Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 16. ΑΓΙΟΣ ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΜΑΤΘΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΝΟΕΜΒΡΙΟΣ ΙΣΤ!!
ΜΑΤΘΑΙΟΣ ΕΥΑΓΓΕΛΙΣΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς φωνῆς ὡς ἀκήκοας, τοῦ Σωτῆρος Ἀπόστολε, τελωνείου ἔλιπες σχέσιν ἅπασαν, καὶ τοῖς Αὐτοῦ θείοις ῥήμασι, θερμῶς ἠκολούθησας, καὶ ἐδέξω παρ’ Αὐτοῦ, σωτήρια διδάγματα, καὶ Ἀπόστολος, τῆς Αὐτοῦ παρουσίας θεηγόρος, ἀνεδείχθης ὦ Ματθαῖε, καταυγασθεὶς θείῳ Πνεύματι.

Ὡς Ἀπόστολος ἔνθεος, καὶ αὐτόπτης καὶ σύσκηνος, τῆς Χριστοῦ σαρκώσεως παμμακάριστε, τῆς εὐσεβείας ἐκήρυξας, τὸ μέγα μυστήριον, καὶ ἐφώτισας λαούς, τῷ φωτὶ τῷ τῆς πίστεως, καὶ ἐχάραξας, τὸ σεπτὸν Εὐαγγέλιον πανσόφως, τῆς Χριστοῦ οἰκονομίας, Ματθαῖε μύστα τῆς χάριτος.

Ὥσπερ σάλπιγξ θεόφθογγος, καὶ πολύφωνον ὄργανον, ἐμφανῶς ἐκήρυξας ἐν τοῖς πέρασι, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, Ματθαῖε Ἀπόστολε, καὶ συνήθροισας λαούς, πρὸς τὴν θείαν ἐπίγνωσιν, ὡς θεόσοφος, εὐσεβείας ἐκφάντωρ θεηγόρε· διὰ τοῦτό σου τὴν μνήμην, τὴν ἱερὰν ἑορτάζομεν.

Τὸ Χριστοῦ Εὐαγγέλιον, θεηγόρως ἐτύπωσας, ὦ Ματθαῖε πάνσοφε θείῳ Πνεύματι· δι’ οὗ σαφῶς διδασκόμεθα, Αὐτοῦ τὴν ἐν σώματι, παρουσίαν τὴν φρικτήν, καὶ τὴν θείαν Ἀνάστασιν, καὶ ἀνάληψιν· διὰ τοῦτο πιστῶς σε εὐφημοῦμεν, εὐαγγελιστὰ θεόφρον, ὡς ὑποφήτην τῆς χάριτος.

Δόξα. Ἦχος α’.
Ἀποστολικῆς τρυφήσας χάριτος, ἀπὸ τελώνου Εὐαγγελιστὴς θεόσοφος, ἀλλοιωθεὶς τῷ Πνεύματι, Ματθαῖε μάκαρ ἐχρημάτισας· ὅθεν πᾶσιν ἐκήρυξας, τῆς αἰωνίου ζωῆς τὸν λόγον, καὶ πολλοὺς προσήγαγες, σεσωσμένους Χριστῷ Ἀπόστολε. Αὐτὸν ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.


Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Μύστης θεοειδής, τοῦ σαρκωθέντος Λόγου, Ματθαῖε ἀνεδείχθης, λιπὼν τοῦ τελωνείου, τὸν σύνδεσμον Ἀπόστολε.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Πάθη τὰ τοῦ Χριστοῦ, καὶ ἔγερσιν τὴν θείαν, ὡς θεῖος μυστογράφος, συνέγραψας Ματθαῖε, τὸ θεῖον Εὐαγγέλιον.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ἔχων πρὸς τὸν Χριστόν, μεγίστην παῤῥησίαν, Ἀπόστολε Ματθαῖε, ὑπὲρ ἡμῶν δυσώπει, τῶν πίστει εὐφημούντων σε.

Δόξα. Τριαδικόν.
Ἔχων τὴν Σὴν ἰσχύν, Τρισήλιε Θεότης, Ματθαῖος ὁ θεόφρων, θεογνωσίας ὤφθη, κήρυξ θεοειδέστατος.

Καὶ νῦν. Θεοτοκίον.
Τέτοκεν ἐν σαρκί, Θεὸν ἡ Θεοτόκος, εἰς σωτηρίαν κόσμου, ὡς ὁ κλεινὸς Ματθαῖος, διδάσκει θείῳ Πνεύματι.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος ὁ αὐτός. Θείας πίστεως.
Θείας ἤκουσας, φωνῆς τοῦ Λόγου, καὶ τῆς πίστεως, τὸ φῶς ἐδέξω, τελωνείου ἀποῤῥίψας τὸν σύνδεσμον· ὅθεν Χριστοῦ τὴν ἀπόῤῥητον κένωσιν, εὐηγγελίσω Ματθαῖε Ἀπόστολε· καὶ νῦν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
 Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱέρεως, ὀ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄.  Ἦχος δ' . Ὁ ἐξ ὑψίστου κληθεὶς
Ὁ ἐμβατεύων καρδίας τῶν ἀνθρώπων, ὅτε σου τὴν ἔνθεον γνώμην Ἀπόστολε, θείᾳ προγνώσει ἑώρακε, καὶ ἐκ τοῦ κόσμου, τῆς ἀδικίας σὲ ἐλυτρώσατο, τότε σε παγκόσμιον, φῶς ἀπειργάσατο, τῆς οἰκουμένης τὰ πέρατα, καταφωτίζειν, καὶ διαλάμπειν ἐγκελευσάμενος, οὗ καὶ τὸ θεῖον Εὐαγγέλιον, ἠξιώθης σαφῶς ἀναγράψασθαι· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ ἐκ τελώνου κληθεὶς εἰς μαθητείαν, ὅτε σε ὁ ἄναρχος Λόγος ἐφώνησεν, ἀκολουθεῖν προτρεπόμενος, καὶ κοινωνίαν, τῆς βασιλείας ἐπαγγειλάμενος, τότε Παμμακάριστε, πάντα ἀφέμενος, καὶ ταραχώδους συγχύσεως, ἀναχωρήσας, αὐτῷ συντόνως ἐπηκολούθησας· καὶ νῦν θεόπτα ἐμφορούμενος, τῆς ἀφράστου αὐτοῦ θεωρίας τρανῶς, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Προφητική τις σαφῶς ὀξυδερκία, πάλαι μὲν σε Ἅγιον, λίθον τεθέαται, ἐπὶ τῆς γῆς κυλιόμενον, καὶ τῆς ἀπάτης, τὰς ἑλεπόλεις καταλεαίνοντα· ὁ Λόγος δὲ πάνσοφε, ὁ ἐνυπόστατος, φῶς σε τοῦ κόσμου καὶ κήρυκα, δικαιοσύνης, καὶ ἀληθείας ἀποτετέλεκε, λελαμπρυσμένον ταῖς λαμπρότησι, τοῦ τρισηλίου φωτὸς Πανσεβάσμιε, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα. Ἦχος β’. Ποίοις εὐφημιῶν
Ποίοις, ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν θεηγόρον; Τοῦ Εὐαγγελίου τὴν σάλπιγγα, καὶ τῆς εὐσεβείας τὸν κήρυκα, τὸ λαμπρὸν τῆς χάριτος πυξίον· τὸν κτῆσιν, τοῦ τελωνείου ἀποῤῥίψαντα, καὶ κλήσει, Χριστοῦ θερμῶς ἀκολουθήσαντα; Τὸν ὑπηρέτην τοῦ Λόγου, καὶ αὐτόπτην θεῖον, καὶ Ἀπόστολον εὐκλεῆ, καὶ μύστην οὐράνιον, τὸν Ματθαῖον τὸν θεόληπτον.

Ποίοις, ᾀσματικοῖς μέλεσιν, εὐφημήσωμεν Χριστοῦ τὸν μύστην; Τὸν θεουργικῶς ἐγχαράξαντα, τὰς θεανδρικὰς κόσμῳ χάριτας· δι’ ὧν ἤρθημεν πρὸς φῶς ἐκ σκότους· τὸ κλῆμα, τῆς ἀφθαρσίας τὸ γλυκύκαρπον· τὸν στάχυν, τῆς ἀληθείας τὸν πολύφορον· τὴν ὀμβροφόρον νεφέλην, τὴν τὰς ψυχοτρόφους, ὑετίζουσας δωρεάς, ὡς δρόσον θεόβρυτον, τὸν Ματθαῖον τὸν θεόσοφον.

Ποίοις, μελῳδικοῖς ᾄσμασι, μακαρίσωμέν σε ὦ Ματθαῖε; Τοῦ Χριστοῦ τὸν φίλον τὸν γνήσιον, καὶ συγκοινωνὸν καὶ συγκάθεδρον, καὶ τῆς Βασιλείας κληρονόμον· αὐτῆς γάρ, τὰ ἀγαθὰ πᾶσιν ἐκήρυξας, τὴν ὥραν, καθυπογράψας τῆς ἐτάσεως, ἐν ᾗ ἡμᾶς ἀνευθύνος, καὶ ἀκατακρίτους, διατήρησον σαῖς εὐχαῖς, καὶ δόξης ἀξίωσον, μαθητὰ Χριστοῦ τῆς κρείττονος.

Δόξα... Ἦχος δ'
Καλοῦντι Χριστῷ, πρὸς μαθητείαν οὐράνιον, προθύμως ἠκολούθησας θεόληπτε, πᾶσαν σχολὴν φροντίδος γηΐνης, ὑφ' ἓν παρωσάμενος· ἐπαξίαν γὰρ τῆς ἄνω βασιλείας, γνώμην εὐπειθῶς ἀναλαβόμενος, τῆς χαμαιζήλου πολιτείας, καὶ δόξης κενῆς ἀπέστης, Εὐαγγελιστὴς ἀπὸ Τελώνου γενόμενος, φῶς τε τῶν ἐν σκότει χρηματίσας, καὶ πεπλανημένων ὁδηγὸς πρὸς σωτηρίαν· νῦν δὲ πρεσβευτὴς παντὸς τοῦ κόσμου θερμότατος, καὶ τῶν σὲ γεραιρόντων Ματθαῖε, φύλαξ σωτήριος.

Καὶ νῦν ... Θεοτοκίον Ἦχος δ'
Μετὰ τὸ τεχθῆναί Σε Θεόνυμφε Δέσποινα, παρεγένου ἐν ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν Σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῶζε τὸ γένος ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α’ 1-β’ 6)
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ










Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. β’ 21-γ’ 9)
Ἀγαπητοί, Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· - ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.

Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα
Ἀγαπητοί, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρείαις· ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες. Οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε. Σωφρονήσατε οὖν, καὶ νήψατε εἰς τὰς προσευχάς, πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες· ὅτι ἡ ἀγάπη κάλυψε πλῆθος ἁμαρτιῶν. Φιλόξενοι εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Εἴτις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴτις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾯ ἐστὶν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λιτή. Ἦχος α΄.
Τῆς φωνῆς τοῦ Κυρίου ἀκούσας, πληρωτὴς αὐτῆς ἐχρημάτισας, καταυγασθεὶς τὴν καρδίαν. Τελωνικοῦ γὰρ συρφετοῦ μακρύνας, Χριστῷ κατηκολούθησας, τῆς ἐν αὐτῷ ἀναπλάσεως, τὸν λόγον παιδευόμενος. Καὶ τὴν πρὸς Αὐτὸν δι’ ἔργων κοινωνίαν, ἀποστολικῶς ἐκφαίνων, τοῖς θαύμασι τὴν χάριν ἐβεβαίωσας· ἣν καὶ ννῦν ὑμῖν πορίζου, πρὸς σωτηρίαν αἰώνιον, Ματθαῖε Ἀπόστολε.

Ἦχος β΄.
Τῇ αὐτοσοφίᾳ μαθητεύσας, ἐπιλιμμένῃ τῆς καθ’ ἡμᾶς μορφῆς, μυσταγωγὸς τῶν ὑπὲρ λόγον, ἀνεδείχθης Ἀπόστολε. Πυρίνῃ γὰρ γλώσσῃ φθεγγόμενος, τὴν μὲν πλάνην πᾶσαν κατέφλεξας, τὸν δὲ λόγον τῆς πίστεως, ἐν ταῖς ψυχαῖς τῶν γηγενῶν, ὡς διηύγασας· ὅθεν τέκνα Θεοῦ ἀπειργάσω, τοὺς δεξαμένους τὴν χάριν, Εὐαγγελιστὰ διὰ χειλέων σου. Στόμα θεῖον γὰρ ὤφθης κατασκευάζων Κυρίῳ, λαὸν περιούσιον.

Ἦχος γ΄.
Τίς ἐπαξίως ὑμνήσει, τὴν ἐπανθοῦσάν σοι λαμπρότητα, Ματθαῖε Ἀπόστολε; Σὺ γὰρ ἐξ ἀδικίας τελῶν, τῷ τῆς δικαιοσύνης πρυτάνει Χριστῷ, ἀποστολικῶς διηκόνησας· ἔνθεν τὰ οὐράνια μυηθεὶς δόγματα, τὰ τῆς οἰκονομίας Αὐτοῦ ἔργα, γραφικῶς ἀνιστορήσας. Μακάριος σὺ εἶ, τῇ γὰρ θεοπνεύστῳ φθογγῇ, ὀξυγράφος γραμμάτεως τοῦ Παρακλήτου γέγονας, εὐαγγελιζόμενος κόσμῳ, ζωῆς θείας ἐπίσκεψιν.

Ἦχος δ΄.
Τὸν αὐτόπτην τοῦ Λόγου, καὶ τοῦ Εὐαγγελίου ὑποφήτην ἱερόν, Ματθαῖον τὸν Ἀπόστολον, ᾀσματικοῖς ἐγκωμίοις τιμήσωμεν. Τὸν πολύτιμον λίθον εὑρών, πᾶσαν δοὺς τὴν ὕπαρξιν, τοῦτον ἐξωνήσατο· ᾧ καὶ πλουτισθεὶς ὑπερφυῶς, τοῖς ἐν πενίᾳ νοητῇ, ἀδαπανήτου πλούτου ἀνεστόμωσε πηγάς. Ψυχῶν γὰρ καὶ σωμάτων τὴν σωτηρίαν βραβεύειν, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Τελωνικὴν συγκομιδήν, ἐμφρόνως ἀποῤῥίψας, ἀποστολικὴν ἔλλαμψιν, εὐσεποιήσω Ἀπόστολε· ὁ γὰρ λόγος τῆς ζωῆς, ὡς λαμπηδών σοι ἀστράψας, τῷ Πατρικῷ ἀπαυγάσμασι κεκαθαρμένον σε παρίστησιν· ὅθεν συμπαθὼν τῷ δι’ ἡμᾶς παθόντι, τῆς ἐγέρσεως Αὐτοῦ τὰ ἀγαθὰ εὐηγγελίσω, προφητικῶς βοῶν τῷ κόσμῳ· δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς· ἥξει γὰρ καὶ οὐ χρονιεῖ ὁ ἐρχόμενος, ἑκάστῳ ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τῇ τῶν λόγων σου σάλπιγγι, τοὺς ἀνθρώπους συνήθροισας, εἰς Θεοῦ ἐπίγνωσιν Παναοίδιμε, καὶ τὰ τῆς πλάνης ἀθροίσματα, ἐκ γῆς ἀπεσόβησας, καὶ εἰς μίαν τούς πιστούς, τὴν ὁμόνοιαν ἴθυνας, καὶ πρεσβεύεις νῦν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὁ ἐν γλώσσῃ πυρίνῃ σε, καθοπλίσας τοῦ Πνεύματος, κραταιὸν ἀνέδειξε πολεμήτορα, κατὰ τῆς πλάνης Ἀπόστολε, Χριστὸς ὁ Θεὸς ἡμῶν, παρ' οὗ ἔλαβες λαμπρά, τὰ βραβεῖα τῆς χάριτος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εἰς τὰ βάθη τοῦ Πνεύματος, διακύψας Ἀπόστολε, πλοῦτον τὸν ἀκένωτον κατενόησας, καὶ ἐξ αὐτοῦ ἀρυσάμενος, τὴν χάριν τὴν ἄφθονον, ἡμῖν εὐαγγελικῶς, πᾶσι ταύτην διένειμας, καὶ πρεσβεύεις νῦν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα... Ἦχος πλ. β'
Ἐκ πυθμένος κακίας ἐσχάτης, πρὸς ἀκρότατον ὕψος ἀρετῆς, ὡς ἀετὸς ὑψιπέτης, παραδόξως ἀνέδραμες, Ματθαῖε πανεύφημε· τοῦ γὰρ καλύψαντος οὐρανοὺς ἀρετῇ, καὶ τῆς συνέσεως αὐτοῦ πᾶσαν τὴν γῆν πληρώσαντος, Χριστοῦ ἀκολουθήσας τοῖς ἴχνεσι, μιμητὴς διάπυρος ἐν πᾶσιν αὐτοῦ πεφανέρωσαι, εὐαγγελιζόμενος εἰρήνην, ζωήν καὶ σωτηρίαν, τοῖς πειθαρχοῦσιν εὐσεβῶς, τοῖς θείοις προστάγμασιν, ἐν οἷς ἡμᾶς καθοδήγησον, εὐαρεστοῦντας τῷ Κτίστῃ, καὶ σὲ μακαρίζοντας.

Καὶ νῦν ... Θεοτοκίον
Σήμερον, τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν· καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενῶν, εἰς κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων. Παρθένοι λαμπαδηφοροῦσαι προπορεύεσθε τῆς ἀειπαρθένου τιμῶσαι τὴν σεβάσμιον πρόοδον. Μητέρες λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν τῇ Κεχαριτωμένῃ, τῇ ᾀεὶ πρεσβευούσῃ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος ὁ αὐτός. Θείας πίστεως.
Θείας ἤκουσας, φωνῆς τοῦ Λόγου, καὶ τῆς πίστεως, τὸ φῶς ἐδέξω, τελωνείου ἀποῤῥίψας τὸν σύνδεσμον· ὅθεν Χριστοῦ τὴν ἀπόῤῥητον κένωσιν, εὐηγγελίσω Ματθαῖε Ἀπόστολε· καὶ νῦν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
 Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις





















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὁ πρῶτος τοῦ Χριστοῦ, Εὐαγγέλιον γράψας, καὶ πᾶσαν δαδουχῶν, τὴν ὑφήλιον κτίσιν, Ματθαῖος ὁ σοφώτατος, καὶ Χριστοῦ μύστης ἄριστος, νῦν τιμώμενος, ταῖς ἱεραῖς μελῳδίαις, πᾶσιν ἄφεσιν, ἁμαρτιῶν ἐξαιρεῖται, τοῖς πόθῳ τιμῶσιν αὐτόν.
Δόξα.
Ἐξ ὕψος ἀρετῶν, ἀνελθὼν θεῖε μάκαρ, ἐβρόντησας ἡμῖν, σωτηρίαν δογμάτων, μεγάλα μυστήρια, κῆρυξ θεῖος γενόμενος, ὅθεν πίστει σε, ἐκδυσωποῦμεν Ματθαῖε, πάσης θλίψεως, ἁμαρτιῶν καὶ κινδύνων, ἡμᾶς ἐλευθέρωσον.
Καὶ νῦν. Θεοτοκίον.
Τὰς χεῖράς Σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς λατρεύοντας, τὸν Σὸν πανάγιον Τόκον, καὶ γεραίροντας, Σὲ τὴν ἐλπίδα ἁπάντων, καὶ μόνον προσφύγιον.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοῦ τελώνου τὰ θράση καταβαλών, τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν, Ματθαῖε Ἀπόστολε, ἀνεδείχθης μακάριε, οὐρανόθεν πᾶσι πηγάζων τὰ θαύματα, καὶ Εὐαγγελίου ἐγένου διδάσκαλος, ὅθεν σου τὴν μνήμην ἐπαξίως τιμῶντες, ἐν ὕμνοις δοξάζομεν καὶ πιστῶς μεγαλύνομεν, τοῦ Κυρίου Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Τὴν τοῦ Πνεύματος χάριν πυροειδῶς, ὡς αὐτόπτης τοῦ Λόγου πεπλουτηκώς,  τῷ κόσμῳ ἐξέλαμψας, ὡς φωστὴρ ὑπερκόσμιος, θεογνωσίας αἴγλην πυρσεύων τοῖς πέρασι, καὶ τῆς ἀγνωσίας, ἐλαύνων σκοτόμαιναν· ὅθεν καὶ ἀφ’ ὕψους, ὑψηλῆς πολιτείας, Χριστοῦ διεχάραξας, τὸ σεπτὸν Εὐαγγέλιον, ὦ Ματθαῖε Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη προφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοςκόμηστον σκήνωμα, χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς ἡμῶν ἡ εὐπρέπεια.



Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, κεκτημένη ἔνδοξε, τῶν ἰαμάτων σου βολαῖς, φαιδρυνομένη κραυγάζει σοι, χαίροις βοῶσα, Ματθαῖε Ἀπόστολε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ Σοί, ἀπὸ κινδύνων μὲ λύτρωσαι, Σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
 Προκειμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, ἐθεάσατο τελώνην ὀνόματι Λευΐν...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν Ἀπόστολον Χριστοῦ, μαθητὴν καὶ αὐτόπτην, καὶ εὐαγγελιστὴν τοῦ Σωτῆρος, Ματθαῖον τὸν πανένδοξον, συνελθόντες ἅπαντες οἱ πιστοί, ἐν ᾠδαῖς πνευματικαῖς ἀνυμνήσωμεν.




















Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου β΄.
Ὁ α΄ Κανὼν τοῦ Ἀγίου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ματθαῖον τὸν θεόπτην εὐφημῶν, ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος, ὄπως μοι ἐμπνεύσασα, φωστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν, καὶ τὸν θεῖον πλοῦτον τὸν τῆς σοφίας δωρήσηται.
Χριστῷ τῷ Θεῷ μαθητευθείς, καὶ τὴν ἐκείνου πλουτήσας υἱότητα, Ματθαῖε παναοίδιμε, μυσταγωγὸς ἐδείχθης μυστηρίων Χριστοῦ, καὶ συγκληρονόμος Αὐτοῦ τῆς δόξης γεγένησαι.
Θεοτοκίον.
Ἡ τῶν Ἀποστόλων χαρμονή, Θεογεννῆτορ πανάμωμε Δέσποινα, Μήτηρ ὡς ὑπάρχουσα, τοῦ ἐν αὐτοῖς θεοπρεπῶς λαλήσαντος, σὺν αὐτοῖς δυσώπει, πυρὸς γεένης ῥυσθῆναί με.

Ὁ β΄ κανών. Ποίημα Θεοφάνους
ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου
Πλουσίως μετάδος μοι, τῆς ἐνοικούσης σοι χάριτος, Ματθαῖε πανένδοξε, καὶ ὑπηρέτα Χριστοῦ, καὶ βοήσομαι, λαμπρῶς ἀνακηρύττων, καὶ μέλψω γηθόμενος, τὰ σὰ θαυμάσια.
Τελείως κατέλιπες, τῶν ἐπιγείων τὴν σύγχυσιν, τοῦ Λόγου ὦς ἤκουσας, τοῦ σαρκωθέντος φωνῆς, καὶ τῆς χάριτος, ἐδείχθης οἰκονόμος, καὶ κήρυξ θεόληπτος, θεομακάριστε.
Αὐτόπτης γενόμενος, καὶ ὑπηρέτης διέπρεψας, τοῦ Λόγου Ἀπόστολε, τοῦ πρὸ αἰώνων Πατρός, καὶ διέδραμες, αὐτοῦ τὴν παρουσίαν, εὐαγγελιζόμενος, πᾶσι τοῖς ἔθνεσιν.
Θεοτοκίον.
Θανάτου καθαίρεσιν, καὶ τῆς φθορᾶς τὴν κατάλυσιν, ζωῆς τε φανέρωσιν, εὐηγγελίσω Σοφέ· τῆς Παρθένου γάρ, ἐν μήτρᾳ ἐνοικήσας, ὁ ἀπεριόριστος, κόσμον ἀνέπλασεν.














ᾨδὴ γ΄. Ὀ μόνος εἰδώς.
Σὲ τὴν ἐνυπόστατον Χριστέ, σοφίαν ἀνεκήρυξε, μαρμαρυγαῖς ταῖς σαῖς αὐγαζόμενος, παντὶ τῷ κόσμῳ φανεῖσαν Δέσποτα, καὶ ζωὴν παρέχουσαν, καὶ βροτοὺς φωτίζουσαν, ὁ θεράπων Σου Ματθαῖος φιλάνθρωπε.
Τὸ ῥεῖθρον δεξάμενος Χριστέ, σοφίας τὸ ᾀείῤῥύτον, ὡς ποταμὸς ῥιζῶν γῆς ἀπέκλυσε, θεογνωσίας φωτὶ τὰ πέρατα, Σοῦ δεικνὺς ὑπάρχουσαν, ἀληθῆ τὴν πρόῤῥησιν, ὁ αὐτόπτης Σου Ματθαῖος φιλάνθρωπε.
Τῷ Χριστῷ ἑπόμενος σοφέ, σαφῶς τὸ Εὐαγγέλιον, ὡς μαθητὴς Αὐτοῦ διετύπωσας, θεολογίας τὸ φῶς δρεψάμενος παρ’ Αὐτοῦ Ἀπόστολε, καὶ Θεοῦ τὴν ἐνσαρκον παρουσίαν μηνύσας τρανώτατα.
Θεοτοκίον.
Μετὰ τῶν ἀΰλων λειτουργῶν, Παρθένε ἀπειρόγαμε, μετὰ πασῶν τῶν ἄνω δυνάμεων, μετὰ Μαρτύρων καὶ Ἀποστόλων Χριστῷ, Ὅνπερ ἐσωμάτωσας ἐξ ἁγνῶν αἱμάτων Σου, ἐκδυσώπει σωθῆναι τοὺς δούλους Σου

Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους
Τοὺς σοὺς Ἀποστόλους Θεοῦ Λόγε, φωστῆρας ἀνέδειξας ζωῆς, τὸν ζόφον ἀπελαύνοντας, τῆς ἀθεΐας Δέσποτα, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, τὸν κόσμον ὅλον φωτίζοντας.
Τῇ σῇ καθοπλίσας, παντευχίᾳ, Ματθαῖον τὸν ἄριστον Σωτήρ, τυράννων δυνατώτερον, τοῦτον εἰργάσω Δέσποτα, καὶ καθαιρέτην ἔδειξας, εἰδώλων πλάνης Φιλάνθρωπε.
Γλώσσης τῆς πυρίνης σου ὁ φθόγγος, δαιμόνων ἐνέπρησε βωμούς, Ματθαῖε τὸ θεότευκτον, τοῦ Παρακλήτου ὄργανον, δι' οὗ Χριστὸς κηρύττεται, Λόγος ὁ ἐνυπόστατος.
Θεοτοκίον.
Σάλπιγξ θεολόγος φθεγγομένη, συντόνως ἐφώτισε λαούς, Ματθαίου τοῦ θεόφρονος, τὴν τῆς Τριάδος ἔλλαμψιν, τὴν ὑπὲρ νοῦν τε σάρκωσιν, τοῦ Λόγου ἐκ σοῦ Πανάχραντε.











Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν
Τὸν χρυσὸν καταλείψας ὡς ἀληθῶς, τὸν Χριστὸν δὲ ποθήσας φιλευσεβῶς, Ματθαῖε Ἀπόστολε, τῶν περάτων ἐδείχθης φωστήρ, καὶ ἐκ Τελώνου ὤφθης, Ἀπόστολος ἔνδοξος, μαθητὴς γενόμενος, καὶ κήρυξ τῆς πίστεως. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, τὴν πάνσεπτον μνήμην σου, καὶ πιστῶς ἑορτάζομεν, μελῳδοῦντες καὶ λέγοντες. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Εἰς πᾶσαν ὁ φθόγγος σου, τὴν γῆν ἐξελήλυθε, καὶ εἰς τὰ πέρατα σοφέ, τῆς οἰκουμένης σου τρανῶς ῥημάτων ἡ δύναμις, Δαβιτικῶς διαπρυσίως κηρύττουσα, τὴν σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Οἱ πόδες οἱ σοὶ προφητικῶς ὡραιώθησαν, τὴν ὑπὲρ λόγον γὰρ ἡμῖν εὐηγγελίσω προφανῶς, εἰρήνην θεόληπτε, διὰ σαρκὸς ἐμφανισθεῖσαν τοῖς πέρασιν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Θεοτοκίον.
Προφῆται Ἀπόστολοι, πανένδοξοι Μάρτυρες, σὺν τῇ Μητρὶ τοῦ Λυτρωτοῦ, ἐκδυσωπεῖτε ἐκτενῶς, ὅπως λυτρωθείημεν ἁμαρτιῶν καὶ αἰωνίου κολάσεως, καὶ πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων.

Ἕτερος. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν
Τῷ ἐνυποστάτῳ σου Λόγῳ Θεέ, μεμαθητευμένος διέλυσε, κόσμου σοφίαν, ὁ θεόπτης Μαθητής, μεγαλοφώνως κράζων σοι. Δόξα τῇ δυνάμει σου Κύριε.
Τῷ μεμακαρισμένῳ ὑπὸ Χριστοῦ, ποίαν εὐφημίαν προσείπωμεν, σοὶ θεηγόρε; οὐκ ἰσχύει γὰρ βροτός, τὴν ἐπανθοῦσαν χάριν σοι, λόγῳ ἐξειπεῖν ἀξιάγαστε.
Σοῦ τὸν ἀκηλίδωτον καὶ ἀκραιφνῆ, νοῦν τεθεαμένος ὁ Ὕψιστος, ὥσπερ λαμπάδα, εἰς λυχνίαν ὑψηλήν, τοῖς ἐν τῷ σκότει φαίνουσαν, πᾶσι θεοφάντορ προτέθεικεν.
Θεοτοκίον.
Τὴν τεταπεινωμένην φύσιν βροτῶν, ἡ εὐλογημένη ἀνύψωσας, τὴν τοῦ Ὑψίστου, ὡς κυήσασα ἰσχύν, ὑπερφυῶς πανάχραντε, Μήτηρ ὡς Ματθαῖος ἐδίδαξεν.
ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἐστάλαξας γλυκασμὸν εὐσεβείας τῶν λόγων σου, θείων ὄμβρων πανταχόθεν ἀκτῖσι λαμπρόμενος, ἐκφανθεὶς τῇ χάριτι σαφῶς τοῦ νοητοῦ ἡλίου, παμμάκαρ θεόληπτε.
Σὺ Χριστοῦ τοῦ Θεοῦ Υἱὸς ἐχρημάτισας, καὶ ταῖς τούτου διδαχαῖς φωτιζόμενος πάντοτε, τὰς ψυχὰς ἐλάμπρυνας τῶν σοὶ θερμῶς προσομιλούντων, Ματθαῖε Κυρίου Ἀπόστολε.
Θεοτοκίον.
Μετὰ πάντων Ἀσωμάτων, ὅνπερ ἐσωμάτωσας Θεὸν Λόγον, Παρθένε Θεοτόκε, ἱκέτευε ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους Σου.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα
Τὴν χάριν δεξάμενος, τοῦ Παναγίου Πνεύματος, θεῖον ἐνδιαίτημα ἐδείχθης, θείως διδάξας, θεογνωσίας τὸ φῶς, πιστευθεὶς τὰ δόγματα Χριστοῦ, γράμμασιν ἐκτίθεσθαι, ὡς αὐτόπτης θεόκριτος.
Ἡ γλῶσσά σου κάλαμος, τοῦ Παρακλήτου γέγονεν, ἐνθέως τοῦ λύτρωσιν διδόντος, τοῖς ἐπιγνοῦσι τὴν δεσποτείαν αὐτοῦ, καὶ ταῖς σοφῶν ἐμπνέοντος ψυχαῖς, γνῶσιν ἐπουράνιον, ὦ Ματθαῖε πανέντιμε.       
Ἀστράπτοντα θαύμασι, καὶ ἰαμάτων χάρισι, σὲ Χριστὸς ἐξέπεμψε τῷ κόσμῳ, τὴν τῶν δαιμόνων καταπατοῦντα ἰσχύν, καὶ ψυχὰς φωτίζοντα Πιστῶν, πάντων τῶν ὑμνούντων σε, τῆς εἰρήνης τὸν κήρυκα.
Θεοτοκίον.
Παρθένος γεγέννηκεν, Υἱὸν τὸν προαιώνιον, φύσιν ἐνδυσάμενον ἀνθρώπων, ὡς ἐκδιδάσκων ὁ θεηγόρος φησί, καὶ σώσαντα ταύτην ἐκ φθορᾶς, πάθει τῷ τοῦ σώματος, καὶ Παρθένος διέμεινεν.

















ᾨδὴ ς΄. Ἐκύκλωσεν ἡμᾶς.
Κατέβαλες ὀφρὺν ἀνόμων Κύριε, καὶ ὕβριν ὑπερήφανον, ἐταπείνωσας Ἀπόστολον τὸν Σόν, δείξας τροπαιοῦχον τῇ δυνάμει Σου, Σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
Τὸν στέφανον εἴληφας τὸν τῆς ἐλπίδος ἔνδοξε, δι’ οὗ νῦν στεφανούμεθα, ἐν τοῖς λόγοις σου ἐκήρυξας σοφέ, τὸν δημιουργὸν Ματθαῖε τῆς κτίσεως, τὸν εἰς ἡμῶν δόξαν πλακέντα, φύσει τοῦ σώματος.
Χριστὸς ὁ Κύριος ἔνδοξε, σαφῶς σ’ ἐμυσταγώγησεν, Εὐαγγέλιον συγγράψαι τὸ σεπτόν, δείξας ὑπηρέτησέν σε τῆς χάριτος, σὺ γὰρ ἡμῖν θεογνωσίας, τὸ φῶς ἐξήπλωσας.
Θεοτοκίον.
Παρθένε τὸν ἐκ Σοῦ δι’ ἀγαθότητα τεχθῆναι εὐδοκήσαντα, ἐκδυσώπησον ὡς Πλάστην καὶ Θεόν, σῶσαι πειρασμῶν καὶ περιστάσεων, τοὺς ἐπὶ Σοὶ τῇ Παναγίᾳ ᾀεὶ ἐλπίζοντας.

Ἕτερος. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
Εὐαγγελιστὴς ἀπὸ τελώνου, ὡς ἠκολούθησέ σοι, μετεσκεύασται ὁ θεηγόρος, τῇ παναλκεῖ Παντουργὲ δυνάμει σου, ὁ Ματθαῖος ὁ πανάριστος.
Ῥυθμίζεται τοῦ Εὐαγγελίου, τοῖς ψυχοτρόφοις λόγοις, τῶν ἐθνῶν πληθὺς ἀνυψουμένη, πρὸς ἀρετῶν ὑψηλῶν ἀκρότητα, ὦ Ματθαῖε παμμακάριστε.
Ματθαίου ζωγρεῖται θεοπλόκοις, τοῦ Μαθητοῦ δικτύοις, τὰ συστήματα τῶν πιστευόντων, διὰ παντὸς πρὸς τὴν σὴν ἐπίγνωσιν, Εὐεργέτα ποδηγούμενα.
Θεοτοκίον.
Παρθένον τεκοῦσαν ἀναγράφων, εὐαγγελίζεταί σε, τὸν τὰ σύμπαντα πεποιηκότα, ἄνευ σπορᾶς καὶ φθορᾶς Πανάμωμε, ὁ Ματθαῖος ὁ πανάριστος.

Κοντάκιον Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τοῦ τελωνείου τὸν ζυγὸν ἀπορρίψας, δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν· ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως.
Ὁ Οἶκος
Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ· ἀλλ' αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητὴν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστὸν σου σχέσεως, τὰ πάντα παρευθὺς ἐγκαταλείψας, ἠκολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως.

Συναξάριον
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.
«Σῴζεις, Ἰησοῦ καὶ τελώνας· σοὶ χάρις».
οὕτω βοᾷ Ματθαῖος ἐκ πυρὸς μέσου.
Ἀκάματον Ματθαῖον πῦρ δεκάτῃ κτάνεν ἕκτῃ.
Οὗτος, καθήμενος εἰς τὸ τελωνεῖον, ἤκουσε νὰ εἴπῃ ὁ Κύριος εἰς αὐτόν· Ἀκολούθει μοι. Ὅθεν κατ’ αὐτὴν τὴν ὥραν, ἀφῆκεν ὅλα καὶ ἠκολούθησεν εἰς τὸν Κύριον, ποιήσας ἐν τῷ οἴκῳ του φιλοξενίαν μεγάλην εἰς αὐτόν, καθὼς λέφει ὁ ἴδιος, εἰς τὸ ἰδικόν του Εὐαγγέλιον· καὶ ἔκτοτε ἦτο συνηριθμημένος μὲ τοὺς λοιποὺς Ἀποστόλους. Ἀφοῦ δὲ ἐδέχθη τὴν δύναμιν τοῦ Ἁγίου Πνεύματος, ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, καὶ ἐσοφίσθη τὰ θεῖα, τότε ἔγραψε τὸ Εὐαγγέλιόν του εἰς γλῶσσαν ἑβραϊκήν, μετὰ ὀκτὼ χρόνους ἀπὸ τῆς Ἀναλήψεως τοῦ Χριστοῦ, καὶ ἔστειλεν αὐτὸ εἰς τοὺς νεοφωτίστους Ἰουδαίους. Διδάξας δὲ τοὺς Πάρθους καὶ Μήδους, καὶ συστησάμενος ἐκκλησίας εἰς αὐτοὺς καὶ πολλὰ θαύματα ποιήσας, ὕστερον ἐτελειώθη διὰ πυρὸς ὑπὸ τῶν ἀπίστων. Ὅταν δὲ ἔζη ἀκόμη ὁ θεῖος οὗτος Ἀπόστολος, οἱ μὲν ἄλλοι συμμαθηταί του καὶ συναπόστολοι, περιήρχοντο ἕκαστος τὸν τόπον καὶ τὴν πόλιν, ὅπου ἔλαβεν εἰς κλῆρον, οὗτος δὲ εἰς τοὺς Πάρθους εὑρισκόμενος, ἀνέβη ἐπάνω εἰς ἕνα βουνὸν μόνος, καὶ ἐκεῖ ὑπέμεινε μονοχίτων καὶ χωρὶς στέγην. Ἀφοῦ δὲ ἐπέρασε μερικὸς καιρός, ἐφάνη εἰς αὐτὸν ὡς παιδίον ὁ Θεὸς ἐκεῖνος, ὅπου διέπλασεν ἀπὸ τὸ χῶμα τὸν ἄνθρωπον, καὶ ἐξαπλώσας τὴν δεξιάν του, δίδει εἰς τὸν Ἀπόστολον μίαν ῥάβδον καὶ λέγει αὐτῷ· Λάβε ταύτην καὶ καταβὰς ἀπὸ τὸν βουνόν, μετάβηθι εἰς τὴν πόλιν Μυρμήκην, καὶ φύτευσον τὴν ῥάβδον ταύτην εἰς τὸ κατώφλιον τοῦ ἐκεῖσε ἁγίου οἴκου, ἡ ὁποία ῥιζωθεῖσα καὶ ὑψωθεῖσα ἀπὸ τὴν ἰδικήν μου δεξιὰν χεῖρα, θέλει γένει δένδρον πολύκαρπον, καὶ ἀπὸ μὲν τὰ ἄκρα τῶν κλάδων του, θέλει καταβῆ γλυκασμὸς μέλιστος, ἀπὸ δὲ τὰς ῥίζας του θέλει ἀναβλύσει πηγὴ ὕδατος, ἀπὸ τὴν ὁποίαν λουόμενοι οἱ θηριογνώμονες ἄνδρες τῆς πόλεως καὶ ἀπὸ τὸν γλυκασμὸν τοῦ δένδρου μεταλαμβάνοντες, θέλουσι γλυκανθῆ κατὰ τὰς αἰσθήσεις, καὶ θέλουν παύσει ἀπὸ τοῦ νὰ πράττουν παρανομίας. Τότε ὁ Ματθαῖος δεχθεὶς εὐλαβῶς τὴν δοθεῖσαν ῥάβδον παρὰ τοῦ Κυρίου, ἀφῆκε τὸ βουνόν, καὶ μετέβη εἰς τὴν Μυρμήκην· ἡ δὲ γυνὴ τοῦ βασιλέως τῶν Πάρθων, Φουλβάνα ὀνόματι, πονηρὸν δαιμόνιον ἔχουσα, ἐσυναπάντησε τὸν Ἀπόστολον ὁμοῦ μὲ τὸν υἱὸν καὶ νύμφην της, οἵτινες καὶ αὐτοὶ ἐνεργοῦντο ἀπὸ ἀκάθαρτα πνεύματα, καὶ μὲ φωνὰς τραχείας καὶ μὲ κινήματα ἄγρια, ἐφώναζον τριγύρω εἰς τὸν Ἀπόστολον λέγοντες· Ποῖος σὲ ἠνάγκασε νὰ ἔλθῃς ἐδῶ εἰς τοὺς ἰδικούς μας τόπους; ἢ ποῖος εἶναι ἐκεῖνος, ὅστις σοὶ ἔδωκε τὴν ῥάβδον ταύτην, πρὸς ἰδικήν μας ἀπώλειαν; Τότε, ὁ Ἀπόστολος τοῦ Χριστοῦ, μὲ πραεῖαν φωνὴν τὰ μὲν ἀκάθαρτα ἐπετίμησε πνεύματα, τοὺς δὲ πάσχοντας καὶ ἀτακτοῦντας ἰάτρευσε, καὶ ἔκαμεν αὐτοὺς νὰ τῷ ἀκολουθοῦν μὲ εὐταξίαν καὶ φρόνησιν. Ὁ δὲ τῆς πόλεως ἐκεῖνος ἐπίσκοπος, Πλάτων ὀνόματι, μαθὼν τὴν παρουσίαν τοῦ Ἀποστόλου, ἐξῆλθε τῆς πόλεως μὲ τὸν κλῆρον καὶ τὸν προϋπήντησε, καὶ οἱ δύο ὁμοῦ εἰσῆλθον εἰς τὴν πόλιν ἔμπροσθεν εἰς ὅλους. Τότε ὀ Ἀπόστολος ἀκουμβήσας τὴν ῥάβδον εἰς τὴν γῆν, ἐδοξολόγησε τὸν Θεόν, ὅπου ἐφάνη εἰς αὐτὸν ὡς παιδίον, καὶ τὸν ἐπρόσταξε νὰ κάμῃ τοῦτο. Καί, ὦ τοῦ θαύματος!, παρευθὺς ἡ ξηρὰ ῥάβδος ἐῤῥιζώθη καὶ κλάδους καὶ καρποὺς ἀνεβλάστησεν, οἱ ὁποῖοι ἔσταζον τὴν γλυκύτητα τοῦ μέλιτος, καθὼν εἶπεν ὁ Κύριος· ἀνέβλυσε δὲ καὶ πλησίον τῆς ῥίζης πηγὴ ὕδατος, καθαρωτάτου καὶ γλυκυτάτου, ὥστε ὅλοι οἱ παρατυχόντες ἐξεπλάγησαν διὰ τὸ παράδοξον τοῦτο θέαμα. Καὶ ἐπειδὴ ἡ φήμη αὕτη διεδόθη εἰς κάθε μέρος τῆς πόλεως, συνέτρεχον ὅλα τὰ πλήθη, διὰ νὰ ἰδοῦν τὸ παράδοξον· οἱ ὁποῖοι ἀπολαμβάνοντες τὴν ἐκ τοῦ δένδρου γλυκύτητα καὶ  λουόμενοι εἰς τὴν πηγήν, παρευθὺς ἀπέβαλλον ἀπὸ τὴν ψυχήν των τὴν μανίαν καὶ θηριώδη ὠμότητα, ὅπου εἶχον εἰς τὴν πλάνην τῆς εἰδωλολατρείας. Πολλὰ λοιπὸν παθὼν ἀπὸ τὸν βασιλέα, ὁ τοῦ Κυρίου Ἀπόστολος καὶ διὰ πυρὸς τελειωθείς, ὕστερον ἔκαμε τὸν βασιλέα νὰ ἐπιστρέψῃ εἰς τὴν τοῦ Χριστοῦ πίστιν, διὰ τοῦ θαύματος, ὅπου ἐνεργήθη μὲ τὸ μέσον τοῦ ἁγίου λειψάνου του· ὅστις βασιλεύς, βαπτισθείς, μετωνομάσθη Ματθαῖος· καὶ συντρίψας τὰ εἴδωλα, κατέπεισεν τοὺς ὑπηκόους του καὶ ἐπίστευσαν ὅλοι εἰς τὸν Χριστόν. Εἶτα καὶ ἐπίσκοπος γενόμενος, ἀφῆκε τὸν θρόνον εἰς τὸν υἱόντ ου, κατὰ τὴν διάταξιν ὅπου ἐποίησεν εἰς αὐτόν, ἐν ὀπτασίᾳ ὁ θεῖος Ἀπόστολος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰφιγένειας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Σὲ νοητήν.
Ταῖς θεϊκαῖς ἀστραπαῖς πυρούμενος, ἀντανακλάσεις μυστικῶς ἀντιπέμπεις αὐγοειδεῖς Ματθαῖε παμμακάριστε, Λόγον γὰρ ἐκήρυξας σεσαρκωμένον τὸν ἄσαρκον, τὸν αἰνετὸν τῶν πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Θεουργικαῖς παντουργὲ δυνάμεσι, τὸν θεηγόρον μαθητήν, καθοπλίσας θαυματουργόν, τοῦτον ἀπετέλεσας, νόσους γὰρ ἀπήλασε, καὶ μαλακίας ἰάσατο, τὸν αἰνετόν σε κηρύττων, Θεὸν καὶ ὑπερένδοξον.
Θεοτοκίον.
Φθοροποιῶν ἐξελοῦ με Κύριε, ἁμαρτημάτων καὶ παθῶν, ὁ ἀφθόρως ἀποτεχθεὶς ἐκ τῆς Θεομήτορος, πᾶσιν ἀφθαρσίαν τε τοῖς μελῳδοῦσιν δωρούμενος, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἕτερος. Οὐκ ἐλάτρευσαν
Ἐχρημάτισας τοῦ πρώτου ἀπαυγάσματος, θεῖον ἐκτύπωμα, ὡς Μαθητὴς ταῖς αὐτοῦ, ἀκτῖσι πυρσούμενος, ᾧ ψάλλων ἔλεγες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Ὡς διάκονον τοῦ λόγου Παμμακάριστε, θείοις σκηνώμασιν, ὅπου Χριστὸς κατοικεῖ, ἐκεῖ σε κατῴκισεν, ὡς σοὶ ὑπέσχετο, ὁ ὑπέρθεος, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς μόνος τῶν ὅλων.
Τὰ νοσήματα Ματθαῖε φυγαδεύονται, καὶ δραπετεύουσιν, ἡ τῶν δαιμόνων πληθύς, τοῖς ἐν σοὶ χαρίσμασι, τοῦ θείου Πνεύματος, ἐν οἷς ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν πανύμνητον Παρθένον ἐξιστόρησας, τοῖς θείοις λόγοις σου, τὸν Ποιητὴν τοῦ παντός, τεκοῦσαν Ἀπόστολε, ᾧ πάντες ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.








ᾨδὴ η'. Ἐν καμίνῳ παῖδες.
Τὸν τεχθέντα Λόγον ἐκ Πατρός, πρὸ πάντων τῶν αἰώνων, τὴν φύσιν τὴν τῶν ἀνθρώπων, ἐνδυσάμενον Χριστὸν ἐκήρυξας ἔνδοξε, καὶ ἐβόας· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν δόντα λύτρον ἑαυτόν, ὑπὲρ παντὸς τοῦ κόσμου, καὶ πάθει τοὺς πεπτωκότας, ἀναστήσαντα Χριστὸν, ἐδόξασας ἔνδοξε, καὶ ἐβόας· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σὺν Ἀγγέλοις, Μήτηρ τοῦ Θεοῦ, καὶ σὺν τοῖς Ἀποστόλοις καὶ Μάρτυσι καὶ Προφήταις, ἐκδυσώπησον Χριστόν, σῶσαι τοὺς κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Νεύσεσι πρὸς σὲ ταῖς ἀνενδότοις Ματθαῖος ὁ ἱερώτατος θεούμενος, θέσει χρηματίσας τε, φύσει ὅπερ πέφυκας, τὴν οἰκουμένην Δέσποτα, εἵλκυσε ψάλλειν σοι. Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὥσπερ ἀστραπὴν τῇ οἰκουμένῃ, ὁ Λόγος τὸν Θεολόγον ἐξαπέστειλε, ζόφον μὲν διώκοντα, ἔθνη δὲ φωτίζοντα, θεολογίας δόγμασιν· ὅθεν καὶ ἔψαλλε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λόγῳ καθαρῷ καὶ διανοίᾳ, Θεῷ σοι προσομιλῆσαι ἐξεγένετο· ὕλην γὰρ ὡς ἔτεμες, τούτῳ προσεπέλασας, καὶ συνεκράθης, Ἔνδοξε· ὅθεν καὶ ἔψαλλες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, ὁ Λόγος σωματωθῆναι κατηξίωσε· πύλην παρθενίας γάρ, ὥδευσεν ὁ Κύριος, καὶ Θεοτόκον ἔδειξε· διὸ κραυγάζομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.











ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς λοχείας σου
 Φθάσας τὴν πηγὴν τὴν ἄφθονον, τῆς τρισηλίου θεοφάντορ ἐλλάμψεως, καὶ καθαρώτερον κατατρυφᾷ, καὶ τρανώτερον τῆς θεώσεως τῆς ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συγχορεύων, ἀκαταπαύστως ὑπερένδοξε.
Χριστοῦ κοινωνὸς γενόμενος, διδασκαλίας καὶ τοῦ θείου κηρύγματος, τὰ οὐράνια περιπολεύεις σκηνώματα, σὺν Αὐτῷ θεοῤῥῆμον μακάριε, ὑπὲρ ἡμῶν πρεσβεύων Ματθαῖε θεῖε Ἀπόστολε.
Φάος τὸ τρισσῶς ἑνούμενον, μοναδικῶς τε πάλιν ξένως τρισσούμενον ἀνεκήρυξας, πανευσεβῶς Ματθαῖε πάνσοφε, φωτιζόμενος αἴγλῃ τῆς χάριτος, διό σε δυσωποῦμεν, ὑπὲρ ἡμῶν ᾀεὶ ἱκέτευε.
Θεοτοκίον.
Μόνη τοὺς βροτοὺς ἐθέωσας, σωματωθέντα Λόγον ἀποκυήσασα, Ὃν ἱκέτευε σὺν Ἀποστόλοις καὶ Μάρτυσι, Παναγία Παρθένε θεόνυμφε, ὑπὲρ ἡμῶν τῶν πιστῶς μακαριζόντων καὶ τιμώντων Σε.

Ἔτερος. Ἅπας γηγενής
Κάλλους νοητοῦ, ἐδέξω διάδημα, θεῖον Ἀπόστολε, καὶ τῆς βασιλείας δέ, εὐπρεπεστάτῳ στέφει κεκόσμησαι, χειρὶ τοῦ Παντοκράτορος, καὶ διαλάμπεις σοφέ, σὺν Ἀγγέλοις, θρόνῳ παριστάμενος, τοῦ Δεσπότου Χριστοῦ παμμακάριστε.
Ξύλου τῆς ζωῆς, ἀξίως τετύχηκας, κήρυξ τοῦ ζῶντος Θεοῦ, εὐαγγελισάμενος, ζωῆς τῷ κόσμῳ θείαν ἐπίσκεψιν· τῷ γὰρ φυτῷ τῆς γνώσεως, οὐ διεφθάρης τὸν νοῦν, διαμείνας, ἄσειστος ἀκράδαντος, Ἐκκλησίας κρηπὶς παμμακάριστε.
Νύμφην τοῦ Χριστοῦ, ἐνθέως ἐκόσμησας, Εὐαγγελίῳ σου, ὥσπερ διαδήματι, τὴν Ἐκκλησίαν θεομακάριστε, καὶ νῦν τὴν θείαν μνήμην σου, πανηγυρίζει φαιδρῶς, ἥν ῥυσθῆναι, πάσης περιστάσεως, καὶ κινδύνων δεινῶν καθικέτευε.
Θεοτοκίον.
Κόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, Λόγος ὁ ἄναρχος, ὡς εὐαγγελίζεται, Ματθαῖος γράφων, Θεὸς σεσάρκωται, ἐκ σοῦ Ἁγνὴ πανύμνητε, τὴν τῶν ἀνθρώπων μορφήν, ὁλοτρόπως, πᾶσαν ἐνδυσάμενος, καὶ τὰ ταύτης λαβὼν ἰδιώματα.










Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Σκηνοποιοὺς ὁ Κύριος, ἁλιεῖς καὶ τελώνας, ἐκ πάντων ἐκλεξάμενος διδασκάλους ἐκπέμπει, πρὸς τὴν ὑφήλιον πᾶσαν, τοῖς βροτῖς ἀναγγεῖλαι, ζωῆς τὸ Εὐαγγέλιον, οὗπερ ὤφθης Ματθαῖε παναληθῶς, συγγραφεύς, Ἀπόστολος καὶ αὐτόπτης, Χριστοῦ τοῦ εὐδοκήσαντος, ἐκ Παρθένου τεχθῆναι.
Ἕτερον. Ἐν πνεύματι τῷ Ἱερῷ
Τοῦ τελωνείου τὸν ζυγόν, ἀπορρίψας ἐμφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον, τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυμαστῶς ἑπόμενος, ἐν μετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ μύστης τῶν ἀπορρήτων.
Θεοτοκίον.
Τὰς παναγίας χεῖράς σου, Θεοτόκε Παρθένε, αἷς τὸν κτίστην ἐβάστασας, ἔπαρον εἰς πρεσβείαν, ὑπὲρ ἡμῶν δυσωποῦσα, ὅπως ῥύσηται ἡμᾶς, πάσης πείρας Δαιμόνων, καὶ τοῦ τυχεῖν Πανάμωμε, τῶν μελλόντων ἐκείνων, ἀγαθῶν ἀξιώσῃ.

Αἶνοι. Ἦχος δ'Ἔδωκας σημείωσιν
Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖςἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος.

Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον· διὸ σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν.

Ἑβρόντησας πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάμψεσιν, εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόμησας.

Ματθαῖος ὁ θεόπνευστος, ὁ παμφαὴς καὶ ὑπέρτιμος, τῶν ἐθνῶν ὁ διδάσκαλος, σαγήνη ἡ ἔνθεος, ἐκ τῆς ἀπωλείας, τοῦ βυθοῦ ζωγροῦσα, θεολογίας ὑψηλῆς, ὁ ἀληθέστατος κῆρυξ ἅπαντας, Χριστοῦ πρὸς τὴν ἐπίγνωσιν, νῦν δεξιῶς εἱστιάσατο, τὰ αὐτοῦ κατορθώματα, προτιθεὶς πανδαισίαν τερπνήν.



Δόξα. Ἦχος πλ. δ'
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ Ματθαίου· οὗτος γὰρ ῥίψας τὸν ζυγόν, καὶ τὸν χρυσὸν τοῦ τελωνείου, ἠκολούθησε Χριστῷ, καὶ κήρυξ τοῦ Εὐαγγελίου θεῖος ἐχρημάτισεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον
Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτοςΧριστοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· χαῖρε μόνη, ἐν γυναιξὶν εὐλογημένη.

Δοξολογία μεγάλη. Καὶ Ἀπολυσις.

Μεγαλυνάρια.
Ἱερῶν λογίων ἱερουργέ, θείων μυστηρίων οὐρανίων μυσταγωγέ, χαίροις ὁ τῶ φθόγγῳ τῷ εὐαγγελικῷ σου, Ματθαῖε περιέχων κόσμου τὰ πέρατα.
Τὴν εὔηχον σάλπιγγα τοῦ Χριστοῦ, Ματθαῖον τὸν θεῖον εὐφημήσωμεν οἱ πιστοί, τὸν εὐαγγελίσαντα πάσῃ τῇ οἰκουμένῃ, τὴν σάρκωσιν τοῦ Λόγου καὶ τὴν Ἀνάστασιν.




















ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὥσπερ Ἀπόστολος Χριστοῦ καὶ αὐτόπτης, ὑπὲρ ἡμῶν διὰ παντὸς ἐκδυσώπει, τῶν εὐλαβῶς Ματθαῖε προσιόντων σοι, ὡς ἂν λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παθῶν καὶ θλίψεων, καὶ πικρῶν συμπτωμάτων· σὺ γὰρ προστάτης Εὐαγγελιστά, καὶ ἀντιλήπτωρ, ἡμῶν πέλεις ἔνθεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.




Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὴν ἀρωγήν, Ματθαῖε μοι δίδου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα τῶν ὅλων καὶ Ποιητήν, Ματθαῖε δυσώπει, πάσης ῥύεσθαι συμφορᾶς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, τῇ σῇ πρεσβείᾳ Ἀπόστολε ἔνδοξε.
λίου ἀκτῖσι τοῦ νοητοῦ, λάμπρυνον Ματθαῖε, τῆς ψυχῆς μου τὸ ζοφερόν, καὶ δίωξον πόῤῥῳ τῷ φωτί σου, ἐκ τοῦ νοός σου τὸν δόλιον δράκοντα.
Ναμάτων πληρούμενος νοητῶν, βλῦσόν μοι Ματθαῖε, θείας χάριτος γλυκασμόν, ταῖς σαῖς ἱκεσίαις θεηγόρε, καὶ τῶν παθῶν τὴν πικρίαν μου ξήρανον.
Θεοτοκίον.
φράστως τεκοῦσα τὸν Λυτρωτήν, κεχαριτωμένη ἐλυτρώσω ἐκ τῆς ἀρᾶς, τῆς πάλαι ἀνθρώπων τὴν οὐσίαν, ὑμνολογοῦσαν Παρθένε τὴν δόξαν Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ύου πάσης ἀνάγκης καὶ προσβολῆς ἅπαντας, Εὐαγγελιστὰ θεηγόρε, Ματθαῖε πάνσοφε, τοὺς προσιόντας σοι, καὶ τὰ αἰτήματα πλήρου, τῶν τὴν σὴν ἀντίληψιν, ζητούντων Ἅγιε.
ς πολλὴν παῤῥησίαν ὡς μαθητὴς ἔνθεος, ἔχων πρὸς Χριστὸν τὸν Σωτῆρα, Ματθαῖε πάνσοφε, ἀπαύστως πρέσβευε, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, θᾶττον ἀπαλλάττεσθαι, τοὺς σὲ γεραίροντας.
Γνώσῃ θείᾳ ἐκλάμπων τὸ τοῦ Χριστοῦ ἅγιον, κόσμου Εὐαγγέλιον μάκαρ, σοφῶς ἐχάραξας· οὗ τὰ διδάγματα, πληροῦν ἐνίσχυσον πάντας, τοὺς ὑμνολογοῦντάς σε, Ματθαῖε ἔνδοξε.
Θεοτοκίον.
τῶν Κτίστην τῶν ὅλων καὶ Ποιητὴν τέξασα, ἐπ’ εὐεργεσίᾳ Παρθένε, τῆς ἀνθρωπότητος, Αὐτὸν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ῥύεσθαι ἑκάστοτε, τοὺς Σὲ δοξάζοντας.

Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης καὶ ἐπηρείας, τοὺς ἐν πίστει τῇ σῇ Ματθαῖε Ἀπόστολε, θείᾳ πρεσβείᾳ προστρέχοντες θεηγόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν ἀεὶ Χριστῷ τῷ διδασκάλῳ σου, μὴ παύσῃ σοφὲ ὑπὲρ τῶν εὐφημούντων σε, Ματθαῖε παναοίδιμε, λυτρωθῆναι κινδύνων καὶ θλίψεων, τοὺς προσιόντας ἐν πίστει θερμῇ, Εὐαγγελιστὰ τῇ ἀντιλήψει σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν σοφὲ περιστάσεων, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, Εὐαγγελιστὰ θεομακάριστε.
Μαθητὰ ἐνθεώτατε, τοῦ Χριστοῦ Ματθαῖε ἡμῶν τὴν δέησιν, εὐμενῶς δέχου ἑκάστοτε, ὡς ἡμῶν προστάτης ἑτοιμότατος.
σινεῖς διαφύλαξον, ἐξ ἐπιφορῶν δεινῶν περιστάσεων, τοὺς πιστῶς σε μακαρίζοντας, Εὐαγγελιστὰ θεομακάριστε.
Θεοτοκίον.
Τὸν Θεὸν Ὃν ἐκύησας, κεχαριτωμένη ἀεὶ ἱκέτευε, λυτρωθῆναι πάσης θλίψεως, τοὺς εἰλικρινῶς Σε μεγαλύνοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν μανίαν ἅπασαν, ἐν εἰρήνῃ συντηρῶν ἡμᾶς ἀεί, Εὐαγγελιστὰ ἐκδυσωποῦμέν σε.
λυπον ζωήν, ὦ Ματθαῖε καταξίωσον, διανύειν ἐν εἰρήνῃ ἀληθεῖ, τοὺς ζητοῦντας τὴν ταχεῖάν σου ἀντίληψιν.
ασαι ἡμῶν, ὦ Ματθαῖε παμμακάριστε, τῶν σωμάτων καὶ ψυχῶν πάθη δεινά, καὶ πταισμάτων ἡμῶν αἴτει τὴν συγχώρησιν.
Θεοτοκίον.
χεις πρὸς Χριστόν, οἷα Μήτηρ Αὐτοῦ ἄχραντος, παῤῥησίαν ἀειπάρθενε πολλήν· ὅθεν ἵλεων αὐτόν μοι Κόρη ἔργασαι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μεγίστης, ἀξιωθεὶς εὐκληρείας, ὡς Ἀπόστολος Χριστοῦ θεηγόρος, μεγάλων πόνων καὶ θλίψεων ῥῦσαι, καὶ πειρασμῶν ἀνεικέστων πρεσβείαις σου, τοὺς καταφεύγοντας πιστῶς, τῇ σεπτῇ προστασίᾳ σου Ἅγιε.
μέγας, τῶν Ὀρθοδόξων προστάτης, καὶ σοφὸς Εὐαγγελίου ἐκφάντωρ, τῆς τοῦ Βελίαρ δολίας ἀπάτης, καὶ πονηρίας ἀπάλλαττε πάντοτε, τοὺς προσιόντας εὐλαβῶς, τῇ σεπτῇ ὦ Ματθαῖε πρεσβείᾳ σου.
λύος, τῆς τῶν παθῶν θεηγόρε, ἐν τοῖς ῥείθροις τῶν σεπτῶν πρεσβειῶν σου, τὴν ῥυπωθεῖσαν ψυχήν μου Ματθαῖε, πλῦνον καὶ κάθαρον δέομαι Ἅγιε, καὶ σεσωσμένον με Χριστῷ, τῷ Σωτῆρι τῶν ὅλων προσάγαγε.
Θεοτοκίον.
Δοχεῖον, τῆς ὑπερθέου οὐσίας, χρυσαυγὲς καὶ φωτοφόρον ἐδείχθης, Θεοκυῆτορ Παρθένε Μαρία· ἐν Σοὶ ὁ Λόγος Πατρὸς γὰρ ἐσκήνωσε, καὶ ἔσωσεν ὡς ἀγαθός, ἀλογίας τὸν κόσμον πανάμωμε.
Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης καὶ ἐπηρείας, τοὺς ἐν πίστει τῇ σῇ Ματθαῖε Ἀπόστολε, θείᾳ πρεσβείᾳ προστρέχοντες θεηγόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἀποστόλων ἀγλάϊσμα ἔνθεον, καὶ τῶν πιστῶν ἀντιλήπτωρ θερμότατε, Ματθαῖε Ἀπόστολε ἔνδοξε, διὰ παντὸς τὸν Χριστὸν καθικέτευε, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
 Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελωνίον καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. Καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ· καὶ ἐποίησε δοχὴν μεγάλην ὁ Λευΐς αὐτῷ, ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων, οἳ ἦσαν μετ’ αὐτῶν, κατακείμενοι. Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μύστα ἐνθεώτατε, τοῦ Βασιλέως τῆς δόξης, Ματθαῖε Ἀπόστολε, τοῦ Ἁγίου Πνεύματος θεῖον ὄργανον, ἐκτενῶς πρέσβευε, τῷ σῷ διδασκάλῳ, καὶ Θεῷ πάσης τῆς κτίσεως, κινδύνων ῥύεσθαι, καὶ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς πίστει καταφεύγοντας, Εὐαγγελιστὰ τῇ σῇ χάριτι, καὶ πταισμάτων λύσιν, διδόναι καὶ τὸν θεῖον φωτισμόν, τοῖς ἀδιστάκτῳ προσπίπτουσι, τῇ θερμῇ πρεσβείᾳ σου.












ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
αμάτων τὴν χάριν δεδεγμένος Ἀπόστολε θεοδόξαστε, ἰάτρευσον τὰ πάθη, ψυχῶν τε καὶ σωμάτων, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Διὰ πλῆθος πταισμάτων τοῦ νοὸς ἠμαυρώθην τὴν ὡραιότητα· ἀλλὰ τῇ σῇ πρεσβείᾳ, πικρᾶς με ἁμαρτίας, ὦ Ματθαῖε ἀπάλλαξον, καὶ λάμπρυνόν με φωτί, γνησίας μετανοίας.
Οἱ πιστῶς προσιόντες τῷ ἁγίῳ ναῷ σου Ματθαῖε πάνσοφε, πληροῦνται εὐφροσύνης, καὶ πάσης ἐπηρείας, ἐκλυτροῦνται κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
περύμνητε Κόρη σωτηρία τοῦ κόσμου καὶ καταφύγιον, ἐχθροῦ τῆς κακουργίας, ψυχήν μου τὴν ἀθλίαν, ἀπολύτρωσαι κράζουσαν· χαῖρε Παρθένε ἁγνή, βροτῶν ἡ προστασία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην αἴτει, καὶ ψυχικὴν σωτηρίαν, τοῖς προστρέχουσι Ματθαῖε τῇ σῇ σκέπῃ, καὶ ὑπερυψοῦσι, Χριστὸν τὸν Βασιλέα.
κ πάσης νόσου, καὶ χαλεπῆς καχεξίας, ἀπολύτρωσαι Ματθαῖε θεηγόρε, τοὺς ἐκζητοῦντας, τὴν σὴν ἐπικουρίαν.
ῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ εἰρήνην τε καὶ φωτισμὸν Ματθαῖε, τοῖς ἀνευφημοῦσι, τοὺς θείους σου ἀγῶνας.
Θεοτοκίον.
γνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, ἀποκάθαρον ἐλέους Σου τοῖς ῥείθροις, καὶ γαλήνην δίδου, τῇ ταπεινῇ ψυχῇ μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίας ὑπερσόφου, στόμα ὦ Ματθαῖε, σοφιστειῶν τοῦ δεινοῦ πολεμήτορος, ἀτρώτους φύλαττε πάντοτε, τοὺς ὑμνοῦντάς σε.
σχὺν ἡμῖν ἐξαίτει, κατὰ πάσης βλάβης, καὶ πονηρίας ἐχθροῦ τοῦ ἀλάστορος, τοῖς προσιοῦσι Ματθαῖε, τῇ προστασίᾳ σου.
Μὴ παύσῃ ἐποπτεύων, ἔνδοξε Ματθαῖε, τοὺς ἀφορῶντας πρὸς σὲ μετὰ πίστεως, ὅπως ἀμέτοχοι πάσης, κακίας μένωμεν.
Οὐράνωσον τὸν νοῦν μου, ἔνδοξε Ματθαῖε, ἐν τῇ ἀγάπῃ τοῦ σὲ μεγαλύναντος, ἵνα κηρύττω τοῖς πᾶσι, τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
πέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, τῆς γεηρᾶς προσπαθείας καὶ ἕξεως, καὶ τοῦτον πλῆσον Παρθένε, φωτὸς τῆς χάριτος.





Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ Εὐαγγελίου, μυστογράφος ὁ ἱερός· χαίροις ἀντιλήπτωρ, καὶ ῥύστης καὶ προστάτης, τῶν σὲ ἀνευφημούντων, Ματθαῖε ἔνδοξε.
Ἐν τῷ τελωνείῳ ἀκηκοώς, φωνῆς τῆς ἁγίας, τοῦ Σωτῆρος καὶ Λυτρωτοῦ, τούτῳ παραυτίκα, προσέδραμες Ματθαῖε, καὶ μύστης ἀνεδείχθης, Αὐτοῦ θεόσοφος.
Ἐν τῷ ὑπερώῳ ὑπερφυῶς, ἐν γλώσσῃ πυρίνῃ, ὑπεδέξω τὴν δωρεάν, Πνεύματος τοῦ θείου, Ματθαῖε θεηγόρε, καὶ τοῦ Χριστοῦ ἐγένου, κήρυξ πολύσοφος.
Πνεύματι λαμπόμενος ἱερῷ, τοῦ Χριστοῦ τὸ θεῖον, Εὐαγγέλιον καὶ σεπτόν, Ματθαῖε θεόπτα, σοφῶς διεχαράττεις, εἰς σωτηρίαν κόσμου, καὶ ἀπολύτρωσιν.
Τοῦ Χριστοῦ τὴν σάρκωσιν τὴν σεπτήν, δι’ ἧς ἀνεπλάσθη, γένος ἅπαν τῶν γηγενῶν, τοὺς ἐν πλάνῃ πρώην, ἐκήρυξας Ματθαῖε, καὶ τούτους καταυγάζεις, φωτὶ τῆς χάριτος.
Τοὺς σὲ ἀντιλήπτορα ἱερόν, ἔχοντας Ματθαῖε, πάσης ῥύου ἐπαγωγῆς, καὶ φύλαττε τούτους, ἀτρώτους ἐν τῷ βίῳ, ἐκ πάσης ἐπηρείας, καὶ περιστάσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Εὐαγγελιστὰ θεηγόρε, Ματθαῖε πάνσοφε, πάντοτε ἱκέτευε Αὐτὸν δεόμεθα, πάσης θλίψεως ῥύεσθαι, καὶ πάσης ἀνάγκης, τοὺς πιστῶς προσπίπτοντας, τῇ ἀντιλήψει σου, ἄφεσιν αἰτούμενος πᾶσι, τῶν πλημμελημάτων θεόφρον, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου