν δυνάμει Θεοῦ, στείρωσιν λύσας ἐξῆλθεν, ἀλλὰ καὶ ἑτέρας ἀτέκνους
γυναῖκας δι’ εὐχῆς εὐτέκνους καὶ γονίμους ἀπέδειξε. Καὶ κατὰ τὸν μέγαν Ἠλίαν,
καὶ οὗτος θύρας ἀνέωξεν οὐρανοῦ, καὶ τὴν γῆν, ἀκαρπίαν νοσοῦσιν, ἰάσατο.
Ἐδήλωσε δὲ τοῦ Ὁσίου τὴν ἔνδον λαμπρότητα καὶ ὁ τοῦ πυρὸς στύλος, ὅν,
ἱερουργοῦντος αὐτοῦ τὴν ἀναίμακτον θυσίαν, οὐρανόθεν εἴδον οἱ περιεστῶτες
κατελθόντα, καὶ συμπαρεστῶτα τῷ Ὁσίῳ, μέχρι πέρας ἔλαβεν ὁ τῆς θυσίας καιρός.
Τὸ δὲ τὰς διαθέσεις τῶν προσιόντων τῆς θείας κοινωνίας μετασχεῖν νοερῶς
καθορᾷν, καὶ τίς μὲν αὐτῶν μετὰ καθαροῦ συνειδότος, τίς δὲ ἐσπιλωμένος
πρόσεισι, τῆς παντελοῦς δήπου καθάρσεως καὶ ἁγνείας σημεῖον ἐστίν. Οὗτος ὁ
μακάριος, γενόμενος ἐτῶν 97, πρὸς Κύριον ἐξεδήμησεν, ἐπὶ τῆς βασιλείας Λέοντος
τοῦ μεγάλου.
Ἦν
δὲ τὸ εἶδος εὐπρεπής, τὸν τρόπον ἁπλοῦς, τὸ χρῶμα λευκός, τὴν ἡλικίαν εὐσταλὴς
καὶ σεμνός, πολιὸς τὴν τρίχα, τὴν ὑπήνην μέχρι τῶν μηρῶν καθεικώς. Λέγεται δὲ
περὶ αὐτοῦ, ὅτι τινὸς μέλλοντος τελευτᾷν μοναχοῦ, ὃς ἐνομίζετο μὲν τοῖς πολλοῖς
σώφρων καὶ ἐγκρατής, οὐκ ἦν δέ, ἀλλὰ τοὐναντίον ἀκόλαστος, ἑώρα ὁ μακάριος
Ἄγγελον, μετὰ τριόδοντος τὴν ψυχὴν αὐτοῦ ἐκσπῶντα, καὶ ἅμα φωνῆς ἀκοῦσαι, τὰ
κρυπτὰ τῆς αἰσχύνης δηλούσης τοῦ μοναχοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Βάσσου, Εὐσεβίου, Εὐτυχίου
καὶ Βασιλίδη
Χεῖρας Βάσσου
τέμνουσι χεῖρες δημίων,
Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας.
Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος,
Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει.
Εὐτύχιον διεῖλον εἰς μέρη τρία,
θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία.
Ἀποῤῥαγῆναι μὴ θέλων Βασιλίδης,
Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα.
Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας.
Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος,
Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει.
Εὐτύχιον διεῖλον εἰς μέρη τρία,
θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία.
Ἀποῤῥαγῆναι μὴ θέλων Βασιλίδης,
Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα.
Οὗτοι,
ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, πλούτῳ βρίθοντες, καὶ τῆς συγκλήτου
μετέχοντες βουλῆς. Προσῆλθον δὲ τῷ Χριστῷ, καὶ τὸ εἰς αὐτὸν ἔλαβον Βάπτισμα,
τὸν ἐπίσκοπον Θεόπεμπτον ἰδόντες ταῖς βασάνοις ἐγκαρτεροῦντα, καὶ παράδοξα
θαύματα τῇ τοῦ Χριστοῦ ἐνεργοῦντα δυνάμει. Ὅθεν καὶ προσαχθέντες τῷ βασιλεῖ,
ἀφαιροῦνται πρῶτον τὰς ζώνας, εἶτα διαφόρους δέχονται τοῦ βίου ἐξαγωγάς. Ὁ μὲν
γὰρ Ἅγιος Βάσσος, εἰς βόθρον με΄χρι τῶν μηρῶν ἐμβληθείς, καὶ τὰς χείρας
ἐκτμηθείς, καὶ ὅλον τὸ σῶμα κατακοπείς, τὸ πνεῦμα παρέδωκεν. Ὁ δὲ Ἅγιος
Εὐσέβιος, κατὰ κεφαλῆς κρεμασθείς, κατὰ μέρος πέλυξι διῃρέθη. Ὁ δὲ Ἅγιος
Εὐτύχιος, τέσσαρσι πάλοις βιαίως ἐκταθείς, διεμερίσθη τριχῇ. Ὁ δὲ Ἅγιος
Βασιλίδης, μαχαίρᾳ ἀναῤῥήγνυνται τὴν γαστέρα· καὶ οὕτω τὸν τοῦ μαρτυρίου
στέφανον ἐκομίσαντο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύων· Ἰννᾶ, Πιννᾶ καὶ Ῥιμμᾶ
Θάλψις
δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους,
Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους.
Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους.
Οὗτοι,
χώρας τινὸς τῆς κατ’ Ἄρκτον ὑπάρχοντες, παρὰ τῶν εἰδωλομανούντων βαρβάρων
συσχεθέντες, τῷ τῆς χώρας παρέστησαν ἄρχοντι. Ὅς, ὁμολογήσαντας τὸν Χριστόν,
κατεδίκασε διὰ κρύους τελειωθῆναι. Δεσμοῦνται οὖν ξύλοις ὀρθίοις, μέσον παγεῖσι
τοῦ ποταμοῦ, ὥρᾳ χειμῶνος, ὅτε τῷ ψύχει διαφέρον ἦν οὐδὲν τῶν ἀκινήτων σωμάτων,
πεπηγὸς τὸ ὀλισθηρὸν τοῦ ὕδατος, καὶ ἀκίνητον μεῖναν· κᾂν τούτῳ τὸ τοῦ βίου
δέχονται πέρας, τὰς μακαρίας αὐτῶν παραδόντες ψυχὰς εἰς χεῖρας Θεοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ τελώνου
Καλεῖ σε
Πέτρε Χριστὸς ἐκ τελωνίου,
Πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου.
Πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου.
Οὗτος,
ἐπὶ τῆς βασιλείας Ἰουστινιανοῦ, πατρίκιος χρηματίσας, πάσης τῆς Ἀφρικῆς τὴν
διοίκησιν ἐπεπίστευτο. Παντελῶς δὲ ἄσπλαγχνος ὢν καὶ ἀνελεήμων, ἐπιγραφεὶς
ὀνόματι φειδωλός, παρὰ πᾶσιν ἦν τε
καὶ ἐλογίζετο. Διὸ τῶν πτωχῶν τις πείρας ἕνεκεν αὐτῷ προσελθών, ἥτει
ἐλεημοσύνην· ὁ δέ, τῶν ἄρτων ἁρπάσας ἕνα (καὶ γὰρ ἔτυχε τότε τὸν ἀρτοποιόν,
τοὺς παρασκευασθέντας κομίζειν ἄρτους)· μετὰ θυμοῦ κατὰ τοῦ πένητος ὡσεὶ λίθον
ἠκόντισεν. Οὕτω δύω παρῆλθον ἡμέραι, καὶ ὁ Πατρίκιος, νόσῳ κατάσχετος γεγονώς,
ἑαυτὸν ἑώρα τῶν πρακτέων λόγους ὑπέχοντα. Εἶτα καὶ ζυγὸς ἐδόκει παρεῖναι,
διακρίνων ἑκάτερα· οὗ κατὰ μὲν τὴν λαιὰν πλάστιγγα, μέλανας ἔβλεπε
συναθροιζομένους, καὶ πολλὰ τῶν αὐτοῦ πράξεων ἄτοπα τῇ πλάστιγγι κατατιθέντας·
κατὰ δὲ τὴν δεξιάν, λευχείμονας μὲν ἄνδρας καὶ φοβεροὺς τὴν μορφήν, μηδὲν δὲ
ἀγαθός τι σταθμίσαι παρεξευρίσκοντας πλὴν τοῦ ἄρτου ἐκείνου, ὃν μετὰ θυμοῦ κατὰ
τοῦ πένητος ἔβαλεν. Αὐτίκα τοίνυν διαναστάς, καὶ ἅπασαν αὐτοῦ τὴν περιουσίαν
πένησι διανείμας καὶ αὐτὰ τὰ ἱμάτια δοὺς πτωχῷ τινι, τὸν Χριστὸν εἶδε καθ’
ὕπνους ταῦτα ἐνδεδυμένον. Καὶ διὰ τοῦτο προσέθετο καὶ ἑαυτὸν πωλῆσαι, καὶ
δοῦναι τὸ τίμημα πτωχοῖς. Ἀναγνωρισθῆναι δὲ μέλλων μετὰ τὸ διαπωλῆσαι ἑαυτόν,
τοῦ πυλωροῦ κωφεύοντος διανοίξας τὰ ὦτα, καὶ λαλεῖν παρασκευάσας, τῷ ἐπιτάξαι
ἀνοίξαι αὐτῷ φυγάς, καταλαμβάνει τὰ Ἱεροσόλυμα, εἶτα τὴν Κωνσταντινούπολιν· ἐν
ᾗ καὶ ἀνεπαύσατο ἐν Κυρίῳ, καὶ κατετέθη ἐν τῇ τοποθεσίᾳ τοῦ Βοός, ἐν τῷ ἰδίῳ
οἴκῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θύρσου καὶ Ἁγνῆς
Θύρσος σὺν
Aγνῇ Χριστὸν ἠγαπηκότες,
Θάνατον ἠγάπησαν ἀσμένως πάνυ.
Θάνατον ἠγάπησαν ἀσμένως πάνυ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος
Ἄννης τῆς Ῥωμμαίας
Ἄννα ποθοῦσα
τὸν νοητὸν νυμφίον,
Αὐτῷ προσῆλθε διὰ τοῦ μαρτυρίου.
Αὐτῷ προσῆλθε διὰ τοῦ μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυρας Ζαχαρίας ὁ ἐξ Ἄρτης, ἐν Πάτραις, ἐν
1782, τὰ σκέλη σχισθείς, τελειοῦται
Σκελῶν πλατυσμῷ ἐν πλάτει οἰκεῖς πόλου,
ὦ Ζαχαρία, καὶ βραβεῖον λαμβάνεις.
ὦ Ζαχαρία, καὶ βραβεῖον λαμβάνεις.
Εἰκάδι Ζαχαρίας, σκέλη σχισθεὶς πρυμνά,
Θεῷ ἤρθη.
Οὗτος,
ὥρμητο ἐξ Ἄρτης τῆς κατὰ τὴν Ἤπειρον, καὶ ἤθλησε τῷ 18ῳ αἰῶνι. Ἔκ τινος γὰρ
συμβεβηκότος ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν, καὶ ἐγένετο Μωαμεθανός· καὶ
ἀναχωρήσας τῆς πατρίδος, παρεγένετο ἐν ταῖς κατὰ τὴν Πελοπόννησον Παλαιαῖς
Πάτρας, ἔνθα τὴν τῶν γουνῶν κατεργασίαν μετήρχετο. Ἐντυχὼν βίβλῳ τινί, ἧς ἡ
κλῆσις ``Ἁρματωλῶν Σωτηρία``, καὶ τῇ
ταύτης μελέτῃ τελείας μετανοίας γεωργήσας τοὺς καρπούς, ὡς ὁ τῶν Ἀποστόλων
κορυφαῖον Πέτρος, ἐπτερώθη τῷ πρὸς Χριστὸν ἔρωτι, καὶ πόθον θεῖον συνέλαβε
μαρτυρῆσαι ὑπὲρ τῆς πατρώας πίστεως. Δοκιμασθεὶς δὲ καταλλήλως, καὶ
προγυμνασθεὶς πνευματικοῦ πατρὸς ὁδηγία, ἀπεδύσατο τοῖς ἀθλητικοῖς σκάμμασι·
καὶ παραστὰς τοῖς δυσσεβέσιν, ὡμολόγησε διατόρῳ φωνῇ τοῦ Κυρίου τὸ ὄνομα,
θριαμβεύσας καὶ διέλεγξας τὴν πλάνην αὐτῶν, μηδόλως πτοηθεὶς τυραννικὴν μανίαν
καὶ ἰταμότητα, καὶ βασάνων ἐπιφοράς. Ἐπαλλήλοις δὲ ῥαβδισμοῖς σκληροῖς καὶ
λίθων κρούσεσι, καὶ δεσμοῖς καὶ φυλακαῖς ἀκλόνητον φανείς, ἤνυσε τὸν δρόμον,
σχισθεὶς τὰ σκέλη· ἐν φρουρᾷ γὰρ ὢν ἐγκάθειρκτος, καὶ ὑπερμέτρως, τυραννικῇ
θηριωδίᾳ, τοὺς πόδας διατανυσθείς, διεῤῥάγη, καὶ εἰπῶν: Κύριε, εἰς χεῖράς Σου παρατίθημι τὸ πνεῦμά μου, ἐκομίσατο τὸν τοῦ
μαρτυρίου ἄφθαρτον στέφανον, ἅπαν δὲ τὸ δεσμωτήριον, ἐπὶ τῇ τελειώσει τοῦ
Μάρτυρος, ἀῤῥήτου πέπλησται εὐωδίας. Ἔνθεν ἀπηνήναντο οἱ ἀντικείμενοι δοῦναι
τοῖς Χριστιανοῖς τὸ μαρτυρικὸν σῶμα πρὸς ταφήν, ἀλλὰ σύραντες αὐτό, ἔῤῥιψαν ἔν
τινι ξηρῷ φρέατι, ἐν τῇ περιοχῇ τῇ σημερινῇ τῆς Ἁγίας Τριάδος, ἐν ᾧ ῥιφθεὶς
ἔστη ἐπὶ τῶν γονάτων ὁ Ἅγιος, τῇ δὲ ἐπιούσῃ νυκτί, φῶς θεῖον φανὲν ἐπὶ τοῦ
φρέατος, αἰσχύνης πολλῆς ἐπλήρωσε τοὺς Ἀγαρηνούς· οἵτινες χώμασι καὶ ἄλλαις
ὕλαις, ἐν μανίᾳ, ἐκάλυψαν τὸ φρέαρ, καὶ οὕτω τὸ θεῖον ἀποκέκρυπται καὶ
ἀθλητικὸν σκῆνος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Εὐθυμίου
τοῦ ἡσυχαστοῦ καὶ Λαυρεντίου τοῦ ἐγκλείστου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, ἀρχιεπισκόπου Τυρνόβου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου
Πεττάι, τοῦ Ἱερομάρτυρος Ἐσθονίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ Τόμσκ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Σὲ τὴν νοητήν.
Νόμῳ
Θεοῦ, κυβερνῶν τὸν βίον σου, πηδαλιοῦχος δεξιός, ὤφθης βασιλείας τῆς σεπτῆς·
ταύτης γᾶρ τοὺς οἴακας, Χριστός σοι δεδώρηται, προεγνωκώς σου τὰς χάριτας, ὁ
αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἀγγελικῆς,
συναυλίας ἔνδοξε, φωτοφανῶς ἀξιωθείς, τοῦ παμβασιλέως Ἰησοῦ, ἐν μεθέξει
γέγονας, εἰς τὰ ὑπερκόσμια οἰκήσας ἀνάκτορα, ἔνθα ἀΐδιος αἴγλη, θεουργικῶς
καταυγάζεται.
Νάμα
ζωῆς, ὡς ὕδωρ ἁλλόμενον, ὡς ἀφθαρσίαν ἀληθῆ, τῆς ἀειπαρθένου καὶ ἁγνῆς, θείαις
ἐπινεύσεσιν, ὑπουργῶν ἀνεύρηκας, ἔνδον τοῦ δάσους πανεύφημε, τὴν ζωοδόχον
κρήνην, πνευματικῶς διανέμουσαν.
Ἄρχων
λαοῦ, προμηθείᾳ κρείττονι, κατασταθεὶς προφητικῶς, στήλην τε καὶ τύπον σεαυτόν,
καλῶν ἔργων ἔδειξας, Λέων παναοίδιμε, τοῖς εὐσεβῶς ἀνακράζουσιν· ὁ αἰνετὸς τῶν
Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Ξένα
ἀεί, πέλουσι τὰ θαύματα, τῆς ζωηφόρου Σου Πηγῆς, νόσους γὰρ ἰᾶται χαλεπάς, λύει
ἁμαρτήματα καὶ ἐλαύνει πνεύματα, τῆς πονηρίας ἑκάστοτε, εὐλογημένη Παρθένε·
ὅθεν πιστῶς Σε δοξάζομεν.
ᾨδὴ
η΄. Ἐν καμίνῳ Παῖδες.
Γῆν
τὴν τῶν πραέων ἀσφαλῶς, κατακληρονομήσας, κατάσχεσιν αἰωνίαν, ἐκληρώσω ἐκ Θεοῦ,
κραυγάζων θεόστεπτε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπιπνοίας
θείας μετασχών, ἀῤῥήτῳ εὐδοκίᾳ, τῆς μόνης Ἀειπαρθένου διήκουσας αὐτῇ, καὶ πόθῳ
ἐκραύγαζες· εὐλογῶ Σε εὐλογημένη Θεογεννῆτορ, καὶ τῆς Σῆς δυναστείας, τὸ κράτος
μεγαλύνω, εἰς πάντας τοὺς αἰῶνας.
Ῥάβδον
βασιλείας εὐσεβοῦς, ἐγχειρισθεὶς θεόθεν, τὴν τοῦ Λόγου μερίδα διώκησας,
θεοφρόνως, καὶ ψάλλων ἐκραύγαζες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον
ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄνωθεν
ἡ χάρις Σου ἁγνή, ὡς δρόσος ἐπουρανία, ἀπαύστως κατερχομένη, ἐν τῷ ὕδατι τῆς
Σῆς Πηγῆς παναμώμητε, παθημάτων ἄνθρακας ἀποσβεννύει, καὶ ῥῶσιν πρυτανεύει,
τοῖς ὑπερυψοῦσι, τὴν Σὴν μεγαλωσύνην.
ᾨδὴ
θ΄. Τύπον τῆς ἁγνῆς.
Στέφος
ἀφθαρσίας εἴληφας, ὑπερφυεῖ ἐλλάμψει καλλωπιζόμενον, Λέων σοφέ, καὶ ὥσπερ Ἄναξ
πιστώτατος, Βασιλεῖ τῷ ἀφθάρτῳ παρέστηκας, λαμπρῶς ἐστολισμένος, τὴν ἀληθῆ
μεγαλειότητα.
Ἶρις
νοητὴ ἀνέλαμψας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, Λέων πανάριστε, ἔργων σεμνῶν, τῇ
ποικιλίᾳ κοσμούμενος, ὡς ἐν χρόαις ἀΰλοις τοῦ Πνεύματος· διὸ τοὺς σὲ τιμῶντας,
τῇ φωταυγείᾳ σου καταύγασον.
Μένει
εἰς αἰῶνα ἅπαντα, τὸ εὐαγές σου Λέων ὄντως μνημόσυνον· σὺ γὰρ θερμῶς, ὑπὲρ
τιμὴν τὴν βασίλειον, ἀρετὴν τὴν ἁγίαν ἠγάπησας· διὸ ἐν τῇ Τριάδι, ἄλλον οἰκεῖόν
σε παρέστησεν.
Οἶκον
θαυμαστόν Σοι δέδωκεν, εἰς αἰωνίαν κατοίκησιν ὁ φιλάνθρωπος, ἐν τῇ Σιὼν τῇ
οὐρανίᾳ μακάριε, προσδεχθεὶς τὴν σεπτὴν ὑπουργίαν σου· ἐξ οὗ συμπαθῶς νεῦσον,
τὴν ὑμνωδίαν μου δεχόμενος.
Θεοτοκίον.
Ὕδωρ
διαυγὲς καὶ ἄφθαρτον, ἐν τῇ ψυχῇ μου στάξον κρήνη πολύῤῥυτε, Σὲ δυσωπεῖ, Λέων ὁ
θεῖος θεράπων Σου, Θεοτόκε ἁγνὴ ἀειπάρθενε· φλογμῷ γὰρ παθημάτων, ὁ Σὸς ἱκέτης
ἀναλίσκομαι.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Χριστὸν
πιστῶς θεραπεύσας, Λέων ἐν βίῳ εὐσεβῆ, διάδημα καὶ πορφύραν, ἐδέξω
μεγαλοπρεπῶς, ὧν τῇ τιμῇ ὡς βαθμίδι, πρὸς θείαν δόξαν ἐχρήσω.
Θεοτοκίον.
Ὁ
οὐρανὸς τῆς δόξης, ἡ Θεοτόκος Μαριάμ, ὡς κεκλεισμένην κρήνην, χάριτος θείας
δαψιλοῦς, Σοὶ ἀνεπέτασε Λέων, Πηγὴν αὐτῆς τὴν ἁγίαν.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων
Τῇ
βασιλείῳ σου κλήσει καλλωπιζόμενος, τῆς πάντων Βασιλίσσης, πιστὸς μύστης
ἐδείχθης, ἧς τῇ ἐπινέυσει καθυπουργῶν, τὴν πηγὴν τὴν θεόβρυτον, ὡς ἰαμάτων
ἀκένωτον θησαυρόν, Λέων ἅπασιν ἐγνώρισας. (Δίς)
Τῆς
ἐξουσίας τὰ σκήπτρα ὡς κλῆρον ἅγιον, ὁ τῶν ἀνάκτων Ἄναξ, σοὶ δεδώρηται Λέων·
ὅθεν Ἐκκλησίας προασπιστής, ἀῤῥαγὴς ἐχρημάτισας, καὶ τὸν λαὸν τοῦ Κυρίου πανευσεβῶς,
θείοις νόμοις ἐκυβέρνησας.
Τῆς
ὑπὲρ νοῦν Βασιλείας τὴν ὡραιότητα, κληρονομήσας Λέων, ὡς θεράπων τοῦ Λόγου,
πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, συμπαθείας τὸ πέλαγος, τῆς ἀληθοῦς σωτηρίας τὴν
ἀπαρχήν, τὴν ἁγνὴν Παντοβασίλισσαν.
Δόξα.
Ἦχος πλ. α΄.
Προοιμιαζομένη
μυστικῆς, τὴν ἐσομένην ὑπεροχήν σου ἡ τοῦ Λόγου Μήτηρ, οἰκεῖόν σε ἐπεσπάσατο
διάκονον· τὴν γὰρ ἀφανῆ αὐτῆς πηγήν, ἐμφανῆ τῷ κόσμῳ ποιῆσαι, διὰ σοῦ
ηὐδόκησεν· ὅθεν τῇ χειρῇ αὐτῆς, τὸ εὐκλεὲς ἀναδησάμενος διάδημα, ὡσεὶ ἐλαία
ἐξήνθησας τὸν ἀληθῆ προφητικῶς ἁγιασμόν· δι’ οὗ καὶ ἡμᾶς ἁγίασον, Λέων
παμμακάριστε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὕδωρ
ἐξαντλήσας ζωοποιόν, ἐκ τῆς θείας κρήνης, τῆς Παρθένου Λέων σοφέ, ὄμβροις τοῦ
σοῦ βίου, ὡς ἀμπελῶνα θεῖον, ἀρχὴν σοὶ τὴν δοθεῖσαν, πλουσίως ἤρδευσας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου