Δευτέρα 2 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 3. ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ ΑΡΕΟΠΑΓΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ





ΟΚΤΩΒΡΙΟΣ Γ΄!!

ΔΙΟΝΥΣΙΟΣ ΑΡΕΟΠΑΓΙΤΗΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Ἀγκίστρῳ τῆς χάριτος σοφῶς, ὁ Παῦλος ὁ ἔνθεος, δημηγορήσας ἐζώγρησεν, Ἱεροφάντορα, καὶ τῶν ἀποῤῥήτων, θεωρὸν εἰργάσατο, σὲ σκεῦος ἐκλογῆς θεασάμενος, μεθ' οὗ δυσώπησον, θεοῤῥῆμον Διονύσιε, τοῦ σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντας σε.

 

Ἀγγέλοις ὁμότιμον τὸν νοῦν, Πάτερ Διονύσιε, δι' ἀρετῆς ἐργασάμενος, τὴν ὑπερκόσμιον, τῆς ἱεραρχίας, εὐταξίαν πάνσοφε, ἐν βίβλοις ἱεροῖς ἀνιστόρησας, καθ' ἣν ἐῤῥύθμισας, Ἐκκλησίας τὰ συστήματα, οὐρανίων, τὰς τάξεις μιμούμενος.

 

Ἐμφιλοσοφώτατα Θεῷ μάκαρ Διονύσιε, ὡς δυνατὸν ὁμοιούμενος, τῶν ὀνομάτων σύ, μυστικῶς τῶν θείων, εὐσεβῶς ἐξήπλωσας, τὴν ἔνθεον θεόφρον ἀνάπτυξιν, ἑνώσει κρείττονι, μυηθεὶς τὰ ὑπὲρ ἔννοιαν, καὶ μυήσας, τοῦ κόσμου τὰ πέρατα.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἱερὲ Διονύσιε, καὶ τοῦ Παύλου ἁλίευμα, τοῦ σοφοῦ τῆς πίστεως θεοκήρυκος, οὗ ὥσπερ σπόγγος τὰ νάματα, ἐκείνου δεξάμενος, τὰ σεπτὰ δὲ μυηθείς, καὶ σωτήρια δόγματα, κατηξίωσαι, οὐρανίοις χορείαις προσπελάσαι, καὶ θεάσασθαι τῆς ἄνω, ἱεραρχίας διάκοσμον.

 

Ἀθηνῶν πολιοῦχόν σε, καὶ ὀχύρωμα ἄῤῥηκτον, ὁ Χριστὸς ἀνέδειξε Διονύσιε, καὶ γὰρ πρεσβεύεις ἑκάστοτε, ῥυσθῆναι τὴν ποίμνην σου, ἐκ ποικίλων πειρασμῶν, τὴν πιστῶς προσιοῦσάν σοι, καὶ τὴν ἔντιμον, καὶ ἁγίαν σου μνήμην ἐκτελοῦσαι, καὶ τιμῶσαν σαυτοὺς ἄθλους, οὕς περ ἀνέτλης στεῤῥότατα.

 

Ἐκ περάτων ὁ Κύριος, παραδόξως συνήγαγε, μαθητῶν τὸν θίασον καὶ παρέστησεν, αὐτοὺς τῷ θείῳ σκηνώματι, ἡνίκα ἡ πάναγνος, ἐξεδήμει ἀπὸ γῆς, εἰς τὰ ἄνω Βασίλεια, σὲ δὲ πάνσοφε, μετ’ αὐτῶν συμπαρεῖναι εὐδοκήσας, ὡς Ἀπόστολον κλεΐζειν, καὶ ἱεράρχην θεόληπτον.

 

Δόξα... Ἦχος β'.

Δεῦτε συμφώνως οἱ πιστοί, τὴν ἐτήσιον μνήμην τῶν ἱεραρχῶν εὐφημήσωμεν, Διονυσίου τε καὶ Κυπριανοῦ· ὁ μὲν γάρ, καταπτύσας τῶν Στωϊκῶν φιλοσόφων, καὶ τῷ σκεύει τῆς ἐκλογῆς μαθητευθείς, τῶν ἀποῤῥήτων μυστηρίων γνώστης ἐγένετο, ὁ δέ, διὰ τῆς καλλίστης παρθένου Ἰουστίνης, τὴν διάνοιαν φωτισθείς, τὴν τῶν δαιμόνων ἀπάτην ἐξέφυγε, καὶ τὰς μαγικὰς βίβλους ἐν πυρὶ ἀναλώσας, τοῦ Εὐαγγελίου κήρυξ γέγονε. Διὸ καὶ ἡμεῖς οἱ ἁμαρτωλοί, τὸν δοξάσαντα τούτους, δοξολογοῦντες Σωτῆρα βοήσωμεν· ὁ τοὺς σοὺς Ἀθλοφόρους στεφανώσας ἐν δόξῃ, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνεται σήμερον ἐν Κυρίῳ ἡ Ἀθηνῶν πόλις, καὶ φιλευσεβὴς ὁμήγυρις ἐν τῇ μνήμῃ Διονυσίου τοῦ θείου ἑαυτῆς ποιμενάρχου καὶ ἀγρύπνου προστάτου τε καὶ φρουροῦ· οὗτος γὰρ τοῦ ὑπὲρ ἡμῶν ἀναρτηθέντος ἐν ξύλῳ νοήσει κρείττονι τὸ πάθος κατιδών, τοῦ δὲ θείου Παύλου ἐνηχηθείς, Θεὸν αὐτὸν καταγγέλλοντος, ἐπέγνω τοῦ κηρύγματος τὴν ἀλήθειαν· καὶ τῆς Ἀθηνῶν ποιμαντορίας ἀξιωθείς, διὰ μαρτυρίου τὸν βίον ἐξετέλεσε, καὶ νῦν πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τὸν  ἐν οὐρανοῖς ἥλιον ὥσπερ ἐκλάμποντα, καὶ τοὺς ἀπὸ γῆς τοῖς θεοσόφοις διδάγμασι καταυγάζοντα, τὸν ἱερομύστην Διονύσιον, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν· σήμερον γὰρ ἡμᾶς εἰς πανδαισίαν πνευματικὴν συνεκάλεσε, τὰς ὑψηλὰς ἑαυτοῦ θεηγορίας προθέμενος, καὶ προχέων ἀφθόνως νέκταρος ἡδύτερον, τῆς εὐσεβείας τὸ πόμα τὸ ἔνθεον· ταῖς εὐλογίαις τε καταστρέφων τοὺς μετὰ πόθου τὴν μνήμην αὐτοῦ γεραίροντας.

 

Ἦχος γ΄.

Τίς ἄντις πρότερον ἀγάσαι τόσου, οὐρανόφρων μακάριε; Τὰς θείας ἀναβάσεις, τὰς ἐν καρδίᾳ, δι’ ὧν τὰ ὑπὲρ κατάληψιν πᾶσι διετράνωσας, τὸ εὐθές, τὸ πρᾷον, τὸ καρτερὸν ἐν τοῖς ἀγῶσι καὶ ἀήττητον; Πάντα σεμνά σου, πάντα θαυμαστά, πάντα ἐπαίνων κρείττονα· ἀλλ’ αἴτησαι τῶν εὐαγῶν ἀρετῶν σου μετόχους γενέσθαι καὶ ἡμᾶς τοὺς εὐφημοῦντάς σε.

 

Δόξα. Ἦχος δ΄.

Τῷ σκεύει τῆς ἐκλογῆς κολληθεὶς παναοίδιμε, τὴν θείαν γνῶσιν ἐκεῖθεν ἐξήντλησας, καὶ τὰς κεχερσωμένας διανοίας κατήρδευσας, πάντας γὰρ ἐμυσταγωγήσας τοῖς θεοσόφοις τε λόγοι σου λόγοις τε καὶ συγγράμμασι, καὶ νῦν τῇ αἰωνιζούσῃ ἐντρυφῶν μακαριότητι, καὶ ταῖς ἄνω χοροστασίαις συνών, δυσώπει τὸ ὑπεράγαθον, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίρει, ἐν οὐρανίαις σκηναῖς, ὁ θεοφάντωρ καὶ σεπτὸς Διονύσιος, πορφύραν ἠμφιεσμένος, αἱμοβαφῆ ἐκ σφαγῆς, καὶ μετὰ Ἀγγέλων αὐλιζόμενος, ὁρᾶ τὸ τρισήλιον, ὄντως φῶς καὶ ἀνέσπερον, καὶ τῆς ἀφάτου, εὐφροσύνης ἐμπίπλαται, συγχορεύειτε, τοῖς Δικαίοις καὶ Μάρτυσι· δεῦτε οὖν φιλομάρτυρες, ἐπαίνοις ὡς ἄνθεσι, στέψωμεν τοῦτον βοῶντες, καὶ μετὰ πόθου κραυγάζοντες· γενοῦ θεία σκέπη, Διονύσιε παμμάκαρ, ἡμῖν τοῖς δούλοις Σου.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίρει, ἡ Ἐκκλησία Χριστοῦ, καὶ τὴν ἁγίαν νῦν τιμᾶ σου πανήγυριν, τοῦ θείου αὐτῆς λαμπτῆρος, καὶ μετὰ πόθου βοᾷ· ὦ Πατέρων κλέος Διονύσιε, τὴν πόλιν σου φύλαττε, ἣν ἐνθέως ἐποίμανας, ταῖς εὐπροσδέκτοις, πρὸς Θεόν σου ἐντεύξεσι, καὶ περίσωστε, ἀπὸ πάσης κακώσεως· μέμνησο ἱερώτατε, καὶ πάντων τῶν πίστει σου, τὴν ἱερὰν ἐκτελούντων καὶ φωτοφόρον πανήγυριν, Χριστὸν ἱκετεύων, ὑπὲρ οὗ τὸ αἷμα μάκαρ, τὸ σὸν ἐξέχεας.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Χαίροις, καθάπερ γῆ ἀγαθή, ἀποδεξάμενος τὸν σπόρον τὸν ἔνθεον, τοῦ Παύλου τοῦ θείου μύστου, καὶ διδασκάλου ἐθνῶν, ὃν σῇ πόλει μάκαρ ἐγκατέσπειρε· καρποὺς δὲ τῆς χάριτος, ἐκβλαστήσας διέθρεψας, λιμῷ τακείσας, τὰς ψυχὰς καὶ ἐπίανας, καὶ προσήγαγες, ἀπαρχὴν τῷ Κυρίῳ σου· ὅθεν σε ὡς Ἀπόστολον, γεραίρομεν ἔνδοξε, Εὐαγγελίου τε θείου ὡς διαπρύσιον κήρυκα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα... Ἦχος δ'

Της οὐρανίου γνώσεως, ἀθεώρητον βυθὸν σε καλέσωμεν, λαμπρότατε Μάρτυς τοῦ Χριστοῦ, ὡς γὰρ ὁπλίτην, καὶ στεῤῥὸν ὑπέρμαχον τῆς Ἐκκλησίας, ἀνυμνοῦμέν σε σοφέ· πυρὶ γὰρ ἐλλαμφθεὶς τῷ ἁγνοτάτῳ ἠξιώθης ἅμα ταῖς ἄνω στρατολογίαις, τὸ φωτεινὸν περιβόλαιον, ἐνδύσασθαι Χριστόν, καὶ λαμπρυνθῆναι τῇ αἴγλῃ τοῦ Πνεύματος, τὸν νοῦν Διονύσιε· διό σου τὴν παγκόσμιον μνήμην πανηγυρίζοντες, πιστῶς δοξάζομεν, τὸν δοξάσαντά σε Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον  Ἦχος δ'

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόῤῥητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τοῦ Παύλου τῶν ἐθνῶν, διδασκάλου καὶ μύστου, ἐγένου μαθητής, καὶ συγκῆρυξ ἐν πίστει, τὴν πόλιν σου κατείδωλον, οὖσαν πᾶσαν ἐφώτισας, καὶ ἀνείλκυσας, ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας, τοῖς διδάγμασι, τοῖς σοῖς ἐνθέως ἀγρεύων, σοφὲ Διονύσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τοῦ λαμπροῦ ἐπέλαμψε, Διονυσίου, ἡ λαμπρὰ καὶ εὔσημος, καὶ φωτοφόρος ἑορτή, τὰς διανοίας αὐγάζουσα, τῶν ἐκτελούντων, αὐτὴν μετὰ πίστεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ παντὶ ἀχώρητος, ἐν Σοὶ χωρεῖται, Ὃν οὐδεὶς τεθέαται, διὰ Σοῦ ὤφθη ἐπὶ γῆς, καὶ τοῖς βροτοῖς προσωμίλησεν· ἀνθ’ ὧν Σε πάντες, ἁγνὴ μακαρίζομεν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σοφὲ Διονύσιε ὡς ποιμενάρχης Χριστοῦ, καὶ Μάρτυς παρίστασαι Αὐτοῦ τῷ θρόνῳ φωτί, ἀῤῥήτῳ λαμπόμενος· ἔπαρον οὖν τὰς χεῖρας, καὶ ἡμῶν ὑπερεύχου, ἵλεων τὸν Δεσπότην, ἐργαζόμενος πᾶσι, τοῖς ὡς Θεὸν Αὐτὸν ὁμολογοῦσι καὶ σέβουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον Ἱεραρχικόν.

Ο Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

 

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἱεραρχῶν τὸ καύχημα, καὶ κλέος τῶν Μαρτύρων, τὸν τῆς Ἐκκλησίας φωστῆρα, καὶ πρέσβυν θερμότατον τῆς οἰκουμένης, τῶν Ἀθηνῶν τὸ σέμνωμα, συνελθόντες εὐφημοῦμέν σε, σοφὲ Διονύσιε, ἐπιτελοῦντες ἐν πίστει τὸ ἱερόν σου μνημόσυνον.

 

Οἱ Κανόνες· τῆς Θεοτόκου, καί τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς: Τὸν νοῦν γεραίρω τῶν σοφῶν διδαγμάτων. Ποίημα Θεοφάνους

ᾨδὴ α'  Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας

Τῷ Παύλῳ τῷ θείῳ μαθητευθείς, τῷ τῶν οὐρανίων, Διονύσιε θεατῇ, οὐράνιος μύστης παραυτίκα, καὶ θεηγόρος ἐχρημάτισας.

χάριτι θείᾳ καταυγασθείς, καταύγασον Μάκαρ, τῶν ὑμνούντων σε τὰς ψυχάς, τὰς σὰς συνιέναι θεοπνεύστους, διδασκαλίας Διονύσιε.

Νοὸς καθαρότητι καὶ ψυχῆς, τῶν ἐπουρανίων διακόσμων τὰς ἀστραπάς, μαθεῖν ἠξιώθης καὶ τὰς τούτων, χοροστασίας ἰδεῖν Διονύσιε.

Θεοτοκίον

Νυμφὼν φωτοφόρος τῆς ὑπὲρ νοῦν, σαρκώσεως ὤφθης, τοῦ τῶν ὅλων Δημιουργοῦ, ἐκ σοῦ τὴν σάρκα Θεομῆτορ, τὴν ἡμετέραν ἠμφιάσατο.

 

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.

Οὐρανίων ἁψίδων, ὑπεραρθεὶς Ὅσιε, τῶν ὑπερκοσμίων τὰς τάξεις καὶ τὰ στρατεύματα, καὶ τὰς λαμπρότητας, ὑψηγορίαις τῶν λόγων, καὶ πανσόφοις φράσεσι, πᾶσιν ἐτράνωσας.

ψηλῆς θεωρίας, ἐμφορηθεὶς Ἔνδοξε, τὴν τῶν ὀνομάτων τῶν θείων, πᾶσαν ἀνάπτυξιν, ἐθεολόγησας, Τριαδικὸς θεολόγος, γεγονὼς τῇ χάριτι, θεομακάριστε.

Νεκρωθεὶς τοῖς παροῦσι, τῷ πρὸς Θεὸν ἔρωτι, καὶ φιλοσοφία συντόνως ἐγγυμνασάμενος, τῶν ὑπὲρ ἔννοιαν, ζωοποιῶν χαρισμάτων, θεοφόρον ὄργανον, Πάτερ γεγένησαι.

Θεοτοκίον

Γεωργίᾳ Παρθένε, τοῦ παντουργοῦ Πνεύματος, σῶμα τῷ Δεσπότῃ τῶν ὅλων ἐκαρποφόρησας, ἐν  ᾧ  κατέκρινε, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ζωὴν ἐπήγασε, τὴν αἰωνίζουσαν.

 

Κάθισμα  Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ὡς τοῦ σκεύους ὑπάρχων τῆς ἐκλογῆς, ἀπεικόνισμα θεῖον ὡς ἀληθῶς, τὰ θεῖα μυστήρια, ἐκδιδάσκεις τῷ Πνεύματι· Καὶ φωτισθεὶς τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, τὰς τῶν Ἀγγέλων τάξεις, τρανῶς διεσάφησας· ὅθεν καὶ τῷ κόσμῳ, νοητῶς καταλείψας, τὰ θεῖά σου δόγματα, κατεφώτισας ἅπαντα, Ἱερομύστα Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Του Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, τῷ εὐσεβῶς προσκυνοῦντι, τὸν πανάγιον τόκον σου.

 

ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε.

κκλησιῶν, τὴν εὐκοσμίαν ἐῤῥύθμισας· ἐν αὐταῖς γάρ, Πάτερ ἐζωγράφησας, μορφωτικαῖς, τύπους ἐμφανεῖς, ἱεροπλαστίαις, τῶν ἀμορφώτων Δυνάμεων, δι' ὧν μυσταγωγεῖται, καὶ φωτίζεται πᾶσα, τῶν πιστῶν ἡ θεόφρων ὁμήγυρις.

εῖθρα τῆς σῆς, θεολογίας Θεόληπτε, τοὺς λειμῶνας, ἄγαν καταρδεύουσι, τοὺς λογικοὺς καὶ ἀειθαλεῖς, καὶ πεφυτευμένους, ἐπὶ δογμάτων ὀρθότητι· Μονάδα γάρ οὐσίας, ἐν Τριάδι προσώπων, τὴν σεπτὴν Μοναρχίαν ἐκήρυξας.

γγελικῆς, ἱεραρχίας τὸν σύντονον, ἱεράρχα, πόθον καὶ τὸν ἔρωτα, πρὸς τὸν Θεόν, καὶ τὴν ἀκλινῆ, νεῦσιν πρὸς τὸ ὕψος, τὸ θεῖον καὶ ἀκατάληπτον, ἐδίδαξας ἐμφρόνως, τοὺς ἐν πίστει βοῶντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Θεοτοκίον

ερουργός, τῆς σωτηρίας ἐγένετο, ὁ Υἱός σου, πᾶσι τοῖς ὑμνοῦσί σε, καὶ ποδηγὸς καὶ φωταγωγός, καὶ δικαιοσύνη, Παρθένε καὶ ἀπολύτρωσις· διὸ σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, οἱ πιστοὶ ὁμοφρόνως δοξάζομεν.

 

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω.

ημάτων σου ὁ φθόγγος, ὥσπερ τις οὐράνιος ἦχος φερόμενος, τὰς ἀθέους φρένας, κατεβρόντησε λόγῳ τῆς χάριτος, καὶ δογμάτων θείων, μαρμαρυγαῖς ταῖς φανοτάταις, τῶν πιστῶν τὰς καρδίας ἐλάμπρυνεν.

μοιώθης ἐμπόρῳ, τῷ τοὺς μαργαρίτας ζητοῦντι πανόλβιε, καὶ εὑρὼν τὸν ἕνα, μαργαρίτην τὸν ὄντως πολύτιμον, καὶ θαυμάσας τούτου, τὰς θεουργοὺς φωτοβολίας, Ἱεράρχα Θεὸν ὡμολόγησας.

Τὴν πηγὴν τῆς σοφίας, ἐμφιλοσοφώτατα, Πάτερ ἠγάπησας, καὶ τῷ ταύτης φίλτρῳ,  καὶ ἀγάπῃ  συμπεριφερόμενος, πολλοστὸς ἐγένου, καὶ ποταμοὺς θείων ναμάτων, ἀενάως πηγάζεις θεόληπτε.

Θεοτοκίον

ς κεχαριτωμένη, τὴν καλλοποιὸν ὑπεδέξω εὐπρέπειαν, τὴν τὰ πάντα μόνῳ,  τῷ βουλήματι κατασκευάσασαν, καὶ τῷ θείῳ κάλλει, καὶ φωτισμῷ τῆς εὐσεβείας, Θεομῆτορ ἡμᾶς καλλωπίσασαν.

 

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτὴρ.

Νομίμως φιλοσοφῶν, σοφίας δώρων ἐπέτυχες· ἐνθέως θεολογῶν, ὀρθόδοξα δόγματα, Παμμάκαρ κατέλιπες, ὧν κατατρυφῶντες, οἱ πιστοὶ σὲ μακαρίζομεν.

Συνέσει θεοπρεπεῖ, θεόφρον καλλωπιζόμενος, τῷ θείῳ μυσταγωγῷ,  τὸ οὖς σου ὑπέκλινας, καὶ τὴν ὑπερκόσμιον, ὑπ' αὐτοῦ σοφίαν, ἐμυήθης Διονύσιε.

βίος σου θαυμαστός, ὁ λόγος θαυμασιώτερος, ἡ γλῶσσά σου φωταυγής, τὸ στόμα πυρίπνοον, μάκαρ Διονύσιε, ὁ δὲ νοῦς  σου Πάτερ, ἀκριβῶς θεοειδέστατος.

Θεοτοκίον

Φωνὴν σοι τοῦ Γαβριήλ, τὸ Χαῖρε πίστει κραυγάζομεν, ἐξ ἧς ἀφράστως ἡμῖν, ὁ ζωαρχικώτατος, ἀνὴρ ἐχρημάτισε, καὶ συνανεστράφη, τοῖς ἀνθρώποις ὁ φιλάνθρωπος.

 

Κοντάκιον   Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ

Τὰς οὐρανίους διαβὰς πύλας ἐν πνεύματι, μαθητευθεὶς τῷ ὑπὲρ τρεῖς οὐρανοὺς φθάσαντι, Ἀποστόλῳ Διονύσιε τῶν ἀῤῥήτων, ἐπλουτίσθης πᾶσαν γνῶσιν καὶ κατηύγασας, τοὺς ἐν σκότει ἀγνωσίας πρὶν καθεύδοντας· διὸ κράζομεν· Χαίροις Πάτερ παγκόσμιε.

Ὁ Οἶκος

Ἄγγελος ἐξ ἀνθρώπων ἀρεταῖς χρηματίσας, ὁ μέγας Διονύσιος πᾶσαν, ὡς ὑπόπτερος, ἐμυήθη τὸν νοῦν τὴν οὐράνιον γνῶσιν· διὸ ᾄσμασιν , ὡς Ἄγγελον τιμήσωμεν, βοῶντες πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε, ὁ γνοὺς Χριστὸν διὰ Παύλου·

χαῖρε, πολλοὺς πρὸς Χριστὸν ἐπιστρέψας.

Χαῖρε, πολυθέου σκηνῆς ὀλετήριον·

χαῖρε, θεογνώστου βουλῆς σκοπευτήριον.

Χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ·

χαῖρε πίναξ θεομόρφωτε, καὶ διόπτρα οὐρανοῦ.

Χαῖρε, ὅτι τὸ Πάθος τοῦ Κυρίου κατεῖδες·

χαῖρε, ὅτι προθύμως δι' αὐτὸν σφαγιάζῃ.

Χαῖρε, πηγὴ βλυστάνουσα ἄφεσιν·

χαῖρε, ῥανὶς κοιλαίνουσα ἄνοιαν.

Χαῖρε, ὁδὸς ἀπλανὴς σωτηρίας·

χαῖρε, φραγμὸς ἀσεβῶν παροδίας.

Χαίροις, Πάτερ παγκόσμιε.

 

Συναξάριον

Τῇ Γ ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.

ς ὄμβρος οὐράνιος, ἐν γῇ   διψώσῃ τὰ σὰ διδάγματα, τῶν πιστῶν τὰς καρδίας, ἀεὶ ποθούσας καταπιαίνουσι, καὶ ἀκορέστως βοᾶν ἐκδιδάσκουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοήσει θεόφρονι, τοὺς ἀσωμάτους Νόας διέγραψας, καὶ τὰς τούτων Παμμάκαρ, ὑμνολογίας ἔνθους γενόμενος, τὴν Ἐκκλησίαν ὑμνεῖν ἐξεπαίδευσας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δοχεῖον τοῦ Πνεύματος, τοῦ Παναγίου ὤφθης εὐάρμοστον, καὶ τὰς τούτου ἐμπνεύσεις, καὶ φανερώσεις προφητικώτατα, προαγορεύων, ἐβόας γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

δοὺ νῦν πεπλήρωται, τοῦ Ἡσαΐου ἡ προαγόρευσις· ἐν γαστρὶ γὰρ Παρθένε, τὸν Θεὸν Λόγον ἔσχες, καὶ τέτοκας τὸν Ζωοδότην,  ᾧ  πάντες κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.

Διαφανὲς ὡς ἔσοπτρον, γεγονὼς   Διονύσιε, καὶ χωρητικὸν τῶν καθαρῶν ἐμφάσεων, τὸν νοῦν ἐργασάμενος, δι' ἀρετῆς πανόλβιε, τὰς μαρμαρυγάς, τῶν ὑπὲρ νοῦν λαμπηδόνων, δεχόμενος ἐβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

φθονωτέρα χάρις σου, ἐξεχύθη τοῖς χείλεσιν· ὅθεν τὰς ἐνθέους, διδαχὰς παρέθηκας, τὴν τούτων διάνοιαν, ὑπερφυῶς ἡμῖν ἐξαπλῶν, καὶ διατρανῶν, καὶ τηλαυγῶς ἀναπτύσσων, τοῖς πίστει μελῳδοῦσιν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Γνωριμωτέρα γέγονε, διὰ σοῦ Διονύσιε, ἡ τῶν Ἀθηνῶν πανευκλεὴς Μητρόπολις, Χριστῷ προσενέγκασα, σὲ ἀπαρχὴν πανίερον, τῷ Παμβασιλεῖ, διηνεκῶς μελῳδοῦντα· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Μήτηρ Θεοῦ Πανάμωμε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον· Υἱὸν γὰρ ἐγέννησας, τὸν ἐξουσίαν ἔχοντα, τοὺς πεπεδημένους ταῖς σειραῖς τῶν πταισμάτων, εὐκόλως ἀνιέναι τῶν δεσμῶν τῶν ἀλύτων, τὸν μόνον εὐεργέτην, καὶ μόνον ζωοδότην.

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

γίων Ἀποστόλων ἀξιωθείς, θεατὴς χρηματίσαι καὶ σύμπονος, συγκοινωνός, γέγονας τῆς δόξης καὶ σὺν αὐτοῖς, ἐπὶ τὴν θέαν ἔσπευσας, σώματος τοῦ ὄντως ζωαρχικοῦ, τῆς μόνης Θεοτόκου, καὶ σεβασμιωτάτης· ἣν ἐπαξίως μεγαλύνομεν.

Τῆς θείας βασιλείας ἐν οὐρανοῖς, κληρονόμος ἐγένου ὡς ἔννομος, Ἀρχιερεύς, Πάτερ ὡς ἀήττητος ἀθλητής, ἱερωσύνης χρίσματι, αἷμα συγκεράσας μαρτυρικόν· διὸ διπλοῦς στεφάνους, ἀπείληφας ἀξίως, ἱερομύστα Διονύσιε.

ς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, ἱεράρχα σοφὲ Διονύσιε, διὰ παντός, πρέσβευε ῥυσθῆναι ἐκ πειρασμῶν, τοὺς εὐσεβῶς ὑμνοῦντας σε, μύστα τῶν ἀῤῥήτων θεωριῶν, ὡς τῆς κρυφιομύστου, καὶ θεαρχικωτάτης, ἱεροφάντης ἀγαθότητος.

Θεοτοκίον

Νικῶσαν τὰς αἱρέσεις θριαμβικῶς, τὴν σεπτὴν Ἐκκλησίαν ἀνάδειξον, ἣν ὁ Χριστός, αἵματι τιμίῳ,  τῷ ἑαυτοῦ, ὡς ἀγαθὸς ἐκτήσατο, Κεχαριτωμένη ὁ σὸς υἱός, καὶ σῶσον ἐκ κινδύνων, καὶ τῆς ἀμηχανίας, τῆς κατεχούσης ἡμᾶς λύτρωσαι.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς.

Τῷ Παύλῳ Διονύσιε, τῷ κλεινῷ κορυφαίῳ,  μαθητευθεὶς πανόλβιε, ὑπ' αὐτοῦ ἐμυήθης, τῶν ἀποκρύφων τὴν γνῶσιν· ὅθεν σε καὶ λαμπτῆρα, τῇ Ἐκκλησίᾳ τίθησιν, Ἀθηνῶν προχειρίσας, τῆς εὐσεβοῦς, Ἱεράρχην πόλεως, ἣν φυλάττοις, ὀρθοδοξοῦσαν πάνσοφε, σαῖς εὐχαῖς θεοκῆρυξ.

Θεοτοκίον

Ἐν τῇ σεπτῇ  κοιμήσει σου, Παναγία Παρθένε, παρῆν ὁ Διονύσιος, σὺν τῷ Ἱεροθέῳ,  καὶ Τιμοθέῳ τῷ θείῳ, ἅμα τοῖς, Ἀποστόλοις, ἕκαστος ὕμνον ᾄδοντες, πρόσφορον τῇ σῇ μνήμῃ· μεθ' ὧν καὶ νῦν, πᾶσα γλῶσσα βρότειος ἀνυμνεῖ σε, τὴν τοῦ Θεοῦ λοχεύτριαν, καὶ τοῦ κόσμου προστάτιν.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος, τῶν ἐν Ἀθήναις κομψῶν, καὶ ῥητόρων τὸ ἄθεον, εἰς ὁδὸν μετέστρεψιν, εὐσεβείας τὸ πάνσοφον, τοῦ Παύλου στόμα τοῦ θεοκήρυκος, πρῶτον δὲ εἷλε, σὺν τῇ Δαμαρίδι, σὲ Διονύσιε, καὶ ποιμένα ἔδειξε μεθ’ οὗ καὶ νῦν, πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς (Δίς).

 

Ὡς τῆς ὑπὲρ νοῦν ἐλλάμψεως, ἧς ἐπὶ γῆς μετασχών, ὁ σοφὸς Διονύσιος, οὐρανοῖς εἰσήλασε, καὶ χοροῖς προσωμίλησε, τῶν Ἀσωμάτων ὢν μετὰ σώματος, καὶ γνοὺς τὰ θεῖα, γραφῇ ἐτράνωσεν· ὢ τὶς ἰσχύσειε, μεγαλεῖα Δέσποτα σὰ ἐξειπεῖν, καὶ γὰρ τοὺς Ἁγίους Σου, κατεθαυμάστωσας.

 

Ἱερομύστα θεσπέσιε, ἐπόπτης σὺ γεγονώς, τῶν ἀῤῥήτων θεόπνευστος, κατηχεῖς ἐν πνεύματι, καὶ φωτίζεις τὰ πέρατα, τῆς οἰκουμένης θεηγορίαις σεπταῖς, καὶ ἐκ γηΐνων ὑψοῦν διάνοιαν, πάντας ἐταμίευσας, τὰ φθαρτὰ δ’ ὡς ῥέοντα ὑπερορᾷν, μόνον δὲ ἀντέχεσθαι, τῶν ἀληθῶς ὀρεκτῶν.

 

 

 

 

Δόξα... Ἦχος πλ. δ'.

Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμήν, τοῦ Χριστοῦ πιὼν τὸ ποτήριον· διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε ὑπέρ πάντων ἡμῶν, σὺν τοῖς ἄνω Λειτουργοῖς, ἐν φωτὶ νῦν αὐλιζόμενος.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τὸν οὐρανομύστην καὶ Ἀθλητήν, τῶν ὑπερφυῶν τε, μυστηρίων ἑρμηνευτήν, τὸν θεῖον φωστῆρα, καὶ λειτουργὸν Κυρίου, τιμήσωμεν ἐκ πόθου, νῦν Διονύσιον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου