Δευτέρα 2 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 1. ΟΣΙΟΙ ΙΩΑΝΝΗΣ ΚΟΥΚΟΥΖΕΛΗΣ & ΓΡΗΓΟΡΙΟΣ ΔΟΜΕΣΤΙΧΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ Α!!
ΙΩΑΝΝΗΣ ΚΟΥΚΟΥΖΕΛΗΣ &
ΓΡΗΓΟΡΙΟΣ ΔΟΜΕΣΤΙΧΟΣ
ΟΣΙΟΙ ΜΕΓΙΣΤΗΣ ΛΑΥΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τὴν βασίλειον αὐλήν, πόθῳ τετρωμένος τῷ θείῳ, χαίρων κατέλιπες, τότε ὥσπερ ἔλαφος διψῶσα ἔδραμες, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, καὶ τοῦ ἁλλομένου, εἰς ζωὴν αἰώνιον, μετέσχες ὕδατος, βίῳ γὰρ ἐμπρέψας ὁσίῳ, θείων Ἰωάννη χαρίτων, φερωνύμως ἔμπλεως γεγένησαι.

Ὅτε, ἐγρηγόρσει ἀληθεῖ, καὶ τελειωτάτῃ ἐννοίᾳ, Θεὸν ἐξήτησας, τότε τῆς ἐφέσεως τῆς σῆς ἐπέτυχες, θεωθεὶς κατὰ μέθεξιν, ὡς κεκαθαρμένος, καὶ ψυχῇ καὶ σώματι, δι’ ἐναρέτου ζωῆς· ὅθεν, ὡς Χριστοῦ κληρονόμος, πρέσβευε Γρηγόριε Πάτερ, πάσης ἡμᾶς ῥύεσθαι κακώσεως.

Ὅτε, τοῦ Κυρίου τῇ Μητρί, ἐν καθαρωτάτῃ καρδίᾳ, ἵστασθε ψάλλοντες, τότε ἀμειβόμενοι ὡς ἐνθεώτατοι, παρ’ Αὐτῆς ἐκομίσασθε, ὡς ἔνθεον δῶρον, ἐπισκέψει κρείττονι, χρύσεον νόμισμα, Πάτερ Ἰωάννη θεόφρον, σὺν τῷ εὐκλεεῖ Γρηγορίῳ, τῆς ἐν Ἄθῳ Λαύρας καλλωπίσματα.

Δόξης, ἀπολαύοντες λαμπρᾶς, καὶ τῆς ὑπὲρ νοῦν φωταυγείας, μέτοχοι πέλοντες, καὶ Χριστῷ τὴν ἄληκτον αἴνεσιν ᾄδοντες, σὺν Ἀγγέλων στρατεύμασι, Πάτερ Ἰωάννη καὶ θεῖε Γρηγόριε, Ὁσίων σύμμορφοι, ἄφεσιν πταισμάτων αἰτεῖσθε, καὶ βίου βελτίωσιν πᾶσι, τοῖς ὑμῶν τὴν μνήμην ἑορτάζουσι.

Δόξα. Ἦχος δ΄.
Φωτὶ θείῳ ἐλλαμφθέντες, νοῦν ἔνθεον ἐκτήσασθε καὶ γλῶσσαν λιγυρὰν καὶ σύντονον πρὸς δοξολογίαν καὶ αἶνον Χριστοῦ. Τῷ γὰρ θείῳ ὑποταγέντες νόμῳς, ἀσκητικῶς μὲν τὴν σάρκα ἐνεκρώσατε, τὴν δὲ ψυχὴν τῆς ἄνωθεν ἐπιπνοίας ὄργανον εὔηχον ἐδείξατε, Πατέρες θεόπνευστοι· καὶ νῦν τῶν καμάτων τὰ γέρα δρεπόμενοι, Ἰωάννη τρισμάκαρ καὶ Γρηγόριε, τὸν τρισάγιον ὕμνον, τῇ ὑπερθέῳ Τριάδι ᾄδετε, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέλη τὰ μουσικά, ὦ Ἰωάννη ψάλλων, ἔνθεος ἀνεδείχθης, τὴν πάναγνον Παρθένον, ὑμνῶν ὡς Θεομήτορα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Χάριτος θεϊκῆς, Γρηγόριε ἐπλήσθης, ὡς ἐραστὴς τῶν ἄνω, καὶ ἧδες θεοφρόνως, ᾠδὴν τὴν παναρμόνιον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὄργανα ἐμμελῆ, τῆς θείας ἁρμονίας, σὺν Ἰωάννη ἅμα, Γρηγόριε θεόφρον, ἐν κόσμῳ ἐγνωρίσθητε.

Δόξα. Τριαδικόν.
Φύσις τρισσολαμπής, ὑπέρθεε Θεότης, λιταῖς τῶν Σῶν Ὁσίων, ἔλλαμψιν σωτηρίας, παράσχου ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
ᾌσμασι λιγυροῖς, ἐδόξασάν Σε Κόρη, δυὰς ἡ τῶν Ὁσίων, ὡς ἔμμουσοι κιθάραι, καὶ θεῖοί Σου θεράποντες.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν τοῦ κόσμου ἀπάτην νουνεχῶς καταλείψαντες, δι’ ἀγγελικῆς πολιτείας τῶν παθῶν ἐκαθάρθητε, καὶ ὄργανα τῆς δόξης τοῦ Θεοῦ, ἐδείχθητε ἐν Ἄθῳ ἀληθῶς, Ἰωάννη καὶ Γρηγόριε οἱ σοφοί, εὐφραίνοντες τοὺς βοῶντας· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν πᾶσι τὰ πρόσφορα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς Λαύρας τὰ θρέμματα καὶ ἡδυφώνους αὐλούς, ὡς θείους θεράποντας καὶ ὑμνολόγους Χριστοῦ, συμφώνως αἰνέσωμεν, ὕμνοις τὸν Κουκουζέλην, καὶ κλεινὸν Ἰωάννην, ἅμα σὺν Γρηγορίῳ, τῷ σοφῷ Δομεστίκῳ· Χριστὸν γὰρ ἱκετεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, οἱ τὴν φύσιν βροτοί, ἄγγελοι ἐν σώματι, ἀγῶσιν ἀσκητικοῖς, σαφῶς ἐδείχθησαν, καὶ στόματι λιγυρῷ, ὡς παναρμόνιοι νάβλαι καὶ εὔρυθμοι, καὶ φόρμιγγες ᾠδικαί, ᾖσαν Θεῷ τὴν ᾠδὴν τὴν τρισάγιον, Ἰωάννης ὁ θεόφρων, ὁ χαρίτων ἔμπλεως, καὶ Γρηγόριος ἅμα, οὓς τιμῶντες μακαρίσωμεν.

Βαβαὶ τῶν σῶν χαρισμάτων Χριστέ! Δι’ ὧν χαριτώσας, τοὺς σὲ ἀγαπήσαντας, καὶ βίον θεοειδῆ, σοὶ προσενέγκαντας κιθάρας πνευματικάς, τῶν οὐρανίων ᾠδῶν τούτους ἔδειξας, Γρηγόριον τὸν κλεινόν, καὶ Ἰωάννην τὸν ὄντως ἡδύφωνον· μουσικὴ γὰρ ἐπιστήμη, καὶ βίου λαμπρότητι, τὰς ὑψώσεις Σῶτερ, ἐμεγάλυναν γηθόμενοι.

Ὑμῶν τὴν ἔνθεον αἴνεσιν, ἡ Θεογεννήτωρ, προσφορὰν ὡς ἄμωμον, καὶ δῶρον θεοπρεπές, λαμπρῶς ἐδέξατο· ἐντεῦθεν ὤφθη ὑμῖν, ἀμειβομένη ὑμᾶς ὡς ηὐδόκησεν, ἐκφάνσει τῇ μυστικῇ, τῇ τοῦ χρυσοῦ ἐπιδόσει νομίσματος, Ἰωάννη θεοφόρε, καὶ σοφὲ Γρηγόριε· ἣν ἀεὶ δυσωπεῖτε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς θεόπνευστα ὄργανα, ἁρμονίας τῆς κρείττονος, ταῖς πνοαῖς τοῦ Πνεύματος ὑπηχούμενα, ὡς θιασώτας θεόφρονας, Ἀγγέλων τῆς στάσεως, καὶ αἰνέσεως ὁμοῦ, Ἰωάννην τιμήσωμεν, τὸν μελίφθογγον, καὶ σὺν τούτῳ Γρηγόριον τὸν θεῖον, τοὺς ἀμέμπτῳ πολιτείᾳ, ὧδε ὁσίως ἐμπρέψαντας.

Τῶν Ὁσίων ὁμότροποι, πολιτείας φαιδρότητι, ἀληθῶς ἐδείχθητε ἀξιάγαστοι, ἐν γὰρ τῇ Λαύρᾳ οἰκήσαντες, ἰσάγγελοι ὤφθητε, ἀναβάσει ἀρετῶν, καὶ ᾀσμάτων τὴν φόρμιγγα, ἀνακρούοντες, ἐνθεώτατοι ὄντως ὑμνολόγοι, τῶν προσόντων τῆς Τριάδος, ἐχρηματίσατε Ὅσιοι.

Πτερωθεὶς θείῳ ἔρωτι, Ἰωάννη μακάριε, τὴν αὐλὴν κατέλιπες τὴν βασίλειον, καὶ τῷ Χριστῷ ἠκολούθησας, σαὐτὸν ἀρνησάμενος, ἐν ἀσκήσει δὲ στεῤῥᾷ, θεοφόρε Γρηγόριε, ὑπερέλαμψας· διὰ τοῦτο τῆς ἄνω Βασιλείας, κληρονόμοι καὶ πολῖται, θεουργικῶς ἀνεδείχθητε.





Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἀστὴρ ἐπὶ τῷ Ἄθῳ ἔλαμψεν, ἡ τῆς τῶν Ὁσίων δυάδος μνήμη, ἡμᾶς πυρσεύουσα, ταῖς νοηταῖς μαρμαρυγαῖς· δεῦτε οὖν τῶν μοναζόντων τὰ στίφη, τῇ τούτων λαμπρυνθῶμεν χάριτι, καὶ ἐν εὐφροσύνῃ καρδίας αὐτοῖς βοήσωμεν· χαίροις, ὁ τῇ τῆς ψυχῆς καθαρότητι, τὴν τῶν χειλέων εὐφωνίαν ἁρμόσας, καὶ τῆς θείας δόξης κιθάραν εὔρυθμον σαὐτὸν ἐργασάμενος, Ἰωάννη θεσπέσιε· χαίροις, ὁ ἐγρηγόρσει θείᾳ φερωνύμως αὐξήσας τὸ τάλαντον καὶ ὅλος θεοειδής, τῇ θεϊκῇ ἑνώσει γεγονὼς Γρηγόριε Δομέστικε· χαίρετε, τῶν ἀπ’ αἰῶνος Ὁσίων κοινωνοί, καὶ τῆς ἐν Ἄθῳ Λαύρας ἱερὰ ἐντρυφήματα· Χριστῷ τῷ φιλανθρώπῳ Θεῷ πρεσβεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ Ἄθωνος Λαύρα τὸ εὐαγέστατον σεμνεῖον τοῦ ἐν Ὁσίοις Ἀθανασίου· ἰδοὺ γάρ, οἱ εὐκλεεῖς υἱοί σου, Ἰωάννης καὶ Γρηγόριος, ὡς ἀηδόνες καλλικέλαδοι ἐν τῷ τῆς Ἐκκλησίας λειμῶνι περιϊπτάμεναι, τὰς ψυχὰς ἡμῶν κατακηλοῦσι τῇ δεδομένῃ αὐτοῖς χάριτι· ἀσκητικῇ γὰρ πολιτείᾳ λαμπρυνθέντες τῷ πνεύματι, τὴν τῶν Ἀγγέλων ἐμιμήσαντι, ἐν τοῖς ὕμνοις στάσιν καὶ τῇ τῆς γλώττης αὐτῶν ἡδύτητι, τὴν οὐράνιον ἐξέφηναν ὡς ἀληθῶς ἀγαλλίασιν· ὧν τοῖς μέλεσι καλλωπιζομένη, τὴν μνήμην αὐτῶν ἑόρτασον τῷ Σωτῆρι βοῶσα· Κύριε δόξα Σοι.

Ἦχος β΄.
Τὴν τῶν Ὁσίων θεοειδῆ δυάδα, Ἰωάννην καὶ Γρηγόριον, ᾀσματικοῖς ἐπαίνοις συνελθόντες τιμήσωμεν· εὐαγγελικῶς γὰρ πάντα ἀρνησάμενοι, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, τῷ Χριστῷ εὐηρέστησαν· καὶ ὁ μέν, βασιλικὰς ὑπεριδὼν ἀξίας, λάθρα ὧδε παραγέγονε, καὶ ἐν τῇ τοῦ πνεύματος πτωχείᾳ καὶ ταπεινώσει, περίβλεπτος ὤφθη· ὁ δέ, ὁλοσχερῶς ἀνατεθεὶς τῷ Κυρίῳ, θεοπρεπῶς δεδόξασται, τῇ παρ’ Αὐτοῦ δωρεᾷ· καὶ ἀμφότεροι τῆς ἄνω δόξης τυχόντες, ἀπαύστως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἡ τῶν χειλέων ὑμῶν αἴνεσις, ὡς θυσία εὐπρόσδεκτος τῷ Θεῷ Λόγῳ προσενήνεκται, Πατέρες Ὅσιοι· ὁλικῇ γὰρ ἐφέσει, τὰς τῆς ψυχῆς ὑμῶν δυνάμεις, αὐτῷ ἀνατείναντες, ἐναρέτοις πράξεσι, τὴν σάρκα τῷ πνεύματι ἐδουλώσατε· ἐντεῦθεν παννυχίοις στάσεσι, τῇ Θεομήτορι ψάλλοντες ταύτης τὴν λαμπρότητα, ἐν ὄψει θειοτέρα ἰδεῖν κατηξιωθῆτε, καὶ χρυσέῳ ἀμειφθέντες νομίσματι, τῆς ἀπαθείας ταῖς χάρισιν, ὡς ἀληθῶς ἐχρυσώθητε· διὸ ὑμῶν γεραίρομεν, πνευματικῶς τὸ μνημόσυνον.

Δόξα. Ἦχος δ΄.
Θεοπρεπῶς πολιτευσάμενοι, τῆς κατὰ Χριστὸν τελειότητος, ὡς θέμις ἠξιώθητε, Πατέρες Ὅσιοι· τῇ δεδομένῃ γὰρ ὑμῖν δωρεᾷ, κατάλληλον ζωὴν ἐπιδειξάμενοι, τῶν θείων ἐλλάμψεων τὰς διαδόσεις, περιφανῶς ἐπλουτίσατε, ὡς ἐγκρατείας σκεύη τίμια, καὶ τὸν ἀγῶνα ὁσίως τελέσαντες τῶν μακαρίων ἐλπίδων, τὸ πέρας εἰλήφατε, Ἰωάννη καὶ Γρηγόριε, τῆς ἐν Ἄθῳ Λαύρας θεῖα καλλωπίσματα.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Ὁσίων δυάς, τῆς μουσικῆς καλλιεπείας τὰ ὄργανα, ἐκφάντορες συντονίας, ἐν τῷ αἰνεῖν τὸν Θεόν, τῆς τῶν Ἀσωμάτων ἐνθεώτατοι, θελκτήρια στόματα, τῶν ᾀσμάτων τοῦ πνεύματος, ᾠδῶν τῶν θείων, ὠδικώτατοι τέττιγες, παναρμόνια, ἀρετῶν ἀπηχήματα, νάβλαι αἱ δωδεκάχορδοι, τῆς ἄνω λαμπρότητος, ὦ Ἰωάννη παμμάκαρ, καὶ θεοφόρε Γρηγόριε· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Χαίροις, ἡ τῶν Ὁσίων δυάς, οἱ ἐναρέτως ἐν τῇ Λαύρᾳ τοῦ Ἄθωνος, τὸν βίον τετελεκότες, καὶ τῶν παθῶν τὰς ὁρμάς, ἐγκρατείας πόνοις ἀπαμβλύναντες, ἐντεῦθεν ἐξάρχοντες, εὐλαβῶς καθωράθητε, τῶν θείων ὕμνων, τῷ ναῷ αὐτῆς Ἅγιοι, ὡς θεόφρονες, καὶ φωτὸς θείου ἔμπλεοι, βίου γὰρ καθαρότητι, καὶ γλώσσης ἡδύτητι, τὰ τοῦ Χριστοῦ μεγαλεῖα, θεοπρεπῶς ἀνυμνήσατε, σοφὲ Ἰωάννη, καὶ Γρηγόριε θεόφρον, Ἀγγέλων σύσκηνοι.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ὕμνοις, τὴν Θεοτόκον ἁγνήν, παναρμονίοις παννυχίως γεραίροντες, ἐν τῷδε ναῷ τῷ θείῳ, ἐν θεολήπτῳ ψυχῇ, καὶ καρδίᾳ ὄντως οὐρανόφρονι, Αὐτὴν ἠξιώθητε, κατιδεῖν ὡς ηὐδόκησεν, ὁράσει θείᾳ, Ἰωάννη μακάριε, καὶ Γρηγόριε, ἀηδόνες εὐκέλαδοι, ἥτις ἀντιβραβεύουσα, ὑμῶν τὸν διάσπορον, πόθον ὑμῖν ἐγχειρίζει, ἄνωθεν χρύσεον νόμισμα· ἣν νῦν δυσωπεῖτε, τοῦ φρουρεῖν τόνδε τὸν χῶρον, ὡς ἐπηγγείλατο.

Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἐν πνεύματι ζωήν, εἰλικρινῶς ποθήσαντες, τῆς κοσμικῆς ματαιότητος, ὁλοσχερῶς ἀπέστητε, τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ ἀράμενοι, τοῖς ἴχνεσιν Αὐτοῦ ἐπορεύθητε, τῆς μοναδικῆς πολιτείας, ὡς ἐργάται τῶν θείων ἐντολῶν, καρποφορήσαντες τὰς χάριτας. Διὸ τοῖς σκάμμασιν ὑμῶν, καὶ τοῖς μελιχροῖς μέλεσιν, ἡ τοῦ Ἄθω Λαύρα σεμνύνεται, καὶ τὴν μνήμην ὑμῶν ἑορτάζουσα, δοξάζει Χριστόν, τὸν ὑμᾶς δοξάσαντα, Ἰωάννη καὶ Γρηγόριε, Ἀγγέλων ἰσοστάσιοι.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν τοῦ κόσμου ἀπάτην νουνεχῶς καταλείψαντες, δι’ ἀγγελικῆς πολιτείας τῶν παθῶν ἐκαθάρθητε, καὶ ὄργανα τῆς δόξης τοῦ Θεοῦ, ἐδείχθητε ἐν Ἄθῳ ἀληθῶς, Ἰωάννη καὶ Γρηγόριε οἱ σοφοί, εὐφραίνοντες τοὺς βοῶντας· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν πᾶσι τὰ πρόσφορα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς Λαύρας τὰ θρέμματα καὶ ἡδυφώνους αὐλούς, ὡς θείους θεράποντας καὶ ὑμνολόγους Χριστοῦ, συμφώνως αἰνέσωμεν, ὕμνοις τὸν Κουκουζέλην, καὶ κλεινὸν Ἰωάννην, ἅμα σὺν Γρηγορίῳ, τῷ σοφῷ Δομεστίκῳ· Χριστὸν γὰρ ἱκετεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς σέλας νοητόν, τοῖς ἐν Ἄθῳ ἐκλάμπει, ἀκτῖσι μυστικαῖς, ἡ σεπτὴ ὑμῶν μνήμη, Ἰωάννη θεόληπτε, καὶ Γρηγόριε Ὄσιε, ἐν ᾗ χαίρουσα, ἡ εὐαγὴς αὕτη Λαύρα, τῆς ἀσκήσεως ὑμῶν τοὺς πόνους γεραίρει, φαιδρῶς ἑορτάζουσα.
Δόξα.
Αὐλὰς βασιλικάς, καὶ ἀξίαν καὶ δόξαν, ἐμφρόνως λελοιπώς, Ἰωάννη θεόφρον, ἐν Ἄθῳ προσέδραμες καὶ Χριστῷ εὐηρέστησας, ἐγκρατείᾳ δὲ θεοφιλῶς διαλάμψας, θείας μέτοχος, ὤφθης Γρηγόριε δόξης· διὸ ὑμᾶς μέλπομεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀμέμπτῳ βιοτῇ, καὶ ἡδύτητι γλώσσης, καὶ στάσεσι σεπταῖς, λιγυρῶς ἀνυμνοῦντες, τὴν μόνην Θεομήτορα, καὶ Παρθένον τὴν ἄχραντον, ἐδοξάσθητε, τῇ παρ’ αὐτῆς ἐπιλάμψει, ἀνακράζοντες· χαῖρε ἁγνὴ Θεοτόκε, τοῦ Ἄθω ἡ ἔφορος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, πολιτευθέντες, ἐνεπλήσθητε, χάριτος θείας, Ἰωάννη θαυμαστὲ καὶ Γρηγόριε, ὑφ’ ἧς λαμπρῶς ἐνηχούμενοι ἤσατε, λιγυροφώνως τὰ ἔνθεα ᾄσματα· ἀλλ’ αἰτήσασθε δοθῆναι ἡμῖν μακάριοι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα.
Νοῦν καθάραντες, δι’ ἐγκρατείας, ἐλαμπρύνθητε, αἴγλῃ τῇ θείᾳ, Ἰωάννη θαυμαστὲ καὶ Γρηγόριε, τῶν γὰρ παθῶν τὰς κινήσεις νεκρώσαντες, τῆς ἀθανάτου ζωῆς ἠξιώθητε· ἧς πρεσβεύσατε, μετόχους γενέσθαι Ὅσιοι, τοὺς μέλποντας ὑμᾶς ἐνθέοις ἄσμασι.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν λαμπρότητα, τῆς ἀγλαΐας, μεγαλύνοντες, παναρμονίως, οἱ διττοί Σου Θεοτόκε θεράποντες, χαρμονικῶς Σοὶ τὸ χαῖρε ἐκραύγαζον, χαῖρε ἡμῶν κηδεμὼν καὶ ἀντίληψις· ὧν δεήσεσι, παράσχου εἰρήνην ἄτρεπτον, ἡμῖν τοῖς πεποιθόσι τῇ προνοίᾳ Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὴν τῆς ἀσκήσεως ἀνύσαντες τρίβον, λαμπαδηφόροι πρὸς μονὰς οὐρανίους, ὦ Ἰωάννη Πάτερ καὶ Γρηγόριε, χαίροντες ἐδράμετε, καὶ καμάτων τὰ γέρα, πρὸς Χριστοῦ εἰλήφατε, ᾯ ἀεὶ παρεστῶτες, ὑπὲρ ἡμῶν πρεσβεύσατε θερμῶς, ἵνα ῥυσθῶμεν, πταισμάτων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὑπερούσιον Θεὸν τετοκυΐα, εὐλογημένη Θεοτόκε Μαρία, τῶν ἀσκητῶν τὸ θεῖον ὑμνολόγημα, σῶζε πάσης θλίψεως, καὶ ἀνάγκης καὶ βλάβης, τοὺς θερμῶς προστρέχοντας, τῇ ἁγίᾳ Σου Σκέπῃ, καὶ ἐκβοῶντας φόβῳ Σοι ἁγνή· χαῖρε Παρθένε, τοῦ Ἄθω ἀντίληψις.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῇ ἐναρέτῳ βιοτῇ ἐμπρέψαντες Ἰωάννη καὶ Γρηγόριε, τὰς τοῦ ἐχθροῦ μεθοδείας, φόβῳ θείῳ τειχιζόμενοι καθείλετε· ὅθεν ἀμαραντίνοις κοσμηθέντες στεφάνοις, τὸν τρισάγιον ὕμνον ᾄδετε, σὺν ταῖς τῶν Ἀγγέλων χορείαις, τῇ Τριφώτῳ Θεότητι· ᾗ διὰ παντὸς πρεσβεύετε, ὑπὲρ τῶν πόθῳ τελούντων τὸ σεπτὸν ὑμῶν μνημόσυνον.

























Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ὁσίων δύο.
Ὁ α’ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ἰωάννην μέλψωμεν, σὺν Γρηγορίῳ. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
λύος με λύτρωσαι, τῆς ἁμαρτίας φιλάνθρωπε, καὶ λόγον μοι δώρησαι, ὡς τῶν καλῶν χορηγός, τῶν Ὁσίων σου, λιταῖς μόνε οἰκτίρμον, ὡς ἂν μέλψω ᾄσμασι, τούτων τὴν ἄσκησιν.
ράθης θεόληπτος, ἀπὸ νεότητος Ὅσιε, ἁγνείας τοῖς ἤθεσιν ὡραϊζόμενος, καὶ κοσμούμενος, Ἀγγέλων εὐφωνίᾳ· διὸ τοῖς ἀνάσσουσιν, ὤφθης ἐπέραστος.
γίων ἐζήλωσας, τὴν πολιτείαν Γρηγόριε, σαὐτὸν ἀρνησάμενοι, ἀπεριτρέπτῳ σπουδῇ· ὅθεν μέτοχος, ἐγένου θεοφόρε, τῆς ἄνω λαμπρότητος, ἀσκήσας ἄριστα.
Θεοτοκίον.
Ναῷ Σου ἱστάμενοι, οἱ ψαλμωδοί Σου θεράποντες, ἀνύμνουν πανάμωμε, τὰ μεγαλεῖά Σου, ἐκβοῶντές Σοι· Χαῖρε Ἀγγέλων δόξα, ἀνθρώπων βοήθεια, χαῖρε Θεόνυμφε.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὑμῶν τὸν βίοτον, Πατέρες, ὑμνέω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
μνοῦντες τὴν δόξαν τὴν τοῦ Θεοῦ, Ἰωάννη Πάτερ, καὶ Γρηγόριε νοερῶς, σοφίας βραβεύσατε ἀκτῖνα, τῷ τὴν σεπτὴν ὑμῶν μνήμην γεραίροντι.
Μακρύναντες κόσμου τῆς μετοχῆς, ἀσκήσει ἁγίᾳ, οἰκειώσεως θεϊκῆς, ὡς κεκαθαρμένοι τῇ καρδίᾳ, θεοπρεπῶς ἠξιώθητε Ὅσιοι.
ς ὄργανα θεῖα καὶ ἐμμελῆ, ᾠδὰς τὰς ἁγίας, ἀναμέλποντες τῷ Χριστῷ, βοᾶτε ψυχῆς ἐν εὐφροσύνῃ, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Θεοτοκίον.
Ναμάτων ἀΰλων ζωοποιῶν, πολύῤῥυτε κρήνη, τὴν αὐχμῶσάν μου νῦν ψυχήν, πάθεσι ποικίλοις Θεοτόκε, τοῖς τοῦ ἐλέους Σου ῥείθροις κατάρδευσον.










ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Νομίμως αὐλαῖς ἐν βασιλείοις, ἀνύων τὸν βίον σου σοφέ, τὸν νοῦν σου ἀνεπτέρωσας, τῷ Βασιλεῖ τῆς κτίσεως, ᾯ καὶ κατηκολούθησας, ἀσκητικῶς χαριτώνυμε.
λίου ἀκτῖσι τοῦ ἀδύτου, τὸν νοῦν λαμπρυνόμενος σοφέ, τὴν τῶν παθῶν σκοτόμαιναν, διέλυσας Γρηγόριε, καὶ ὥσπερ ἄστρον ἔλαμψας, ἐν τῇδε Λαύρα, τοῖς τρόποις σου.
Νεκρώσαντες πόνοις ἐγκρατείας, σαρκὸς τὰ φρονήματα σαφῶς, τῆς θεϊκῆς ἐλλάμψεως, ὄργανα ἀνεδείχθητε, ὦ Ἰωάννη Ὅσιε, καὶ θεοφόρε Γρηγόριε.
Θεοτοκίον.
Μαρίαν τὴν μόνην Θεοτόκον, ὑμνοῦντες ᾠδαῖς πνευματικαῖς, ἐν τῷδε τῷ ναῷ Αὐτῆς, Πατέρες θεοφόρητοι, τῆς παρ’ Αὐτῆς ἐπλήσθητε, χορηγουμένης λαμπρότητος.

Ἕτερος. Οὐρανίας ἁψῖδος.
Τὰ τοῦ Πνεύματος σκεύη καὶ μουσικῆς χάριτος, γνώμονας καὶ θείους λαμπτήρας, ὑμνολογήσωμεν, θεῖον Γρηγόριον, καὶ Ἰωάννην τὸν μέγαν, βίον γὰρ μακάριον, ὧδε ἐνήθλησαν.
Οὐρανόφρονι γνώμῃ καὶ θεϊκῷ ἔρωτι, πάντα τὰ τοῦ κόσμου ἡδέα, ἀπαρνησάμενοι, ἠκολουθήσατε, ἀπεριτρέπτῳ καρδίᾳ, τῷ Σωτῆρι Ὅσιοι, πόνοις ἀσκήσεως.
Νεκρωθέντες τῷ κόσμῳ ὡς ἀληθῶς Ὅσιοι, δι’ ἀσκητικῆς πολιτείας, καὶ καθαρότητος, ζωὴν αἰώνιον, ὦ Ἰωάννη θεόφρον, καὶ θεῖε Γρηγόριε, ἀξίως εὕρατε.
Θεοτοκίον.
Βεβλημένοι τῷ πόθῳ τῆς ὑπὲρ νοῦν δόξης Σου, ὕμνοις παννυχίοις ὑμνοῦσι, τὰ μεγαλεῖά Σου, ὁ Κουκουζέλης ἁγνή, σὺν τῷ κλεινῷ Γρηγορίῳ, οὓς ἠμείψω ἄχραντε, χρυσῷ νομίσματι.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ψυχῆς τὰς κινήσεις Θεῷ ἰθύναντες, τῆς θεϊκῆς ἐπιπνοίας ἐκοινωνήσατε, βιωσάμενοι πιστῶς, Πατέρες Ὅσιοι, Ἰωαννὴ θαυμαστέ, καὶ Γρηγόριε σοφέ, τῆς Λαύρας φοίνικες θεῖοι, καρποδοτοῦντες ἀπαύστως, τὸν γλυκασμὸν ἡμῖν τῆς χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν τῶν ἁπάντων κυοφορήσασα, ἐκ τῆς ἀρχαίας κατάρας ἡμᾶς ἀνήγαγες, καὶ τῶν πάλαι ἀγαθῶν κατηξιώθημεν, τῷ θείῳ τόκῳ Σου ἁγνή, διὰ τοῦτό Σε ἀεί, δοξάζομεν Θεοτόκε· ὅτι τῇ Σῇ προστασίᾳ, πάσης ἀνάγκης ἐκλυτρούμεθα.



ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
ρώτι τῷ θείῳ Πάτερ νουνεχῶς καταλέλοιπας, βασιλείους δόξας, τὴν Χριστοῦ πτωχείαν μιμούμενος, καὶ τῇδε Μάνδρα ἐν σχήματι προσέδραμες, ταπεινώσεως, ζηλώσας δόξαν τὴν κρείττονα.
Λαμπρυνθεὶς τῇ διανοίᾳ ἀρετῶν τῇ φαιδρότητι, ἐν τῷ ψάλλειν Πάτερ, ἵστασο Κυρίῳ μετάρσιος, καὶ ἐνθεώτατος πέφηνας Γρηγόριε, κράζων Ὅσιε· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεοτοκίον.
ς ὡράθης ἐν ἐκστάσει Θεοτόκε τοῖς δούλοις Σου, θείῳ Ἰωάννῃ ἅμα Γρηγορίῳ προσάδουσιν, ἐν εὐλαβείᾳ Σοι ὕμνον τὸν οὐράνιον, ἀντεβράβευσας, τούτους χρυσέῳ νομίσματι.

Ἕτερος. Εἰσακήκοα Κύριε.
ερῶς βιωσάμενοι, ἱερῶν ᾀσμάτων θεῖα ψαλτήρια, Ἰωάννη καὶ Γρηγόριε, ἀληθῶς ἐν Ἄθῳ ἀνεδείχθητε.
λικῶς ἀγαπήσαντες, ἀγαθῶν τὸ ἔσχατον βίον ἔνθεον, θεοφρόνως διηνύσατε, Ἰωάννη Πάτερ καὶ Γρηγόριε.
Τὰ τῆς Λαύρας βλαστήματα, καὶ τοῦ Παρακλήτου θεῖα κειμήλια, Ἰωάννην καὶ Γρηγόριον, ἱεροῖς ἐπαίνοις μακαρίσωμεν.
Θεοτοκίον.
ρους Ἄθω ἡ ἔφορος, κεχαριτωμένη τοῦτον τὸν κλῆρόν Σου, πάσης βλάβης ῥύου πάντοτε, καὶ ἐπερχομένων περιστάσεων.





















ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Μελῳδημα ἔνθεον, τῇ ἡδυφώνῳ γλώττῃ σου, ἄδων Ἰωάννη τῷ Κυρίῳ, ἐν τῇ ἐρήμῳ μόνος προσέχων Θεῷ, τῶν θρεμμάτων, ὄντως τὴν νομήν, ἦγες εἰς κατάπληξιν, οἰονεὶ θαυμαζόντων σε.
ν τρίβοις ἀσκήσεως, θεοειδοῦς πεπόρευσαι, γρήγορον τὸ ὄμμα κεκτημένος, τὸ τῆς ψυχῆς σου Πάτερ Γρηγόριε· ὅθεν προσηνέχθης τῷ Θεῷ, ὅσιος καὶ δίκαιος, καὶ Ὁσίοις ἠρίθμησαι.
Νοὸς καθαρότητι, ὡς ἄγγελοι ἱστάμενοι, ἐν ναῷ τῆς Λαύρας τῆς τοῦ Ἄθω, καὶ προεξάρχοντες τῶν ἁγίων ᾠδῶν, παννυχίοις στάσεσι σοφοί, χάριν τὴν τοῦ Πνεύματος, ἀληθῶς ἐπλουτίσατε.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, Χριστὸν τὸν ὑπερούσιον τέξασα, ἁγνὴ ἀπειρογάμως, τὰ τῆς σαρκός μου πάθη θεράπευσον, καὶ τὴν τῆς ψυχῆς μου συντριβήν, ἴασαι Θεόνυμφε, καὶ τὸν νοῦν μου καταύγασον.

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν σοι.
Ναοὶ Θεοῦ σαφῶς ἐγνωρίσθητε, ἐν τῷ ναῷ ἑστῶτες καὶ ψάλλοντες, τῆς Θεοτόκου ἐν Πνεύματι.
Ποικίλων δωρεῶν ἠξιώθητε, ταῖς ἀρεταῖς τὴν ψυχὴν ποικίλαντες, βίῳ σεμνῷ ἀξιάγαστοι.
γάλλεται ὑμᾶς μακαρίζουσα, ἡ εὐαγὴς αὕτη Λαύρα σήμερον, δυὰς Ὁσίων θεόληπτε.
Θεοτοκίον.
Τὴν μόνην Θεοτόκον γεραίροντες, χαῖρε αὐτῇ ἐβοᾶτε Ὅσιοι, χαῖρε ἀνθρώπων διάσωσμα.


















ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
μνοις σχολάζων καὶ δάκρυσι, καὶ θείᾳ ταπεινώσει κοσμούμενος, ψυχὴν ἐκάθηρας, τῆς τῶν παθῶν ἐνοχλήσεως, καὶ πλήρης Ἰωάννη, χάριτος γέγονας.
Νόμῳ τῷ θείῳ πειθόμενος, ἀμέμπτως καὶ σωφρόνως ἐβίωσας, Πάτερ Γρηγόριε· καὶ νῦν τῆς στάσεως μέτοχος, τῶν ἐκλεκτῶν ἐδείχθης, ἐνδίκως Ὅσιε.
Γῆς παρεπίδημοι ὤφθητε, Ἀγγέλων τὴν ζωὴν μιμησάμενοι, Πατέρες Ὅσιοι, καὶ νῦν Ἀγγέλων συνόμιλοι, καὶ κοινωνοὶ τῆς δόξης, Χριστοῦ γεγόνατε.
Θεοτοκίον.
ῆμα Ἀγγέλου τὸ ἔνθεον, ὁ θεῖος Ἰωάννης ἐβοά Σοι· Χαῖρε πανάχραντε· ὁ δὲ θεόφρων Γρηγόριος, ἐπὶ Σοὶ χαίρει πᾶσα ἡ κτίσις ἔψαλλεν.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
γκράτειαν ἀληθῆ, καὶ στάσιν πάννυχον Ὅσιε, καὶ ὕμνους πνευματικούς, ὡς τερπνὸν θυμίαμα, Χριστῷ φέρων πάντοτε, θείαις ἐπιπνοίαις, Ἰωάννη κατετρύφησας.
εόντων ὑπεριδών, τὴν κοινωνίαν Γρηγόριε, ἀνύψωσάς σου τὸν νοῦν, πρὸς μόνα τὰ ἄῤῥευστα· ὅθεν πεπολίτευσαι, καταλλήλως Πάτερ, ἐγκρατείᾳ καὶ δεήσεσι.
θύσατε τῷ Θεῷ, θυσίαν θείας αἰνέσεως, προσάδοντες εὐλαβῶς, μέλη τὰ θεόφθογγα, Ἰωάννη Ὅσιε, σὺν τῷ Γρηγορίῳ, διὰ τοῦτο ἐδοξάσθητε.
Θεοτοκίον.
Συντόνῳ ἁγνὴ σπουδῇ, ὁ Ἰωάννης ὁ Ὅσιος, σὺν Γρηγορίῳ ὁμοῦ, αἰνοῦσι τὴν δόξαν Σου, οἷς καὶ ὤφθης Δέσποινα, ἐν ὁράσει θείᾳ, καὶ λαμπρῶς αὐτοὺς ἐβράβευσας.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν δυάδα μέλψωμεν, τῶν θεοφόρων Πατέρων, Ἰωάννην ἅπαντες, σὺν τῷ κλεινῷ Γρηγορίῳ· οὗτοι γάρ, ὧδε βιώσαντες θεοφρόνως, ἤνεσαν, λόγῳ καὶ ἔργῳ τὸν πάντων Κτίστην, ᾧ πρεσβεύουσιν ἀπαύστως, ἡμῖν δοθῆναι, πταισμάτων ἄφεσιν.
Ὁ Οἶκος.
Τῆς Τριάδος τὴν δόξαν ποθήσαντες, ἡ δυὰς τῶν Ὁσίων ἡ ἔνθεος, τὴν τοῦ κόσμου ἀπάτην κατέλιπον, καὶ τὸν Ἄθω σπουδαίως κατέλαβον, ὁ Κουκουζέλης Ἰωάννης καὶ Γρηγόριος ὁ Δομέστικος· ὁ μὲν γάρ, τῶν ἐν βασιλείοις διατριβῶν, καὶ ἀξίας περιφανοῦς, καὶ πλούτου ῥέοντος πολλοῦ, τὴν ἐν Χριστῷ πτωχείαν, καὶ ἀγγελικὴν διαγωγήν, καὶ ταπείνωσιν θεοειδῆ, ἠλλάξατο ἐμφρόνως· ὁ δέ, τὰς χαμαιζήλους ἡδονάς, καὶ ἀπανθοῦντα μεμισηκὼς καλά, ὅλη καρδίᾳ καὶ ψυχῇ ἐκκολήθη τῷ Ἰησοῦ, τῷ πάντων εὐεργέτῃ· καὶ ἀμφότεροι ἐν τῇδε ἱερᾶ σκηνώσαντες Λαύρα, νηστείαις καὶ ἀγρυπνίαις καὶ παννυχίοις ὑμνῳδίαις, ἐδόξασαν ἀσκητικῶς τὸν Κύριον τῆς δόξης· ᾯ καὶ πρεσβεύουσιν ἀπαύστως, ἡμῖν δοθῆναι πταισμάτων ἄφεσιν.

Συναξάριον.
Τῇ α΄ τοῦ αὐτοῦ μηνός, ὁ Ὅσιος Ἰωάννης ὁ ψάλτης, ὁ καλούμενος Κουκουζέλης, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν Ἄθῳ Μεγίστης Λαύρας ἐν ταπεινώσει ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ μητρὶ καὶ νῦν τοῦ Θεοῦ ψάλλεις ἄνω,
Σὺν τοῖς ἀΰλοις, ὦ Ἰωάννη μάκαρ.

Τη αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθω ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.
Οὐ λαμβάνει νόμισμα νῦν ἐν τοῖς ἄνω,
ὦ Γρηγόριε· ἀλλὰ δόξαν Κυρίου.
Οὗτος ὁ Ὅσιος Γρηγόριος ἦτο καὶ αὐτὸς τῆς Λαύρας περίφημος ψάλτης, ὁ ὁποῖος ἡγουμενεύοντος τοῦ κυρίου Ἰακώβου τοῦ Πρικανᾶ, εἰς τὴν αὐτὴν μεγίστην Λαύραν τοῦ Ἁγίου Ὄρους, ἔψαλλεν ἐν τῇ παραμονῇ τῶν Φώτων, οὐχὶ τὸ · Ἄξιον ἐστί, ἀλλὰ τὸ Ἐπὶ σοὶ χαίρει, εἰς τὴν Λειτουργίαν. Ἐν τῷ τέλει δὲ τῆς ἀγρυπνίας ὕπνωσειν ὀλίγον, καὶ ἰδοὺ βλέπει τὴν Δέσποινα ἡμῶν Θεοτόκον ἱσταμένην ἐπάνωθεν αὐτοῦ, καὶ λέγουσαν· Δέξαι σου τὸ ψαλτικόν, ὦ Δομέστικε, καὶ εὐχαριστῶ σοι πολλά. Καὶ τοῦτο εἰποῦσα, ἔδωκεν αὐτῷ ἰδιοχείρως ἕν φλωρίον, τὸ ὁποῖον ἦτον κρεμασμένος εἰς τὴν Ἁγίαν Εἰκόνα τῆς Θεοτόκου, ἐν τῇ Μεγίστῇ Λαύρᾳ. Καὶ οὕτως ἐτελειώθη ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ Τριχερούσης.
Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,
Τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.
Ἡ Εἰκὼν αὕτη, ἵσταται ἐν τῷ Παρεκκλησίῳ τῷ πλησίον τῆς Πύλης τῆς Μονῆς ἀνεργεθέντι, ἐπὶ τοῦ καταπετάσματος, ἐν τῇ θέσει, καθ’ ἥν ὡς ἔθος ἡ Εἰκὼν τῆς Θεοτόκου ἵσταται, ἐνώπιον τῆς ὁποίας καίουσι τρεῖς ἀκοιμήτους κανδήλας.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου, τοῦ ἐν τῇ σορῷ τοῦ ἱεροῦ ναοῦ τῶν Βλαχερνῶν, ὄτε ὁ Ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλὸς κατεῖδεν ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας τοὺς εὐσεβεῖς περισκέπουσαν.
Σκέπη σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις,
Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία.




Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς εὑρισκομένης ἐν τῇ ἱερᾷ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.
Γοργῶς τῆς φωνῆς εἰσακούειν Παρθένε,
ἡμῶν μὴ ἐλλείπῃς τῶν σοὶ ἀφορώντων.
Ἡ θαυματουργὸς αὕτη καὶ περίφημος τῆς Θεοτόκου Εἰκών, ἧς τὴν Σύναξιν ἑορτάζομεν, ἀπόκειται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερὰ Μονὴ τοῦ Δοχειαρίου, ἔχει δὲ ἡ ὑπόθεσις ὡς ἑξῆς:
Ἐπὶ τοῦ ἀνατολικοῦ τοίχου τῆς κοινῆς τῶν Πατέρων τῆς Μονῆς τραπέζης καὶ ὡς εἰσερχόμεθα εἰς αὐτὴν δεξιά, ἢν τίς Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου ἀπὸ ἀδήλων ἐτῶν ἐζωγραφισμένη. Παράδοσίς τις διήκουσα διὰ τῶν πλέον σεβαστῶν Πατέρων τῆς Μονῆς, ἀνάγει Αὐτὴν ἐπὶ τῆς ἐποχῆς τοῦ Ἁγίου Νεοφύτου τοῦ καὶ Κτίτορος τῆς Ἱερᾶς ταύτης Μονῆς χρηματίσαντος. Πάντως ἀνήκει εἰς παλαιὰν ἐποχήν, ἀλλ’ ἡ θεία πρόνοια διαφύλαξε ταύτην ἐκ τοῦ πανδαμάτορος χρόνου σώαν καὶ ἀβλαβῆ μετὰ τῶν χαρακτήρων ἀναλλοιώτων, ὥστε νὰ φανῇ εἰς τοὺς ἐσχάτους χρόνους δεδοξασμένη καὶ θαυματουργός, καὶ τῆς Ἱερᾶς ταύτης Μονῆς ἀντιλήπτωρ καὶ κυβερνήτις καὶ προστάτις ἑτοίμη, ὡς Αὕτη παραδόξῳ τρόπῳ ὑπέσχετο.
Ἔμπροσθεν λοιπὸν τῆς ἐν λόγῳ πανσέπτου Εἰκόνος ἦτο διάδρομος, δι᾿ οὗ διήρχοντο οἱ Πατέρες εἰσερχόμενοι εἰς τὴν τράπεζαν καὶ ἰδίᾳ ὁ ἑκάστοτε τραπεζοκόμος πρὸς ἐκτέλεσιν τῆς ὑπηρεσίας τοῦ· μάλιστα δὲ διερχόμενος πολλάκις ἐν καιρῷ, νυκτὸς ἐκράτει συνήθως δᾷδας ἀνημμένας πρὸς φωτισμόν του.
Κατὰ τὸ σωτήριον ἔτος ἀπὸ Χριστοῦ 1664 ἦτο τραπεζοκόμος ἀδελφός τις Νεῖλος ὀνόματι, ὅστις διερχόμενος ἔμπροσθεν τῆς Ἁγίας Εἰκόνος μὲ τὰς συνήθεις ἀνὰ χεῖρας δᾷδας, ἤκουσε τὰ ἑξῆς· Ἄλλοτε νὰ μὴ διέλθῃς ἐντεῦθεν μὲ δᾷδας, καπνίζων τὴν ἐμὴν Εἰκόνα. Ἀλλ᾿ οὗτος μὴ ἐννοήσας ὅτι ἡ φωνὴ προέρχεται ἐκ τῆς Εἰκόνος, ὑπολαβὼν ὅτι ἀδελφὸς τίς κεκρυμμένος πλησίον που πειράζει αὐτόν, ἐξηκολούθει ὡς καὶ πρότερον τὸ ἔργον τοῦ. Παρελθουσῶν οὕτω πολλῶν ἡμερῶν, καθ᾿ ἢν ὥραν ἡ πρώτη φωνὴ ἠκούσθη, ἤκουσε καὶ αὔθις φωνῆς φθεγγομένης πρὸς αὐτὸν τοιαῦτα· Ὦ μοναχὲ ἀμόναχε, ἕως πότε ἀνευλαβῶς καὶ ἀτίμως θὰ καπνίζῃς τὴν ἐμὴν Μορφήν; Καὶ σὺν τῇ φωνῇ, ἀορασίᾳ αὐτὸν ἐπάταξεν. Ὡς δὲ κατελήφθη ὑπὸ τῆς ὀφθαλμίας, τότε ἐμνήσθη καὶ τῆς προλαβούσης φωνῆς, καὶ ἐγνώρισεν, ὅτι δικαίως πλέον ἔπαθε, καθότι παρήκουσεν ἐξ ἀπροσεξίας τῆς ἐντολῆς τῆς Κυρίας Θεοτόκου.
Πρωΐας δὲ γενομένης εὗρον αὐτὸν οἱ ἀδελφοὶ πρηνῆ καὶ τυφλὸν κείμενον ἐπὶ τοῦ ἐδάφους τοῦ διαδρόμου, ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ πληροφορηθέντες παρ’ αὐτοῦ τὰ καθ᾿ ἕκαστα μετὰ φόβου καὶ εὐλαβείας διήρχοντο ἔκτοτε ἐκεῖθεν, κρεμάσαντες δὲ ἐπὶ τῆς Εἰκόνος κανδήλαν ἀκοίμητον, διέταξαν τὸν νέον ἤδη τραπεζοκόμων νὰ θυμιᾷ Αὐτὴν μετὰ πάσης εὐλαβείας καθ’ ἑκάστην ἑσπέραν. Ὁ δὲ τυφλωθεὶς Νεῖλος δεν ἠθέλησε πλέον ν᾿ ἀπομακρυνθῇ ἐκεῖθεν, ἀλλ’ ἐν στασιδίῳ παρέμενεν ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν παρεκάλει μετὰ θερμῶν δακρύων τὴν Ὑπεραγίαν Θεοτόκον νὰ συγχωρήση ὡς συμπαθέστατη Μήτηρ τοῦ Θεοῦ Λόγου καὶ μεσίτρια τοῦ ἀνθρωπίνου γένους τὴν ἐξ ἀπροσεξίας ἁμαρτίαν τοῦ, καὶ ὡς σημεῖον τῆς ἀφέσεως νὰ χαρίσῃ αὐτῷ το φῶς τῶν ὀφθαλμῶν τοῦ. Ἀλλ’ ὅμως δεν ἐψεύσθη τῶν χρηστῶν ἐλπίδων διότι ἡ πηγὴ τῆς εὐσπλαγχνίας καὶ ταχίστη ἀντίληψις τῶν θλιβομένων, ἡ Κυρία Θεοτόκος, κλίνασα φιλάνθρωπον οὖς, ὑπήκουσεν εὐμενῶς τῆς συντετριμμένης αὐτοῦ καρδίας καὶ ἐν μια τῶν ἡμερῶν ἀπεκάλυψεν εἰς αὐτὸν τὰ ἑξῆς, φωνήσασα ἐκ τρίτου ἐκ τῆς Εἰκόνος οὕτως· Ὦ Μοναχέ, εἱσηκούσθη ἡ δέησίς σου πρὸς μέ, καὶ ἔσο συγχωρημένος καὶ βλέπων ὡς τὸ πρότερον ἀνάγγειλον δὲ καὶ τοῖς λοιποῖς ἐνασκουμένοις πατράσι καὶ συναδελφοις σου, ὅτι ἐγὼ εἶμαι ἡ Μήτηρ τοῦ Θεοῦ Λόγου, καὶ μετὰ Θεὸν τῆς Ἱερᾶς ταύτης Μονῆς τῶν Ἀρχαγγέλων σκέπη καὶ βοήθεια καὶ κραταιὰ προστασία, προνοουμένη ὑπὲρ αὐτῆς ὡς ὑπέρμαχος κυβερνήτις· καὶ εἰς τὸ ἑξῆς οἱ μοναχοὶ ἂς καταφεύγωσι πρὸς ἐμὲ διὰ κάθε τῶν ἀνάγκην, καὶ γοργὼς θέλω ὑπακούω αὐτῶν, καὶ πάντων τῶν μετ᾿ εὐλαβείας καταφευγόντων εἰς ἐμὲ ὀρθοδόξων Χριστιανῶν, ὅτι Γοργοϋπήκοος καλοῦμαι .
Αὕτη ἡ ὑπερκόσμιος φωνὴ καὶ τὰ χαρμόσυνα εὐαγγέλια ἐκ τῆς Εἰκόνος τῆς Θεοτόκου· καὶ σὺν τῇ φωνῇ ἠνεῴχθησαν παραχρῆμα ὑπερφυῶς οἱ ὀφθαλμοὶ τοῦ τυφλωθέντος καὶ ἤδη ἀναβλέψαντος τραπεζοκόμου Νείλου, ὅστις ἀνήγγειλε μετὰ χαρᾶς τὰ χαρμόσυνα εἰς πάντας τοὺς ἀδελφούς. Τότε προσῆλθον ἅπαντες ὁμοθυμαδὸν ἔμπροσθεν τῆς θαυματουργοῦ Εἰκόνος τῆς Γοργοϋπηκόου, καὶ ηὐχαρίστησαν Αὐτὴν μετὰ δακρύων καὶ κηρῶν καὶ θυμιαμάτων, διὰ τὴν μητρικὴν Αὐτῆς κηδεμονίαν καὶ τὰς μεγάλας περὶ τῆς Μονῆς ἐπαγγελίας. Πάντα ταῦτα καὶ ἰδίᾳ τὸ θαῦμα τοῦ ἀναβλέψαντος τυφλοῦ ἀδελφοῦ διεφημίσθησαν εἰς ἅπαν τὸ Ἁγιώνυμον Ὄρος, καὶ πλεῖστοι ἀδελφοὶ ἐξ ὅλων τῶν Μονῶν συνήρχοντο, ἵνα προσκυνήσωσι τὴν χαριτόβρυτον Γοργοϋπήκοον, καὶ ἴδωσι τὸν ὀμματωθέντα, παρὰ τοῦ ὁποίου μετὰ θάμβους ἤκουον ὅσα τῷ συνέβησαν καὶ ὅσα ἡ Κυρία Θεοτόκος τῷ εἶπεν.
Ἔκτοτε ἐσφαλίσθη ὁ μέχρι τότε πρὸ τῆς Εἰκόνος διάδρομος, καὶ ἐπειδὴ τὸ μέρος ἦτο ἀκατάλληλον να κτισθῇ Ἐκκλησία, καθότι ὁ ἱστάμενος πρὸ τῆς ἁγίας Εἰκόνος βλέπει πρὸς δυσμάς, ἐκτίσθη αὕτη κατὰ τὸ δεξιὸν μέρος τῆς Εἰκόνος, τῆς θαυματουργοῦ Γοργοϋπηκόου. Ἀλλὰ καὶ εἰδικὸς ἀδελφὸς διωρίσθη πρὸς διακονίαν καὶ εὐτρεπισμὸν τόσον τοῦ Προσκυνηταρίου, ἐν ὢ ἡ ἁγία Εἰκών, ὅσον καὶ τοῦ Παρεκκλησίου Αὐτῆς, ὁ πλέον δόκιμος καὶ εὐλαβὴς ἐκ τῶν Ἱερομόναχων, Προσμονάριον αὐτὸν καλέσαντες, ὅστις ψάλλει τακτικώτατα ἑκάστην πρωΐαν καὶ ἑσπέραν παρακλήσεις ἔμπροσθεν τῆς θαυματουργοῦ Γοργοϋπηκόου, καὶ καθ· οἱανδήποτε ἄλλην ὥραν ὁπότε παραστῇ ἀνάγκη, ἡ ἔλθῃ προσκυνητής τις. Ἐν δὲ τῇ ἑσπέρᾳ ἑκάστης Τρίτης καὶ Πέμπτης μετὰ τὴν ἀπόλυσιν τοῦ Ἑσπερινοῦ ποιεῖ ὁ ἐφημέριος εὐλογητὸν ἐν τῷ Καθολικῷ Ναῷ καὶ οὕτως ἐξερχόμενοι οἱ Πατέρες κατὰ τάξιν ἀπέρχονται ἔμπροσθεν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, ἔνθα ψάλλεται κοινὴ παράκλησις παρὰ τῶν διατεταγμένων τῆς Μονῆς ψαλτῶν, ὁ δὲ ἐφημέριος μνημονεύει πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν, προσδεόμενος καὶ ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου. Εἰς δὲ τὸ Παρεκκλήσιον τῆς Γοργοϋπηκόου τελεῖται τακτικῶς δίς τῆς ἑβδομάδος Λειτουργία, καὶ ὅταν παραστῇ ἄλλη τίς ἀνάγκη· ἐπίσης καὶ Ἀγρυπνίαι συνήθως τελοῦνται ὑπὲρ τῶν εὐσεβῶν χριστιανῶν. Πλεῖστα ἀναθήματα καὶ ἀφιερώματα τῶν εὐσεβῶν ἐπὶ τῆς ἁγίας Εἰκόνος μαρτυροῦσι τὰ πολλὰ θαύματα Αὐτῆς, καὶ τὰς μεγάλας ἀντιλήψεις, ἂς ἐν ἑκάστῳ κρισίμῳ στιγμῇ εἰς τοὺς ἐπικαλουμένους ταύτην ἐνδείκνυται συμπαθῶς. Ἀλλὰ καὶ αἱ πολυτελεῖς καὶ ἀργυραὶ Αὐτῆς κανδῆλαι περιτράνως τοῦτο βεβαιοῦσιν, ἐξ ὧν ἕξ εἰσιν ἀκοίμητοι, ὧν τὸ ἔλαιον ἀποστέλλεται κατ’ ἔτος παρὰ ἕξ εὐλαβῶν προσκυνητών, οἵτινες πολλάκις ἐλυτρώθησαν ἀπὸ ποικίλους κινδύνους, ἐπικαλούμενοι τὴν θαυματουργὸν Γοργοϋπήκοον.
Ἀλλὰ τίς δύναται νὰ διηγηθῇ λεπτομερῶς καθ᾿ ἕν τὰ ἐξαίσια ὡς ἀληθῶς θαύματα, ἅτινα ἐνήργησε καὶ ἐνεργεῖ καθ᾿ ἑκάστην ἡ Κυρία ἡμῶν Γοργοϋπήκοος εἰς τοὺς ἐπικαλουμένους Αὐτὴν εἰς βοήθειαν; Καθότι Αὕτη ἀναδειχθεῖσα ὡς ἄλλη Κολυμβήθρα Σιλωάμ, τυφλοὺς ὠμάττωσε, χωλοὺς ἀνώρθωσε, παραλύτους συνέσφιγξε, κατ’ ἐξοχὴν τὰς στειρευούσας μητέρας ἐποίησεν, ἐκ ναυαγίου κινδύνου πολλοῖς διεφύλαξεν, αἰχμαλώτους ἠλευθέρωσε, τὰς ἀκρίδας πολλάκις ἀπεδίωξε καὶ κατηφάνισε, καὶ ἄλλας ἀπείρους θαυματουργίας ἐποίησε καὶ ποιεῖ εἰς τοὺς μετ’ εὐλαβείας καταφεύγοντας εἰς τὴν θερμοτάτην ἀντίληψιν Αὐτῆς. Ἧς ταῖς ἀκοιμήτοις πρεσβείαις καὶ μητρικαῖς ἱκεσίαις Λόγε, Θεοῦ Σοφία καὶ Δύναμις, συμπαθῶς καμπτόμενος, ἐλέησον καὶ σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. Ἀμήν.











Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς τοῦ Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ βουλήσει τῆς Ἀχράντου Θεομήτορος.
Θηΐη ἱρή, ὄπα θεοκύμονος,
ἶκεν ἐκτόπως, θαρσεῦσαι ἡμέων ψυχάν.
Ἡ Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων χρόνων, εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος, παραδόξως ἐγένετο ἄφαντος τῶν θυρῶν κεκλεισμένων, καὶ ἐκρύβη οὐ μόνον ἐκ τῆς Ἐκκλησίας, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Μονῆς. οἱ δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην τῆς Θεομήτορος, ὡς ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς Μονῆς ἀναζήτησιν, ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ μονῇ τοῦ Ξενοφώντος, τῇ κειμένι ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς του Βατοπεδίου Μονῆς. Ὅθεν, ἄνευ βραδύτητος ἀπέστειλον ἀνθρώπους τινὰς ἵνα μετακομίσωσιν αὐτὴν ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγέντο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Είκὼν εἰς τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἐπομένως ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποίαι οὐδέποτε πρότερον ἐλήφθησαν. Ἀλλὰ καὶ μ’ ὅλα ταῦτα, ἡ σεβάσμιος αὕτη Εἰκών, μετὰ τῆς ἰδίας ἀσφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχόντων, καὶ μετέβη θαυμασίως πρὸς ὅν ἐξελέξατο ἱερὸν τόπον εἰς τὴν τοῦ Ξενοφώντος.
Μετ’ ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν θεασάμενοι, ἐπιστώθησαν τὴν ἑκούσιον τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν ἀναχώρησιν, ἅμα δὲ καὶ τὴν πρὸς τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν, πληροφορηθέντες, δὲν ἔκριναν εὔλογον τὸ νὰ ἐναντιωθῶσιν ἔτι εἰς τὴν τὰς Θεοτόκου ἀπόφασιν, ἀλλ’ ἅπαντες ὁμοθυμαδὸν συνέδραμον εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς θαυματουργίας ταύτης, ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν αὐτῇ εἰς τὴν τοῦ Ξενοφώντος κηροὺς καὶ ἔλαιον, ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν. Μετὰ δὲ ταῦτα οἱ τῆς τοῦ Ξενοφώντος ἀδελφοί, ἐμπόδισαν αὐτοὺς τοῦ νὰ ποιῶσι τοῦτο.
Ἡ Ἁγία αὕτη Εἰκών, εὐρίσκεται ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῶ.
Ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως τῶν Ἑλλήνων, εἷς Ὀθωμανὸς ἠθέλησε νὰ ἐμπαίξῃ τὴν Ἁγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν του ἀνοησίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἀποστόλου Ἀνανίου.
Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,
Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.
Οὗτος ὑπῆρχεν ἐκ πόλεως Δαμασκοῦ, ὃς καὶ Παῦλον ἐβάπτισε δι’ ἀποκαλύψεως, γενόμενος ἐπίσκοπος ἐν τῇ αὐτῇ πόλει. Τελῶν οὖν πολλὰς ἰάσεις ἐν Δαμασκῷ καὶ ἐν Ἐλευθερουπόλει, καὶ πολλοὺς πρὸς τὴν εἰς Χριστὸν ἐπισπώμενος πίστιν, ὑπὸ Λουκιανοῦ ἡγεμόνος τύπτεται βουνεύροις καὶ τὰς πλευρὰς ξέεται, καὶ λαμπάσι καταφλέγεται· καὶ ἐξωσθεὶς τῆς πόλεως λιθοβολεῖται, καὶ οὕτω πληροῖ τὸ μαρτύριον, πρὸς τὰς αἰωνίους σκηνὰς ἀπαίρει.








Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων.
Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,
Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.
Οὗτος ὑοῆρχεν ἀπὸ Συρίας, ἐκ τῆς Ἐμεσηνῶν πόλεως, διάκονος γενόμενος τῆς ἐν Βηρυττῷ ἁγίας Ἐκκλησίας. Καταλαβὼν δὲ τὴν Κωνσταντινούπολιν, ἐν τοῖς χρόνοις Ἀναστασίου τοῦ βασιλέως, κατέμενεν ἐν τῷ ναῷ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Κύρου, ἐν εὐλαβείᾳ διάγων καὶ διανυκτερεύων ἐν τῇ παννυχίδι τῶν Βλαχερνῶν. Ἐπιτέλει οὖν ἐκεῖσε τὴν παννυχίδα, καὶ πάλιν ὑπέστρεφεν ἐν τοῖς Κύρου, ἔνθα καὶ τὸ χάρισμα τῆς συντάξεως τῶν Κοντακίων ἔλαβεν, ἐπιφανείσης τῆς Θεοτόκου κατ’ ὄναρ, καὶ τόμον χάρτου ἐπιδούσης, καὶ κελευσάσης αὐτὸν καταφαγεῖν. Ἔδοξεν οὖν ἀνοῖξαι τὸ στόμα, καὶ καταπιεῖν τὸν χάρτην· ἦν δὲ ἡ ἑορτὴ τῶν Χριστουγέννων· καὶ εὐθέως ἔξυπνος γενόμενος, ἀναβὰς ἐν τῷ ἄμβωνι, ἤρξατο ψάλλειν: Ἡ Παρθένος σήμερον τὸν ὑπερούσιον τίκτει· καὶ ποιήσας καὶ τῶν λοιῶν ἑορτῶν τὰ Κοντάκια, ἀλλὰ δὴ καὶ τῶν ἐπισήμων Ἁγίων, ὡς εἶναι τὸ πλῆθος τῶν ὑπ’ αὐτοῦ γενομένων Κοντακίων, ὑπὲρ τὰ χίλια, ἐν εἰρήνῃ ἐτελειώθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.
Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,
Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.
Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,
Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.
Οὗτοι ὑπῆρχον ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης, καθεζόμενοι ἐν Μοναστηρίῳ λεγομένῳ Ζώβη, πλησίον Σεβαστουπόλεως. Ἐκστρατεύσας δὲ Ἀλεὶμ ὁ ἀμηρᾶς τῶν Ἀγαρηνῶν κατὰ τῆς χώρας ἐκείνης, ἐκράτησε τοὺς Ἁγίους· οἱ δὲ Ὅσιοι Πατέρες ἀντέστησαν αὐτῷ, κραταιούμενοι τῇ δυνάμει τοῦ Χριστοῦ· καὶ στὰς ἐν μέσῳ Μιχαὴλ ὁ ὁσιώτατος Ἡγούμενος, καὶ κατηχήσας, ὡδήγησε πάντας πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον· καὶ πρῶτοι τοὺς αὐχένας κλίναντες, ἀπετμήθησαν, εἶθ’ οὕτως ὁ πανόσιος Μιχαήλ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου.
Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,
Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.
Οὗτος ὑπῆρχεν ἀπὸ Θεσσαλονίκης· τοῦ δὲ Μαξιμιανοῦ βασίλεια κτίζοντος ἐν Θεσσαλονίκῃ, ὡς Χριστιανὸς ἐκρατήθη καὶ τῷ βήματι παρέστη αὐτοῦ, ὃς καὶ μετ’ ὀργῆς εἶπε πρὸς αὐτόν: Διὰ τί, ἐμοῦ προκαθημένου τῇ πόλει, τολμᾷς Θεὸν ἕτερον ὅμολογεῖν; ἀλλὰ θῦσον τοῖς θεοῖς, εἰ βούλει ζῆν. Τοῦ δὲ μὴ πειθουμένου, ἐκέλευσε καταξαίνεσθαι τούτου τὸ σῶμα. Ὡς δὲ ἑώρα ἑαυτὸν ὑπὸ τοῦ Ἁγίου καταμωκώμενόν τε καὶ γελώμενον, ἐκέλευσε πρὸ τῆς πόλεως ἀπενεχθέντα, συντριβῆναι τὰ σκέλη· καὶ τοὺς πόδας ἀποκοπεὶς ὁ Ἅγιος Μάρτυς, ἑπτὰ ἡμέρας διεκαρτέρει ζῶν, μὴ μεταλαβὼν τροφῆς· καὶ τῷ Θεῷ οὕτως εὐχαριστῶν, παρέδωκεν αὐτῷ τὴν μακαρίαν αὐτοῦ ψυχήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐν Βησερίᾳ θαυματουργοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Σιδωνίας τῆς ἐν Γεωργίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων βασιλέων Γεωργίας Μιριὰν καὶ Νάνας.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
τῶν χειλέων σου μολπή, οὐ μόνον ἐξέπληξε Πάτερ, τὸν θεοφόρον ἀσκητήν, ἀφανῶς ἐπακροώμενον Ὅσιε, ἀλλ’ εἰς ἔκαστασιν ἥγαγεν, Ἰωάννην καὶ ἀγέλην τὴν τῶν ἀλόγων.
Γνῶσιν τὴν θείαν μυηθείς, καὶ πρωτοστατῶν ἐν τοῖς ὕμνοις, ἐν τῷ σεπτῷ τούτῳ ναῷ, ὑμνολόγος ἀνεδείχθης, θεόληπτος Ἰωάννη, καὶ ἔψαλλες· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Οἱ τῶν Ἀγγέλων τὴν ᾠδήν, ᾄδοντες Θεῷ ἐν ὑψίστοις, καὶ μετουσίᾳ θεϊκῇ, λαμπρυνόμενοι συμφώνως ὑμνείσθωσαν, Ἰωάννης ὁ ἔνδοξος, καὶ Γρηγόριος τὸ κλέος τῶν Δομεστίκων.
ήσεις τὰς θείας μελῳδῶν, τῇ ἀειπαρθένῳ Μαρίᾳ, ἐπὶ σοὶ χαίρει ἀληθῶς, πᾶσα κτίσις Θεοτόκε, ἐκραύγαζες· διὰ τοῦτο Γρηγόριε, παρ’ Αὐτῆς χρυσῷ δωρήματι ἀντημείφθης.
Θεοτοκίον.
δεῖν τὴν δόξαν Σου ἁγνή, οἱ θεοειδεῖς ψαλμῳδοί Σου, πρὶν ἀμυδρῶς ἐπὶ τῆς γῆς, ἠξιώθησαν, νῦν δὲ Μητρόθεε, καθαρῶς ταύτην βλέποντες ἀνυμνοῦσιν, ἀσιγήτως τὰς Σὰς ἐλλάμψεις.

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
περήφανον ὄφιν ταπεινώσει τῇ θείᾳ Πάτερ κατέβαλες, καὶ ἔθνους ὅλος ὤφθης, ψυχῆς τὸ τριμερές σου, ἐκκαθάρας καὶ ἔψαλλες, τῷ ἐν Τριάδι Θεῷ, ὁσίως Ἰωάννη.
Μοναστὴς θεοφόρος καθαρότητι βίου Πάτερ γεγένησαι, ὁσίως τὴν ζωὴν γάρ, Γρηγόριε ἀνύων, τῷ Σωτῆρι ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοερῶς σὺν Ἀγγέλοις τὸν τρισάγιον ὕμνον καὶ νῦν προσάδοντες, Γρηγόριε τρισμάκαρ, καὶ θεῖε Ἰωάννη, τῷ Κυρίῳ κραυγάζετε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
ν Σοὶ πᾶσα ἡ κτίσις μυστικῶς Θεοτόκε χαίρει καὶ τέρπεται· οἱ Ἄγγελοι σκιρτῶσι, τῇ Σῇ μεγαλωσύνη, καὶ οἱ ἄνθρωποι σώζονται, τῇ μητρικῇ Σου ἁγνή, καὶ σωστικῇ πρεσβείᾳ.







ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
σπερ καθαρὸς τῇ διανοίᾳ, κατεῖδες τὴν Θεοτόκον ἐν ὁράματι, ἀνταμειβομένην σε, οὐρανίῳ δώματι, καὶ αὖθις θεραπεύουσαν, Πάτερ τοὺς πόδας σου· ἧν πρέσβευε ἀεὶ Ἰωάννη, ὑπὲρ τῶν τιμώντων, τὴν ἱεράν σου μνήμην.
Γέρας δωρουμένη ἐπαξίως, ὡράθη ἡ Θεομήτωρ σοι Γρηγόριε, δέξαι φθεγγομένη σοι, τῷδε ὦ Δομέστικε, παρ’ ἧς χρυσέοι νόμισμα λαβὼν πεπλήρωσαι, χαρᾶς καὶ θεϊκῆς εὐφροσύνης, ἧς ἡμᾶς μετόχους, ἀνάδειξον εὐχαῖς σου.
ργοις ἐναρέτου πολιτείας, δοξάσαντες τὸν τῆς δόξης μόνον Κύριον, Ἰωάννη ἔνδοξε, καὶ θεῖε Γρηγόριε, τῆς παρ’ Αὐτοῦ ἐτύχετε, δόξης καὶ χάριτος, βοῶντες σὺν χοροῖς τῶν Ἀγγέλων· Σὲ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
ῦσαι τὴν ψυχήν μου Παναγία, παθῶν τῶν ἐναργεστάτων τῆς δουλώσεως, ἴασαι τὸ σῶμά μου, τῇ Σῇ ἀγαθότητι, καὶ τοῦ νοός μου ἴθυνον τὰ διαβήματα, ἐκ σκότους, ἁμαρτίας Παρθένε, πρὸς τῆς μετανοίας, τὴν καθαρὰν αἰθρίαν.

Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
ραιώθητε θείαις ἀγλαΐαις, ἀρετῶν ἱερῶν Πατέρες θεοφόροι, καὶ πρὸς ὡραίους χαίροντες ἐδράμετε, νυμφῶνας ἀνυμνοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Γνοὺς τὴν σὴν πρὸς τὸν Κτίστην ἐκδημίαν, Ἰωάννη σοφὲ ταύτην σαφῶς προλέγεις, καὶ μεταστὰς ἐνδόξως πρὸς τὸν Κύριον, πλήρης θυμηδίας, τῆς ἀκαταλύτου, ζωῆς κατηξιώθης.
κτελέσας τὸν δρόμον σου ὁσίως, μετετέθης σοφὲ πρὸς δόξαν τὴν ἀγήρω, καὶ καθορᾶς Γρηγόριε, ἃ βλέπουσι, Τάγματα Ἀγγέλων, καὶ ἀπ’ αἰῶνος, Θεῷ δεδουλευκότες.
Θεοτοκίον.
υπωθέντα με σπίλοις ἁμαρτίας, καὶ τῷ πλάνῳ ἐχθρῷ νοΐ ὑποταγέντα, τῇ Σῇ πρεσβείᾳ κάθαρόν με δέομαι, καὶ τῆς τυραννίδος, τῆς τοῦ βροτοκτόνου, ἐξάρπασόν με Κόρη.










ᾨδὴ θ’. Ἅπας γηγενής.
νω σὺν χοροῖς, Ἀγγέλων γηθόμενος ὕμνον τὸν ἄληκτον, Ἰωάννη Ὅσιε, μέλπεις ἀδύτου φωτὸς πληρούμενος, καὶ δρέπη, τῶν καμάτων σου Πάτερ τὰ ἔπαθλα, καὶ κραυγάζεις τό· Ἅγιος Ἅγιος εἶ, Βασιλεῦ Τρισυπόστατε.
Στέφος εὐπρεπές, θεόθεν δεξάμενος, Πάτερ Γρηγόριε, σύσκηνος γεγένησαι, τοῖς ἀπ’ αἰῶνος Ἁγίοις Ὅσιε, μεθ’ ὧν ἀεὶ ἱκέτευε τὸν Παντοκράτορα, πάσης βλάβης ῥύεσθαι δεόμεθα, τοὺς πιστῶς ἐκτελοῦντας τὴν μνήμην σου.
να τοῦ φωτός, τὴν τρίβον ἀνύσητε, ἐμφρόνως Ὅσιοι, ἅπαντα ἐλίπετε, καὶ τῆδε Λαύρα κατεσκηνώσατε, καὶ πρὸς τὰ ὑπὲρ ἔννοιαν, Θεοῦ σκηνώματα, Ἰωάννη καὶ θεῖε Γρηγόριε, ἀνεδράμετε βίου λαμπρότητι.
Μέλος τὸ καινόν, καὶ ᾆσμα τὸ ἔνθεον, καὶ παναρμόνιον, ἐνθεαστικώτατα, ἐν πόλει ζῶντος Θεοῦ μακάριοι, τῇ ὑπερθέῳ ἄδοντες Τριάδι πάντοτε, Ἰωάννη Πάτερ καὶ Γρηγόριε, πάσης βλάβης ἡμᾶς ἀεὶ ῥύεσθε.
Οἱ θεοειδεῖς, Κυρίου θεράποντες, καὶ ψαλμωδοὶ ἱεροί, Ἰωάννη Ὅσιε, καὶ θεοφόρε Πάτερ Γρηγόριε, τόδε μικρόν μου ψέλλισμα, δέξασθε δέομαι, καὶ πταισμάτων, λύσιν μοι βραβεύσατε, καὶ φωτὸς οὐρανίου ἀμάρυγμα.
Θεοτοκίον.
μνοις ἱεροῖς, ὑμνοῦσι τὴν δόξαν Σου, τὴν πολυΰμνητον, μόνη παντευλόγητε, ὁ Ἰωάννης καὶ ὁ Γρηγόριος· ὧν ταῖς πρεσβείαις φύλαττε, τόνδε τὸν κλῆρόν Σου, πάσης βλάβης, ἀσινῆ καὶ ἄτρωτον, Θεοτόκε ἡμῶν ἡ βοήθεια.

Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
μεμπτον βίον ἐπὶ γῆς, διελθόντες ἐγκρατείᾳ καὶ δάκρυσι, καὶ παννυχίοις ᾠδαῖς, καὶ μελῳδίαις καὶ θείαις στάσεσιν, ἀγγελικῆς ἐν οὐρανοῖς, χαρᾶς καὶ λαμπρότητος, κατηξιώθητε, Ἰωάννη ἀληθῶς καὶ Γρηγόριε.
Σῶμα καθάραντες καὶ νοῦν, δι’ ἀγώνων ἱερῶν τῆς ἀσκήσεως, ταμεῖα ἔμψυχα, τῆς ἐνεργείας τοῦ θείου Πνεύματος, ἐδείχθητε περιφανῶς, παμμάκαρ Γρηγόριε, καὶ Ἰωάννη κλεινέ· διὰ τοῦτο ὑμᾶς ἄμφω γεραίρομεν.
σχυσαν Σῶτερ καθελεῖν, τὴν ὀφρῦν τὴν ἐπηρμένην τοῦ δράκοντος, ἐν ἀσθενείᾳ σαρκός, ἐνδυναμούμενοι τῇ ἰσχύϊ σου, ὁ Ἰωάννης ὁ κλεινός, καὶ θεῖος Γρηγόριος, οὓς καὶ ἐδόξασας, καὶ χοροῖς τῶν Σῶν Ἁγίων συνέταξας.
Μνήμην ὑμῶν τὴν ἱεράν, ἡ τοῦ Ἄθω θεία Λαύρα καὶ ἔνδοξος, πανηγυρίζει φαιδρῶς, ὑμῶν γεραίρουσα τὰ παλαίσματα, αὐτῆς γὰρ ἄστρα τηλαυγῆ, ὑπάρχοντες ἔνδοξοι, φωτὶ τῆς χάριτος, δαδουχεῖτε μοναστῶν τὰ συστήματα.
ρμῳ ζωῆς τῆς ἀληθοῦς, διαπλεύσαντες τοῦ βίου τὸ πέλαγος, νῦν προσωρμίσθητε, γαλήνης θείας καταυγαζόμενοι, ἧς καὶ ἡμᾶς ἐπιτυχεῖν Θεὸν ἱκετεύσατε, τοὺς εὐφημοῦντας ὑμᾶς, Ἰωάννη θαυμαστὲ καὶ Γρηγόριε.
Θεοτοκίον.
ψιστον τέξασα Θεόν, μετὰ σώματος δι’ ἄκραν ἀγαθότητα, ἀνακαλούμενον, πρὸς τὴν ἀρχαίαν ἡμᾶς λαμπρότητα, τὴν πεπτωκυῖάν μου ψυχήν, ἀνύψωσον ἄχραντε, πρὸς θεῖον ἔρωτα, καὶ τὸν νοῦν μου, τῷ φωτί Σου καταλάμπρυνον.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Οἱ θεαυγεῖς ἀστέρες, καὶ λύραι αἱ πνευματικαί, ὁ εὐκλεὴς Ἰωάννης, σὺν Γρηγορίῳ τῷ σοφῷ, ὡς πρέσβεις ἡμῶν πρὸς τὸν Κτίστην, ὑμνήσθωσαν ἐπαξίως.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Ὁσίως βιωσάμενοι, τὸ χεῖρον ὑπετάξασθε, τῷ κρείττονι θεοφόροι, ἀσκητικαῖς ἀριστείαις· διὸ δόξης καὶ χάριτος, τῆς θείας ἠξιώθητε, Γρηγόριε θεόληπτε, καὶ Ἰωάννη παμμάκαρ· ὅθεν ὑμᾶς εὐφημοῦμεν.
Θεοτοκίον.
Θεὸν ὃν ἐσωμάτωσας, ὑπερφυῶς πανάμωμε, τοῦτον ἀεὶ ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν Σῶν δούλων, ὡς ἂν ῥυσθῶμεν ἄχραντε, ὀργῆς καὶ πάσης θλίψεως, καὶ τῆς μελλούσης κρίσεως, οἱ Σὲ προστάτην Παρθένε, καὶ ἔφορον κεκτημένοι.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Ἰωάννη Ὅσιε, χαριτωθεὶς τὴν ψυχήν, ταῖς μελέταις ταῖς κρείττοσι, κοσμικὴν τερπνότητα, θεοφρόνως κατέλιπες, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῷ Ζωοδότῃ κατηκολούθησας· ὦ ἧς ἠξίωσαι, θεϊκῆς λαμπρότητος! ἧς καὶ ἡμᾶς, κοινωνοὺς ἀνάδειξον, ταῖς ἱκεσίαις σου.

Πάτερ, θεόφρον Γρηγόριε, δι’ ἐναρέτου ζωῆς, σεαυτὸν καθηράμενος, τὴν τοῦ θείου Πνεύματος, ἐκομίσω ἐνέργειαν, καὶ ἐφωτίσθης, ψυχῆς τὰ ὄμματα, καὶ ὅλος ὤφθης, θεοειδέστατος· ὅθεν ἰσότιμος, τῶν Ἁγίων γέγονας ἐν οὐρανοῖς, μεθ’ ὧν ἡμᾶς σώζεσθαι, πρέσβευε πάντοτε.

Λαύρα ἡ τοῦ Ἄθω γάνυται, ἐπὶ τῇ μνήμῃ ὑμῶν, καὶ φαιδρῶς ἑορτάζουσα, μεγαλύνει Ὅσιοι, τὸν ὑμᾶς μεγαλύναντα, πνευματικῶς γὰρ ὑμᾶς ἐκθρέψασα, τελείους ἄνδρας Χριστῷ προσήγαγε, βίου σεμνότητι, καὶ πόνοις ἀσκήσεις· ἣν ταῖς ὑμῶν, λιταῖς περιέπετε, ἐκ πάσης θλίψεως.

Χαίροις, ξυνωρὶς θεόληπτε, δοχεῖα θείου φωτός, ἀρετῶν καταγώγια, Ἰωάννη Ὅσιε, καὶ Γρηγόριε πάντιμε, χαίρετε χάριτος θείας ἔμπλεοι, χαίρετε ὄργανα παναρμόνια, τοῦ θείου Πνεύματος, ᾧ θερμῶς πρεσβεύσατε, δοῦναι ἡμῖν, ἱλασμὸν καὶ ἔλεος, καὶ θείαν ἔλλαμψιν.

Δόξα. Ἦχος πλ. α΄.
Ἀγγελικῶς πολιτευσάμενοι, τῶν θείων χαρακτήρων τὸ κάλλος, ἐν τῇ ψυχῇ ἐμορφώσασθε, Πατέρες θεόληπτοι· τῆς γὰρ σαρκὸς τὰ πάθη, ἐγκρατείᾳ περιελόμενοι, δικαιοσύνῃ καὶ καθαρότητι, ὡς ἀληθῶς ὡραΐσθητε, ἄμεμπτοι ἐν νόμῳ Κυρίου γενόμενοι· ὅθεν τὸν δρόμον τελέσαντες, τῶν θείων ἠξιώθητε ἀναῤῥήσεων, καὶ τῶν στεφάνων τῆς δόξης, Ἰωάννη καὶ Γρηγόριε, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύοντες, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίρετε τῆς Λαύρας θεῖοι βλαστοί, καὶ τοῦ Παρακλήτου, αἱ κιθάραι αἱ μυστικαί· χαίροις Ἰωάννη, ὁμοῦ σὺν Γρηγορίῳ, τῆς μόνης Θεοτόκου, θεῖοι θεράποντες.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου