ΦΕΒΡΟΥΑΡΙΟΣ Α΄!!
ΒΑΣΙΛΕΙΟΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β’. Ὅτε
ἐκ τοῦ ξύλου.
Αἴγλῃ,
οὐρανίων ἀρετῶν, λύσας τῶν παθῶν τὴν ὁμίχλην, τοῦ θείου Πνεύματος, Πάτερ τὴν
ἐνέργειαν, ἐν τῇ καρδίᾳ σου, εἰσεδέξω Βασίλειε, καὶ Ἀρχιεράρχης, θεῖος
ἐχρημάτισας, τῆς Ἐκκλησίας Χριστοῦ· ὅθεν, τὴν ἁγίαν σου μνήμην, Θεσσαλονικέων ἡ
πόλις, ἄγει κατὰ χρέος εὐφημοῦσά σε.
Μύστης,
καὶ θεόφρων φοιτητής, ἔρωτι τρωθεὶς τῷ ἁγίῳ, ὤφθης Βασίλειε, τοῦ λαμπρῶς
ἐκλάμψαντος ἀσκητικαῖς ἀρεταῖς, Εὐθυμίου τοῦ μάκαρος, παρ’ οὗ ἐμυήθης, πᾶσαν
θείαν μύησιν, τῆς ἐναρέτου ζωῆς· ὅθεν, σὺν αὐτῷ νῦν δυσώπει, ὑπὲρ τῆς παρούσης
σου ποίμνης, τῆς ἐγκαυχωμένης τῇ σῇ χάριτι.
Ὤφθης,
ποιμενάρχης εὐκλεής, ὡς πεπληρωμένος χαρίτων, τοῦ θείου Πνεύματος, Ἅγιε
Βασίλειε, ἀρχιεράρχα Χριστοῦ, ἧς ὁ Παῦλος ἀνίδρυσε, Θεσσαλονικέων, Ἐκκλησίας
Ὅσιε, λόγοις καὶ πράξεσι· ταύτην, γὰρ ὁσίως ποιμάνας, πρὸς τὴν Βασιλείαν τὴν
ἄνω, καὶ ζωὴν τὴν ἄληκτον ὡδήγησας.
Σκῆνος,
σοῦ κυκλοῦντες τὸ σεπτόν, ὃ ἡμῖν δεδώρηται ἄρτι, τῇ ἐπινεύσει Θεοῦ, μετὰ
πολυχρόνιον ἐν γῇ κατάκρυψιν, ἐξ αὐτοῦ κομιζόμεθα, ἐν πίστει τελείᾳ, χάριν τε
καὶ ἔλεος, ἀναβοῶντές σοι· Πρέσβευε, Βασίλειε Πάτερ, τῷ παμβασιλεῖ καὶ Σωτῆρι,
ἱλασμὸν διδόναι ταῖς ψυχαῖς ἡμῶν.
Δόξα.
Ἦχος β’.
Τὴν
ἱερὰν στολήν ἐνδυσάμενος, ἀρχιερεὺς ὅσιος καὶ ἄκακος, κατὰ Παῦλον ἐχρημάτισας,
θεοφόρε Βασίλειε. Καὶ τῆς θείας Βασιλείας, τὸ Εὐαγγέλιον ἱερουργήσας, ἐπάξιον
τῶν καμάτων, τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Βασιλέως Χριστοῦ, τοῦ παρέχοντος
διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Προεόρτιον.
Ὁ
Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ Ἁγίου Συμεὼν τοῦ πρεσβύτου
σήμερον. Αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι, εἶδον γὰρ τὸν
Σωτῆρά μου.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Βίον
τὸν θαυμαστόν, τοῦ θείου Εὐθυμίου, μιμούμενος θεόφρον, τῆς θείας ἐπιπνοίας,
πεπλήρωσαι Βασίλειε.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Ἴθυνας
ἀσφαλῶς, τὴν Θεσσαλονικέων, ἁγίαν Ἐκκλησίαν, πρὸς τρίβους σωτηρίας, Βασίλειε τῷ
λόγῳ σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Βρύει
ἡ σὴ σορός, τῇ θείᾳ ἐπομβρίᾳ, ἁγιασμοῦ τὴν χάριν, Βασίλειε καὶ ἄρδει, ἡμᾶς Ἁγίῳ
Πνεύματι.
Δόξα.
Τριαδικόν.
Σύνθρονον
τῷ Πατρί, καὶ Πνεύματι τὸν Λόγον, Βασίλειε κηρύξας, τὴν θείαν Μοναρχίαν,
ὁμότιμον ἐδόξαζες.
Καὶ
νῦν. Θεοτοκίον.
Χαῖρε
ἡ τὸν Χριστόν, ἀφράστως τετοκυῖα, Παρθένε Θεοτόκε, καὶ τὴν ἀρὰν ντὴν πάλαι, τῶν
Προπατόρων λύσασα.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς σκεῦον ἐπάξιον τῶν ἱερῶν ἀρετῶν,
θεράπων θερμότατος τοῦ Βασιλέως Χριστοῦ, ἐδείχθης Βασίλειε· ὅθεν Θεσσαλονίκη,
ἡ περίβλεπτος πόλις, μέλπει σε Ἱεράρχα, ὡς σοφὸν ποιμενάρχην, ᾗ αἴτει οὐρανόθεν
εἰρήνην καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον.
Προεόρτιον. Ἦχος α'. Χορός Ἀγγελικός
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον
βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ
Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
τοῦ Πνεύματος σκήνωμα, Ἱεράρχης θεόληπτος, ἱερὲ Βασίλειε ἐχρημάτισας, καὶ τῷ
Χριστῷ ὥσπερ ἄγγελος, ἐν γῇ ἱεράτευσας, καὶ ἐποίμανας σοφῶς, εὐσεβείας τοῖς
δόγμασι, λόγῳ κρείττονι, Ἐκκλησίαν τὴν Θεσσαλονικέων· διὰ τοῦτό σου τὴν μνήμην,
τὴν ἱερὰν ἄγει χαίρουσα.
Τῇ
τοῦ βίου λαμπρότητι, καὶ δογμάτων ὀρθότητι, ἱερὲ Βασίλειε σεμνυνόμενος,
ἀρχιερεὺς ἱερώτατος, ὡς μύστης οὐράνιος, καὶ τοῦ Παύλου μιμητής, ἀληθῶς
ἀναδέδειξαι, καὶ προσήγαγες, ἀναιμάκτους θυσίας τῷ Κυρίῳ, καὶ τῆς ἄνω
Βασιλείας, περιφανῶς κατηξίωσαι.
Ἐπιπνοίᾳ
τῇ ἄνωθεν, τὴν στολὴν τὴν ὑπέρτιμον, ὡς φωτὸς ἀνάπλεως θείων πράξεων, ἱερωσύνης
ἐνδέδυσαι, Βασίλειε Ὅσιε, καὶ τῷ πάντων Βασιλεῖ, ἀσφαλῶς καθοδήγησας, ἣν
πεπίστευσαι, λογικὴν Πάτερ ποίμνην τοῖς σοῖς τρόποις, τῆς μελλούσης Βασιλείας,
πᾶσιν ἐκφαίνων τὰς χάριτας.
Κοινωνὸς
καὶ ὁμόζηλος, διανοίας θερμότητι, ὡς ποθήσας Κύριον ἐκ νεότητος, τοῦ ἐν
μεγίσταις ἐκλάμψαντος, ἀρεταῖς γενόμενος, Εὐθυμίου τοῦ σοφοῦ, τῆς αὐτοῦ
ἐπιλάμψεως, ὤφθης μέτοχος, καὶ τῆς τούτου ἁγίας πολίτειας, διαγράφεις τοὺς
ἀγῶνας, λόγων κομψότητι Ὅσιε.
Ὡς
ποιμένα πανάριστον, Ἱεράρχα Βασίλειε, καὶ μεσίτην μέγιστον πρὸς τὸν Κύριον,
Θεσσαλονίκη ἡ πόλις σου, τιμᾷ σε μακάριε, καὶ βοᾷ σοι ἐκ ψυχῆς· τὸν Σωτῆρα
ἱκέτευε, πάσης θλίψεως, τὴν παροῦσαν μερίδα σου λυτροῦσθαι, σὺν τῷ θείῳ
Δημητρίῳ, καὶ Γρηγορίῳ τῷ μάκαρι.
Τὴν
σορὸν τῶν λειψάνων σου, θησαυρὸν ὡς πολύτιμον, ἡ σὴ ποίμνη Ὅσιε νεύσει
κρείττονι, μετὰ χρονίαν κατάκρυψιν, τῷ τάφῳ ὡς εὕρατο, ἐπευφράνθη μυστικῶς, ᾗ
καὶ πίστει προστρέχουσα, ἀνακράζει σοι· Ἱεράρχα Βασίλειε ἀπαύστως, τὸν Σωτῆρα
ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Δόξα.
Ἦχος β’.
Τῷ
θεοφόρῳ Εὐθυμίῳ φοιτήσας, καὶ συνήθης γενόμενος, τῆς ἐν Χριστῷ ζωῆς τὰς
ἀναβάσεις, πρακτικῶς μεμύησαι, Βασίλειε Ὅσιε. Καὶ τῆς ἄνω Βσιλείας, τὸ φῶς
δεξάμενος, πάσης ὐλικῆς ἀπέστης σχέσεως, πρὸς τὴν ἄϋλον γνῶσιν, τῶν μελλόντων
ἀγαθῶν ἀναγόμενος· διὸ θείᾳ ψήφῳ, τὸν λαὸν τοῦ Θεοῦ ποιμαίνειν προκριθείς,
Ἱεράρχης Ὅσιος ἐδείχθης, καὶ τῆς ἐν Θεσσαλονίκῃ Ἐκκλησίας, ποιμὴν θεοειδής·
ἔνθεν κατὰ χρέος, Πάτερ γεραίρει τὴν μνήμην σου.
Καὶ
νῦν. Προεόρτιον.
Σήμερον
Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον
πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾶ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ
ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής· οὗτός ἐστιν ὃν ὁ Δαυῒδ
καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος.
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τῶν ἀρετῶν τὸν ἀγρόν,
πρακτικῶς γεωργήσας, τῆς εὐσεβείας τοὺς καρπούς προήγαγες, τῇ ποίμνῃ σου Πάτερ.
Δικαιοσύνην γὰρ ἀληθῆ, καὶ ἀπάθειαν ψυχῆς, καὶ ἐναρέτων ἔργων ἐπίδειξιν,
περιεποιήσω Βασίλειε. Καὶ τὸ δοθέν σοι αὐξήσας τάλαντον, τῆς ἄνω Βασιλείας
ἠξίωσαι, ὡς ταύτης ἐπώνυμος. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Χριστὸν
πρεσβείαις σου, Ἱεράρχα μακάριε.
Ἦχος β΄.
Ὡς βασίλειον κόσμον, τὴν
ἱερατικὴν στολὴν ἀμφιασάμενος, λαμπροτέραν ταύτην εἰργάσω, ταῖς ἐναρέτοις
πράξεσιν, Ἱεράρχα Βασίλειε· ὅλον γὰρ σαὐτὸν δέδωκας, ἐν τῇ διακονίᾳ τοῦ θείου
θελήματος, ὑπεραρθεὶς τῶν φθαρτῶν· καὶ τὴν ψυχὴν τιθεὶς ὑπὲρ τῶν προβάτων, πρὸς
τὴν οὐράνιον μάνδραν, ταῦτα ὡδήγησας, ὡς ποιμὴν ἀληθινός. Καὶ νῦν τῶν πόνων τὰς
ἀμοιβὰς δεχόμενος, ἀδιαλείπτως πρεσβεύε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Φερωνύμως βασιλεύσας τοῦ
χείρονος, τοῦ οὐρανίου Βασιλέως θεράπων, ἀνεδείχθης Πάτερ Βασίλειε. Καὶ τῆς ἄνω
Βασιλείας τὰ μυστήρια, εἰς τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἐν προοιμίῳ
ἐκφαίνεις, ὡς ἐν ἐσόπτρῳ νοητῷ, τῇ τῆς ζωῆς καθαρότητι. Ἀποστόλων γὰρ ὤφθης
μιμητής, καὶ ἱερέων λαμπρότης, καὶ Θεσσαλονίκης στῦλος καὶ ἑδραίωμα, ὡς
Ἱεράρχης θεόληπτος. Καὶ νῦν ἱλέωσαι Χριστόν, ἡμῖν τοῖς πόθῳ τιμῶσί σε.
Δόξα. Ἦχος δ΄.
Τὸν ἐν Ὁσίοις Ἱεράρχην, καὶ
τοῦ Εὐαγγελίου ἐργάτην δόκιμον, Βασίλειον τὸν ἱερώτατον, πᾶν τὸ τοῦ Χριστοῦ
βασίλειον ἱεράτευμα, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν. Θείᾳ γὰρ βουλῇ, τῆς
Θεσσαλονικέων προέστη Ἐκκλησίας, καὶ τύπον καὶ παράδειγμα, τῶν ἔργων τῆς
χάριτος, ἑαυτὸν ἐν ταύτῃ παρεστήσατο. Καὶ νῦν τῆς ἄνω Βασιλείας λαβὼν τὸ
δηνάριον, ἄφεσιν πταισμάτων αἰτεῖται ἡμῖν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σήμερον ἡ Ἱερὰ Μήτηρ, καὶ
τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ
κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης
Συμεών, γεραίρων ἐκραύγαζε. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν
Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Βίῳ,
διαλάμπων ἱερῷ, θεῖος Ἱεράρχης ἐδείχθης, τῆς Ἐκκλησίας Χριστοῦ, Ἅγιε Βασίλειε,
Θεσσαλονίκης λαμπτήρ, καὶ Θεῷ ἱεράτευσας, ὡς ἄγγελος Πάτερ, φέρων τῷ
παντάνακτι, καρπὸν πολὺν ἀληθῶς· ὅθεν, τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει
τελοῦντες, τὰ σὰ προτερήματα γεραίρομεν.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Ὄντως,
βασιλεύσας ἐν Χριστῷ, κατὰ τῶν παθῶν τῆς κακίας, δι’ ἐγκρατείας πολλῆς, Ἅγιε
Βασίλειε, τοῦ ὑπὲρ νοῦν φωτισμοῦ, ἠξιώθης τῆς χάριτος, καὶ ἡ σὴ καρδία, οἶκος
ἀναδέδεικται, τοῦ θείου Πνεύματος· ὅθεν, τὴν σὴν εὔφρανας ποίμνην, ἐν τῇ τῶν
καλῶν μεταδόσει, τῶν πλημμυριζόντων τὴν καρδίαν σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Λόγῳ,
καὶ σοφίᾳ ἀληθεῖ, τῆς Ὀρθοδοξίας διδάσκεις, Πάτερ τὰ δόγματα, καὶ ἠθῶν
σεμνότητα, καὶ βίον ἔνθεον· πρακτικὸς γὰρ διδάσκαλος, τοῖς πᾶσιν ἐφάνης, ἐν
Ἁγίῳ Πνεύματι, μυσταγωγούμενος· ὅθεν, μετὰ τέλος τὸ θεῖον, τῆς τῶν οὐρανῶν
Βασιλείας, κληρονόμος γέγονας Βασίλειε.
Δόξα.
Ἦχος πλ. β΄.
Ὅσιε
Πάτερ, Ἱεράρχα Βασίλειε, δι’ ἀσκητικῆς πολιτείας, τὸν νοῦν καθαγνίσας, τοῦ
θεοφόρου Εὐθυμίου, φυτεία ὤφθης κατάκαρπος. Καὶ ἐπὶ καθέδρας πρεσβυτέρων,
προφητικῶς αἰνέσας τὸν Κύριον, ἄξιος ἐργάτης ὤφθης, τοῦ Εὐαγγελίου τῆς εἰρήνης,
καὶ ἀρχιερέων λύχνος φαεινός. Ἀλλ’ ὡς τῷ θρόνῳ τοῦ Χριστοῦ παρεστηκώς, καὶ τῆς
ἀποῤῥήτου δόξης ἀπολαύων, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Προεόρτιον.
Ὁ
ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι
εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος,
ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς σκεῦον ἐπάξιον τῶν ἱερῶν ἀρετῶν, θεράπων
θερμότατος τοῦ Βασιλέως Χριστοῦ, ἐδείχθης Βασίλειε· ὅθεν Θεσσαλονίκη, ἡ περίβλεπτος πόλις, μέλπει σε Ἱεράρχα,
ὡς σοφὸν ποιμενάρχην, ᾗ αἴτει οὐρανόθεν εἰρήνην καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον.
Προεόρτιον. Ἦχος α'. Χορός Ἀγγελικός
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον
βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ
Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Τὴν
μνήμην σου σοφέ, τὴν ἁγίαν τελοῦντες, ὡς μύστην σε Χριστοῦ, καὶ θεράποντα
θεῖον, καὶ ὄργανον πολύτιμον, ἐπιπνοίας τοῦ Πνεύματος, μακαρίζομεν, καὶ εὐλαβῶς
σοι βοῶμεν· ἀεὶ πρέσβευε, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, Βασίλειε Ὅσιε.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ὁ
ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ
βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις,
χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Σοφῶς
ἱεράτευσας τῷ ἐπὶ πάντων Θεῷ, Βασίλειε Ὅσιε ἀρχιερεὺς πεφηνώς, τῆς θείας
χρηστότητος· βίου γὰρ διαλάμπων, καθαρότητι Πάτερ, ὤφθης τῶν εὐσεβούντων,
παιδευτὴς θεοφόρος· καὶ νῦν τοῖς εὐφημοῦσί σε, δίδου τὰ πρόσφορα.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Σαρκὶ
νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών,
Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν
θαυμάτων, τὴν ἀέναον χάριν· διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας
τοῖς τρόποις καλλωπιζόμενος, πρὸς ἀρετῶν κατευθύνεις Πάτερ τὰς τρίβους σοφῶς,
τὸν λαὸν τὸν τοῦ Θεοῦ τὸν περιούσιον, καὶ τῶν παθῶν τὰς ἀφορμάς, ἀποτρέπεις
ὁλικῶς, ὡς θεῖος ἀρχιεράρχης, Βασίλειε θεηγόρε, ἡμῶν μεσῖτα πρὸς τὸν Κύριον.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ἐν
ἀγκάλαις κρατοῦσα καθάπερ νήπιον, τὸν ὑπερούσιον Λόγον ἡ Θεοτόκος ἁγνή, τῷ
πρεσβύτῃ Συμεὼν προσφέρει χαίρουσα, ἀναμένοντι αὐτόν, καὶ βοῶντι εὐλαβῶς·
ἀπόλυσόν με οἰκτίρμον, ὅτι ηὐδόκησας Σῶτερ, ἐνθρονισθῆναι ταῖς ἀγκάλαις μου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τῆς
Βασιλείας τοῦ Θεοῦ, ἐκφαίνων τὴν ἔλλαμψιν, ἔργῳ τὴν κλῆσιν ἐσφράγισας, Ἱεράρχα
Βασίλειε· ἡ γὰρ λαμπρότης τῆς ζωῆς, καὶ ἡ περὶ πάντων ἐπιμέλεια, ὡς ἂν Χριστῷ
εὐαρεστήσῃς, ιεπειδῆ ἐν πᾶσί σε ἔδειξαν, καὶ Ἀποστόλων μιμητήν. Καὶ νῦν τοῦ
ξύλου τῆς ζωῆς κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.
Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος καὶ τοῦ Ἁγίου.
Κανὼν Προεόρτιος.
ᾨδὴ α'. Ἦχος
δ'. Ὁ Εἱρμός.
ᾌσομαί
σοι Κύριε ὁ Θεός μου, ὅτι ὡδήγησας λαόν, ἐν μέσῳ τῆς θαλάσσης, ἐκάλυψας δὲ ἅρματα
Φαραὼ καὶ τὴν δύναμιν.
ᾌσομαί σοι Κύριε ὁ Θεός μου, τῷ
νηπιάσαντι σαρκί, καὶ νόμῳ ὑπακούσαντι, καὶ σώσαντι τὸν ἄνθρωπον, δι' ὃν γέγονας
ἄνθρωπος.
Ἀγκάλαις δεξάμενος ὁ Πρεσβύτης, τὸν
ζωοδότην καὶ Θεόν, τῆς ζωῆς ἀπελύετο βοῶν· Νῦν ἀπολύεις με, κατεῖδον γάρ σε σήμερον.
Τοῖς νόμοις τῆς φύσεως ὑπακούεις,
καὶ τοῦ Γράμματος θεσμοῖς, κατὰ νόμον ὑπείκεις Χριστέ, ὁ πρὶν ὑπαγορεύσας μοι τὸν
νόμον, ἐν τῷ ὄρει Σινᾷ.
Θεοτοκίον
ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐτέχθης
ἐκ Μητρός, Παρθένου ἁγίας, καὶ ταύτην ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Βασίλειε, δέξαι τόνδε ὕμνον. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Βασίλειον Δέσποτα, τὸ ἱερόν Σου
θεράποντα, ὑμνῆσαι προθέμενος, χάριν αἰτοῦμαι τὴν Σήν, ἣν παράσχου μοι, ὡς εὔσπλαγχνος
οἰκτίρμον, καὶ μέλψω γηθόμενος, τούτου τὰς χάριτας.
Ἁπάσης ἐξέκλινας, ἀπὸ νεότητος Ὅσιε,
ὑλώδους ἐμφάσεως, πρὸς τὴν ἀγάπησιν, ἀναγόμενος, τοῦ πάντων Βασιλέως, Βασίλειε ἔνδοξε,
βίου λαμπρότητι.
Σαρκὸς ἅπαν φρόνημα, ἀπονεκρώσας
Βασίλειε, ψυχὴν ἀνεπτέρωσας, πρὸς τὰ οὐράνια, καὶ ὡς ἄγγελος, ἐβίωσας ἐν κόσμῳ·
διὸ τὴν ἰσάγγελον, εὗρες φαιδρότητα.
Θεοτοκίον
Ἰλύος με λύτρωσαι, τῆς τῶν παθῶν τῇ
Σῇ χάριτι, καὶ δίδου μετάνοιαν, τῇ ταπεινῇ μου ψυχῇ, ὡς ἂν μέτοχος, ζωῆς τῆς αἰωνίου,
γενήσομαι πάναγνε, ταῖς ἱκεσίαις Σου.
Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ
ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ
θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Προεόρτιος. ᾨδὴ γ' Ὁ Εἱρμός.
Ἐν
Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ἀνοιγέσθω ὁ ναός· ὁ τοῦ Θεοῦ γὰρ νῦν
ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ ἁγίου αὐτοῦ Πνεύματος.
Νῦν παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη
ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης, νῦν ὑποδέχου τὸν Χριστὸν Συμεών.
Χήρα, Ἄννα σώφρων, ἡ μεμονωμένη καὶ
γνωστὴ τῷ Θεῷ, νῦν ἀνθομολογείτω, τῷ νηπιάσαντι σαρκὶ δι' ἡμᾶς.
Θεοτοκίον
Τὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν·
πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Τοῦ Ἁγίου. Τοὺς Σοὺς ὑμνολόγους.
Λαμπόμενος φέγγει ἀκηράτῳ, Βασίλειε
θείων ἀρετῶν, ὡς κοινωνὸς καὶ μέτοχος, τοῦ Εὐθυμίου Ἅγιε, τοῦ ἐν ἀσκήσει
λάμψανος, σκεῦος τῆς χάριτος γέγονας.
Ἐχρίσθης ἐν Πνεύματι Ἁγίῳ, τῇ ψήφῳ
θεόφρον τοῦ Θεοῦ, καὶ Ἱεράρχης ἔνθεος, καὶ πρόεδρος θεόληπτος, Θεσσαλονίκης
πέφηνας, Πάτερ Βασίλειε Ὅσιε.
Ἰθύνας πρὸς χλόην εὐσεβείας, καὶ ὕδωρ
ζωῆς τῆς καθαρᾶς, τὴν ποίμνην σου Βασίλειε, οἷα ποιμὴν θεόσοφος, Κυρίῳ εὐηρέστησας,
τῷ Βασιλεῖ τῶν Δυνάμεων.
Θεοτοκίον
Ἐκ Σοῦ σαρκωθεὶς ὡς ἠβουλήθη, ὁ
πάντων Θεὸς καὶ Ποιητής, ἀναλλοιώτως ἄχραντε, φθορᾶς ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἀρχαίαν
ἔλυσεν, ἀρὰν δι’ ἔλεος ἄφατον.
Καταβασία.
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον
Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Κάθισμα.
Ἦχος γ’. Θείας πίστεως.
Θείῳ
Πνεύματι, Θεσσαλονίκης, ποιμὴν ἔνθεος, σαφῶς ἐδείχθης, Ἱεράρχα παμμάκαρ
Βασίλειε, καὶ τὸν λαόν σου ὁσίως ἐποίμανας, ἐπὶ νομὰς σωτηρίας καὶ πίστεως.
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Βρέφος
δέχεται, ἐν ταῖς ἀγκάλαις, τὸν παντέλειον, Θεὸν καὶ Κτίστην, ὁ πρεσβύτης Συμεὼν
ἀγαλλόμενος· ὅθεν ναὸς τῆς αὐτοῦ ἐπελεύσεως, ἡμῶν τὸν νοῦν καταστήσωμεν
κράζοντες· Σῶτερ εὐσπλαγχνε, ὑμνοῦμεν τὴν σὴν χρηστότητα, ἑκὼν γὰρ δι’ ἡμᾶς
ἐνηπίασας.
Προεόρτιος. ᾨδὴ δ'. Ὁ Εἱρμός
Τοὺς
οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστέ· διὸ ἀπαύστως
κράζομεν. Δόξα τῇ δυνάμει σου Κύριε.
Αἱ τάξεις τῶν Ἀγγέλων ἐξεπλάγησαν, ἐν
ταῖς ἀγκάλαις τοῦ Πρεσβύτου θεασάμεναι, τὸν σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενον, ὡς
Υἱὸν καὶ Θεὸν ἡμῶν.
Τὸ ἡμῶν ἀτελὲς οἰκειούμενος, ὁ παντέλειος
Θεός, τῇ κατὰ νόμον προσαγωγῇ, τὸ τέλειον τῆς χάριτος ἡμῖν ἐδωρήσατο.
Ὡς βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ
Θεὸν τῷ πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον τοῦ κόσμου, τὸν Χριστὸν ἀνεκήρυττε.
Μωσέως τιμιώτερος γέγονας, τοῦ
δεξαμένου νόμον ἐν τῷ ὄρει Σινᾷ, ὅτι Χριστὸν τὸν Κύριον ἀγκάλαις σου Πρεσβύτα ἐβάστασας.
Θεοτοκίον
Ἡ Ἄννα προφητεύουσα τὸ μέλλον, τὸν ἐκ
τῆς μήτρας σου Θεὸν προανηγόρευσε· διὸ ἀπαύστως πρέσβευε, σωθῆναι Θεομῆτορ τοὺς
δούλους σου.
Τοῦ Ἁγίου. Τὴν ἀνεξιχνίαστον θεία
βουλήν.
Δύναμιν
θεόθεν καὶ χάριν λαβών, τῇ καθαρωτάτῃ καρδίᾳ σου, ψυχῶν καθαίρεις, λόγῳ σου
καθαρτικῷ, τοὺς μώλωπας Βασίλειε, ὥσπερ ποιμενάρχης θεόσοφος.
Ἔσχες
ἐν καρδίᾳ σου Πάτερ σοφέ, τὴν τοῦ Παρακλήτου ἐνέργειαν, καὶ τῶν δαιμόνων,
ἐνεργείας ζοφεράς, ἀπήλασας Βασίλειε, ὡς τῶν Ἀποστόλων ὁμότροπος.
Ξύλου
ἀπολαύων τοῦ τῆς ζωῆς, Πάτερ ὡς τῶν τῇδε μεθέστηκας, ἀεὶ δυσώπει, ἐκ θανάτου
ψυχικοῦ, λυτροῦσθαι τοὺς τῇ σκέπῃ σου, Ἅγιε Βασίλειε σπεύδοντας.
Θεοτοκίον
Ἄχραντε
πανάμωμε Μῆτερ Θεοῦ, τὴν καταχρανθεῖσαμ τοῖς πάθεσι, ψυχήν μου πλῦνον, ῥείθροις
τοῖς καθαρτικοῖς, τῶν μητρικῶν δεήσεων, πρὸς τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν.
Καταβασία.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν
τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα
τῆς σῆς αἰνέσεως.
Προεόρτιος. ᾨδὴ ε' Ὁ Εἱρμός.
Ὁ
ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ,
Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι.
Ἐν τῇ τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος
λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος, σωματικῶς τὸν Χριστὸν δεξάμενος.
Οὗτος εἰς πτῶσιν φησί, καὶ ἀνάστασιν
κεῖται, εἰς πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν ἀνάστασιν, ὁ Συμεών, ἄρτι προεφήτευσε.
Θεοτοκίον
Θεοκυῆτορ Ἁγνή, τὸν Υἱόν σου δυσώπει,
λυτρώσασθαι κινδύνων, καὶ πάσης περιστάσεως, τοὺς σὲ δοξάζοντας, Θεοτόκε ἄχραντε.
Τοῦ Ἁγίου. Ἐξέστη τὰ σύμπαντα.
Ἰσχύϊ νευρούμενος, τοῦ Παναγίου
Πνεύματος, ὤφθης Ἱεράρχης θεοφόρος, τῆς Ἐκκλησίας Χριστοῦ Βασίλειε, καὶ πρὸς
Βασιλείαν οὐρανβῶν, ἴθυνας τῷ λόγῳ σου, τοὺς πιστῶς πειθομένους σοι.
Τὸν
βίον σου Ὅσιε, τῷ Βασιλεῖ τῆς κτίσεως, ὥσπερ προσφορὰν καθαρωτάτην, ἐν εὐλαβείᾳ
πάσῃ προσήγαγες· ὅθεν Βασιλείας οὐρανῶν, μέτοχος γεγένησαι, μετὰ τέλος τὸ
ἅγιον.
Ὁ
νοῦς σου δεχόμενος, τὰς ἀποῤῥοίας Ὅσιε, τῆς ὑπερκοσμίου φωταυγείας, τῶν ἐν τῷ
κόσμῳ πάντων ἠλόγησε, καὶ πρὸς μετοχὴν τῶν ὑπὲρ νοῦν, ἀγαθῶν ἐπτέρωσε, τῶν
πιστῶν τὴν διάνοιαν.
Θεοτοκίον
Ναὸς
φωτοστόλιστος, καὶ καθαρὸν παλάτιον, τοῦ παμβασιλέως καὶ Δεσπότου, ὤφθης
Παρθένε σωματωθέντος ἐκ Σοῦ· ὅθεν τὴν καρδίαν μου ἁγνή, ταῖς Σαῖς ἐπιλάμψεσι,
παθῶν ῥῦσαι ζοφώσεως.
Καταβασία.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ
Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προεόρτιος. ᾨδὴ ς'. Ὁ Εἱρμός.
Ὡς
Ἰωνᾶν τὸν προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ πταισμάτων,
ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε.
Ἐχρηματίσθη Πρεσβύτης, μὴ θανεῖν,
πρὶν ἰδεῖν τὸν Δεσπότην Χριστόν, ἀγκάλαις δὲ σήμερον φέρει, καὶ τοῦτον
προσδεικνύει, παντὶ τῷ λαῷ Ἰσραήλ.
Τὸν ποιητὴν τῶν αἰώνων, ὁ Πρεσβύτης
ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ φῶς ἐθνῶν, καὶ δόξαν, τοῦ Ἰσραήλ
τόν Χριστόν.
Νῦν Συμεων προφητεύει, νῦν ἡ Ἄννα ἀνθομολογεῖ
τῷ Θεῷ, ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ δὲ τὸ ἐκ Παρθένου ἀναδειχθέντι σαρκί.
Θεοτοκίον
Ὦ μακαρία κοιλία, πόθεν ταύτην τὴν
δόξαν ἐβλάστησας; Θεὸς τὸ τεχθὲν ὦ Παρθένε, καὶ φῶς ἐθνῶν, καὶ δόξα καὶ ἀπολύτρωσις.
Τοῦ Ἁγίου. Τὴν θείαν ταύτην.
Δοχεῖον
ὤφθης ὑπέρτιμον, ζωῇ τῇ ἰσαγγέλῳ Βασίλειε, τοῦ θείου Πνεύματος, καὶ καθαρῶς
ἱερούργησας, ζωῆς τῆς αἰωνίου, τὸ Εὐαγγέλιον.
Ἐνδεδυμένος
Βασίλειε, τῆς ἀρχιερωσύνης τὸ ἔνδυμα, μεσίτης πέφηνας, ὡς ἀληθῶς ἀξιόθεος, ἡμῶν
πρὸς τὸν Σωτῆρα, καὶ πάντων Κύριον.
Ὕψωσον
Πάτερ τὰς χεῖράς σου, Χριστὸν διαπαντὸς ἱλεούμενος, ὡς συμπαθέστατος, καὶ
ποιμενάρχης θεόληπτος, τοῖς Θεσσαλονικεῦσιν, ὑμνολογοῦσί σε.
Θεοτοκίον
Μῆτερ
Θεοῦ ἀειπάρθενε, ἁγνείας πανυπέραγνον σκήνωμα, τὸν νοῦν μου ἄγνισον, καὶ
καθαρὸν αυτὸν τήρησον, ἐκ πάσης ἐμπαθείας, καθικετεύω Σε.
Καταβασία.
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Κοντάκιον.
Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Ἀρχιερεὺς τῆς Ἐκκλησίας ὅσιος, τῇ ἐκλογῇ τῇ θεϊκῇ γενόμενος, τοῖς
σοῖς ἔργοις κατεκόσμησας, καὶ ἠθῶν τῇ τελειότητι, τῶν Θεσσαλονικέων τὴν
Μητρόπολιν, Βασίλειε Ἀγγέλων ἰσοστάσιε· διὸ
κατὰ χρέος σε γεραίρομεν.
Ὁ
Οἶκος.
Τοῦ
Εὐθυμίου τοῦ κλεινοῦ, ἐν ἀσκηταῖς μεγίστου, τοῖς ἴχνεσιν ἀκολουθῶν, πλοῦτος
ὁσίων ἀρετῶν, καὶ ἐκμαγεῖον τῆς αὐτοῦ, ἐδείχθης πολιτείας, Βασίλειε μακάριε.
Καὶ πρὸς τὴν ἄνω Βασιλείαν ὁλοσχερῶς ἀφορῶν, ὑπερόπτης τῶν ἐν κόσμῳ ἀνεφάνης,
καὶ γηΐνων φρονημάτων ὑπέρτερος, Ἀγγέλοις ἁμιλλώμενος, καθαρωτάτῃ ζωῇ, καὶ τῶν
θείων δωρεῶν τὰς διαδόσεις δεχόμενος, ἐν τῇ καρδίᾳ Πάτερ. Καὶ βουλῇ τῇ θείᾳ
ἀρχιερωσύνης κοσμηθεὶς τῷ ἐνδύματι, τῆς τῶν Θεσσαλονικέων ἁγίας προέστης
Ἐκκλησίας, ὑποτύπωσις τοῖς πᾶσι γενόμενος, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ὡς
ποιμὴν ἀληθινός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ εἰκών· διὸ κατὰ χρέος σε γεραίρομεν.
Συναξάριον
Μὴν Φεβρουάριος, ἔχων ἡμέρας κη΄, εἰδέ ἐστι βίσεκτος, κθ΄. Ἡ ἡμέρα
ἔχει ὥρας ια΄, καὶ ἡ νὺξ ὥρας ιγ΄.
Τῇ Α' τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ὁσίου ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης.
Ὀρθῶς σὸν
λαὸν Βασίλειε ποιμάνας,
ὄντως
ἐβασίλευσας ἐκ τῶν πραγμάτων.
Φεβρουαρίοιο
πρώτῃ Βασίλειος θέσκελος θάνε.
Οὗτος
ὥρμητο ἐξ Ἀθηνῶν. Ἐνεδύσατο τὸ μοναχικὸν σχῆμα ἐν ἔτει ὀκτακοσιοστῷ ἑβδομηκοστῷ
πέμπτῳ (875), ὑπὸ τοῦ ἐν Ὁσίοις διαλάμποντος Εὐθυμίου τοῦ νέου, τοῦ καὶ ἐν Ἄθῳ
καὶ Θεσσαλονίκῃ διαπρέψαντος, οὓτινος μαθητὴς καὶ συνήθης ἐχρημάτισεν. Ἐν Ἄθῳ
ἵδρυσε μονὴν ἐπ’ ὀνόματι τῆς τοῦ Χριστοῦ Ἀναλήψεως, σωζομένην εἰσέτι καὶ
καλουμένην τὴν τοῦ Ἁγίου Βασιλείου. Εὕρηται δὲ ἐν τοῖς ὁρίοις τῆς Μονῆς Χιλιανδαρίου,
παρὰ τὴν θάλασσαν. Παρελθόντος τοῦ ἐνιαυτοῦ 904 ἐγένετο ἐπίσκοπος Θεσσαλονίκης,
διαδεξάμενος τὸν ἤδη προς Κύριον μεταστάντα Ἰωάννην. Ποιμάνας θεοφιλῶς καὶ
εὐαγγελικῶς τὴν λαχοῦσαν αὐτῷ λογικὴν ποίμνην, μετέστη πρὸς τὰς οὐρανίους
μονάς, τὰ γέρα των πόνων παρὰ Κυρίου ληψόμενος, ὡς ἀσκητὴς καὶ ἱεράρχης
ἐκλεκτός, καὶ τοῦ Χριστοῦ θεράπων γνήσιος. Οὗτος ὁ μακάριος συνεγράψατο ἐν
πλάτει τὸν ὑπερφυῆ καὶ ἰσάγγελον βίον τοῦ διδασκαλου καὶ πνευματικοῦ αὐτοῦ
πατρὸς Ὁσίου Εὐθυμίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος καὶ Ἀναργύρου Τρύφωνος.
Σὺ δὲ Τρύφων τί; τὸ ξίφος θνῄσκω φθάσας.
καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία.
Οὗτος
ὑπῆρχεν ἐκ Λαμψάκου τῆς κώμης, τῶν Φρυγῶν ἐπαρχίας, ἐπὶ τῆς βασιλείας Γορδιανοῦ, ἐν τῷ διακοσιοστῷ ἐννενηκοστῷ
πέμπτῳ ἔτει, ἀπὸ τῆς Αὐγούστου βασιλείας. Ἔτι δὲ κομιδὴ νέος ὢν, καὶ τῇ ἡλικίᾳ
κατάλληλον ἐπιτήδευμα μετιών, (χῆνας γὰρ ἔβοσκεν, ὣς φασι) Πνεύματος Ἁγίου
ἐπλήσθη, καὶ ἧν πᾶσαν ἰώμενος μαλακίαν, καὶ δαίμονας ἐξελαύνων. Ἐθεράπευσε δὲ
καὶ τὴν τοῦ βασιλέως θυγατέρα, ὑπὸ τοῦ δαίμονος κρατουμένην, ἔνθα λέγεται
ὑποδεῖξαι τὸν δαίμονα τοῖς παροῦσιν, ὡς κύνα μέλανα τὰς πονηρὰς πράξεις αὐτοῦ
διαγγέλονται καὶ πολλοὺς ἐπὶ τῷ θαύματι πρὸς τὴν εἰς Χριστὸν πίστιν μεταγαγεῖν.
Ἐπὶ
δε τοῦ βασιλεως Δεκίου, διεβλήθη Ἀκυλίνῳ τῷ ἐπάρχῳ τῆς Ἀνατολῆς, ὅτι μὴ
λατρεύει φησὶ τοὺς δαίμονας. Ἀχθεὶς δὲ πρὸς αὐτὸν ἐν Νικαίᾳ, καὶ ὁμολογήσας τὸ
τοῦ Χριστοῦ ὄνομα, πρῶτον σπαθίζεται, εἶτα ἵπποις δεσμεῖται καὶ ἐλαύνεται
χειμῶνος ὥρᾳ, κατὰ δυσβάτων καὶ δυσπροόδων χωρίων, καὶ μετὰ τοῦτο, γυμνὸς ἐπάνω
σιδηρῶν ἥλων σύρεται. Ἔτι δὲ μαστιχθείς, καὶ λαμπάσι πυρός, τὰς πλευρὰς
ἐκκαείς, τὴν διὰ ξίφους ἀπόφασιν δέχεται, ἣν προφθάσας τῷ Θεῷ τὸ πνεῦμα
παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Πέτρου τοῦ ἐν Γαλατίᾳ.
Ἤσκει τελευτῆς, Πέτρος ἄχρι Γαλάτης,
Λόγοις ἀλειφθείς, Παύλου τοῖς πρὸς Γαλάτας.
Λόγοις ἀλειφθείς, Παύλου τοῖς πρὸς Γαλάτας.
Οὗτος
παρὰ Γαλάταις τοῖς πρὸς τῇ Ἀγκύρᾳ τραφείς, ἐν ἑπτὰ μὲν ἔτεσι τοῖς γονεῦσι
συνῆν, ἔπειτα δέ, ἱστορίας ἕνεκα, τὰ Ἱεροσόλυμα καταλαμβάνει. Ἐκεῖθεν δὲ εἰς
Ἀντιόχειαν παραγίνεται, καὶ τάφον εὑρών, ἐν αὐτῷ εἰσέδυ, ὑπερῷον ἔχοντα καὶ
δρύφακτον προβεβλημένον, δι’ οὗ τοὺς ἀνιόντας ἐδέχετο, δι’ ἡμερῶν δύο, ἄρτου
βραχέος, καὶ ὕδατος γευόμενος μετρίου. Ἰάσατο δὲ πρῶτον διὰ προσευχῆς
δαιμονῶντά τινα, ὃν καὶ σύνοικον ἐποιήσατο. Ἀλλὰ καὶ τὴν μητέρα του μακαρίου Θεοδωρήτου
ἐπισκόπου Κύρου, εὐλαβεστάτην οὖσαν καὶ θεάρεστον, ὀφθαλμιῶσαν ἰάσατο, καὶ
ὀψοποιόν τινα, ὑπὸ δαίμονος ὀχλούμενον, ἐθεράπευσε. Καὶ ἕτερον ἀγροῖκον τοῦ
αὐτοῦ ἠλευθέρωσε πάθους. Καὶ τὸν στρατηγὸν τῆς πόλεως, παρθένον τινὰ βιάσασθαι
βουλόμενον, τῆς ἐγχειρήσεως διεκώλυσε, πηρώσας τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ τὴν
προῤῥηθεῖσαν μητέρα τοῦ Θεοδωρήτου, δυστοκοῦσαν καὶ κινδυνεύουσαν, τοῦ θανάτου
ἐλυτρώσατο. Ἐπὶ ἐννενήκοντα οὖν καὶ δύο χρόνους θεαρέστως βιώσας, ἐν εἰρήνῃ τὸ
πνεῦμα τῷ Κυρίῳ παρέθετο, τὰ τῶν πόνων ἔπαθλα κομισάμενος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Βενδιμιανοῦ.
Βενδιμιανὸς δένδρον ἀρετῆς μέγα,
φυτευθὲν εἰς γῆν, καὶ μεταχθὲν εἰς πόλον.
Οὗτος
μαθητὴς γέγονεν τοῦ Ὁσίου Αὐξεντίου. Καὶ μετὰ τὴν αὐτοῦ τελευτήν, εἰς ῥαγάδα
πέτραν ὑποδύς, ἐκεῖ κατεσκεύασεν οἰκίσκον τινὰ σμικρότατον. Καὶ ἐν αὐτῷ ἐπὶ δύο
καὶ τεσσαράκοντα χρόνους διαβιούς, ἐν τῷ μέλλειν πρὸς Κύριον ἐκδημεῖν, τὸ γόνυ
προσερείσας τῇ γῇ, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται.
Τιμόθεος μετέσχε τιμῆς τῆς ἄνω,
Μὴ τι προκρίνας τῆς Θεοῦ τιμῆς κάτω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται.
Θνῄσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους.
Ὅλη Θεΐων εἵπετο προθυμίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται.
Φωνῆς στερήσει γλωττότμητος Καρίων,
Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτῇ Σατύρου, Ῥευκάτου, Σατορλίνου, Σεκούνδου
καὶ Φηλικιτάτης.
Τὴν τῶν σφαγέντων Περπετούα πεντάδα,
Ἤμειψε, συσφαγεῖσα πρὸς τὴν ἑξάδα.
Ἡ
Ἁγία Μαρτυς Περπετούα ἦν ἐκ πόλεως Θουβριτανῶν τῆς Ἀφρικῆς. Συνελήφθη δὲ ὑπὸ
τῶν ἀπίστων, καὶ ἤχθη τῷ χιλιάρχῳ μετὰ των εἰρημένων νεανίσκων κατηχουμένων. Τῇ
δὲ Ἁγίᾳ Περπετούᾳ, ἅμα τῇ Φιλικητάτῃ, ἀφιεται δάμαλις ἀγρία, ἣτις ἐπιδραμοῦσα
διεσπάραξεν αὐτάς. Οἱ δὲ λοιποὶ Ἅγιοι υπὸ του ὄχλου μαχαίραις ἀναιροῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Bridgit τῆς Ἱρλανδῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐρημίτου
τῆς Γεωργίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἠλιοῦ, τοῦ
μαρτυρήσαντος ἐν Ἡλιουπόλει Λιβάνου ἐν ἔτει 799 μ.Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Τεσσάρων Μαρτύρων τῶν ἐν
Μεγάροις· Ἀνδριανοῦ, Πολυεύκτου, Πλάτωνος καὶ Γεωργίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νεομάρτυς Ἀναστάσιος ὁ ἐν Ναυπλίῳ μαρτυρήσας ἐν ἔτει 1654, εἰς λεπτὰ τμηθεὶς
τελειοῦται.
Ἀναστάσιος
συγκοπείς σαρκός μέλη,
ἄρτιός ἐσται ἐσχάτῃ Ἀναστάσει.
ἄρτιός ἐσται ἐσχάτῃ Ἀναστάσει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομαρτυρος Πέτρου
τοῦ πρεσβυτέρου τοῦ Ῥώσου, τοῦ μαρτυρήσαντος ἐν ἔτει 1918 μ.Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, τὰ προεόρτια τῆς Ὑπαπαντῆς τοῦ Κυρίου
καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ὁμολογητῶν Γεωργίου
Ἀρχιεπισκόπου Μυτιλήνης, Συμεὼν νέου Στυλίτου καὶ Δαβὶδ μοναχοῦ, τῶν αὐταδέλφων
τῶν ἐν Λέσβῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον
ἡμᾶς. Ἀμήν.
Προεόρτιος. ᾨδὴ ζ'. Ὁ Εἱρμός.
Ὁ
τῶν Πατέρων Θεός, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παῤῥησίᾳ βοᾶν σοι·
Εὐλογητὸς εἶ ὁ Θεός.
Ὁ ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς
Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ πυρίνῳ, σήμερον ἐνθρονίζεται.
Σὺ τὸ γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε,
ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσιῶν, μετέσχες ὥσπερ νήπιον.
Ἡ σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον,
καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.
Θεοτοκίον
Χαῖρε ἡ ἄσπορος γῆ, ἡ τὸν Λόγον ἐκ
μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα, ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.
Τοῦ Ἁγίου. Ὁ διασώσας ἐν πυρί.
Νόμοις Θεοῦ καθοδηγῶν, καὶ θεοπρεπῶς
κατευθύνων, ἐπὶ νομὰς τὰς ζωτικάς, τὴν λαχοῦσάν σοι ποίμνην Βασίλειε, σὺν αὐτῇ
Πάτερ ἔψαλλες· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ὁλολαμπῆ Πάτερ μονήν, καὶ δοχεῖον
θεῖον τελέσας, τὴν σὴν καρδίαν τῷ Χριστῷ, τῇ Αὐτοῦ ἀναλήψει ἀνήγειρας, Μονὴν
θείαν ἐν Ἄθωνι, σωζομένην τῇ σῇ κλήσει ἄχρι τῆς δεῦρο.
Νοῦν ἀνυψώσας τῷ Χριστῷ, εἵλκυσας τῇ
ποίμνῃ σου Πάτερ, τῆς Βασιλείας τοῦ Θεοῦ, τὰς ἐλλάμψεις Βασίλειε Ὅσιε, καὶ
πολλοὺς ἀπεκάθηρας, ἐκ τοῦ ῥύπου τῷ σῷ λόγῳ τῆς ἁμαρτίας.
Θεοτοκίον
Γέφυρα ὤφθης νοητή, τὸν Χριστὸν
τεκοῦσα Παρθένε, πρὸς τὴν αἰώνιον ζωήν, μεταφέρουσα τοὺς πίστει βοῶντάς Σοι· χαῖρε
Κόρη πανύμνητε, προστασία τῶν ἀνθρώπων καὶ σωτηρία.
Καταβασία.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας,
καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Προεόρτιος. ᾨδὴ η'. Ὁ Εἱρμός.
Τὸν
Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ
τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον,
ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε
ὡς Κύριον.
Ἰδὼν σε φῶς ὡς νοερόν, Συμεὼν ὁ
πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι,
ζωὴν ἐκ τῆς προσκαίρου.
Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα
δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε
ὡς Κύριον.
Θεοτοκίον
Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν
ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς
Κύριον.
Τοῦ Ἁγίου. Λυτρωτὰ τοῦ παντός.
Ἐντολαῖς τοῦ Κυρίου ἐποίμνας, τὴν
λαχοῦσάν σοι ποίμνην Βασίλειε· διὸ Θεσσαλονίκη σε, εὐχαρίστως γεραίρει, τὴν σὴν
μνήμην, Ἱεράρχα λαμπρῶς ἑορτάζουσα.
Ῥεῖθρον ἄϋλον πρόεισι πάντοτε, ἐπομβρία
τῇ θείᾳ Βασίλειε, ἐκ τῆς τιμίας θήκης σου, μυστικῶς ἁγιάζον, τοὺς μετὰ φόβου,
προσιόντας αὐτῇ καὶ ὑμνοῦντάς σε.
Ἀμοιβὰς αἰωνίους δρεπόμενος, ὡς
Χριστοῦ Ἱεράρχης Βασίλειε, σὺν ἅπασιν ἱκέτευε, τοῖς ἐν Θεσσαλονίκῃ, κλεινοῖς Ἁγίοις,
ὑπὲρ ταύτης τῆς ποίμνης σου Ἅγιε.
Θεοτοκίον
Σωτηρίας με Κόρη ἀξίωσον, τὸν θερμῶς
τῇ Σῇ σκέπῃ προσπίπτοντα, καὶ τῶν χειρῶν με λύτρωσαι, τοῦ δολίου Βελίαρ, ἵνα
πίστει, ἀνυμνῶ Θεοτόκε τὴν χάριν Σου.
Καταβασία.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες
Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες,
θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Προεόρτιος. ᾨδὴ θ' Ὁ Εἱρμός.
Μεγαλύνομεν
πάντες, τὴν φιλανθρωπίαν σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος
τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε.
Ὁ πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος
νόμον, χερσὶν ἀγκαλίζεται, Πρεσβύτου ὡς νήπιον, καὶ ἁγιάγραφον ἡμῖν, ὑπαγορεύει
νόμον τὸ Εὐαγγέλιον.
Σήμερον ἐν τῷ ναῷ, Συμεὼν ὁ πρεσβύτης,
ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐβόησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν
σου Δέσποτα.
Τῶν Ἀγγέλων αἱ τάξεις, ἐν σαρκὶ
κατιδοῦσαι, τὸν Κτίστην τὸν ἴδιον, ὡς βρέφος γενόμενον, ἀγκάλαις τοῦ Πρεσβύτου,
τοῦτον ἐν φόβῳ ὑμνοῦσαι ἐδόξαζον.
Συμεὼν Θεοδόχε, τοῦ Κυρίου αὐτόπτα,
καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν ποιοῦ καὶ ἡμῶν, τῶν τιμώντων
τὴν σεπτήν σου μετάστασιν.
Θεοτοκίον
Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα,
καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη, τοῦ Σωτῆρος Χριστοῦ, αὐτὸν δυσώπει
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τοῦ Ἁγίου. Λίθος ἀχειρότμητος.
Ἱεραρχικῶς
Ἱεράρχα, εὐαρεστήσας τῷ Κυρίῳ, καὶ χερσὶν ὁσίαις τελέσας, τὰς σωτηρίους θυσίας
Ἅγιε, τῆς οὐρανίου ἔτυχες, Πάτερ Βασίλειε λαμπρότητος.
Μνήμην
σου τὴν θείαν τελοῦσα, μετ’ ἐγκωμίων Ἱεράρχα, Θεσσαλονικέων ἡ πόλις, ἡ
περιώνυμος κληρουχία σου, γεραίρει σε Βασίλειε, ὡς ποιμενάρχην ἐνθεώτατον.
Ὅλῳ
τῶ φωτὶ τῆς Τριάδος, ἐν τῇ ἀλήκτῳ Βασιλείᾳ, ἤδη αὐγαζόμενος Πάτερ, λῦσον τὸν
ζόφον τῆς διανοίας μου, καὶ πρόσδεξαι τὸν ὕμνον μου, οἷα μικρὸν δῶρον Βασίλειε.
Θεοτοκίον
Ὕδατος
πηγὴ οὖσα ζῶντος, Χριστὸν ἀφράστως τετοκυῖα, βλῦσον τῇ διψώσῃ ψυχῇ μου,
Θεογεννῆτορ ζωῆς τὰ νάματα, καὶ ῥῦσαί με πανάμωμε, ἐκ τῆς μανίας τοῦ ἀλάστορος.
Καταβασία.
Θεοτόκε ἡ
ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας
εἰς σέ.
Ἐν
νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν
διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον
Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ὡς
Ἱεράρχην Ὅσιον, καὶ πρόεδρον περίδοξον, Θεσσαλονίκη ἡ πόλις, Βασίλειε εὐφημεῖ
σε· ἣν φύλαττε πρεσβείαις σου, ἐκ πάσης περιστάσεως, καὶ αἴτει ταύτῃ πάντοτε,
εἰρήνην παρὰ Κυρίου, καὶ θεϊκὴν εὐλογίαν.
Προεόρτιον
Σαρκὸς
ἐν ὁμοιώματι, τεχθεὶς ἐκ τῶν αἱμάτων Σου, ὁ ὑπερούσιος Λόγος, νῦν ὥσπερ βρέφος
ὁρᾶται, ἐν ταῖς χερσί Σου πάναγνε, καὶ τῷ Ναῷ προσάγεται, ὃν Συμεὼν δεξάμενος,
ὁ δίκαιος ἐν ἀγκάλαις, ᾔνεσε τούτου τὴν δόξαν.
Αἶνοι.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
ἀρετῶν διαπρέπων τοῖς κατορθώμασι, πολύτιμον δοχεῖον, ἐπιπνοίας τῆς θείας,
Βασίλειε ἐδείχθης καὶ τοῦ Χριστοῦ, Ἱεράρχης θεόληπτος, ἱερατεύσας ὡς ἄγγελος
ἐπὶ γῆς, τῷ λαμπρῶς σε μεγαλύναντι.
Τοῦ
Παρακλήτου τῇ ψήφῳ Πάτερ Βασίλειε, τῆς ἀρχιερωσύνης, τὴν στολὴν ἐνεδύσω, καὶ
ταύτην κατεκόσμησας μυστικῶς, ἐναρέτοις σου πράξεσιν, ἀνατυπῶν ἐν τῷ βίῳ τῆς
ἀληθοῦς, εὐκληρίας τὴν ἀπόλαυσιν.
Θεσσαλονίκη
καυχᾶται ἡ κληρουχία σου· ὅτι ποιμένα θεῖον, ἔσχηκέ σε ἀξίως, Βασίλειε τρισμάκαρ
καὶ τὴν σεπτήν, ἑορτάζουσα μνήμην σου, τὴν σὴν ἐκδέχεται Πάτερ ἀπὸ ψυχῆς, θείαν
χάριν καὶ ἀντίληψιν.
Ταῖς
ὑπὲρ νοῦν λαμπηδόσι καταλαμπόμενος, τῆς παντουργοῦ Τριάδος, καὶ ἀνάρχου
Μονάδος, Βασίλειε δυσώπει διὰ παντός, τὸν Σωτῆρα καὶ Κύριον, ἡμῖν διδόναι
πταισμάτων τὸν ἱλασμόν, καὶ παθῶν τὴν ἀπολύτρωσιν.
Δόξα.
Ἦχος πλ. α’.
Τῇ
ἀμέμπτῳ ζωῇ, ἡ τῆς ἱερωσύνης χάρις ἐδόθη σοι, τῇ ἀπ’ οὐρανοῦ χορηγίᾳ, Ἱεράρχα
Βασίλειε· ἔνθεν τρόποις εὐαγγελικοῖς, πρὸς θείαν ἀγάπην παιδεύεις, καὶ πρὸς
ἀρετῶν ὁδηγεῖς ἐπιδόσεις, τῶν πιστῶν τὴν διάνοιαν, ὡς ἂν μέτοχοι γένονται, ζωῆς
ἀϊδίου, οἱ τῷ θείῳ φόβῳ ἑαυτοὺς ῥυθμίζοντες. Ἀλλ’ ὡς τῶν ἀῤῥήτων κοινωνός, καὶ
τῆς ἄνω Βασιλείας κληρονόμος, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Προεόρτιον.
Ὁ
παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ
οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν
εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν
σου Κύριε.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Βίῳ διαλάμπων πνευματικῷ, τῆς Θεσσαλονίκης, ἀνεδείχθης θεῖος
ποιμήν, ὡς Χριστοῦ θεράπων, Βασίλειε παμμάκαρ· ᾧ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι,
ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα
Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
Ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, καὶ Βασιλείας οὐρανῶν κληρονόμος, ἀρχιερεῦ
Βασίλειε μακάριε, πρέσβευε δεόμεθα, Βασιλεῖ τῶν αἰώνων, πάσης ἡμᾶς ῥύεσθαι,
προσβολῆς καὶ ἀνάγκης, καὶ τῆς μελλούσης δόξης μετασχεῖν, Θεσσαλονίκης, ποιμὴν
ἱερώτατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Βάσις ἡμῶν, Βασίλειε, πέλεις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βασίλειε Πάτερ μύστα
Χριστοῦ, Θεσσαλονικέων, ποιμενάρχης ὁ ἱερός, πάσης ἡμᾶς λύτρωσαι ἀνάγκης, τοὺς
προσιόντας θερμῶς τῇ πρεσβείᾳ σου.
Ἀμέτροις συνέχομαι
πειρασμοῖς, καὶ πίστει βοῶ σοι, ἐκ καρδίας ὀδυνηρᾶς· ῥῦσαί με Βασίλειε
τρισμάκαρ, τῆς συνοχῆς τῶν δεινῶν περιστάσεων.
Σωμάτων τοὺς πόνους τοὺς
χαλεπούς, καὶ ψυχῆς τὴν νόσον, τῇ δοθείσῃ σοι δωρεᾷ, ἴασαι Βασίλειε θεόφρον,
τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ἱλέωσαι Κόρη ὡς συμπαθής,
ἡμῖν τοῖς καθ’ ὥραν, ἁμαρτάνουσιν ἀδεῶς, Χριστὸν τὸν φιλάνθρωπον Υἱόν Σου, ἵνα
πταισμάτων συγχώρησιν λάβομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίαν
ἐξαίτει παρὰ Χριστοῦ Ὅσιε, τὴν κατὰ ψυχήν τε καὶ σῶμα, καὶ παθῶν ἴασιν, ἡμῖν
Βασίλειε, καὶ τῶν ἐν βίῳ κινδύνων, τὴν ταχεῖαν λύτρωσιν, ἐκδυσωποῦμέν σε.
Ἡ
θερμή σου πρεσβεία δρόσος ἡμῖν γένοιτο, ἄνθρακας πικρῶν παθημάτων,
ἀποσβεννύουσα, καὶ ἀναψύχουσα, ἡμῶν ψυχῆς τὰς δυνάμεις, τῶν μακαρίζοντων σε,
Πάτερ Βάσιλειε.
Μετὰ
πίστεως Πάτερ τῇ σῇ σορῷ σπεύδομεν, ἵνα ψυχικῶν νοσημάτων, ἴασιν λάβομεν· ἡ γὰρ
τοῦ Πνεύματος, χάρις ἐν ταύτῃ σκηνοῦσα, ἅπασι Βασίλειε, νέμει σωτήρια.
Θεοτοκίον.
Ὡς
πυρίμορφος θρόνος καὶ χρυσαυγὲς σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ
Παντοκράτορος, Παρθένε ἄχραντε, τὸν νοῦν μου κάθαρον πάσης, ἐμπαθοῦς
φαυλότητος, θείῳ ἐλέει Σου.
Διάσωσον,
πάσης ἀνάγκης Βασίλειε Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας,
ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου ἱκεσίαις.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμὴν ὡς ἀληθής,
Θεσσαλονίκης πέφηνας, ὡς πλήρης φωτός, Βασίλειε μακάριε· διὸ ταῖς σαῖς δεήσεσι,
τῶν παθῶν μου τὸν ζόφον διάλυσον, καὶ τὴν κατ’ ἄμφω ὑγείαν σοφέ, παράσχου τοῖς
πόθῳ σε γεραίρουσι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ
πολυειδῶν κινδύνων καὶ θλίψεων, τοὺς προστρέχοντας Βασίλειε, τῇ συμπαθεστάτῃ
προστασίᾳ σου.
Βασιλεῖ πάσης κτίσεως,
πρέσβευε Βασίλειε παμμακάριστε, Βασιλείας ἀξιῶσαί με, τῆς ἐπουρανίου ὡς φιλάνθρωπος.
Ἀσθενοῦσι τὴν ἴασιν, καὶ
τοῖς θλιβομένοις τὴν ἀνακούφισιν, δίδου Ἅγιε Βασίλειε, ὡς ἡμῶν μεσίτης πρὸς τὸν
Κύριον.
Θεοτοκίον.
Σαρκωθέντα ἐκύησας, ἐκ τῶν
Σῶν αἱμάτων τὸν πάντων Κύριον· διὰ τοῦτό Σε δοξάζομεν, ὡς Θεοῦ Μητέρα
ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵνα τὴν θερμήν, προστασίαν
σου κηρύττομεν, πάσης λύτρωσαι ἡμᾶς ἐπαγωγῆς, ἐπωδύνων περιστάσεων Βασίλειε.
Λάμπων τῷ φωτί, τῆς Τριάδος
διασκέδασον, τὴν μανίαν καθ’ ἡμῶν τοῦ δυσμενοῦς, φωτοφόρῳ ἀντιλήψει Σου
Βασίλειε.
Ἔργοις σκοτεινοῖς,
ἠμαυρώθην τὴν διάνοιαν· ἀλλὰ σὺ ὡς ἱεράρχης θεαυγής, τὴν καρδίαν μου καταύγασον
Βασίλειε.
Θεοτοκίον.
Ἴθυνον ἁγνή, τὴν ζωὴν ἡμῶν
δεόμεθα, πρὸς ἐκπλήρωσιν τῶν θείων ἐντολῶν, ὡς ἂν εὕρομεν ζωὴν τὴν ἀτελεύτητον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐλέους, τὸν χορηγὸν
ἐκδυσώπει, ἐλεῆσαι τὰς ψυχὰς ἡμῶν πάτερ, ἵνα ῥυσθῶμεν δεινῶν συντριμμάτων, καὶ
τοῦ ἐχθροῦ τὰς παγίδας ἐκφύγωμεν, καὶ λάβομεν παρὰ Θεοῦ, θείαν χάριν Βασίλειε
Ὅσιε.
Πρὸς ὅρμον, τῆς ἀληθοῦς
σωτηρίας, ἐκ κυμάτων χαλεπῆς ἁμαρτίας, τῇ ἀρωγῇ σου κυβέρνησον Πάτερ, τοὺς τὴν
θερμήν σου ζητοῦντας βοήθειαν, ἵνα λιμένα τῆς ζωῆς, τῆς ἀλήκτου Βασίλειε
φθάσομεν.
Ἐκ πάσης, ἐπιβουλῆς καὶ
μανίας, τὴν παροῦσάν σου διάσωσον ποίμνην, τοῦ ἀοράτου ἐχθροῦ ἱεράρχα, καὶ τῇ
σῇ ῥάβδῳ αὐτὴν καθοδήγησον, ἐπὶ νομὰς τῶν ἐντολῶν, καὶ Σωτῆρος παμμάκαρ
Βασίλειε.
Θεοτοκίον.
Λυχνία, ὤφθης ἑπτάφωτος
Κόρη, ἣν ἐτύπου ἡ τοῦ νόμου λυχνία· Σὺ γὰρ ἐν ὕλῃ σαρκὸς ὑπὲρ λόγον, Πατρὸς τὸ
θεῖον ἀπαύγασμα τέτοκας, Χριστὸν δι’ ἔλεος πολύ, τοῦ Ἀδὰμ τὴν ἀρὰν ἀφανίσαντα.
Διάσωσον,
πάσης ἀνάγκης Βασίλειε Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας,
ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου ἱκεσίαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀρχιεράρχα Κυρίου Βασίλειε,
Θεσσαλονίκης ποιμὴν ἐνθεώτατε, μὴ παύσῃ πρεσβείαν ποιούμενος, πρὸς τὸν Χριστὸν
ὡς ἂν εὕρομεν ἔλεος, καὶ πάσης ῥυσθῶμεν κακώσεως.
Προκείμενον: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς
ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς
θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ
καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ
θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα
καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν
αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ·
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν
ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ
ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν
λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ,
κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα·
δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ
νομὴν εὑρήσει.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Βίον ἐνθεώτατον,
πολιτευσάμενος Πάτερ, ὄργανον θεόπνευστον, τοῦ Ἁγίου Πνεύματος ἀναδέδειξαι· οὐ
ἡμᾶς κράτυνον, ταῖς σαῖς ἱκεσίαις, τῇ δυνάμει τε καὶ χάριτι, ὡς ἂν Βασίλειε,
πάσης προσβολῆς τοῦ ἀλάστορος, στεῤῥῶς περιγενώμεθα, καὶ πολυειδῶν περιστάσεων,
καὶ πάσης ἀνάγκης, ἀνώτεροι ὀφθείημεν σοφέ, οἱ σὲ μεσίτην πρὸς Κύριον, ἔχοντες
θερμότατον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ δεινῶν συμπτωμάτων καὶ
ποικίλων παγίδων τοῦ πολεμήτορος, Βασίλειε παμμάκαρ, ἀτρώτους διατήρει, τοὺς ἐν
πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱεράρχα Κυρίου μὴ ἐλλίπῃς
προσφέρειν πρὸς τὸν φιλάνθρωπον, ὡς ἔχων παῤῥησίαν, θερμὰς ἱκετηρίους, τοῦ
σωθῆναι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίαν ἐξαίτει καὶ παθῶν
θεραπείαν ψυχῆς καὶ σώματος, καὶ πᾶσαν εὐπραγίαν, Βασίλειε θεόφρον, τοῖς ἐν
πίστει κραυγάζουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεννηθεὶς ἐκ γαστρός Σου ὁ
ὑπέρθεος Λόγος καὶ ὑπερούσιος, μορφῇ ἐν ἀνθρωπίνῃ, προστάτιν Σε δεικνύει, τῶν
βοώντων πανάχραντε· χαῖρε βροτῶν προσφυγή, καὶ τῶν Ἀγγέλων δόξα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ οὐρανίων, Πάτερ προκύψας
ἀδύτων, ἡμῶν πρόσδεξαι φωνὰς τὰς ἱκεσίους, καὶ ἡμῖν βοήθει, Βασίλειε ἐν πᾶσι.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν
τε καὶ σῶμα, καὶ ἐκλύτρωσιν παθῶν τῶν ἀκαθάρτων, τοῖς σοὶ προσιοῦσι, Βασίλειε
παμμάκαρ.
Ἀγγέλων δήμοις, συνὼν
Βασίλειε Πάτερ, καθικέτευε πταισμάτνω λύσιν δοῦναι, τοῖς σὲ κεκτημένοις, πρὸς
τὸν Χριστὸν μεσίτην.
Θεοτοκίον.
Σκέπε Παρθένε, ἐκ τῶν βελῶν
τοῦ Βελίαρ, τοὺς προστρέχοντας τῇ θείᾳ Σου πρεσβείᾳ, καὶ φῶς μετανοίας, δίδου
τοῖς Σὲ ὑμνοῦσι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸν νοῦν μου,
τετραυματισμένον, καὶ τῶν παθῶν μου τὸν τάραχον κόπασον, ταῖς πρὸς Θεόν σου
πρεσβείαις, Πάτερ Βασίλειε.
Μὴ παύσῃ ἐποπτεύων, τοὺς
θερμῶς αἰτοῦντας, τὴν σὴν ἀντίληψιν Πάτερ Βασίλειε, καὶ τούτοις δίδου ἀπαύστως,
τὴν σὴν βοήθειαν.
Ὁ θεῖος Ἱεράρχης, καὶ
Θεσσαλονίκης, ὁ εὐκλεὴς ποιμενάρχης Βασίλειε, τὸν σὸν λαὸν ἀεὶ ῥυου ἐκ πάσης
θλίψεως.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ
Σωτῆρος, τὴν ἄναγνόν μου καρδίαν ἐκκάθαρον, καὶ σωτηρίας ἀξίωσον τὸν ἱκέτην
Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ὦ Βασίλειε ἱερέ,
τῆς ἐπουρανίου, Βασιλείας ὁ κοινωνός, καὶ Θεσσαλονίκης, ὁ φωτοφόρος λύχνος, καὶ
πρὸς Χριστὸν μεσίτης, καὶ πρέσβυς ἄριστος.
Ἔλαμψας ἐν κόσμῳ ταῖς
ἀρεταῖς, καὶ ἱερωσύνης, ἐνδυσάμενος τὴν στολήν, ὤφθης Ἱεράρχης, σοφὸς τῆς
Ἐκκλησίας, καὶ τῆς Θεσσαλονίκης, κλέος Βασίλειε.
Ἔργοις ἐναρέτοις καὶ
διδαχαῖς, τὸν λαὸν Κυρίου, ὡς ἐποίμανας ἱερῶς, τοῦτον πρὸς λειμῶνας, τῆς ἄνω
Βασιλείας, ὡδήγησας πανσόφως, Πάτερ Βασίλειε.
Ἔνδον τῶν ἀδύτων Πάτερ
χωρῶν, οἷα Ἱεράρχης, τοῦ Κυρίου θεοειδής, φωτισμοῦ ἐπλήσθης, Βασίλειε ἀΰλου,
καὶ πάντας καταυγάζεις, τῇ πολιτείᾳ σου.
Χαίροις θεῖον σκεῦος τῶν
ἀρετῶν, καὶ ἀρχιερέων, ὑποτύπωσις καὶ κανών· χαίροις εὐσεβούντων, Βασίλειε
προστάτης, καὶ θεῖος ἀντιλήπτωρ, καὶ ἐγκαλλώπισμα.
Πρέσβευε ἀπαύστως πρὸς τὸν
Χριστόν, Βασίλειε Πάτερ, λυτρωθῆναι πάσης ὀρῆς, καὶ τῆς Βασίλειας, τυχεῖν τῆς
οὐρανίου, τοὺς πίστει προσιόντας, τῇ ἀντιλήψει σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μύστα, οὐρανίων ἀρετῶν, καὶ
ἀρχιερεῦ καὶ θεράπον, Χριστοῦ πανθαύμαστε, Ἅγιε Βασίλειε, Θεσσαλονίκης ποιμήν,
τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ προστασίᾳ, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ
θλίψεως, ἄφεσιν πταισμάτων παρέχων, ταῖς σαῖς πρὸς Χριστὸν ἱκεσίαις, πᾶσι καὶ
εἰρήνην ἀστασίαστον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου