Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 30. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΚΛΕΟΠΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ Λ΄!!
ΚΛΕΟΠΑΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Μακάριος ἀνήρ, ἱστῶμεν στίχους στ’  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μαθητὴς καὶ Ἀπόστολος, τοῦ Σωτῆρος γενόμενος, τῆς χορείας σύσκηνος καὶ συνάριθμος, τῶν Ἑβδομήκοντα δέδειξαι, Κλεόπα πανεύφημε, Ἀποστόλων τοῦ Χριστοῦ, καὶ ὡς ἄστρον πολύφωτον, κόσμῳ ἔφανας, εὐσεβείας ἀΰλῳ δᾳδουχίᾳ· διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωτοφόρον γεραίρομεν.

Τὴν δι’ οἴκτον ἀμέτρητον, εἰς βροτῶν ἀναγέννησιν, τοῦ Δεσπότου κένωσιν τὴν ἀπόῤῥητον, ψυχῇ εὐθείᾳ μεμύησαι, καὶ τούτου τὰ ῥήματα, ὡς γῆ πίων δαψιλῶς, ἐν καρδίᾳ δεξάμενος, κόσμῳ ἤνεγκας, σωτηρίας διδάγματα Κλεόπα, ὡς τοῦ Πνεύματος δοχεῖον, ὡς θεηγόρος Ἀπόστολος.

Τῷ Σωτῆρι συνώδευσας, σὺν Λουκᾷ τῷ θεόφρονι, μετὰ τὴν τριήμερον τούτου ἔγερσιν, εἰς Ἐμμαοὺς πορευόμενος, Κλεόπα μακάριε, διανοίγοντι σαφῶς, τὰς Γραφάς σοι τοῦ Πνεύματος, Οὗ τῷ ἔρωτι, πυρωθεὶς τῇ καρδίᾳ θεῖος κήρυξ, τῶν παθῶν αὐτοῦ ἐδείχθης, καὶ τῆς ἐκ τάφου ἐγέρσεως.

Ἐκ τῆς αἴγλης τοῦ Πνεύματος, λαμπρυνθεὶς τὴν διάνοιαν, ὡς Χριστοῦ Ἀπόστολος ἐνθεώτατος, εἰς πάντα κόσμον ἐξέλαμψας, Κλεόπα θεόσοφε, ὥσπερ θεία ἀστραπή, τῆς ἀπάτης τὴν ζόφωσιν, θείοις λόγοις σου, διαλύων καὶ πάντας καταυγάζων, τῷ φωτὶ τῷ ἀνεσπέρῳ, Εὐαγγελίου τῆς χάριτος.

Τὴν ἀήττητον δύναμιν, περιφέρων Ἀπόστολε, τοῦ οἰκεῖον μύστην Κλεόπα δείξαντος, περιεγένου ἐν χάριτι, ἐχθρῶν τῆς δυνάμεως, καὶ σοφίας κοσμικῆς, καὶ τῷ λόγῳ τῆς πίστεως, προσενήνοχας, τῶν ἐχθρῶν τὰς ἀγέλας τῷ Σωτῆρι, ὡς καρπὸν τῶν σῶν καμάτων, καὶ προσφορὰν πολυτίμητον.

Τὸν ἀγῶνα τὸν κάλλιστον, ὦ Κλεόπα διήνυσας, καὶ σοφῶς ἐπηύξησας ὅ σοι δέδωκεν, ὁ σὸς Διδάσκαλος τάλαντον, ὡς θεῖος Ἀπόστολος, καὶ θεόφρων λειτουργός, μυστηρίων τῆς χάριτος· ὅθεν εἴληφας, ἐκ χειρὸς τοῦ Κυρίου τοὺς στεφάνους, ὑπὲρ πάντων ἱκετεύων, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. β΄.
Τῆς ἀῤῥήτου οἰκονομίας τοῦ Λόγου, μυσταγωγὸς ἐχρημάτισας, Κλεόπα θεόφρον· πόθῳ γὰρ θείῳ ἐμφιλοχωρῶν τοῖς κρείττοσι, τελειοτέρας χάριτος ἠξιώθης, πάσης ἀποστὰς γηΐνης σχέσεως, καὶ μακάριος γέγονας, ὡς καθαρὸς τῇ καρδίᾳ, τῇ τοῦ ἐπιφανέντος ἐν σαρκὶ κοινωνίᾳ. Αὐτὸν ἱκέτευε θεόπτα Ἀπόστολε, πάσης ἀνάγκης ῥύεσθαι, τοὺς χαρμονικῶς σε γεραίροντας, καὶ ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, ἱλασμὸν καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 3-9)
Ἀδελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι ( εἰ δέον ἐστί ) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. 








Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 13-19)
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. 

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 11-24)
Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν. 






Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὴν χάριν τοῦ Πνεύματος, δεξάμενος Ἀπόστολε, τοῦ Εὐαγγελίου τῆς χάριτος, ὑποφήτης ἐδείχθης, βίῳ γὰρ καὶ λόγῳ λελαμπρυσμένος, ὡς ἀστραπὴ τῇ οἰκουμένῃ, κατὰ Δαβὶδ τὸν θεῖον ἔφανας, καὶ τῷ φωτὶ Κυρίου ἐσημειώσω, τοὺς τῇ πλάνῃ ἐζοφωμένους, ἀνακαινίσας τούτους, υἱοθεσίας τῷ βαπτίσματι. Καὶ νῦν τὰ ἄνω Βασίλεια ἐπαξίως κληρωσάμενος, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε, Κλεόπα θεοδόξαστε.

Ὁ αὐτός.
Τῷ σαρκωθέντι Λόγῳ, δι’ ἄκραν ἀγαθότητα, ἀκολουθήσας Ἀπόστολε, μεγάλης δόξης ἠξίωσαι, καὶ μείζονος χάριτος ἔτυχες. Μακάριος εἶ, καὶ θαυμαστόν σου τὸ ἀξίωμα, ὅτι ἑώρακας καὶ ἤκουσας, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακῦψαι. Σὺν αὐτοῖς ἀπαύστως πρέσβευε, Κλεόπα θεόφρον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Τῆς εὐσεβείας τὸν πλοῦτον, ταῖς πενομέναις ψυχαῖς ἐσκόρπισας, Κλεόπα μακάριε· ὡς γὰρ θεῖος Ἀπόστολος, τὴν ἐν Χριστῷ αἰωνίαν λύτρωσιν, τοῖς δεδουλωμένοις τῇ ἀπάτῃ τοῦ ὄφεως, γλώσσῃ σοφοῇ ἐκήρυξας, καὶ τοῦ ἐχθροῦ τὰ σκεύη ἁρπάσας, τοὺς δεξαμένους τὸν λόγον σου, σεσωσμένους Θεῷ προσήγαγες, διὰ τοῦ αἵματος τοῦ Υἱοῦ αὐτοῦ. Διὸ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, πρεσβευτήν σε προβαλλόμεθα, ὑπὲρ ἡμῶν πρὸς Κύριον θερμότατον.

Ἦχος β΄.
Λειτουργήσας ψυχῇ εὐθείᾳ, τῇ τοῦ Χριστοῦ οἰκονομίᾳ, ξενοπρεπῶς δεδόξασαι, Κλεόπα θεηγόρε. Μετὰ γὰρ τὴν τριήμερον ἔγερσιν, τοῦ Διδασκάλου καὶ Σωτῆρος, εἰς Ἐμμαοὺς τούτῳ συμπεπόρευσαι, ἐν ἑτέρᾳ μορφῇ, καιομένῃ καρδίᾳ, τῇ ἀγάπῃ αὐτοῦ. Καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐπέγνως αὐτόν, καὶ ἔνθους ἐβόας· ὄντως ἠγέρθη ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ὁ αὐτός.
Τὸν Μαθητὴν Χριστοῦ καὶ Ἀπόστολον, Κλεόπαν τὸν θεόπτην, ᾀσματικοῖς ἐπαίνοις καταστέψωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· χαίροις, τῆς ἀληθείας κήρυξ ἐνθεώτατε, καὶ τοῦ ψεύδους καθαιρέτα ἰσχυρέ· χαίροις, τῶν δωρεῶν τοῦ Πνεύματος, θησαυρὲ οὐράνιε, ὁ τῷ λόγῳ τῆς χάριτος, πλουτίζων ψυχάς· χαίροις, τῶν Ἑβδομήκοντα μυστῶν τοῦ Σωτῆρος, ἀκροθίνιον ἱερόν, καὶ τῆς Ἐκκλησίας ἀγλάϊσμα· ἣν φύλαττε ἀσάλευτον, ταῖς πρὸς τὸν Θεὸν πρεσβείαις σου.



Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ μαθητὴς τοῦ Χριστοῦ, ὁ μαθητεύσας τὰ οὐράνια δόγματα, καὶ πάντας μυσταγωγήσας, τῆς εὐσεβείας τὸ φῶς, τὸ φωτίζον πάντα μάκαρ ἄνθρωπον. Δι’ οἷς ἑωράκαμεν, τὸν ἀνέσπερον Ἥλιον, τῷ φωταυγεῖ σου, θεηγόρε κηρύγματι, γνώσει κρείττονι, καὶ τῆς πίστεως ὄμμασιν· ὅθεν Αὐτὸν ἱκέτευε, Κλεόπα Ἀπόστολε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν παναοίδιμον μνήμην σου, δοθῆναι τοῖς πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὤφθη, δι’ εὐσπλαγχνίαν πολλήν, σαρκὸς ἐν εἴδει ὁ ὑπέρθεος Κύριος, καὶ κόσμῳ συνανεστράφη, τῆς αἰωνίου ζωῆς, ἅπασι τὸν πλοῦτον προτιθέμενος· ἐντεῦθεν οἰκεῖόν σε, Μαθητὴν καὶ Ἀπόστολον, καὶ ὑπηρέτην, ἱερὸν ἀπειργάσατο, τῆς καρδίας σου, προειδὼς τὴν εὐθύτητα· ὅθεν αὐτοῦ τὴν ἄφραστον, ἐκήρυξας κένωσιν, καὶ τὰ ἑκούσια πάθη, καὶ τὴν ἐκ τάφου Ἀνάστασιν, Κλεόπα θεόφρον, δι’ ἧς εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίρων, ἀκολουθήσας Χριστῷ, τὰ ὑπὲρ λόγον ἐμυήθης μυστήρια, Ἀπόστολε θεοφόρε, τῆς Βασιλείας Αὐτοῦ, καὶ γνῶσιν ἐδέξω τὴν σωτήριον· διὸ καὶ συνώδευσας, μετὰ Πάθος τὸ ἅγιον, σὺν Λουκᾷ τῷ θεόφρονι, ὄψει ἑτέρᾳ ἔνδοξε, εἰς Ἐμμαοὺς καὶ συνέφαγες, καὶ καιομένῃ καρδίᾳ, τούτῳ Κλεόπα ὡμίλησας. Αὐτοῦ τῆς ἀγάπης, καὶ ἡμῖν ἄναψον μάκαρ, τὸ πῦρ τὸ ἄϋλον.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ λόγῳ τῆς χάριτος, τὰς τῶν ἀπίστων ζωρήσας ἀγέλας, ὡς ὀψώνιον προσήγαγες, τῷ Διδασκάλῳ Ἀπόστολε. Καὶ ἀξίους ἐξ ἀναξίων ἀνέδειξας, τοὺς πάλαι τῇ πλάνῃ δουλεύοντας καὶ στόμα ὤφθης Θεοῦ, τὰ θεῖα φθεγγόμενος δόγματα. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, ἱκέτευε Κλεόπα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄.
Ἀπόστολε Ἅγιε Κλεόπα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ὁ αὐτός. Θείας πίστεως.
Γνῶσιν ἔνθεον, εἰσδεδεγμένος, συναρίθμιος, τῶν τοῦ Σωτῆρος, Ἀποστόλων Ἑβδομήκοντα πέφηνας, καὶ εὐσεβείας τὴν χάριν ἐκήρυξας, τοῖς ἐν τῇ πλάνῃ Κλεόπα Ἀπόστολε. Ἀλλὰ πρέσβευε Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστῷ μαθητευθείς, ἐμυήθης τὰ θεῖα, καὶ πᾶσι τοῖς βρότοις, ἀνεκήρυξας μάκαρ, τὴν θείαν ἐνανθρώπησιν, τοῦ Σωτῆρος δι’ ἔλεος· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἁγίαν σου, καὶ παναοίδιμον μνήμην, Κλεόπα Ἀπόστολε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, ἐκύησας ἡμῖν, ἀνασώζοντα κόσμον, φθορᾶς καὶ καταπτώσεως, καὶ δεινῆς κατακρίσεως, καὶ διέμεινας, μετὰ τὸν τόκον Παρθένος, ἀειπάρθενε, εὐλογημένη Μαρία, βροτῶν καταφύγιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐσεβείας δόγμασι, κόσμῳ ἀστράψας, ὡς Χριστοῦ Ἀπόστολος, υἱοὺς ἀνέδειξας φωτός, τοὺς τῇ ἀπάτῃ δουλεύοντας, θεῖε Κλεόπα· διὸ εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν σαρκὶ ἐκύησας, Παρθενομῆτορ, ὑπὲρ νοῦν καὶ ἔννοιαν, τὸν ὑπερούσιον Θεόν, θεοποιοῦντα δι’ ἔλεος, τοὺς ἀνυμνοῦντας, Αὐτοῦ τὴν χρηστότητα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀπόστολος καὶ ὑπηρέτης Χριστοῦ, πιστῶς διηκόνησας τῇ εὐδοκίᾳ Αὐτοῦ, Κλεόπα μακάριε· ὅθεν τὸν σὸν ἀγῶνα, θεοφρόνως ἀνύσας, στέφος ἀθανασίας, ἐπαξίως ἐδέξω, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν, τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς θρόνος πυρίμορφος τὸν Ποιητὴν τοῦ παντός, σαρκὸς ὁμοιώματι ἐπιφανέντα ἐκ Σοῦ, κρατεῖν ἐν ἀγκάλαις Σου. Τοῦτον ἀεὶ δυσώπει, οἵα Μήτηρ Παρθένε, πάσης ἡμᾶς ἀνάγκης, καὶ κακίας ῥυσθῆναι· πρὸς Σὲ γὰρ Θεοτόκε, θερμῶς καταφεύγομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, λέγομεν τὸ Ε’ Ἑωθινόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀποστολικῶς Χριστῷ εὐαρεστήσας, καὶ τὸ δοθέν σοι τάλαντον αὐξήσας, τῆς χαρᾶς τοῦ Κυρίου ἠξίωσαι, Κλεόπα Ἀπόστολε. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, θερμαῖς σου παρακλήσεσι, τοὺς πόθῳ τελοῦντας τὴν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου οὗ ἡ ἀκροστιχίς: Τὴν σήν, Κλεόπα, γεραίρω μνήμην. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Τράνωσον τὴν γλῶσσάν μου σοφέ, τῇ δεδομένῃ Κλεόπα σοι χάριτι, ἵνα μακαρίσω σου, τὴν εὐαγῆ πολιτείαν Ἀπόστολε· δι’ ἧς τοῖς ἐν κόσμῳ, ὡς θεαυγὴς φωστὴρ ἔλαμψας.
Ηὔγασαι ἀΰλῳ φωτισμῷ, τοῦ σαρκωθέντος δι’ οἶκτον Θεοῦ ἡμῶν, τούτῳ συγγινόμενος, γνώμῃ εὐθείᾳ Κλεόπα μακάριε· ἔνθεν ἐμυήθης, τούτου τὴν ἄῤῥητον κένωσιν.
Νόμοις τοῦ Σωτῆρος πειθαρχῶν, εὐηγγελίσω Αὐτοῦ τὸ σωτήριον, σοφίᾳ τῇ ἄνωθεν, τοῖς ἐν νυκτὶ τῆς ἀπάτης καθεύδουσιν, οὓς καὶ ἀπειργάσω, τέκνα φωτὸς διὰ πίστεως.
Θεοτοκίον.
Σάρκα ἐξ αἱμάτων Σου ἁγνῶν, δίχα τροπῆς καὶ φυρμοῦ προσλαβόμενος, Λόγος ὁ ὑπέρθεος, διπλοῦς ὡράθη τῷ κόσμῳ δι’ ἔλεος, ἄχραντε Παρθένε, καὶ τὸν Ἀδὰμ ἀνεμόρφωσε.

ᾨδὴ γ’. Ὁ μόνος εἰδώς.
χάρις τοῦ Πνεύματος ὡς φῶς, τῇ σῇ ψυχῇ σκηνώσασα, σὲ φωτοφόρον λύχνον ἀνέδειξε, τῆς εὐσεβείας τὴν θείαν ἔλλαμψιν, ἅπασι πυρσεύσαντα, Κλεόπα Ἀπόστολε, καὶ τὴν γνῶσιν Χριστοῦ τὴν σωτήριον.
Ναμάτων ἀΰλων πληρωθείς, τὸ ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν ὄντως τὴν ὑπερκόσμιον, ἀπὸ χειλέων σου πᾶσιν ἔβλυσας, τοῖς φλεχθεῖσι πρότερον, παθῶν ὑπεκκαύμασι, θεηγόρε Κλεόπα μακάριε.
Κατεῖδες Χριστὸν εἰς Ἐμμαούς, μετὰ τὴν τούτου ἔγερσιν, συμπορευόμενος καὶ συνέφαγες, καὶ ἀνεφλέχθης Αὐτοῦ τῷ ἔρωτι, Κλεόπα Ἀπόστολε, ἡνίκα διήνοιγε, τὰς Γραφὰς σὺν Λουκᾷ σοι τῷ μάκαρι.
Θεοτοκίον.
Λεόντων με ῥῦσαι νοητῶν, ἀεὶ τῶν ἐφορμώντων μοι, διασπαράξαι καὶ ἀπολέσαι με, καὶ τῇ Σῇ σκέπῃ με Κόρη σκέπασον, ἵνα μὴ κατάβρωμα, τοῦ δολίου γένωμαι, Θεοτόκε ἀνθρώπων προσφύγιον.





Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ δυνάμει τῇ θείᾳ καθωπλισθείς, ὡς Χριστοῦ ὑπηρέτης καὶ μαθητής, ἀνδρείως κατέβαλες, τῶν ἐχθρῶν τὰ φρυάγματα, καὶ τὸ τῆς εὐσεβείας, τρανώσας μυστήριον, λόγῳ ὁμοῦ καὶ ἔργῳ, καὶ θαύμασιν ἔνδοξε· ὅθεν οὐρανίων, ἠξιώθης στεφάνων, τελέσας τὸν δρόμον σου, καὶ δοξάσας τὸν Κύριον, ὦ Κλεόπα Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν συλλαβοῦσα ὑπερφυῶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, ἄρας τὸν πρωτόπλαστον, τῆς ἀρχαίας ἀπήλλαξας, καὶ σωτηρίας πύλη, ἡμῖν ἐχρημάτισας, καὶ πρὸς τὸ πρῶτον κάλλος, Ἁγνὴ ἐπανάκλησις. Ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦντές σε πάντοτε, οἱ σωθέντες τῷ τόκῳ σου, καὶ πιστῶς ἐκβοῶμέν σοι· χαῖρε θησαυρὲ τῆς ζωῆς, Θεοτόκε μόνη Ἀειπάρθενε· χαῖρε κόσμου προστάτις, καὶ μέγα προσφύγιον.

ᾨδὴ δ’. Ὄρος σε τῇ χάριτι.
λαμψας ὡς ἥλιος, Κλεόπα τοῖς πέρασι, φωτιστικαῖς μαρμαρυγαῖς, τῆς εὐσεβείας δᾳδουχῶν, ἐθνῶν τὰ συστήματα, καὶ ὁδηγῶν πρὸς τὴν θείαν ἐπίγνωσιν, τοὺς σκοτισθέντας παθῶν ἀμαυρότησι.
λος ἐνθεώτατος, Χριστοῦ τῇ ἐγγύτητι, καὶ κοινωνίᾳ τῇ λαμπρᾷ, καὶ μετοχῇ θεαρχικῇ, ἐδείχθης Ἀπόστολε, καὶ τὴν θεότητα Τούτου ἐκήρυξας, τοῖς ἀθεΐαν ἀθλίως νοσήσασι.
Πόθῳ θείῳ τέτρωσαι, φλεχθεὶς τὴν καρδίαν σου, τῆς ἀγαπήσεως Χριστοῦ, πυρὶ τῷ θείῳ νοερῶς, ὡς τούτου ἠξίωσαι, τῆς ἐμφανείας μετὰ τὴν Ἀνάστασιν, εἰς Ἐμμαοὺς θεοφόρε Ἀπόστολε.
πασαν ἀπέῤῥιψας, σχολὴν τὴν ἐπίγειον, ὡς ἠκολούθησας θερμῶς, τῷ σαρκωθέντι δι’ ἡμᾶς, Χριστῷ τῷ παντάνακτι, καὶ παρ’ Αὐτοῦ ἐμυήθης τὰ ἄῤῥητα, τῆς οὐρανίου σοφίας διδάγματα.
Θεοτοκίον.
Γέγονεν ὁ τόκος Σου, βροτῶν ἀναγέννησις, καὶ τῆς φθορᾶς ἀπαλλαγῆς, καὶ πρὸς Θεὸν καταλλαγή, Παρθένε πανάμωμε· διὸ ὑμνοῦμεν τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν Θεοτόκε λοχείας Σου.










ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
πληρώθης ὦ Κλεόπα οὐρανίου συνέσεως, καὶ πολλοὺς ἀσυνετοῦντας πρὸς τὴν γνῶσιν τὴν ἔνθεον, λόγῳ σου ἐπέστρεψας σοφῷ· διό σε θείοις λόγοις, ὑμνολογοῦμεν Ἀπόστολε.
ήμασί σου τοῖς ἐνθέοις καὶ σοφίᾳ τῆς πίστεως, διελέγχεις τὰ τῆς πλάνης θεηγόρε σοφίσματα, καὶ τοὺς προσανέχοντας αὐτῇ, προσάγεις σεσωσμένους, Χριστῷ τῷ σὲ μεγαλύναντι.
ληθείας δημηγόρος ἱερὸς ἐχρημάτισας, καὶ τοῦ ψεύδους τὴν ἀπάτην διελέγχεις τρανότατα, Πνεύματι γὰρ θείῳ σοφισθείς, ξενοπρεπῶς κηρύττεις, τὰ μεγαλεῖα τῆς χάριτος.
Θεοτοκίον.
ατῆρα τῶν ἀνθρώπων καὶ Σωτῆρα κυήσασα, τὸν ἡμᾶς ἐκ τῆς κατάρας τῆς ἀρχαίας ῥυσάμενον, ἴασαι καὶ σῶσόν με ἁγνή, τὸν τετραυματισμένον, τῇ ἐπηρείᾳ τοῦ ὄφεως.

ᾨδὴ στ’. Ἐκύκλωσαν ἡμᾶς.
οαῖς ταῖς μυστικαῖς τῆς θείας χάριτος, Κλεόπα παμμακάριστε, καταρδεύσας τὰς ἀρούρας τῶν ψυχῶν, ταύτας καρποφόρους ἐναπέδειξας, καρποφορεῖν, τῆς εὐσεβείας τὰς χάριτας.
ς σύσκηνος χοροῦ τῶν Ἑβδομήκοντα, Κλεόπα καὶ συνάριθμος, Μαθητῶν καὶ Ἀποστόλων τοῦ Χριστοῦ, σὺν αὐτοῖς ἀπαύστως καθικέτευε, ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Μαράνας ἀσεβείας τὰ βλαστήματα, κηρύττων τὸν βλαστήσαντα, ὥσπερ ἄνθος ἐκ τῆς ῥίζης Ἰεσσαί, Ἰησοῦν Χριστὸν τὸν Παντοκράτορα, στέφος σοφέ, τὸ ἀμαράντινον εἴληφας.
Θεοτοκίον.
Νοός μου τὴν κατήφειαν ἀπέλασον, φωτὶ τῷ τοῦ προσώπου Σου, καὶ ψυχῆς μου σκοτασμὸν τὸν χαλεπόν, αἴγλῃ Θεοτόκε τῆς Σῆς χάριτος· Σὺ γὰρ τὸ φῶς, τὸ ἐκ φωτὸς ἡμῖν τέτοκας.

Κοντάκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Ὡς θεῖος Μαθητής, καὶ Χριστοῦ ὑπηρέτης, δογμάτων εὐσεβῶν, ὑποφήτης ἐδείχθης, Κλεόπα Ἀπόστολε, Ἀποστόλων ὁμόσκηνε· μεθ’ ὧν πρέσβευε, τῷ παντοκράτορι Λόγῳ, τοῖς αἰνοῦσί σε, λύσιν πταισμάτων δοθῆναι, καὶ χάριν καὶ ἔλεος.
Ὁ Οἶκος.
Εὐαγγελίου τῆς ζωῆς, μυσταγωγὸς ἐδείχθης, ἀκολουθήσας τῷ Χριστῷ, καὶ τῷ χορῷ τῷ ἱερῷ, τῶν Ἑβδομήκοντα Αὐτοῦ, ἀριθμηθεὶς Ἀποστόλων μάκαρ· ἐλλαμφθεὶς γὰρ τῇ τοῦ Παρακλήτου ἐλλάμψει, ὡς ἀστὴρ ἑωθινὸς ἔλαμψας τῷ κόσμῳ, καὶ τὴν γενομένην ἡμῖν ἀπολύτρωσιν, ἀῤῥήτῳ εὐδοκίᾳ, καὶ πλούτῳ οἰκτιρμῶν, τοῖς δεδουλωμένοις τῷ ἐχθρῷ, ἐκήρυξας Ἀπόστολε Κλεόπα. Ἀλλὰ τοῖς αἰνοῦσί σε, αἴτει δεόμεθα, λύσιν πταισμάτων δοθῆναι, καὶ χάριν καὶ ἔλεος.

Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα.
Οὐχ ὡς τὸ πρὶν βλέπει σε Κλεόπας, Λόγε,
ἀλλὰ τρανῶς νῦν ἐντρυφᾷ σου τῇ θέᾳ.
Τριακοστῇ Κλεόπας Χριστοῦ, ἕστακε θεείῳ θώκῳ.
Οὗτοι ἦν εἷς ἐκ τῶν Ἑβδομήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Μάρτυρος Ἀστερίου καὶ τῶν αὐταδέλφων καὶ συμμαρτύρων αὐτοῦ, Κλαυδίου, Νέωνος καὶ Νεονίλλης.
Ἀστέριος, Κλαύδιος, ἀλλὰ καὶ Νέων,
ἄθλῳ ξίφους ὤφθησαν ἀστέρες νέοι.
Ἐπὶ ξύλου ταθεῖσα ἡ Νεονίλλα,
ξύλου παλαιοῦ ἐξερεύγεται βλάβην.
Ἀστερίοιο τριακοστῇ, ἠθ’ ἑτάρων δειρὴν τάμον.
Ἐν ὑπατείᾳ Διοκλητιανοῦ τὸ πρῶτον, ἡγεμονεύοντος Λυσίου τῆς Κιλικίας, ἦσαν οἱ Ἅγιοι οὗτοι Χριστιανοί, ἀλλὰ δὴ καὶ αὐτάδελφοι, ἅμα οἰκοῦντες, καὶ χρήματα ἔχοντες ἰκανά. Τῆς οὖν μητρὸς αὐτῶν τελευτησάσης, εἶχον μητρυιάν, καὶ μετὰ ταῦτα τελευτήσαντος καὶ τοῦ πατρός, σπεύδουσα ἡ μητρυιὰ ἀποκερδῆσαι τῶν γονέων αὐτῶν τὰ πράγματα, προδέδωκεν αὐτοὺς τῷ Ἡγεμόνι ὡς Χριστιανούς. Οἱ δὲ νέοι, ἀνακρινόμενοι, εἶπον τῷ Ἡγεμόνι: Ἡμεῖς μὲν ἤδη καταφρονοῦμεν πάντων, ὦ Ἡγεμών, καὶ ἕνεκα τῆς πίστεως ἡμῶν πᾶν ἐπελθὸν ἡμῖν ὑπομενοῦμεν. Ἡ δὲ εἰς τόπον τῆς μητρὸς ἡμῶν ἐκλεγεῖσα οὐ καλῶς, οὐ τὴν θρησκείαν διεκδικοῦσα, παρέστησεν ἡμᾶς τῷ βήματί σου, ἀλλὰ τὴν πατρώαν ἡμῶν καὶ μητρώαν κληρονομίαν σπεύδουσα ἐναποκερδῆσαι, πολλὴν οὖσαν.
Ταῦτα ἀκούσας ὁ Ἡγεμών, τοῦ αὐτοῦ ἐφάνη καὶ οὗτος γενόμενος σκοποῦ, ἰδίῳ τέλει. Καὶ εὐθέως τὸν Κλαύδιον σύραντες ἐκ τεσσάρων, ῥάβδοις τὸν νώτον αὐτοῦ κατέξαινον. Εἰθ’ οὕτως ἐξ ἄκρων τῶν χειρῶν κρεμασθείς, τοὺς πόδας τοῖς ἄνθραξιν ἐνεπυρίζετο, καὶ τὰς πλευρὰς πλήκτροις κατεχαράσσετο· καὶ ὀστράκοις ἀνατρίψαντες, κατέφλεξαν ἐν παπύροις. Ὁ δὲ Ἅγιος, ὡς διόλου ἀκούων ἦν: Θῦσον τοῖς θεοῖς καὶ ἀπαλλάγηθι, ἅπαξ εἰπών. Περὶ τῆς τοῦ Χριστοῦ μου πίστεως καὶ αὐτοῦ τοῦ θανάτου καταφρονῶ, ποίει ὅ θέλεις, ἀπεκρίνατο, καὶ καταγαγόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, τῇ φυλακῇ ἐναπέῤῥιψαν.
Τὸν δὲ Ἀστέριον παρέστησαν πρὸς ὅν ὁ Λυσίας φησί: Τί σου τὸ ὄνομα; Καὶ ὡς σιωπῶν ἦν, θλασθῆναι τοὺς ὀδόντας αὐτοῦ προσέταξεν, ἀκούειν δὲ τὸν Ἅγιον διὰ τοῦ κήρυκος: Θῦσον τοῖς θεοῖς. Ὁ δε: ὁ βούλει ὦ Ἡγεμών, ποιεῖν, ποίει, ἀντέφησεν, ἐγὼ γὰρ οὐ πώποτε τὸν Χριστόν, καὶ Θεόν μου ἀρνήσομαι. Τότε, κρεμασθεὶς κατεξέετο, καὶ ἀνθρακιᾶς ὑποστρωθείσης, οἱ πόδες αὐτοῦ κατεφλέγοντο· εἶτα ῥάβδοις μαστίξαντες, τῇ φυλακῇ παραδεδώκασι, καὶ τὸν Νέωνα παρέστησαν. Ὅς καὶ τὶ τὸ ὄνομα ἐρωτηθείς, ἔφη: Εἰ τὸ ὄνομα βούλει ὦ Ἡγεμών, μαθεῖν, Νέων καλοῦμαι, πλέον δὲ τούτου ἐξ ἐμοῦ μὴ ἐλπίσῃς, αὐτάδελφος ὤν τῶν ἐμοῦ τιμωρηθέντων, διαιρεθῆναι ἀπὸ τούτων οὐ δύναμαι ἀλλὰ ὑπὲρ τῆς τοῦ Χριστοῦ μου ὁμολογίας, καὶ μὴ μένε ποιεῖν ὅ βούλει. Τότε τείναντες καὶ αὐτόν, σφοδρῶς ἔτυψαν, ὑποστρώσαντες καὶ τοῖς ποσὶν αὐτοῦ ἄνθρακας, καὶ τύψαντες ἐπὶ πολλὰς ὥρας τῇ φυλακῇ ἐναπέθεντο.
Τῇ δὲ ἑξῆς προκαθίσαντος τοῦ Λυσίου, παρέστησαν τὸν Ἅγιον Κλαύδιον. Καὶ ὁ Λυσίας: Εἰ σεαυτὸν νουθετήσας καὶ μεταβαλών, ἔφη, κρείττονος γέγονας λογισμοῦ, φράσον ἡμῖν. καὶ ὁ Ἅγιος: Τολμηρώτερός σοι παρίσταμαι ὑπὲρ τὴν χθές, ῥωμαλεώτερος καὶ θαρσαλεώτερος ταῖς βασάνοις σου γεγονώς. Καὶ εὐθέως τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ ἀσφαλῶς δήσαντες, ἀπῃώρησαν, καὶ ἀρθρέμβολα καὶ χειρολάβους ἐνεγκόντες, τοὺς ἁρμοὺς τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ ἐξήρθρωσαν, καὶ μετὰ πολλὰς ὥρας τῆς ἀναρτήσεως, καταγαγόντες αὐτὸν ἡμιθανῆ, τῇ φυλακῇ παρέδωκαν.
Ὡς οὖν παρέστη ὁ Ἅγιος Νέων, καὶ ὁ αὐτὸς πάλιν ἦν, τείναντες καὶ αὖθις τοῖς βουνεύροις κατέξαινον, καὶ τὰς προτέρας πληγὰς ἐπαναξάναντες, καὶ ἕν τραῦμα τὸ ὅλον σῶμα ἀπαρτίσαντες, τῇ φυλακῇ ἐναπέῤῥιψαν.
Τότε καὶ τὴν Ἁγίαν ἀδελφὴν Νεονίλλαν ἀχθῆναι ὁ Ἡγεμὼν ἐκέλευσε, καὶ ὡς καὶ ταύτην εὗρε στερεωτέραν πέτρας τῇ πρὸς Χριστὸν πίστει, τὸ πρόσωπον αὐτῆς τύπτειν προστάσσει, τοὺς πόδας τε ἅμα δεθῆναι, καὶ τὰ πέλματα τῶν ποδῶν αὐτῆς λώροις καταικίζεσθαι, καὶ τούτων γενομένων, ἐξ ἄκρων χειρῶν δήσαντες ἀπῃώρησαν. Εἶτα τὴν κεφαλὴν ξυρίσαντες, καὶ ἐκ τεσσάρων τείναντες, λώροις ὠμοῖς κατέξαινον τὰς σάρκας αὐτῆς. Μετὰ δὲ ταῦτα ὑπτίαν ἐν τῇ γῇ ἁπλώσαντες, ἀνθρακιὰν τεθείκασι κατὰ τῶν σπλάγχνων αὐτῆς ζέουσαν, καὶ τοῦ ζῆν διὰ ταύτης ἀπήλλαξαν. Εἰθ’ οὗτω τὸ τίμιον αὐτῆς σῶμα σάκκῳ ἐμβαλόντες, κατὰ μέσον τῆς θαλάσσης ἠκόντισαν. Τοὺς δὲ Ἁγίους Κλαύδιον, Ἀστέριον, καὶ Νέωνα, ἔξω τοῦ τείχους καρατομήσαντες οἱ στρατιῶται, βορὰν τοῖς θηρίοις ἔῤῥιψαν καὶ οὕτως ἐτελειώθησαν οἱ Ἅγιοι καὶ καλλίνικοι τοῦ Χριστοῦ Μάρτυρες καὶ αὐτάδελφοι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων.
Συγκαρτερεῖ σοι Ζηνόβιε, τὸ ξίφος,
ἡ καρτερόφρων, κἄν γυνή, Ζηνοβία.
Οὗτοι ὑπῆρχον ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ, εὐσεβῶν γεννητόρων τέκνα. Καὶ ὁ μὲν Ζηνόβιος συλληφθείς, παρέστη τῷ ἡγεμόνι. Ὡς δὲ ἠρωτᾶτο, ἐπέδωκεν ἑαυτὴν καὶ ἡ ἀδελφὴ αὐτοῦ Ζηνοβία. Τύπτονται οὖν ἀμφότεροι, καὶ εἰς λέβητα πίσσης ἐμβάλλονται. Διατηρηθέντες οὖν τῇ τοῦ Χριστοῦ χάριτι ἀβλαβεῖς, τὴν διὰ ξίφους δέχονται τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.
Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην,
Διὰ βρόχου κτείνουσιν οἱ χριστοκτόνοι.
Οὗτος, χειροτονηθεὶς ὑπὸ Πέτρου τοῦ Ἀποστόλου, ἀπεστάλη ἐν Συρακούσαις τῆς Σικελίας. Ὅς τοὺς τῶν εἰδώλων ναοὺς εὐχῇ καταστρεψάμενος, καὶ πολλοὺς πρὸς τὴν ἀλήθειαν ἐπαναγαγών, καὶ σημείοις καὶ τέρασι καταπλήξας, υἱοὺς φωτὸς ἀπειργάσατο. Ὅθεν φθόνῳ βαλλόμενοι οἱ Ἰουδαῖοι, μὴ ἐνεγκόντες τὴν παῤῥησίαν αὐτοῦ, κτείνουσιν αὐτὸν θανάτῳ βιαίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν.
Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον,
Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου.
Ἰουλιανὸς καὶ Μακάριος ξίφει,
Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην.
Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε,
Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει.
Οὗτοι οἱ Ἅγιοι ἤθλησαν ἐπὶ Δεκίου Βασιλέως ἐν Ἀλεξανδρείᾳ. Πρῶτος δὲ Ἀλέξανδρος ἐνεχθείς, καὶ μὴ δυνάμενος στῆναι ὀρθός, διὰ τὸ ποδαλγίαν νοσεῖν, σὺν Κρονίωνι, οἰκείῳ αὐτοῦ ὄντι, καμήλοις ὀχούμενος, διὰ μέσης θεατρίζονται, καὶ μετεώρως μαστιχθέντες, τέλος, ἀσβέστου ζέοντος κατ’ αὐτῶν ἐκχυθέντος, τὰ πνεύματα τῷ Κυρίῳ παρέδωκαν. Ἰουλιανὸς δὲ καὶ Μακάριος, μετὰ πολλὰς τιμωρίας, τὰς κεφαλὰς ἀποτέμνονται. Τῶν δὲ λοιπῶν δεκατριῶν οἱ μὲν ξεσθέντες διαφόρως, οἱ δὲ καυθέντες, οἱ δὲ ξίφεσιν ὑποβληθέντες, καὶ τὴν πίστιν αὐτῶν μὴ προδόντες, ἅπαντες τὸν διὰ μαρτυρίου στέφανον ἠνέγκαντο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας.
Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες,
Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου.
Αὕτη διεβλήθη τῷ ἡγεμόνι Ἀπελλιανῷ ὡς χριστιανή, καὶ ὡς ἀσχολουμένη ἐν ταῖς φυλακαῖς, καὶ περιποιουμένη τοὺς ἐναποκλείστους Ἁγίους. Καὶ ἐν πρώτοις μὲν κρεμασθεῖσα, λαμπάσι κατεφλέχθη. Ἐλογίζετο δὲ τὴν φλόγα ὡς ὕδωρ, καὶ διεβεβαίου τοῖς πᾶσιν ἄνδρα ὁρᾶν φοβερόν, καταψύχοντα καὶ δροσίζοντα ταύτην, ὅν καὶ οἱ στρατιῶται ἔβλεπον. Εἶθ’ οὕτω σφοδροτέρως κολασθεῖσα, ἐν αὐταῖς ταῖς βασάνους παρέδωκε τὸ πνεῦμα τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωσήφ, Πατριάρχου Κωνσταντινουπόλεως.
Ἐν Πατριάρχαις Ἰωσὴφ λάμψας μέγα,
Σὺν Πατριάρχαις Οὐρανὸν σκηνὴν ἔχει
Οὗτος, ἐπατριάρχευσε μετὰ τὸν Γερμανὸν τὸν Γ΄, ἐν ἔτει ᾳσό (1270), ἐπὶ τῆς βασιλείας Μιχαὴλ τοῦ Παλαιολόγου τοῦ λατινόφρονος καὶ Ἀζυμίτου καλουμένου, ἦτο δὲ γέρων καὶ μὲ πολυχρόνιον ἄσκησιν καὶ ἀπράγμονα βίον, διατρίβων εἰς τὸ Γαλλήσιον ὄρος. Ἐπειδὴ δὲ ἦτο πάντη ἀμέτοχος παιδείας ἑλληνικῆς, καὶ ἁπλοῦς τὸν τρόπον, διὰ τοῦτο ὁ βασιλεὺς Μιχαήλ, πνευματικῶς ὡμίλει μὲ αὐτόν, καὶ τοὺς λογισμούς του εἰς αὐτὸν ἐξωμολογεῖτο. Ὅθεν καὶ εἰς τὴν πρώτην λειτουργίαν, τὴν ὁποίαν ἐτέλει μετ’ ἄλλων ἀρχιερέων, προσελθὼν ὁ βασιλεὺς ἔπεσε πρηνὴς εἰς τὰ πρόθυρα τοῦ ἱεροῦ Βήματος, καὶ ἔλεγεν ὅτι ὑπέπεσεν εἰς δύο ἁμαρτήματα, τῆς παραβάσεως τῶν ὄρκων τοὺς ὁποίους ἐποίησε, καὶ τῆς τυφλώσεως τοῦ υἱοῦ τοῦ βασιλέως, καὶ δι’ αὐτὰ ἐζήτει συγχώρησιν. Πρῶτος λοιπὸν ὁ Πατριάρχης οὗτος Ἰωσήφ, ἐπιστὰς τῷ βασιλεῖ πρηνεῖ καὶ ὑποκεκλιμένῳ, ἀνέγνωσεν αὐτῷ ἔγγραφον εὐχήν, καὶ ἀκολούθως ἀνέγνωσαν αὐτῷ καὶ ἕκαστος τῶν ἀρχιερέων τὸν τῆς συγχωρήσεως λόγον, καὶ οὕτως ἐξῆλθεν ὁ βασιλεὺς χαίρων, νομίζων ὅτι μὲ τὴν συγχώρησιν τοῦ πατριάρχου καὶ τῶν ἀρχιερέων ἔμελλε νὰ καταστήσῃ καὶ τὸν Θεὸν ἵλεων καὶ εὐμενῆ. Ἐπειδὴ δὲ ὁ Ἰωσὴφ οὗτος δὲν ἐδέχθη τὴν ἕνωσιν μὲ τὴν ὁποίαν διεπραγματεύθη ὁ Μιχαήλ, μὲ τὸν Ῥώμης Γρηγόριον τὸν Ι΄, παρῃτήθη τοῦ θρόνου, καὶ μετέβη εἰς τὸ Μοναστήριον τὸ καλούμενον Βόσπορον, ἵνα διέλθῃ ἐν ἡσυχίᾳ τὸ λοιπὸν τῆς ζωῆς του. Ἀντὶ δὲ τούτου ἔγινε Πατριάρχης ὁ λατινόφρων Ἰωάννης ὁ Βέκκος, ἐν ἔτει ᾳσοδ΄ (1274) ἀφ’ οὗ δὲ ἀνεχώρησεν ὁ Βέκκος, πάλιν ἔγινε Πατριάρχης ὁ θεῖος οὗτος Ἰωσήφ, ἐπὶ τῆς βασιλείας Ἀνδρονίκου τοῦ Παλαιολόγου. Καταβεβλημένος δὲ ὤν ὑπὸ τοῦ γήρατος καὶ τῆς ἀσθενείας, τρεῖς μῆνας μόνον ἐπατριάρχευσε καὶ ἀναχωρήσας ἀπὸ τὸν θρόνον διὰ τὴν τότε συμβᾶσαν στάσιν τῶν ἐκκλησιαστικῶν, ὀλίγον ὕστερον ἀπέθανε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων εκ τῶν Ἑβδομήκοντα, Τερτίου, Μάρκου, Ἰούστου, καὶ Ἀρτεμᾶ.
Ὑπογραφεὺς σὺ τῶν λόγων τῶν τοῦ Παύλου,
ἐγὼ δὲ σός, Τέρτιε, συγγραφεὺς νέος.
Ὑπηρέτην σε τῶν Ἀποστόλων ἔγνων,
ἀλλ’ αὖθις οἶδα καὶ συνεργάτην Μάρκε.
Εὑρὼν Ἰησοῦν Ἰησοῦς σωτηρίαν,
Σωτὴρ ἐδείχθη τοῖς ἄλλοις φερωνύμως.
Δόξης μετέσχεν Ἀρτεμᾶς τῆς τῶν νόων,
Τὸν νοῦν φυλάξας ἄρτιον τῷ Κυρίῳ.
Οὗτοι εισὶν ἐν τῶν Ἑβδομήκοντα, ἐν τῇ πρὸς Θεὸν πίστει πεφωτισμένοι.
Καὶ ὁ μὲν Τέρτιος, ἐπίσκοπος δεύτερος Ἰκονίου μετὰ Σωσίπατρον, και τούτου τὸ ὑστέρημα ἀνεπλήρωσε, καὶ τοὺς παραληφθέντας πάντας τῷ Ἁγίῳ Βαπτίσματι ἀνεκαίνισε, θαυματουργὸς ἐξαίσιος γεγονώς.
Μάρκος δὲ ὁ τοῦ Βαρνάβα πρὸς ἀδελφοῦ ἀνεψιός, οὗ ὁ Ἀπόστολος ἐν ταῖς ἐπιστολαῖς μέμνηται, καὶ αὐτὸς Ἀπολλωνιάδος Ἐπίσκοπος προκεχείριστο, ἐξολοθρεύσας ἐν τῷ τῆς ἀληθείας κηρύγματι, τὰ τῶν εἰδώλων σεβάσματα.
Ἰοῦστος δὲ ὁ καὶ Ἰησοῦς, Ἐλευθερουπόλεως ἐπίσκοπος γέγονε, πάντα ἑλκύσας εἰς ἐπίγνωσιν τῆς ἀληθείας, τῷ λόγῳ τῆς διδασκαλίας αὐτοῦ.
Ἀρτεμᾶς δὲ Λύστροις ἐπισκοπεῖ, πᾶσαν δαιμονικὴν λύσας στραγγαλιάν, ὡς τοῦ Χριστοῦ δόκιμος ὑπηρέτης. Οὗτοι ὑπὲρ τῆς εὐσεβείας ἀγωνισάμενοι, καὶ πειρασμοῖς οὐ τοῖς τυχοῦσι περιπεσόντες, ἐν εἰρήνῃ τὰ πνεύματα αὐτῶν τῷ Κυρίῳ παρέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἐννέα Μάρτυρες, πυρὶ τελειοῦνται.
Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,
Θείου πόθου κάμινος ἐκκεκαυμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μανουήλ, ξίφει τελειοῦται.
Ξίφει χεθήτω, κἄν κοτύλη φησί μοι,
ὁ Μανουὴλ πέφυκεν αἵματος μία.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δομέτιος, ξίφει τελειοῦται.
Νῦν καταφέρει τὴν σπάθην Δομετίου,
ὁ δεινὸν οὗτος εἰσορῶν σπαθηφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δήμιός τις τὸν Χριστὸν ἐπιγνούς, καὶ ἐν ζοφώδει φρουρᾷ βληθείς, τελειοῦται.
Εἱρκτὴν σκοτεινήν, Δήμιος κατεκρίθη,
Γνοὺς Χριστόν, ἐξάγοντα φῶς ἀπὸ σκότους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀπολλωνίας τῆς παρθένου καὶ πρεσβύτιδος, καὶ τῶν σὺν αὐτῆς ἐν Ἀλεξανδρείᾳ Μάρτυρες κατὰ τὸν 3ο αἰώνα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ ἐν Λυθροδόντᾳ τῆς Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ὁσίων αὐταδέλφων Στεφάνου Μιλιούτιν καὶ Θεοκτίστου καὶ τῆς μητρὸς αὐτῶν Ἑλένης τῶν Σέρβων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.
πανσθενής, τοῦ Ἁγίου Πνεύματος, χάρις οἰκήσασα ἐν σοί, δυνατόν σε ὡς αληθῶς, λόγοις τε καὶ πράξεσιν, ἔδειξε μακάριε, λαοῖς Κλεόπα κραυγάζοντα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Μετὰ Χριστοῦ, ἐν Σιὼν συνώδευσας, εἰς Ἐμμαοὺς σὺν τῷ Λουκᾷ, ἀναστάντος εκ τῶν νεκρῶν, καὶ τούτῳ ὡμίλησας, ᾧ καὶ κατακέκλισαι, τῶν οφθαλμῶν κρατουμένων σου, καὶ καιομένῃ καρδίᾳ, φυγόντα τοῦτον ᾔνεσας.
ἱερά, καὶ ἁγία μνήμη σου, καθαγιάζουσα ἡμᾶς, ταῖς ἁγίαις σου ἀρεταῖς, σήμερον ἐφέστηκεν, ἣν πανηγυρίζοντες, θεῖε Κλεόπα κραυγάζομεν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Νέον ἡμῖν, παιδίον γεγέννηκας, τὸν προαιώνιον Θεόν, νεουργοῦντα ὡς ἀγαθός, τὴν ἡμῶν παλαίωσιν· ὅθεν τὴν καρδίαν μου, παλαιωθεῖσαν τοῖς πάθεσι, καινὴν ἀπέργασαι Κόρη, τῇ θείᾳ Σου χρηστότητι.

ᾨδὴ η’. Ἐν καμίνῳ.
Γεωργὸς ἐδείχθης μυστικός, γονίμους ἀναδείξας, τοῦ λόγου τῇ γεωργίᾳ, τοὺς μὴ πρότερον Θεῷ, Κλεόπα κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
νδυθεὶς τὰ ὅπλα τοῦ φωτός, Ἀπόστολε θεόφρον, τοῦ σκότους τὸν αρχηγέτην, τοὺς μὴ πρότερον Θεῷ, Κλεόπα κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
αντισμῷ κηρύγματος τοῦ σοῦ, κατέσβεσας τὴν φλόγα Ἀπόστολε τῆς ἀπάτης, καὶ πρὸς ἔρωτα Χριστοῦ, ἐκκαίεις τοὺς ψάλλοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
πειράνδρως τέτοκας ἡμῖν, Παρθένε Θεοτόκε, Χριστὸν τὸν παντουργέτην, διασώζοντα φθορᾶς, τοὺς πίστει κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.









ᾨδὴ θ’. Τὴν ζωοδόχον πηγήν.
Στεφανηφόρος Κυρίῳ παρέστηκας, καλῶς τελέσας Κλεόπα τὸν δρόμον σου, καὶ τοῦ ξύλου ἔτυχες, τῆς ζωῆς Ἀπόστολε, σὺν Ἀποστόλοις καὶ πᾶσι τοῖς Ἁγίοις, τῆς ὑπὲρ λόγον χαρᾶς ἀξιούμενος.
ερουργήσας ὡς θεῖος Ἀπόστολος, τὸ τῆς ζωῆς ἱερὸν Εὐαγγέλιον, ψυχὰς καθιέρωσας, πίστεως τῇ χάριτι, τῷ Διδασκάλῳ Κλεόπα θεηγόρε, παρ’ Οὗ ἐδέξω τὸν ἄφθαρτον στέφανον.
Μεμυημένος τὰ θεῖα μυστήρια, τῆς τοῦ Χριστοῦ Βασιλείας Ἀπόστολε, μυστηπόλος ἄριστος, εὐσεβείας πέφηνας, ἀνακαλύπτων τῆς πίστεως τὸ κάλλος, τοῖς δεξαμένοις τὸ θεῖόν σου κήρυγμα.
τῆς χορείας τῆς θείας συνάριθμος, τῶν τοῦ Χριστοῦ Μαθητῶν Ἑβδομήκοντα, Κλεόπα Ἀπόστολε, δέξαι μου τὴν αἴνεσιν, καὶ τῆς χορείας τῆς ἄνω μετὰ τέλος, κἀμὲ ἀξίωσον δέομαι Ἅγιε.
Θεοτοκίον.
περφυῶς τὸν Θεὸν σωματώσασα, καὶ μετὰ τόκον Ἁγνὴ διαμείνασα, μόνη ἀειπάρθενε, τὴν ψυχήν μου ἴασαι, τὴν ἀνιάτως νοσοῦσαν τῇ κακίᾳ, καὶ φωτισμοῦ με ἀΰλου ἀξίωσον.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῶν Μαθητῶν ἀγλάϊσμα, ἀληθῶς ἀνεδείχθης, Χριστοῦ τῶν Ἑβδομήκοντα, λαμπρυνθεὶς τῇ καρδίᾳ, τοῦ Παρακλήτου τῇ αἴγλῃ, θεηγόρε Κλεόπα· μεθ’ ὧν ἀεὶ ἱκέτευε, τὴν Ἁγίαν Τριάδα, ὑπὲρ ἡμῶν, τῶν τὴν σὴν τελούντων πάμφωτον μνήμην, ἵνα ῥυσθῶμεν ἔνδοξε, ἀπὸ πάσης ἀνάγκης.
Θεοτοκίον.
Ἀνερμηνεύτως τέτοκας, διὰ σπλάγχνα ἐλέους, τὸν πρὸ αἰώνων ἄχραντε, ἐκ Πατρὸς γεννηθέντα, ὑπερφυῶς ὑπὲρ λόγον, ὑπερούσιον Λόγον, τῆς ἀλογίας λύοντα, τὸ ἀνθρώπινον γένος, καὶ τῆς φθορᾶς, καὶ πρὸς ἀφθαρσίας τὴν κοινωνίαν, Παρθένε ἐπανάγοντα, τοὺς πιστῶς Σε ὑμνοῦντας.













Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Παρακλήτου τὴν χάριν ὑποδεξάμενος, θεοειδὴς ἐδείχθης, Μαθητὴς τοῦ Σωτῆρος, Ἀπόστολε Κλεόπα καὶ εὐσεβῶς, διηκόνησας Ἅιε, τῇ δεδομένῃ σοι χάριτι παρ’ Αὐτοῦ· διὰ τοῦτό σε γεραίρομεν.

Ἐξαναστάντα κατεῖδες ἐν ξένῃ ὄψει σοφέ, Χριστὸν τὸν ζωοδότην, ὡς Ἀπόστολος θεῖος, Κλεόπα θεηγόρε, εἰς Ἐμμαούς, καὶ Αὐτῷ συνελάλησας, καὶ τὴν καρδίαν ἐφλέχθης καὶ τὴν ψυχήν, τῷ γλυκέῳ Αὐτοῦ ἔρωτι.

Τῆς εὐσεβείας ἐκφαίνων τὴν θείαν ἔλλαμψιν, κατάλληλον ἐκτήσω, ἐπὶ γῆς πολιτείαν, Ἀπόστολε Κλεόπα ὡς τοῦ Χριστοῦ, θεοφόρος διάκονος· διὸ ἐπάξιον εὗρες ἐν οὐρανοῖς, ἀνταπόδοσιν μακάριε.

Τῶν Ἀποστόλων τοῖς δήμοις συναυλιζόμενος, ἐν τῷ φωτὶ τῆς δόξης, τῆς Χριστοῦ Βασιλείας, Ἀπόστολε Κλεόπα ὑπὲρ ἡμῶν, καθικέτευε πάντοτε, ἵνα κινδύνων καὶ πόνων καὶ πειρασμῶν, οἱ τιμῶντές σε ῥυώμεθα.

Δόξα. Ἦχος πλ. α΄.
Ἀποστολικοῖς σου τρόποις, τοῦ Εὐαγγελίου τὸ κήρυγμα, ὡς ἀληθῶς ἐδόξασας, Ἀπόστολε ἔνδοξε. Τῷ γὰρ Χριστῷ συμμορφούμενος, τοῖς ἴχνεσιν Αὐτοῦ ἐβάδισας, καὶ τοῖς πλανωμένοις ὑπέδειξας, τῆς ἀληθείας τὴν ὁδὸν τὴν θείαν, τῶν σκολιῶν τρίβων τῆς πλάνης, τούτους ῥυσάμενος. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, Κλεόπα θεόφρον, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Μύστης τοῦ Σωτῆρος ἀναδειχθείς, διέπρεψας κόσμῳ, ὡς Ἀπόστολος εὐκλεής, Κλεόπα τρισμάκαρ, καὶ νῦν σὺν Ἀποστόλοις, τὰ ἔπαθλα κομίζῃ, τῶν παλαισμάτων σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου