Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 29. ΟΣΙΟΣ ΘΑΔΔΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΚΘ΄!!
ΘΑΔΔΑΙΟΣ ΟΣΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸ κατ’ εἰκόνα τηρήσας ἀδιαλώβητον, τὴν τοῦ Χριστοῦ Εἰκόνα, θεοφόρε Θαδδαῖε, ζήλῳ εὐσεβείας σέβων θερμῶς, ὑπὲρ ταύτης ἐνήθλησας· ὅθεν τιμῶντες τὴν μνήμην σου πρεσβευτήν, πρὸς Αὐτόν σε προβαλλόμεθα.

Οἱ θαυμαστοί σου ἀγῶνες καὶ τὰ παλαίσματα, κατάνυξιν ποιοῦντα, τῶν πιστῶν ταῖς καρδίαις, ἕλκουσι γενέσθαι σοῦ μιμητάς, οὓς εὐχαῖς σου ἀξίωσον, ἀπολογίαν Κυρίῳ δοῦναι καλήν, ὦ Θαδδαῖε παμμακάριστε.

Ὁμολογίας τὸ στέφος νῦν περικείμενος, καὶ σὺν χοροῖς Ἀγγέλων, τῇ Ἁγίᾳ Τριάδι, δόξαν ἀναπέμπων μνείαν ποιοῦ, καὶ ἡμῶν τῶν τιμώντων σε, ἀξιωθῆναι τῆς χάριτος τῆς ἐν σοί, δυσωποῦμεν καθικέτευε.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Νηπίων τοῖς αἵμασι, τὸ σὸν αἷμα ἀνέμιξας, ὡς ἐκεῖνα σήμερον γὰρ προτέθυνται, τῷ γεννηθέντι Θεῷ ἡμῶν, καὶ σὺ προσενήνεξαι, τῷ Χριστῷ ἀθλητικῶς, σὺν αὐτοῖς οὖν ἱκέτευε, τὸν δεξάμενον, τὴν σεπτὴν καὶ ἁγνὴν ὑμῶν θυσίαν, λυτρωθῆναι πάσης βλάβης, τοῦ πονηροῦ τοὺς τιμῶντάς σε.

Νηπιάζων ὡς γέγραπται, τῇ κακίᾳ πανεύφημε, ταῖς φρεσὶ δὲ τέλειος γνωριζόμενος, ἁπλοῦς καὶ ἄκακος γέγονας, ἀκτήμων ἀόργητος, καὶ τοῖς πᾶσι ποθεινός, τοῦ Χριστοῦ τῆς Εἰκόνος δέ, ὑπερήθλησας, σὺν τοῖς θείοις Νηπίοις οὖν Θαδδαῖε, μὴ ἐλλίπῃς ἱκετεύειν, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.

Τῇ θερμῇ παῤῥησίᾳ σου, τοὺς τυράννους διήλεγξας, τοὺς δεινῶς νοσήσαντας τὴν ἀσέβειαν, εἰς τὴν Εἰκόνα τὴν ἄχραντον, Χριστοῦ τῆς Μητρὸς Αὐτοῦ, τῶν Ἁγίων τε ὁμοῦ, οὓς ἀθέους ἀπέδειξας, καὶ κατήσχυνας, τὴν καλὴν οὖν ποιῶν ὁμολογίαν, ὑπὲρ ταύτης καὶ θανάτου, θεοπρεπῶς κατεφρόνησας.


Δόξα. Ἦχος πλ. β΄.
Τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἄρας σοφέ, Αὐτῷ ἠκολούθησας, καὶ σὺν πάσῃ προθυμίᾳ, ἔσπευσας Αὐτῷ εὐαρεστῆσαι. Αὐτὸν γὰρ μόνον ἀγαπήσας ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ διανοίας σου, ὀπίσω τούτου ἔδραμες, καὶ κόσμον ἀρνησάμενος, Αὐτῷ ἀφιερώθης· ὁσίως τε ἀμπεχόμενος σεπτὴν τῆς μετανοίας στολὴν πάσης ἀρετῆς καὶ ἀσκήσεως ἐργάτης γεγονώς, πρὸς αὐτὴν τὴν τελειότητα κατὰ τὸ δυνατὸν ἀνελήλυθας. Ὅθεν καὶ ἠξίωσε, σὺν τοῖς ἱδρῶσι τῆς ἀσκήσεως, καὶ τοῖς αἵμασι τῆς ἀθλήσεως, τὸν χιτῶνά σου ῥαντισθῆναι, ὑπὲρ τῆς ἁγίας Εἰκόνος Αὐτοῦ ὁμολογοῦντος. Παῤῥησίαν οὖν ἔχων πρὸς Αὐτόν, Ὁμολογητὰ Θαδδαῖε παμμακάριστε, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν πόθῳ τιμώντων σε, τυχεῖν τῆς σωτηρίας.


Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεέμ, Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

Εἴσοδος. Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι,' 7. γ,' 13)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἰδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεοθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 31)
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ, Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ', 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Λιτή. Ἦχος α΄.
Τὸν τοῦ Κυρίου μέγαν Ὁμολογητήν, Θαδδαῖον τὸν παναοίδιμον, ψαλμοῖς καὶ ὑμνῳδίαις, δεῦτε πιστοὶ ἀξίως ἐγκωμιάσωμεν. Οὗτος γὰρ ἀρνίον τοῦ Χριστοῦ ἄκακον ὑπάρχων, ταπεινὸς καὶ πρᾶος καὶ ἀκτήμων ὑπὲρ πάντας, μηδὲν ἔχων πλὴν ὧν περιεβέβλητο, διὰ τὴν Ὀρθόδοξον ὁμολογίαν, μαχητὴς ἀκαταγώνιστος ἀνεδείκνυτο· ὅθεν τοὺς ἀθετοῦντας τὴν ἱερὰν τοῦ Χριστοῦ Εἰκόνα, καὶ τῆς Θεοτόκου καὶ τῶν Ἁγίων, γενναίως ἐκβροντήσας εἰς τέλος κατήσχυνε. Καὶ διὰ μαρτυρίου πρὸς Θεὸν μεταβάς, πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῆς τοῦ Ὁσίου Θεοδώρου φυτείας ὁ ῥάδαμνος, τῆς τοῦ Στουδίου Μονῆς δένδρον τὸ κατάκαρπον, Θαδδαῖος ὁ τρισόλβιος, ἀξίως εὐφημείσθω. Οὗτος γὰρ διὰ τὸν οὐράνιον Πατέρα, ἐφάμιλλος τῷ πνευματικῷ αὐτοῦ πατρὶ γενέσθαι ἐπιποθῶν, αὐτῷ κατηκολούθει. Ἀπελεύθερος αὐτοῦ δὲ γεγονώς, τοῦ Δεσπότου δοῦλος γνήσιος ἀνεδείχθη. Τοῖς ἱδρῶσιν οὖν τῆς ἀσκήσεως, καὶ τῶν ἀρετῶν τελειότητι, συνέδραμε γενναίως ἡ τῆς Ὀρθοδοξίας ὁμολογία, ἣν ἴσα τῷ πατρί, πρὸς βασιλεῖς ἀσεβήσαντας, στεντορείως ἐκήρυξε. Σὺν αὐτῷ δὲ νῦν ἱκετεύει, καὶ ἡμᾶς αἰωνίου ζωῆς ἀξιωθῆναι.

Ἦχος γ΄.
Τίς τὰς ἀρετάς σου ἀξίως ἐπαινέσειε, καὶ τῆς θαυμαστῆς βιοτῆς σου τὰ κατορθώματα τίς διηγήσεται; Οὔτε τοῦ γένος τὸ ἀκλεὲς ἡ πτωχεία τε, καὶ ἡ δουλεία ἐμποδών σοι ἐγένοντο, εἰς ὕψος φθάσαι ἀρετῶν δυσθεώρητον. Σκυθογενὴς γὰρ ὑπάρχων καὶ ἰδιώτης καὶ δοῦλος, πεφωτισμένος ἐδείχθης, καὶ πρὸς τὴν τελειότητα ἔδραμες. Πολιτείαν θεάρεστον κτησάμενος, παρὰ πάντων ἠγαπήθης· νηστείαν ὑπερβάλλουσαν καὶ ἀγρυπνίαν πολλὴν ἐξήσκησας, γλώσσης ἐγκράτειαν, προσοχὴν τῶν θείων λόγων, χαμευνίαν καὶ ὑπακοήν, καὶ ἀγάπην τελείαν πρὸς ἅπαντας. Τὴν τῆς Ὀρθοδοξίας τε προσθεὶς ὁμολογίαν, μεγάλως εὐηρεστήσας Θεῷ. Μετάδος οὖν καὶ ἡμῖν τῶν ἀρετῶν σου Πάτερ, εὐχαῖς σου πρὸς Κύριον.

Ἦχος δ΄.
Τύραννον τὸν ἀσεβῆ καὶ πονηρόν, τὸν δολίως ἀναγκάζοντά σε ἀθετεῖν τῆς Εἰκόνος τοῦ Κυρίου τὴν τιμήν, εὐθαρσῶς διήλεγξας, ὡς δυσσεβέστατον τύραννον καὶ πάσης ἀκαθαρσίας πεπληρωμένον. Καὶ ὡς πανοῦργον καὶ ἄδικον κριτήν, εἰς τέλος κατήσχυνας, ὁ ἀλιτήριος οὖν αἰσχυνθείς, ἐκέλευε τύπτεσθαι σὲ τὸ ἀρνίον τοῦ Χριστοῦ· ὅθεν τυπτόμενος ἀνηλεῶς, παιόμενος συρόμενος, ὡς θνησιμαῖον, τὴν ὁμολογίαν τῆς πίστεως, βασάνοις καὶ αἵμασιν ἐτράνωσας. Καὶ τρεῖς ἡμέρας ἐπιβιούς, πρὸς Κύριον Ὃν ἕως θανάτου ἠγάπησας μεταβέβηκας. ᾯ καὶ πρεσβεύεις, Ὁμολογητὰ Θαδδαῖε γενναιότατε, ὑπὲρ ἡμῶν τῶν τιμώντων εὐλαβῶς τοὺς ἀγῶνάς σου.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες οἱ πιστοί, τοῦ Ὁσιοάθλου Θαδδαίου, τὰς ἀριστείας καὶ τὰ ἆθλα, ἐν τῇ μνήμῃ αὐτοῦ ἐγκωμιάσωμεν, καὶ συμπαραστάτης ἡμῶν, αὐτὸν ἐκζητήσωμεν. Οὗτος γὰρ ὁ γεννάδας, τῆς τοῦ πανοσίου Θεοδώρου μάνδρας πρόβατον γεγονώς, ἐν ἀρεταῖς καὶ ὁμολογίᾳ, αὐτῷ ἐζηλοτύπησεν, ἐκ δούλου γὰρ καὶ ἰδιωτείας, εἰς ἀκρώρειαν φθάσας ἀρετῶν, τοῖς πᾶσιν ἀγαπητὸς ἐγένετο. Εἰς ἐνδεχομένην δὲ τελειότητα τὴν πολιτείαν τοῦ Σχήματος πληρῶν, καὶ δι’ ἀθλητικῶν αἱμάτων, τὸν χιτῶνα αὐτοῦ ἐπορφύρωσε. Τὴν ἄχραντον Εἰκόνα τοῦ Κυρίου, καὶ τῆς Παναγίας Αὐτοῦ Μητρός, καὶ πάντων τῶν Ἁγίων τιμῶν καὶ προσκυνῶν, τοῖς ἀθετοῦσιν αὐτὴν ἀντικατέστη, καὶ ἕως θανάτου αὐτῆς ὑπερήθλησε. Πρεσβευτὴν οὖν ἔχοντες αὐτὸν πρὸς Κύριον, τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.

Εἰς τὸν Στίχον, τῆς Ἑορτῆς. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.
Μυστήριον φρικῶδες ὁρῶ· Θεὸς γὰρ ὁ κατέχων δρακί, πᾶσαν κτίσιν, περιέχεται σαρκί, ἐν φάτνῃ τῶν ἀλόγων, καὶ ῥάκει σπαργανοῦται, ὁ σπαργανῶν ὁμίχλῃ θάλασσαν.

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ὁ ἄσαρκος σαρκοῦται Θεός, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ ὁ πλήρης, νῦν κενοῦται ἐν σμικρῷ, Σπηλαίῳ ἐκ Παρθένου, καὶ βρέφος γαλουχεῖται, ὁ διατρέφων πνοὴν ἅπασαν.

Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Σκιρτῶσι τῇ γεννήσει Χριστοῦ, Ποιμένες καὶ δοξάζουσι, σὺν Ἀγγέλοις, καὶ ἀστὴρ δορυφορεῖ, καὶ Μάγοι προσκυνοῦσι, καὶ ἄνθρωποι σωθέντες, τὴν Θεοτόκον μεγαλύνουσι. 




Δόξα. Τοῦ Ὁσίου. Ἦχος δ΄.
Τὸν τοῦ Κυρίου μέγαν Ὁμολογητήν, Θαδδαῖον τὸν ἀεισέβαστον, ἐγκωμίοις ἱεροῖς, καὶ ὠδαῖς πνευματικαῖς, δεῦτε τιμήσωμεν. Οὗτος γὰρ ὁ τρισόλβιος, τὸν ζυγὸν τοῦ Κυρίου ἀναλαβών, ἐν ὁσιότητι καὶ ἄκρᾳ ἀσκήσει, Αὐτῷ εὐηρέστησε. Τὴν καρδίαν δὲ καιομένην ἔχων τῇ ἀγάπῃ τοῦ Χριστοῦ, τοὺς εἰς τὴν ἄχραντον Αὐτοῦ Εἰκόνα παρανομήσαντας, ἐλέγχοις σφοδροτάτοις, κατέκρινε καὶ εἰς τέλος κατήσχυνεν. ᾯ ἐπιστάντες οἱ τῶν δικαίων φονευταί, τῷ Κυρίῳ παρέπεμψαν, διὰ τὴν ὀρθόδοξον ὁμολογίαν. Παῤῥησίαν οὖν ἔχων πρὸς Αὐτόν, ἀδιιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν τιμώντων Αὐτὸν διὰ μιμήσεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σπήλαιῳ παρώκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· δόξα τῇ συγκαταβάσει Σου, μόνε φιλάνθρωπε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ Χριστοῦ τῇ Γεννήσει λαμπρῶς συνέδραμεν, ἡ σεπτὴ ἑορτή σου Θαδδαῖε πάντιμε, ἣν τελοῦντες εὐλαβῶς, παρακαλοῦμέν σε, ὡς μέγαν Ὁμολογητήν, ἐκδυσωπεῖν ὑπὲρ ἡμῶν, σοῦ μιμητὰς γενηθῆναι, ὅτι πολλὴν παῤῥησίαν, πρὸς τὸν Θεὸν μάκαρ κέκτησαι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. 

Ἀπόλυσις.












ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸ Σχῆμα τὸ σεμνόν, ἐνδυσάμενος Πάτερ, καὶ εἰς τὴν ἐφικτήν, τελειότητα φθάσας, Θεῷ εὐηρέστησας, καὶ ἀνθρώποις πανόσιε· ὅθεν γέγονας, ὑπογραμμὸς μοναζόντων, καὶ τῆς πίστεως, ἀκαταγώνιστος κήρυξ, Θαδδαῖε μακάριε.
Δόξα.
Σὺν πόθῳ τοῦ Χριστοῦ, τὴν ἁγίαν Εἰκόνα, τιμῶν καὶ προσκυνῶν, τοὺς αὐτὴν ἀθετοῦντας, εὐτόνως διήλεγξας, καὶ ἀθέους ἀπέδειξας, μέχρις αἵματος, ῥοπαλισμῶν καὶ θανάτου, τὴν Ὀρθόδοξον, πίστιν γενναίως κηρύσσων, Θαδδαῖε πανένδοξε.
Καὶ νῦν. Τῆς Ἑορτῆς
Ἐν φάτνῃ δι’ ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ, νηπιάσας βούλησει. Ποιμένες δὲ σὲ ὕμνησαν, μετ’ Ἀγγέλων κραυγάζοντες· δόξα αἴνεσις, τῷ ἐπὶ γῆς γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς Στουδίου εὐαγοῦς, πρόβατον μάνδρας γεγονώς, ἐν αὐτῇ τοὺς ἱερούς, ἀγῶνας ἤνυσας στεῤῥῶς, τοὺς τῆς ἀσκήσεως ἅμα καὶ μαρτυρίου. Οἷς συναθλητήν, καὶ διδάσκαλον, ἔσχες τὸν παμμέγαν Θεόδωρον. Μεθ’ οὗ Κυρίῳ νῦν παρεστηκότες, ὑπὲρ ἡμῶν ἱκετεύσατε, τῆς Βασιλείας, ἀξιωθῆναι ἐκτενῶς δυσωποῦμεν.
Δόξα.
Τῶν Νηπίων τοῖς σεπτοῖς, αἵμασιν ἔμιξας τὸ σόν, ἐκχυθὲν ὑπὲρ Χριστοῦ, Θαδδαῖε θῦμα καθαρόν, ὡς γὰρ ἐκεῖνα ἐτύθησαν τῷ Κυρίῳ, ἄκακα καὶ ἄμωμα θύματα, οὕτως ἀκακίᾳ συζῶντί σοι, ἐπιπεσὼν ὁ τύραννος αἰκίαις, σὲ τῷ Κυρίῳ παρέπεμψεν. ᾯ νῦν πρεσβεύεις, ἐλεηθῆναι, τοὺς πιστῶς σὲ τιμῶντας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; Πάντως ὡς οἶδεν ὡς ἠθέλησεν καὶ ὡς ηὐδόκησεν, ἄσαρκος γὰρ ὤν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι’ ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρώσαι.





Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τοὺς ἱεροὺς καὶ γενναίους σου ἀγῶνας, οὓς ἐν ἀσκήσει καὶ ἀθλήσει ἐνεδείξω, συνελθόντες σήμερον, πόθῳ εὐφημοῦμεν, δοξάζοντες τὸν δοξάσαντά σε Θεόν, ὃν βίῳ ὁμολογίᾳ τε τῇ λαμπρᾷ, ὦ Θαδδαῖε ἐδόξασας, ἐν κατανύξει ψυχῆς, τιμῶντές σε καὶ λέγοντες· Χαίροις Πάτερ ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω, ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῶ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος, ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον, ὃν δοξάζει τὰ σύμπαντα.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· τοῦ Κυρίου ἀκούσας Ὁμολογητὰ Θαδδαῖε, ἐνώπιον βασιλέων καὶ τυράννων, Αὐτὸν ὡμολόγησας λαμπρᾷ τῇ φωνῇ, καὶ τοὺς θεοκαπήλους αἱρετικοὺς κατήσχυνας. Πρὸς αὐτὸν οὖν μετὰ τῶν φορτίων τῶν ἀρετῶν καὶ τῆς ὁμολογίας μεταβάς, τὰ ἐπηγγελμένα ἀπέλαβες, ὧν καὶ ἡμᾶς ἀξίωσον, ταῖς ἱκεσίαις σου.














Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἅγιε Θαδδαῖε, πρέσβευε ὑπὲρ ἐμοῦ. Παύλου.
ᾨδὴ α’. Ἦχος α΄. Ἀνοίξω τὸ στόμα μου.
Ἁγίαις πρεσβείαις σου, τὴν τοῦ νοός μου σκοτόμαιναν, Θαδδαῖε πανεύφημε, δέομαι θείῳ φωτί, καταλάμπρυνον, ἀξίως ὅπως μέλψω, τὴν μνήμην σου σήμερον, τὴν πανευφρόσυνον.
Γηθόμενοι σήμερον, μετ’ ἐγκωμίων τιμήσωμεν, Θαδδαῖον τὸν πάντιμον, τὸν ἐν ἀσκήσει πολλῇ, διαλάμψαντα, καὶ δι’ ὁμολογίας, στεῤῥᾶς τὴν ὀρθόδοξον, πίστιν κηρύξαντα.
Ἰδών σου ὁ Κύριος, τὸ τῆς καρδίας ἀκέραιον, ψυχῆς τε τὸ ἄπλαστον, τὸ τῆς ἀγάπης θερμόν, σὲ ἠξίωσε, τῆς δόξης τῶν Ἀγγέλων, μετόχους ἧς ποίησον, τοὺς ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Εἰκόνα πανάμωμε, τὴν Σὴν τιμῶν ὁ θεράπων Σου, αὐτῆς μέχρις αἵματος, ὑπερημύνθη στεῤῥῶς· μεθ’ οὗ πρέσβευε, ἡμᾶς ἀξιωθῆναι, ψυχῆς τὸ εἰκόνισμα, τηρεῖν ἀλώβητον.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Θεοῦ καὶ ἀνθρώπων τὴν ἀγάπην, τελείαν ἐν σοὶ διατηρῶν, τοὺς πάντας εἰς ἀγάπησιν, τὴν σὴν Θαδδαῖε εἵλκυσας, ἧς καὶ ἡμᾶς ἀξίωσον, τοὺς εὐλαβῶς ἀγαπῶντάς σε.
Ἀσκήσεως βαίνοντι τὸν δρόμον, σὺν πάσῃ σπουδῇ καὶ ἀρετῇ, στέφανος προσετέθη σοι, ὁμολογίας πίστεως, ὡς παῤῥησίαν ἔχωνοὖν, ὑπὲρ ἡμῶν Πάτερ πρέσβευε.
Δουλεία καὶ ἡ ἰδιωτεία, οὐδόλως ἐγένετο ἐμποδών, σοὶ πρὸς τὴν τελειότητα, Θαδδαῖε παμμακάριστε, ἐν γὰρ τῇ προθυμίᾳ σου, λαμπρῶς Θεῷ εὐηρέστησας.
Θεοτοκίον.
Διώξασα πᾶσαν τῆς ψυχῆς μου, κακίαν ἐμφύτευσον αὐτῇ, τὸ ἅγιόν Σου ὄνομα, ὦ Παναγία Δέσποινα, καὶ συνεχὲς μελέτημα, ἔχειν αὐτὸ Σὺ βοήθει μοι.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ Κυρίῳ Θαδδαῖε ἀκολουθῶν, καὶ Αὐτῷ ἕως τέλους εὐαρεστών, ἀξίως ἀπήλειφας, τὸν τῆς νίκης σου στέφανον. Τὰς ἀρετὰς γὰρ πάσας, παμμάκαρ κατώρθωσας, καὶ Ὁμολογητής τε, ἐγένου τῆς πίστεως, οὔτε ἡ δουλεία, οὔτε γένους ἁπλότης, καὶ ἰδιωτεία τε, ἐμποδών σοι ἐγένοντο, ἐν ὁδῷ ἁγιότητος. Ἧς ἀξιωθῆναι καὶ ἡμᾶς, τοὺς ἀγαπῶντάς σε Ἅγιε πρέσβευε, καὶ τὴν μνήμην σου μετὰ πόθου γεραίροντας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτής.
Οὐρανὸς μοι ἐφάνη σήμερον γῆ, ἐπὶ Σοὶ γὰρ γεννᾶται ὁ Ποιητής, καὶ φάτνῃ ἀνακλίνεται, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Σὺν Ἀγγέλοις ὑμνοῦσι καὶ Ποιμένες ἀπαύστως, ἐν ὑψίστοις δόξα, εἰρήνη τῷ κόσμῳ τε, εἶδον γὰρ ἀστέρα, ὁδοιποροῦντα οἱ Μάγοι, ὀξέως τε προέτρεχον, τοῦ προσάξαι τὰ δῶρα αὐτῶν, χρυσὸν σμύρναν καὶ λίβανον, ὡς πάντων ὑπάρχοντι Θεῷ, καὶ Βασιλεῖ αἰωνίῳ, καὶ Κτίστῃ τοῦ παντός, ἐν Σπηλαίῳ δι’ οἶκτον, ἐπιφανέντι βροτοῖς.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀδελφότης τοῦ Στουδίου, σοὶ τὸ στάδιον γέγονεν, ἐν ᾧ τοὺς ἀγῶνας, τοὺς ὁσιοάθλους διήνυσας, σὺν Θεοδώρῳ τῷ πάνυ, μεθ’ οὗ πρέσβευε, πρὸς τὸν Κύριον, πάντας εὑρεῖν ἡμᾶς ἔλεος.
Ἱλαρὸς πραΰς ἀκτήμων, ταπεινόφρων καὶ μέτριος, μηδὲν πλέον ἔχων, πλὴν τῶν πενιχρῶν ὧν ἐνδέδυσαι, τῶν ἀρετῶν τε πασῶν, ἐργάτης δέδειξαι· ὅθεν χάρις σοι, παρὰ Θεοῦ πολλὴ δέδοται.
Ἐγκρατείᾳ ἀγρυπνίᾳ, χαμευνίᾳ νηστείᾳ τε, σιωπῇ τῆς γλώσσης, λόγων προσοχῇ τῶν τοῦ Πνεύματος, εὐαρεστοῦντα Κυρίῳ, τοῖς ἀνθρώποις τε, σὲ ἠγάπησαν, ὡς τὸν Θεὸν ἀγαπήσαντα.
Πρᾶον ἄκακον ἀρνίον, ὡς πρὸς ἄλλα ὢν πάντιμε, πρὸς τοὺς ἀθετοῦντας, τὴν Χριστοῦ Εἰκόνα γεγένησαι, μαχητὴς μέγας καὶ τούτους, κατεβρόντησας, μέχρις αἵματος, πίστιν λαλῶν τὴν Ὀρθόδοξον.
Θεοτοκίον.
Ῥήμασι τῶν Σῶν χειλέων, Παναγία ἑπόμενοι, ἐσαεὶ ἀνθρώπων, πᾶσαι γενεαὶ μακαρίζομεν, παρακαλοῦντές Σε τὴν ἀειμακάριστον, καταξίωσον, μακαρισμοῦ τοὺς οἰκέτας Σου.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστησας ἅπαντας, ἀμέμπτῳ πολιτείᾳ σου, καὶ τῇ σταθηρᾷ ὁμολογίᾳ, αἷς διαπρέψας, ἐν οὐρανῷ καὶ ἐν γῇ, τιμᾶσθαι ἠξίωσθαι σοφέ, σὲ ἀντιδοξάζοντος, τοῦ Θεοῦ Ὃν ἐδόξασας.
Συνεῖναι ποθήσαντι, τῷ τῶν Ὁσίων τάγματι, ταῖς τοῦ θεοφόρου Θεοδώρου, χειραγωγίαις, πᾶσαν πλουτεῖς ἀρετήν, καὶ τούτῳ πιστῶς ἀκολουθῶν, τὸν Χριστὸν ἐκήρυξας, ὑπὲρ οὗ χαίρων ἤθλησας.
Βαφαῖς τοῦ σοῦ αἵματος, ἱδρῶσί τε ἀσκήσεως, ἔχρισας Θαδδαῖε σὸν χιτῶνα, Ὃν παῤῥησίᾳ, πρὸ τοῦ τῶν πάντων Θεοῦ, φορῶν ἱκετεύεις τὴν σεπτήν, μένειν ἀστασίαστον, Ἐκκλησίαν ἀείποτε.
Θεοτοκίον.
Εἰκόνα τὴν ἄχραντον, Σοῦ πάναγνε θεώμενοι, καὶ μετ’ εὐλαβείας προσκυνοῦντες, βλέπεις δοκοῦμεν, Σὲ ὁρατῶς καὶ τὴν Σήν, ἀγάπην ἣν ἔχεις πρὸς ἡμᾶς, πίστει αἰσθανόμενοι, Σὲ θερμῶς μεγαλύνομεν.






ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ὑπάρχων ὅλως ἀνέτοιμος, ὁ τάλας πρὸς τὴν σὴν ἀγαθότητα, προσφεύγω Κύριε, ταῖς προσευχαῖς τοῦ Ὁσίου Σου, θὲς τῇ ἐμῇ καρδίᾳ, αὐτοῦ τὸ πρόθυμον.
Εὐχαῖς νηστείαις καὶ δάκρυσι, καὶ πάσαις ἀρεταῖς καθαιρόμενος, δοχεῖον γέγονας, τῶν χαρισμάτων τοῦ Πνεύματος, ὧν καὶ ἡμᾶς μετόχους, εὐχαῖς σου ποίησον.
Ὑμνοῦντας πόθῳ τοὺς ἄθλους σου, ἀσκήσει καὶ ἀθλήσει οὓς ἤνεγκας, Θαδδαῖε πάντιμε, δέχου ἡμᾶς καὶ ἀξίωσον, σοῦ μιμητὰς γενέσθαι, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ποθῶν ἰδεῖν Σου τὸ πρόσωπον, ἐξ ὅλης τῆς καρδίας Σοῦ δέομαι, τοῦ βοηθῆσαί μοι, ἀξιωθῆναί με πάναγνε, ὡς τοῦ Θεοῦ γὰρ Μήτηρ, τὰ πάντα δύνασαι.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Προσκυνῶν τὴν ἄχραντον, τοῦ σοῦ Δεσπότου Εἰκόνα, ὑπὲρ ταύτης ἤθλησας, Ὁσιομάρτυς Θαδδαῖε· ἔλαμψας, ἐν ὀσιότητι καὶ ἀσκήσει· αἵμασι, σοῦ τὸν χιτῶνα ἔβαψας μάκαρ· ὡς οὖν ἔχων παῤῥησίαν, πρέσβευε Πάτερ, ὑπὲρ ἡμῶν τῷ Θεῷ.
Ὁ Οἶκος.
Τοῦ Χριστοῦ τὸ ἀρνίον τὸ ἄκακον, τῆς Μονῆς τοῦ Στουδίου τὸν ὅρπηκα, τὸν ἁπάσας πιστῶς ἐκτελέσαντα, ἀρετὰς καὶ ὑποσχέσεις τοῦ Σχήματος, τὸν μηδὲν ὅλως ἔχοντα, πλὴν τῶν ὧν πενιχρῶν ἐνεδέδυτο, τὸν ὑπὸ πάντων διὰ τὰς ἀρετὰς αὐτοῦ ἀγαπώμενον, τὸν διὰ τὴν Ὀρθοδοξίαν ἀγωνιστὴν μέγαν γενόμενον, τὸν ὑπὲρ τῆς Εἰκόνος τοῦ Κυρίου καὶ τῆς Θεοτόκου καὶ τῶν ἁγίων ἀγωνισάμενον, καὶ τοὺς πολεμίους αὐτῆς εὐθαρσῶς καὶ ἀνδρείως ἐλέγξαντα, καὶ μέχρις αἵματος καὶ θανάτου ἀθλήσαντα, Θαδδαῖον τὸν Ὁμολογητὴν εὐφημήσωμεν, αἰτοῦντες πρεσβεύειν ἀεί, ὑπὲρ ἡμῶν τῷ Θεῷ.













Συναξάριον.
Τῇ ΚΘ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Θαδδαίου τοῦ Ὁμολογητοῦ.
Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης,
Ὁμολογητὴς ἀναφανεῖς ὡς μέγας.
Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Θαδδαῖος ἀπελεύθερος γέγονε Θεοδώρου, τοῦ τὴν Μονὴν τῶν Στουδίων ἐκ βασιλικῆς ἐξουσίας λαβόντος, καὶ κοινόβιον ποιήσαντος. Κείρας δὲ καὶ οὗτος τὴν κόμην τῆς κεφαλῆς αὑτοῦ ἐν τῇ αὐτῇ Μονῇ, γέγονε μοναχός· καὶ πολιτείαν κτησάμενος θεάρεστον, ἠγαπήθη παρὰ πάντων· νηστείαν γὰρ καὶ ἀγρυπνίαν εἶχε πολλήν, γλώσσης ἐγκράτειαν, προσοχὴν τῶν θείων λόγων, χαμευνίαν καὶ ὑπακοὴν ὑπερβάλλουσαν, μηδὲν ἄλλο ἔχων, πλὴν ὧν περιβέβλητο.
Τῶν δυσσεβῶν δὲ τότε Εἰκονομάχων, Μιχαὴλ φημὶ τοῦ Τραυλοῦ, καὶ Θεοφίλου τοῦ υἱοῦ αὐτοῦ, κατὰ συγχώρησιν Θεοῦ, κρατούντων, πάντας τοὺς εὐσεβεῖς Ἐπισκόπους καὶ Ἡγουμένους, οὓς μὲν ἀπέκλειον, οὓς δὲ ἐξώριζον· ἐν οἷς ἦν καὶ ὁ μέγας ἀγωνιστὴς Θεόδωρος, ὁ τούτου γεγονὼς δεσπότης καὶ ἡγούμενος. Σὺν τούτῳ οὖν ποτε ἀνελθὼν ἐν τῷ παλατίῳ καὶ ὁ θεοφόρος οὗτος Θαδδαῖος, ζήλῳ θείῳ πυρωθείς, ἤλεγξε τὸν δυσσεβῆ ἐκεῖνον βασιλέα ἐνώπιον πάσης τῆς συγκλήτου. Ὁ δὲ ἐκέλευσε τὴν τοῦ Σωτῆρος ἡμῶν εἰκόνα ἐνεχθῆναι, καὶ τεθεῖναι ἐν τῇ γῇ, τὸν δὲ ἅγιον τοῦτον ἄνδρα ἐπιστῆναι ἄνωθεν τῆς ἁγίας εἰκόνος, καὶ μὴ βουλόμενον, κατεχόμενον ὑπό τινων ἰσχυρῶν ἀνδρῶν ἀσφαλῶς, πρὸς τὸ μὴ μεταστῆναι· καί, Ἴδε, φησὶν ὁ τύραννος, τὴν τοῦ Χριστοῦ σου εἰκόνα κατεπάτησας· λοιπὸν συγκατάθου καὶ ἐν τοῖς λοιποῖς. Ὁ δέ, ἐν ἀληθείᾳ πεφωτισμένος τὴν ψυχήν, ἀπεκρίνατο πρὸς αὐτόν· Ἐγὼ δυσσεβέστατε, καὶ πάσης ἀκαθαρσίας πεπληρωμένε τύραννε, οὐκ ἐξ ἰδίας γνώμης τοῦτο πεποίηκα· μὴ γένοιτο! ἀλλὰ τῆς σῆς τοῦτο πανουργίας καὶ ἀδίκου κρίσεως· προσκυνῶ δὲ μᾶλλον ἐγὼ τῇ ἁγίᾳ εἰκόνι τοῦ Κυρίου καὶ Θεοῦ μου, καὶ κατασπάζομαι αὐτήν, καὶ ὑπὲρ αὐτῆς προθύμως ἀποθανεῖν αἱροῦμαι.
Τούτοις τοῖς λόγοις ὁ ἀλιτήριος αἰσχυνθείς, ὡς ὑπὸ ἀγροίκου καὶ Σκυθογενοῦς καὶ παντελῶς ἰδιώτου ὑβρισθείς, ἐκέλευσεν ἔμπροσθεν αὐτοῦ τῷ ἐδάφει ῥιφῆναι καὶ ἀνηλεῶς τύπτεσθαι· καὶ τοσοῦτον αὐτὸν τοῖς ῥοπάλοις ἔτυψαν, ἄχρις ἂν καὶ ἤλπιζον ἀναπνεῖν. Εἶτα, νομίσαντες τεθνάναι, ἔσυρον ἐκ τῶν ποδῶν ἔξω· ὃν καί τινες τῶν παρεστώτων δήσαντες, εἵλκυσαν ὡς θνησιμαῖόν τι καὶ ἀκάθαρτον διὰ πάσης τῆς λεωφόρου· καὶ ῥίψαντες αὐτὸν πλησίον τοῦ τείχους, πρὸς τὸ μέρος τῆς πηγῆς, ὑπέστρεψαν ἀπολουσάμενοι. Ὁ δὲ μακάριος Θαδδαῖος, εὐχαρίστως πάντα καὶ γενναίως ὑπενεγκών, τρεῖς ἐπιβιοὺς ἡμέρας, ἀπῆλθε πρὸς Κύριον.


Τῇ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρώδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
Διὰ ξίφους ἄωρα μητέρων βρέφη,
Ἄνειλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.
Προστάξας ὁ βασιλεὺς τῶν Ἰουδαίων Ἡρῴδης τοῖς Μάγοις ὑποστρέψαι καὶ διαγγεῖλαι αὐτῷ τὰ περὶ τοῦ γεννηθέντος Βασιλέως, ὃν ὁ ἀστήρ, ᾧ ἠκολούθουν, ἐμήνυεν, ὅπως σὺν ἐκείνοις προσκυνήσῃ αὐτόν· καὶ τοῦ Ἀγγέλου εἰπόντος αὐτοῖς, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, ἀλλὰ δι᾿ ἄλλης ὁδοῦ ἀναχωρῆσαι εἰς τὴν χώραν αὐτῶν· καὶ τοῦτο ποιησάντων, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπ᾿ αὐτῶν, ἐθυμώθη λίαν· καὶ ἐψηφίσατο ἀκριβῶς τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ ἀποστείλας στρατιώτας, ἐφόνευσε πάντας τοὺς ἐν Βηθλεὲμ παῖδας καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπό διετοῦς καὶ κατωτέρω· τοῦτο θέμενος ἐν τῇ διανοίᾳ αὑτοῦ, ὡς εἰ πάντας τοὺς παῖδας φονεύσειε, πάντως ἀποθανεῖται καὶ ὁ μέλλων βασιλεῦσαι, καὶ οὐκ ἐπιβουλεύσει αὐτῷ· ἀλλ᾿ εἰς μάτην ἐκοπίασεν ὁ παράφρων, μὴ εἰδὼς ὅτι Θεοῦ βουλὴν ἄνθρωπος ἐμποδίσαι οὐ δύναται. Ὅθεν ἐκείνοις μὲν προεξένησε Βασιλείαν οὐρανῶν, ἑαυτῷ δὲ κόλασιν αἰώνιον.

Τῇ αὐτῇ ἡμέρα, μνήμη πάντων τῶν Χριστιανῶν, καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐν λιμῷ καὶ δίψῃ καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων.
Σωθῆναι πάντας τοὺς βροτούς, Σῶτερ, θέλων,
Εἰς τοῦτο κρίσεις μηχανᾶσαι πανσόφως.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
Ἀϋπνία δοὺς πάντα τὸν ζωῆς χρόνον,
Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.
Οὗτος ὁ ὅσιος Πατὴρ ἡμῶν Μάρκελλος ὑπῆρχεν ἀπὸ Ἀπαμείας, τῆς δευτέρας Συρίας, ἐξ ἐνδόξου γένους καὶ περιφανοῦς· ὅθεν καὶ πᾶσαν τὴν ἐν λόγοις παίδευσιν μετῆλθε. Καὶ ταύτην παριδών, κατέλιπε τὰ οἰκεῖα καὶ παραγίνεται εἰς Ἔφεσον, καὶ ξενίζεται παρά τισιν εὐσεβέσι· καὶ ἔν τινι τῶν Μοναστηρίων εἰσελθὼν καὶ ἀσκήσας καλῶς, παραγίνεται πρὸς τὸν Ἅγιον Ἀλέξανδρον, ὄντα ἐν τῇ Μονῇ τῶν Ἀκοιμήτων, μαθὼν περὶ τῆς ἐνθέου καὶ ὑψηλῆς αὐτοῦ πολιτείας· καὶ ἐν τῇ αὐτῇ Μονῇ τὴν διαγωγὴν ποιησάμενος, καὶ πάντας ὑπερβαλὼν ταῖς καθ᾿ ἡμέραν πρὸς ἀρετὴν προκοπαῖς, μετὰ τὴν κοίμησιν Ἀλεξάνδρου καὶ Ἰακώβου, τοῦ μετ᾿ ἐκεῖνον χρηματίσαντος Ἡγουμένου, τῆς Μονῆς καθίσταται ἀρχηγός. Πολλῶν δὲ θαυμάτων τῇ τοῦ Χριστοῦ χάριτι ἐπιδειξάμενος δύναμιν, ἐν αὐτῇ τῇ Μονῇ κοιμηθείς, ἀνεπαύσατο ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Γεωργίου, Ἐπισκόπου Νικομήδειας, τοῦ ποιητοῦ τίνων ᾀσματικῶν Κανόνων καὶ Τροπαρίων.
Πανηγυριστὴς τῶν ὑπὲρ νοῦν πραγμάτων,
Ὁ Γεώργιος νῦν κροτεῖ σὺν Ἀγγέλοις.
Οὗτος, ἦτο σύγχρονος τοῦ σοφοῦ Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, πρὸς τὸν ὁποῖον καὶ ἐπιστέλλει. Ἐμελούργησε δὲ τὴν Ἀκολουθίαν τῶν Εἰσοδίων τῆς Θεοτόκου, καὶ δύο ἐγκώμια συνέθεσεν εἰς τὴν αὐτὴν ἑορτήν. Ὁμοίως, ἐμελούργησε καὶ τὸν προεότιον κανόνα εἰς τὸν Εὐαγγελισμόν, καὶ ἄλλους κανόνας ἔχει εἰς τὴν Θεοτόκον. Οὗτος, συνέγραψε καὶ λόγους τινὰς πανηγυρικούς· οἷον εἰς τὰ Εἰσόδια, εἰς τὴν Σύλληψιν τῆς Ἁγίας Ἄννης, εἰς τὸ Εἰστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ· οἵτινες σώζονται ἐν τοῖς χειρογράφοις τοῦ Ὄρους πανηγυρικοῖς.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Ἀθηνόδωρος, ἐν εἰρήνῃ τελειοῦται.
Ἀθηνοδώρῳ δῶρον ἐξ ἐμοῦ λόγος,
Θείῳ γὰρ ἀνδρὶ καὶ νεκρῷ πρέπει λόγος.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ὁσίων Πατέρων Βενιαμὶν καὶ Βαβύλα.
Τοῖς ἐν καλῷ λιποῦσι γήρᾳ τὸν βίον,
Καὶ Βενιαμὶν τὸν καλόν, συναπτέον.
Οὗτος, ᾗναι ὁ ἐν τῷ Λαυσαϊκῷ ἱστορούμενος, ὁ ὑδρωπηκιάσας καὶ τοσοῦτον ἐξογκωθείς, ὥστε, ὅταν ἀπέθανε, ἐχάλασαν τὰς παραστάδας τῆς θύρας τοῦ κελλίου του, ὅπως ἐκβάλλωσι τὸ λείψανόν του. Ἔλεγε δὲ ὁ μακάριος οὗτος, τὸ ἀξιομνημόνευτον τοῦτο ἀπόφθεγμα· Τὴν Βασιλικὴν ὁδὸν πορεύεσθε, καὶ τὰ μίλια μετρεῖτε, καὶ οὐκ ὀλιγωρεῖτε.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Εἰκονίζεσθαι τὴν τοῦ Θεοῦ φανέρωσιν κηρύττων Ὅσιε, τοὺς τοῦ Κυρίου ἐχθρούς, εὐτόνως διήλεγξας, καὶ ἀναθέματι, καθυπέβαλες, ὡς Ἐκκλησία ὥρισεν, αὐτοὺς οὕτω μὴ ποιοῦντας.
Ῥητορεύειν σε ὁ Κύριος ἐφώτισεν Θαδδαῖε πάνσοφε, καὶ ἐν ἐλέγχοις σφοδροῖς, αἰσχύνειν τὸν τύραννον, τὸν ἀσεβήσαντα, εἰς τὴν ἄχραντον, Εἰκόνα τοῦ Θεοῦ ἡμῶν, ὑπὲρ ἧς ἐθανατώθης.
Ἑορτάζοντες τὴν μνήμην σου πανεύφημε παρακαλοῦμέν σε, Χριστῷ πρεσβεύειν ἀεί, τυχεῖν τῆς ἀφέσεως, ὧνπερ ἡμάρτομεν, παῤῥησίαν γάρ, ὡς ἀθλητὴς καὶ ὅσιος, παρ’ Αὐτῷ ἔχεις παμμάκαρ.
Θεοτοκίον.
Μεγαλύνειν Σε ἀεὶ θεομεγάλυντε ἡμᾶς ἀξίωσον, ἐν γῇ καὶ ἐν οὐρανῷ, Ἀγγέλων σὺν Τάγμασι, τὴν πάντων Ἄνασσαν, μεγαλεῖα γάρ, Σοὶ Κύριος ἐποίησε, μεγαλύνας Σου τὴν δόξαν.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ὅλον σεαυτὸν μάκαρ Θαδδαῖε, Κυρίῳ ἀφιερώσας ἐνδιαίτημα, τοῦ Ἁγίου Πνεύματος, γέγονας πανίερον, τὴν πρὸς Θεὸν ἀγάπην γάρ, τελείαν ἔσχηκας· διό, παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς εὐαρεστήσας, ὑπὲρ ἡμῶν πρεσβεύεις.
Ὕψωσας παμμάκαρ τὴν φωνήν σου, ἐλέγχοις τοὺς ἀσεβήσαντας τροπούμενος, βασιλέα τύραννον, λέγων δυσσεβέστατον, ἀκαθαρσίας ἔμπλεων, καὶ πανουργότατον, ἐφ’ οἷς, καὶ αἰσχυνθεὶς ταῖς αἰκίαις, Ὁμολογητήν σε, καὶ Μάρτυρα δεικνύει.
Πάτερ παμμακάριστε Θαδδαῖε, εὐχαῖς σου τοὺς σὲ τιμῶντας περιφρούρησον, ἔχεις παῤῥησίαν γάρ, ὅσιος ὢν τέλειος, καὶ ἀθλητὴς στεῤῥότατος, καὶ μέχρις αἵματος, Εἰκόνα, προσκυνῶν τοῦ Κυρίου, καὶ τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων.
Θεοτοκίον.
Ἅπαντα καρδίας μου τὸν πόθον, εἰς Σὲ μόνην Παναγία ἀφιέρωσα, τὸ γλυκύ Σου ὄνομα, καὶ ἡ παρουσία Σου, ἡ διὰ τῆς Εἰκόνος Σου, χαρά μου ἄπειρος, καὶ δέομαί Σου πάναγνε Μῆτερ, καὶ τῆς αἰωνίου, χαρᾶς ἀξίωσόν με.










ᾨδὴ θ’. Ἅπας γηγενής.
Ὕψιστε Θεέ, εὐχαῖς τοῦ Ὁσίου Σου, ἡμᾶς ἐλέησον, καὶ τῶν ἀρετῶν Αὐτοῦ, ὁμολογίας τε ζῆλον ἔνθεον, δίδου ἡμῖν μιμήσασθαι, τὸ Σὸν γὰρ θέλημα, τοῦ τιμᾶσθαι, οὕτω τοὺς Ἁγίους Σου, τοὺς ἐνδόξως ἐν γῇ Σε δοξάσαντας.
Λάμψας ὡς ἀστήρ, Θαδδαῖε πολύφωτος, ἐν ὁσιότητι, καὶ ὁμολογίᾳ τε, φωτὶ τῷ πρώτῳ νῦν παριστάμενος, ὑπὲρ ἡμῶν ἱκέτευε, τὸν φωτισμὸν αὐτοῦ, πᾶσι δοῦναι, ὅπως ταῖς ὁδοῖς αὐτοῦ, πορευθέντες ζωῆς ἐπιτύχωμεν,
Ὅλῃ τῇ ψυχῇ, Χριστῷ ἠκολούθησας, Θαδδαῖε πάνσοφε. ᾯ νῦν παριστάμενος, ἡμῶν τῶν πόθῳ ἑορταζόντων σε, μνείαν ποιοῦ ἀείποτε, εἰς τὴν αἰώνιον, Βασιλείαν, πάντας εἰσελεύσεσθαι, εἰς Θεοῦ δόξαν τὴν ἀτελεύτητον.
Θεοτοκίον.
Ὕπερθεν ἡμᾶς, πανάχραντε Δέσποινα, τῇ θείᾳ Σκέπῃ Σου, σκέπε καὶ διάσωζε, μετὰ Θαδδαίου τοῦ Σοῦ θεράποντος, ὃς τῆς σεπτῆς Εἰκόνος Σου, ὑπερενήθλησεν, ἱκετεύειν, μὴ παύουσα πάναγνε, τοῦ Υἱοῦ Σου ἰδέσθαι τὸ πρόσωπον.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.
Γενεθλίοις τοῦ Χριστοῦ, Θαδδαῖε σοῦ ἡ ἑορτή, συναρμοσθεῖσα τοὺς αὐτήν, ἐπιτελοῦντας εὐλαβῶς, πάσης χαρᾶς ἐμπίμπλησι, καὶ γὰρ αὐτῷ μεσίτην, σὲ μέγιστον κέκτηνται.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου, ἐτέχθη ὁ Κύριος.

Αἶνοι. Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί. Τῆς Ἑορτῆς.
Ἄγει ἑορτήν, ἐν χαρᾷ πᾶσα ἡ Κτίσις, καὶ οἱ οὐρανοί, σὺν ἡμῖν ἀγαλλιῶνται· ἐν φάτνῃ γὰρ ὁ Κτίστης, ἐκ Παρθένου τικτόμενος, καὶ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, βρέφος νῦν ὡράθη παραδόξως, πρὸς ὃν εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. (Δίς)

Νέον δι' ἡμᾶς, Ἰησοῦ ὤφθης παιδίον, ὁ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἀνατείλας, παλαιωθέντας πάλαι, παραβάσει βουλόμενος, πάντας καινουργῆσαι τοὺς ἀνθρώπους· διὸ σοι πάντες εὐχαρίστως, ἀεὶ κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Ὕμνησαν Χριστόν, ἐκ Παρθένου προελθόντα, ὄρη καὶ βουνοί, καὶ κοιλάδες καὶ πεδία, ἀστὴρ δὲ τοῦτον Μάγοις, οὐρανόθεν ὑπέδειξε, κείμενον ὡς βρέφος ἐν σπηλαίῳ, σάρκα δουλικὴν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. 
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ὁμολογητὴν τῆς πίστεως γενναιότατον, καὶ τῆς ἀρετῆς ἐργάτην θαυμάσιον, Θαδδαῖον τὸν ἀοίδιμον, ἐν ᾠδαῖς πνευματικαῖς, καὶ ἐπινικίοις ὕμνοις εὐφημήσωμεν. Οὗτος γὰρ ὁ ἀεισέβαστος, ἐν τῇ περιωνύμῳ τοῦ Στουδίου Μονῇ περιφανῶς ἀσκήσας, εἰς τὴν ἐνδεχομένην τελειότητα ἔφθασε. Καὶ τοὺς δυσσεβεστάτους τυράννους, τοὺς τὴν ἄχραντον Εἰκόνα τοῦ Κυρίου πολεμοῦντας, σφοδρῶς ἐλέγξας κατήσχυνεν, ὧν τὰς αἰκίας καὶ βασάνους καρτερῶν, πρὸς Κύριον Ὃν ἠγάπησεν ἀνέδραμεν, ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ ἡμῶν τῶν ἀγαπώντων καὶ τιμώντων αὐτόν, τῆς αἰωνίου ζωῆς, σὺν αὐτῷ ἀξιωθῆναι.


Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφήν, δι’ ἡμᾶς ἀνειληφότα. Κύριε δόξα Σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Λάμψας ὥσπερ ἄγγελος ἀρεταῖς, ἁπάσας Θαδδαῖε, εὐηρέστησας τῷ Θεῷ, ᾧ σὺν παῤῥησίᾳ, ὑπὲρ ἡμῶν πρεσβεύεις, τῶν πίστει τε καὶ πόθῳ, μεγαλυνόντων σε.
Ὁμολογητής τε καὶ Ἀθλητής, διὰ τὴν Εἰκόνα, τοῦ Κυρίου ἀναδειχθείς, νίκης τοὺς στεφάνους, παρὰ Θεοῦ ἐδέξω, ὃς δοξασθεὶς Θαδδαῖε, σὲ ἀντεδόξασεν.
Ἅγιε Θαδδαῖε τοὺς τὴν σεπτήν, μνήμην σου τελοῦντας, ταῖς εὐχαῖς σου πρὸς τὸν Θεόν, μετὰ σοῦ δοξάζειν, αὐτὸν εἰς τοὺς αἰῶνας, ἀξίωσον ἀγάπης, διδοὺς ἀντέκτισιν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου