ΙΑΝΟΥΑΡΙΟΣ ΙΔ΄.
ΝΙΝΑ ΙΣΑΠΟ
ΣΤΟΛΟΣ ΓΕΩΡΓΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν γ´ τῆς ἑορτῆς, καὶ γ´ τῆς ἁγίας. Ἦχ. β´.
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομιος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι ἀγγέλων Στρατιαί· φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός· Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τὰ Ἰορδάνεια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο· κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς· κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ τῆς ἁγίας. Ἦχος ὁ αὐτός. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε τοῦ Ποιμένος τῆς Σιών, ταῖς χερσὶ τὴν χάριν ἐδέξω, τοῦ θείου Πνεύματος, Νίνα παμμακάριστε, τότε ἐβάδισας, Ἀποστόλων τοῖς ἴχνεσι, καὶ εἰς Γεωργίαν, πίστιν τὴν σωτήριον, Χριστοῦ ἐκήρυξας, πράξεσιν ἐμπρέπουσα θείαις, καὶ τῇ ἐνεργείᾳ θαυμάτων, βεβαιοῦσα κήρυγμα τὸ ἔνθεον.
Ὅτε ὡς λαμπὰς θεοφεγγής, ἐν τῇ Γεωργίᾳ ἐπέστης, Νίνα θεόληπτε, τότε πρὸς ἐπίγνωσιν, Χριστοῦ ὡδήγησας, ταῖς ἀκτῖσι τῶν λόγων σου, καὶ τοῖς θαυμασίοις, τοὺς ἐν σκότει πρότερον, πλάνης καθεύδοντας· Ὅθεν ὡς ἀπόστολον θεῖον, καὶ Εὐαγγελίου σε μύστιν, καὶ στηλογραφίαν μακαρίζομεν.
Ὤφθης ἀπαρχὴ πνευματική, καὶ εὐαγγελίστρια θεία, λόγου τῆς χάριτος, ἐν ἁγίῳ Πνεύματι, Νίνα πανεύφημε, τοῖς ἐν πλάνῃ καθεύδουσι, λαοῖς Γεωργίας, οὓς καὶ καθωδήγησας, πρὸς τὸν Σωτῆρα Χριστόν. Ὅθεν τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει τελοῦντες, τοὺς λαμπροὺς ἀγῶνάς σου γεραίρομεν.
Δόξα. Ἦχος β´.
Ἀποστολικὴν πορείαν ἀνύσασα, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, κῆρυξ γέγονας, ἐν δυνάμει Πνεύματος, Νίνα μακαρία· ἀνατεθεῖσα γὰρ Κυρίῳ, ἱεροῦ ποιμένος, ταῖς χερσί, γυναικείαν ἀσθένειαν ὑπερεῖδες, καὶ ἐν ἀνδρείῳ φρονήματι, τῆς εὐσεβείας γεωργεῖς, τοῖς ἐν Γεωργίᾳ λαοῖς τὸν σπόρον, καὶ θαύμασιν ἐκφαίνεις, τὴν τῶν λόγων ἀλήθειαν· διὸ Χριστὸς ὁ πάντων Κύριος, λαμπρῶς σε ἐδόξασεν· ᾧ πρέσβευε δεόμεθα Ἁγία, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Παροιμιῶν τὸ ἀνάγνωσμα. (Κεφ. λα᾿ 10, 26)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε᾿ 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκἀταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. δ᾿, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἐξ εὐσεβοῦς ἀνθήσασα ῥίζης, τοῦ ἁγίου Πνεύματος τοὺς καρπούς, πλουσίως ἐξήνεγκας, Νίνα θεόληπτε· κλήσει γὰρ ἁγίᾳ, ἐν μυστικῇ ἐμφανείᾳ, τῆς τοῦ Σωτῆρος μητρός, προθύμως ἐπορεύθης καὶ τὸν θεῖον Σταυρόν, παρ᾿ αὐτῆς δεξαμένη, ξένα καὶ παράδοξα δι᾿ αὐτοῦ εἰργάσω, καὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, τὸ μυστήριον ἐδόξασας· καὶ νῦν τῆς δόξης αὐτοῦ κατατρυφῶσα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Ἐκ Σιὼν τῆς ἁγίας, ὡς ἡγιασμένη τὴν ψυχήν, εἰς χώραν μακρὰν παραγέγονας, καὶ ταύτην κατεφώτισας, λόγοις καὶ θαύμασιν ἐν δυνάμει πίστεως, Νίνα θεόπνευστε· Χριστὸς γὰρ σὲ προσήκατο, ὡς πλήρη θείου ζήλου, καὶ ἐν σημείοις καὶ τέρασι, περιφανῆ σε ἀνέδειξε, πρὸς σωτηρίαν τῶν δεχομένων τὸν λόγον σου.
Ἦχος γ´.
Τῇ τοῦ Σταυροῦ ἐπιδόσει, ὑπὸ τῆς ἁγνῆς Θεομήτορος, κόσμῳ παντὶ ἐσταύρωσαι, κατὰ Παῦλον τὸν μέγαν, Νίνα ἐν γυναιξὶν ἀξιοθαύμαστε ἰσαπόστολε· καὶ ἀποστολικοῖς ἴχνεσιν, ἀκλινῶς πορευθεῖσα, τοῖς ἐν σκότει καὶ σκιᾷ τῆς ἀπάτης, καθημένοις λαοῖς, ὡς ὄρθρος φαεινὸς ἐπέφανας, τῆς δικαιοσύνης τὸν ἥλιον καταγγέλουσα· καὶ τοῖς ἐν Γεωργίᾳ τῶν ἀρετῶν τὴν ὁδὸν δείξασα, τῆς αἰωνίου ζωῆς κατηξίωσαι, τελέσασα τὸν δρόμον σου· διὸ ἐπαξίως, τὴν ἁγίαν σου κοίμησιν ἑορτάζομεν.
Ἦχος δ´.
Πολιτείᾳ ἀμέμπτῳ ἐκλάμπουσα, τῆς εὐσεβείας μυσταγωγός, καὶ φυτουργὸς ἠθῶν ὁσίων, θεοφόρε Νίνα ὤφθης, τοῖς τῇ πλάνῃ ἀφρόνως βιοῦσι· Χριστὸν γὰρ ἐκήρυξας, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, τὸν διὰ σαρκὸς ἐπιφανέντα ἡμῖν Θεόν, καὶ σώσαντα ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, τῇ αὐτοῦ ἀγαθότητι.
Δόξα. Ἦχος πλ. δ´.
Γυναικείας φύσεως, ὑπεριδοῦσα τοὺς ὅρους, πρὸς ἀνδρικοὺς ἀγῶνας ἀπεδύσω, ἰσαπόστολε Νίνα πάνσεμνε· ἐνδεδυμένη γὰρ τὴν θείαν ῥοπήν, οὐδόλως ἐνάρκησας, τοῖς προκειμένοις τοῦ εὐαγγελίου σκάμμασιν, ἀλλ᾿ ἀνδρείως εὐηγγελίσω Χριστόν, ἀνατολὴν τὴν ἐξ ὕψους, τὴν παρέχουσαν πᾶσι, τοῖς ἐν σκότει παθῶν καθημένοις, τὸν ἀληθῆ φωτισμόν, καὶ ἱλασμὸν καὶ σωτηρίαν αἰώνιον.
Καὶ νῦν. Ὁ αὐτός.
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην· ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Εἰς τὰ ἀπόστιχα ἓν τῆς ἑορτῆς. Ἧχος β´.
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδών σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε, Χριστὲ ὁ Θεός· Τί πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾿ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Καὶ γ΄ τῆς ἀγίας. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Ὡς παρθένος θεόληπτος, τῷ Θεῷ Νίνα πάνσεμνε, σεαυτὴν ἀνέθηκας θείῳ ἔρωτι, καὶ ταῖς χερσὶ τοῦ θεόφρονος, ποιμένος τὴν δύναμιν, τοῦ Σωτῆρος τῆς Σιών, ὡς ἀήττητον θώρακα, ἐν καρδίᾳ σου, δεξαμένη τὸν ζῆλον ἐπεδείξω, τῶν Ἁγίων Ἀποστόλων, καὶ προθυμίαν τὴν σύντονον.
Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Ἐν σημείοις καὶ τέρασι, καὶ θαυμάτων δυνάμεσιν, ὁ Χριστὸς πλουτίσας σε Νίνα ἔνδοξε, ἐπὶ τὰ ἔθνη τὰ πρότερον, ἀπάτῃ καθήμενα, ἐξαπέστειλε σεμνή· καὶ ὡς φῶς ἐπεδήμησας, θείῳ Πνεύματι, ἐν λαοῖς Γεωργίας εὐσεβείας, τὴν ἐπίγνωσιν πανσόφως, στόματι θείῳ κηρύττουσα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Καθορῶντες τελούμενα, διὰ σοῦ πλεῖστα θαύματα, οἱ λαοὶ ἐξίσταντο Νίνα πάνσεμνε, καὶ ἐν καρδίᾳ ἐδέχοντο, τὸ φῶς τὸ τῆς πίστεως, τοῦ παντάνακτος Χριστοῦ· διὰ τοῦτο τιμῶμέν σε, ὡς ἀπόστολον, καὶ σοφὸν ὁδηγὸν πρὸς γνῶσιν θείαν, τῶν λαῶν τῆς Γεωργίας, καὶ σωτηρίας διδάσκαλον.
Δόξα. Ἦχος πλ.β´.
Ἡ ἐν δυνάμει θεϊκῇ, ὡς ἀδάμας στεῤῥὸς φανεῖσα, καὶ πεπλανημένοις λαοῖς, Χριστὸν κηρύξασα, Νίνα καλλιπάρθενε, ἀποστολικοῖς πόνοις ὡμίλησας, καὶ πολὺν καρπόν, τῷ Σωτῆρι προσήγαγες. Αὐτὸν ἱκέτευε δεόμεθα, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ παθῶν ἀπολύτρωσιν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Τὸν ἐκ Παρθένου ἥλιον, βλέπων ὁ ἐκ στείρας λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον βάπτισμα ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Νῦν ἀπολύεις, τὁ Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος πλ.α´. Τὸν συνάναρχον Λόγον.
Τοῦ Χριστοῦ δεξαμένη τὴν θείαν δύναμιν, τῶν Ἀποστόλων τὸν ζῆλον Νίνα ἐκτήσω λαμπρῶς, καὶ ἐκήρυξας Χριστοῦ τὸ Εὐαγγέλιον· ὅθεν ὡς θεῖον ὁδηγόν, μακαρίζει σε πιστῶς, ἡ χώρα τῆς Γεωργίας, ἐν ᾗ καλῶς ἠγωνίσω, καὶ τὸν Σωτῆρα ἐμεγάλυνας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ώραιότητα.
Ὡς καλλιπάρθενος, Νίνα πανεύφημε, Χριστῷ νενύμφευσαι, ἐνθέῳ ἔρωτι, καὶ ἠκολούθησας αὐτοῦ τοῖς ἴχνεσι θερμῷ πόθῳ· ὅθεν εἰσελήλυθας, εἰς παστάδα οὐράνιον, καὶ ὁρᾷς τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ὡραιότητος· ᾯ πρέσβευε διδόναι θεόφρον, πᾶσιν ἡμῖν πταισμάτων λύσιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι· Πνεῦμα δὲ τὸ ἅγιον, ἐπὶ σὲ κατεγίνετο· ἐν ᾯ, καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Δεξαμένη θαυμαστῶς, ἐκ τῆς παρθένου καὶ ἁγνῆς, τὸν πανάγιον Σταυρόν, Νίνα θεράπαινα Χριστοῦ, τῆς εύσεβείας ἐδείχθης ὄργανον θεῖον, θαύμασι πολλοῖς, καὶ θείας πράξεως, λάμψασα σεμνή, ἐσκοτισμένοις λαοῖς, οὓς καὶ προσάγεις πρὸς θείαν ἐπίγνωσιν, ὡς ἀποστόλων ὁμότροπος· μεθ᾽ ὧν δυσώπει, Χριστὸν ἁγία, ὑπὲρ ὴμῶν τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἰορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρίξαι καὶ δῦναι; οἱ ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα, καὶ πάντα τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Σιών σου ὁ πρόεδρος, χάριν διδοὺς καὶ ἰσχύν, εἰς ἔθνη ἀπέστειλε, Χριστοῦ τὴν πίστιν σεμνή, κηρύττειν τρανότατα· ὅθεν ἐν Γεωργίᾳ, γεγονυῖα ἁγία, πᾶσιν ἀνακηρύττεις, τὴν σωτήριον χάριν, καὶ δρόμον σου τὸν θεῖον, Νίνα καλῶς τετέλεκας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνεια· τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διό σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.
Οἱ Ἀναβαθμοί· τὸ α᾿ ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον τῶν Δέκα Παρθένων. Ζήτει αὐτὸ τῷ ιζ᾿ Σαββάτῳ τοῦ Ματθαίου.
Ὁ Ν´ ψαλμός.
Δόξα: Ταῖς τῆς σῆς Ἁγίας.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ό Θεός...
Τῶν ἐπιγείων ἁπάντων ὑπεριδοῦσα τὴν σχέσιν, εὐαγγελικοῖς ἀγῶσι σαὐτὴν ἐξέδωκας, Νίνα ἰσαπόστολε· καὶ γυναικείας φύσεως ἐπιλαθομένη, ἀνδρικοῖς πόνοις ἐκήρυξας, τῆς ἀληθείας τὴν ἐπίγνωσιν, ἐσκοτισμένοις λαοῖς· καὶ νῦν τῷ φωτὶ τῆς ἄνω δόξης ἐντρυφῶσα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα οἱ κανόνες, τῆς ἑορτῆς καὶ τῆς ἁγίας ὁ ἑξῆς οὗ ἡ ἀκροστιχίς· Τὴν ἰσαπόστολον Νίναν μέλπω, Γερασίμου.
ᾨδὴ α´. Ἦχος β´. Δεῦτε λαοί.
Ταῖς τοῦ Χριστοῦ, πυρσευομένη λαμπρότησι, τὸν νοῦν μου φωταγώγησον, ταῖς ἱκεσίαις σου, ἰσαπόστολε Νίνα, ὅπως ὑμνολογήσω, τὰς ἀριστείας σου.
Ἤρθης σεμνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, ἁπάντων ἀλογήσασα, νοῒ θεόφρονι, καὶ Χριστοῦ τῇ ἀγάπῃ ὁλικῶς ἀνετέθης, Νίνα θεόληπτε.
Νύμφη Χριστοῦ, Νίνα σαφῶς ἐχρημάτισας, παρθενικῇ λαμπρότητι περιαστράπτουσα, καὶ τὸν ἔνθεον ζῆλον, τῶν θείων Ἀποστόλων, καταπλουτήσασα.
Θεοτοκίον.
Ἵνα Θεός, κόρη θεώσῃ τὸν ἄνθρωπον, σάρκα ἐκ σοῦ προσείληφε, δι᾿ ἀγαθότητα, καὶ διπλοῦς κόσμῳ ὤφθη, καὶ πάντων ἀνωτέραν σε ἀπειργάσατο.
ᾨδὴ γ´. Στερέωσον ἠμᾶς.
Σοφίαν θεΐκὴν ὁμοῦ καὶ δύναμιν, χερσὶ τοῦ προέδρου Σιὼν λαβοῦσα, πρὸς τὸ κήρυγμα τῆς πίστεως, ἐπορεύθης, ὦ Νίνα θείῳ Πνεύματι.
Ἁγίων Ἀποστόλων ἐν τοῖς ἵχνεσι, βαδίσασα Νίνα στεῤῥᾷ καρδίᾳ τὸν Σωτῆρα ανεκήρυξας, τοῖς ἐν σκότει τῆς πλάνης πρὶν καθεύδουσι.
Πορείαν τὴν ἐπίπονον ἀνύσασα, εἰς χώραν, ὦ Νίνα τῆς Γεωργίας, παρεγένου καὶ διέσπειρας, ἐν αὐτῇ τοῦ Σωτῆρος τὴν ἐπίγνωσιν.
Θεοτοκίον.
Ὁ Λόγος τοῦ Πατρὸς ὁ ὁμοούσιος, ἐκ σοῦ τὸ ἀνθρώπινον οὐσιώθη, καὶ διέσωσε τὸν ἄνθρωπον, γεννηθεὶς Θεοτόκε ἐξ αἱμάτων σου.
Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν σωτήριον λόγον Νίνα τῆς χάριτος, ἀμυήτοις καρδίαις ἐν τῇ δυνάμει Χριστοῦ, ἀνεκήρυξας σαφῶς καὶ ἐγεώργησας, πολιτείας ἱεράς, ἐπιδόσεις τὰς σεπτάς, τῷ ἔθνει τῆς Γεωργίας· διό σε ὑμνολογοῦμεν, ὡς ἀποστόλων ἰσοστάσιον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Ἰορδάνου τοῖς ῥειθροις δι᾿ ἀγαθότητα, τῶν ἀνθρώπων τὴν φύσιν Σῶτερ ἀπέπλυνας, καὶ πολίτας οὐρανοῦ ἡμᾶς ἀνέδειξας· διὸ ὑμνοῦμεν εὐσεβῶς, τὸ μυστήριον τῆς σῆς οἰκτῖρμον ἐπιφανείας, σὺν τῷ Προδρόμῳ βοῶντες· δόξα τῷ κράτει σου Φιλάνθρωπε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Σαρκὸς πόνων ἠλόγησας, Νίνα ἀγάπῃ τῇ τοῦ Σωτῆρος, καὶ αὐτοῦ κηρύττεις, τὸ θεῖον ὄνομα.
Τὸ τῆς πίστεως κήρυγμα, προσβεβαιοῖς θαυμάτων ἐνεργείᾳ, καὶ ἀμέμπτῳ βίῳ, Νίνα θεόπνευστε.
Ὁ σὸς λόγος ὡς ἴαμα, Νίνα καρδίαις ἐσκοτισμέναις, ὄντως ὡράθη, ἐν θείῳ Πνεύματι.
Θεοτοκίον.
Λύτρωσαί με πανάμωμε, τῆς μοχθηρᾶς ἐχθροῦ ἐπηρείας, καὶ καταύγασόν με, φωτὶ τῆς σῆς χάριτος.
ᾨδὴ ε´. Τῆς νυκτὸς διελθούσης.
Οὐδαμῶς ἐν τοῖς πόνοις τοῖς τοῦ Εὐαγγελίου, Νίνα τὴν καρδίαν κεχαύνωσαι, ἀλλ᾿ ἀτρέπτῳ ἐννοίᾳ, ἅπασι κηρύττεις, τοῦ Χριστοῦ τὴν θείαν ἐπίγνωσιν.
Νόμῳ τῷ τοῦ Σωτῆρος, τὸν ἐν τῇ ἀνομίᾳ, ἄνακτα ὦ Νίνα ὡδήγησας, τῷ φωτὶ τῶν σῶν ἔργων, καὶ ταῖς τῶν θαυμάτων, θείαις ἐνεργείαις καὶ χάρισι.
Νέκρωσιν ἁμαρτίας, καὶ ζωῆς μακαρίας, ἐν τῇ Γεωργίᾳ ἐκήρυξας, ἰσαπόστολε Νίνα, ὡς εἰσδεξαμένη, θείων ἀποστόλων τὸ χάρισμα.
Θεοτοκίον.
Ἴθυνον τὴν ζωήν μου, Θεοτόκε παρθένε, πρὸς λιμένα δέομαι ἄκλυστον, ἀληθοῦς μετανοίας, ἵνα τὴν ἀπάτην, πᾶσαν ἀποκρούσω τοῦ δράκοντος.
ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.
Νόμων θείων Χριστοῦ τὴν λαμπρότητα, τοῖς ἐν Γεωργίᾳ λαοῖς ἀνεκήρυξας, ὡς θεία ἰσαπόστολος, ἐν δυνάμει θαυμάτων ἀοίδιμε.
Ἀρεταῖς κοσμουμένη θεόπνευστε, Νίνα καὶ θαυμάτων ταῖς θείαις δυνάμεσι, πρὸς πολιτείαν κρείττονα, ὁδηγεῖς τοὺς πιστῶς προσιόντας σοι.
Νεκρωθείσας ψυχὰς θείῳ λόγῳ σου, ἐν τῇ Γεωργίᾳ πρὸς γνῶσιν σωτήριον, Νίνα σαφῶς ἐξήγειρας, καὶ Χριστῷ σεσωσμένας προσήγαγες.
Θεοτοκίον.
Μυστηρίου μεγίστου διάκονος, Μῆτερ ἀειπάρθενε σαφῶς γεγένησαι, Θεὸν κυοφορήσασα, ὑπὲρ φύσιν καὶ λόγον καὶ ἔννοιαν.
Κοντάκιον. Ἦχος β´ Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀποστόλων τῶν θετῶν ὁμόζηλος, ἐν Γεωργίᾳ ἐπιφάνας πάνσεμνε, καὶ πᾶσι Χριστοῦ τὴν ἐπίγνωσιν, λόγοις καὶ θαύμασιν ἐκαλλιέργησας, ὦ ἰσαπόστολε Νίνα θεόπνευστε.
Ὁ Οἶκος.
Ἀνατεθεῖσα τῷ Χριστῷ, ἐν ὁλοτρόπῳ σπουδῇ καὶ προθύμῳ καρδίᾳ, τῆς φυσικῆς ἀσθενείας οὐδόλως ἐφρόντισας, ἀλλ᾽ ἀνδρειοτάτῃ ψυχῇ, πρὸς ἀνδρικοὺς ἀγῶνας καὶ ἐνεργείας ἐχώρησας ἔνδοξε· τὸν γὰρ θεῖον Σταυρὸν παρὰ τῆς ἁγνῆς Θεοτόκου δεξαμένη, παντὶ τῷ κόσμῳ ἐσταύρωσαι, καὶ ἀποστολικὴν χάριν εἰσδέδεξαι καὶ ἐν Γεωργίᾳ παραγενομένη, τοῦ Χριστοῦ τὴν Ἀνάστασιν πᾶσιν ἐκήρυξας, καὶ πρὸς γνῶσιν αὐτοῦ, τοὺς ἐν σκότει καὶ σκιᾷ τῆς πλάνης καθεύδοντας ἐξήγειρας, διδαχαῖς ἱεραῖς καὶ θαύμασι παραδόξοις ἐκλάμπουσα, ὦ ἰσαπόστολε Νίνα θεόπνευστε.
Συναξάριον.
Τῇ ΙΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἁγίας ἐνδόξου ἰσαποστόλου Νίνας, εὐαγγελιστρίας καὶ φωτιστρίας τῆς Ἰβηρίας Γεωργίας.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Ἀντίθεον πρόσταγιια.
Ἐδέξω τὸν τίμιον Σταυρὸν καὶ θεῖον, ὦ Νίνα θεόπνευστε, παρὰ τῆς Θεομήτορος, καὶ χαίρουσα ἔδραμες, ἐπὶ τὰ ἔθνη μακράν, καὶ Χριστὸν ἐκήρυξας, ἐν Γεωργίᾳ λόγοις καὶ πλείστοις θαύμασι.
Λαμπρότητι βίου σου οἱ ἐν τῇ πλάνῃ τὸ φῶς εἰσεδέξαντο, τῆς πίστεως πανεύφημε, καὶ σκότος ἀπέθεντο, τῆς ἀγνωσίας βαθύ, Νίνα παναοίδιμε, Χριστὸν ὑμνολογοῦντες τὸν ὑπερένδοξον.
Πολλῶν καλῶν πρόξενος τῇ Γεωργίᾳ, ἐγένου πανεύφημε, Νίνα ὡς ἰσαπόστολος, ἐν ταύτῃ κηρύξασα, Χριστὸν τὸν πάντων Θεόν, τὸν μόνον φιλάνθρωπον, σαρκὶ ἐπιφανέντα, εἰς σωτηρίαν ἡμῶν.
Θεοτοκίον.
Ὡς θρόνος πυρίμορφος τὸν πάντων Κτίστην, βαστάζεις ὡς νήπιον, ἐν ταῖς χερσί σου πάναγνε, ἐκ σοῦ προσλαβόμενον, σάρκα ἀτρέπτως ἁγνή, σῴζοντα πανύμνητε, τοὺς πίστει προσκυνοῦντας, τὰ μεγαλεῖά σου.
ᾨδὴ η´. Τὸν ἐν καμίνῳ.
Γνώμῃ ἐνθέῳ ἀληθῶς, διαπρέψασα ἐν Γεωργίᾳ Νίνα, τῇ Χριστοῦ ἐπιγνώσει καθοδηγεῖς ἀσφαλῶς, τοὺς πίστει βοῶντας καὶ λέγοντας· Σὲ ὑπερυμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Ἐν ταῖς χερσί σου τὸν Σταυρόν, ὅν σοι δέδωκεν ἡ πάναγνος παρθένος, περιφέρουσα Νίνα, θαυματουργεῖς δι᾿ αὐτοῦ, ὑμνεῖτε βοῶσα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥήσεσι Νίνα ἱεραῖς, τῶν χειλέων σου ὁ βασιλεὺς ὑπείξας, τῷ Σωτῆρι προσῆλθεν, ἐν εὐσεβείᾳ βοῶν· ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀπειρογάμως ἐν γαστρί, συλλαβοῦσα τὸν Θεὸν δι᾿ εὐσπλαγχνίαν, ἐσωμάτωσας τοῦτον, ἐν παρθενίᾳ ἁγνή, ἡμᾶς τῆς φθορᾶς ἐκλυτρούμενον, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστόν σου τόκον.
ᾨδὴ θ´. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα.
Στέφος ἀφθαρσίας ἐδέξω, ἐκ χειρός τοῦ Παντοκράτορος, τὸν σὸν ἀγῶνα Νίνα ἐκτελέσασα, καὶ συνόμιλος ἀληθῶς, τῶν ἀποστόλων γέγονας, μεθ᾿ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.
Ἴθυνας τοὺς πρὶν ἀμυήτους, θείοις λόγοις σου καὶ θαύμασι, πρὸς τὴν Χριστοῦ ἐπίγνωσιν θεόληπτε, πολιτείας θεοπρεποῦς, ὦ Νίνα γεωργήσασα, καρποφορίαν κρείττονα, ὡς τοῦ Σωτῆρος Ἰσαπόστολος.
Μνήμην σου τὴν θείαν τελοῦντες, ἀνυμνοῦμεν τοὺς ἀγῶνάς σου, καὶ ἐκβοῶμεν Νίνα ἰσαπόστολε· παῤῥησίαν πρὸς τὸν Χριστόν, ὡς ἔχουσα ἱκέτευε, διδόναι ἡμῖν ἄφεσιν, παραπτωμάτων δυσωποῦμέν σε.
Ὄμβρησον ἡμῖν θεοφόρε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοῦ θεϊκοῦ ἐλέους δρόσον ἄνωθεν, ὡς ἂν σβέσωμεν τῶν παθῶν, τὸ πῦρ τὸ ἀκατάσχετον, Νίνα καὶ ἐπιτύχωμεν, τῶν οὐρανίων ἀπολαύσεων.
Θεοτοκίον.
Ὕψωσον τὸν νοῦν μου Παρθένε, ἐκ βυθοῦ τῆς ματαιότητος, πρὸς τὴν ἀγάπην τοῦ ἐκ σοῦ ἐκλάμψαντος, ἵνα πράξω θεοπρεπῶς, τὸ θεῖον αὐτοῦ θέλημα, καὶ τῆς αὐτοῦ λαμπρότητος, ἀξιωθῶ ὁ καταφεύγων σοι.
Ἐξαποστειλάριον. Τῆς ἑορτῆς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν έφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Τῆς ἁγίας, ὅμοιον.
Ἐπεφάνης οἷα φῶς, ἐν Γεωργίᾳ πάνσεμνε, καὶ ἔλαμψας τοῖς ἐν σκότει, τῆς ἀγνωσίας τῆς Χριστοῦ, ἁγίας ἐπιγνώσεως, Νίνα τὸ θεῖον φέγγος, σημείοις καὶ θαύμασι.
Καὶ αὖθις τῆς ἑορτῆς. Ἐπεφάνη ό Σωτήρ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν γ´ τῆς ἑορτῆς. Ἦχος α´.
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Χριστὸς ό Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός· τοῦτον λαοὶ προσκυνήσωμεν.
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν· ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου φιλάνθρωπε Κύριε, δόξα σοι.
Καὶ τῆς ἁγίας. Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
Τὴν ἰσαπόστολον Νίναν πάντες τιμήσωμεν,τὴν ἐν τῇ Γεωργίᾳ, γεωργήσασαν πίστει, τὰ σπέρματα τῆς πίστεως τοῦ Χριστοῦ, ἐν σημείοις καὶ θαύμασιν· ὅτι πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, τῷ Δεσπότῃ πάσης κτίσεως.
Ἐκ τῆς Σιὼν ἀπεστάλης Νίνα θεόπνευστε, παρὰ τῆς Θεοτόκου, ἐνεργείᾳ ἀῤῥήτῳ, ἐπὶ τὴν Γεωργίαν καὶ τὸ σεπτόν, τοῦ Χριστοῦ Εὐαγγέλιον, ἀνακηρύττεις δυνάμει τῇ θεϊκῇ, ὥσπερ θεία ἰσαπόστολος.
Τοῦ Παρακλήτου τὴν χάριν λαβοῦσα πάνσεμνε, τοῖς ἴχνεσι τῶν θείων, τοῦ Χριστοῦ ἀποστόλων, ἐνθέως ἐπορεύθης Νίνα σοφή, καὶ αὐτῷ προσενήνοχας, ἐν Γεωργίᾳ τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀπάτης ἐγκαθεύδοντας.
Δόξα. Ἦχος β´.
Ἀποστολικοῖς ὁμιλήσασα καμάτοις, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, τοῖς ἐν ἀγνωσίᾳ καθημένοις ἀποκαλύπτεις, Νίνα ἰσαπόστολε· ὅθεν Γεωργίας τὸ ἔθνος, ὁμολογεῖ τὴν χάριν, καὶ κηρύττει σου τὰ θαύματα, καὶ τὴν πρὸς Χριστὸν προσαγωγήν· καὶ τὴν άγίαν σου μνήμην ἑορτάζον, πρὸς Χριστὸν μεσῖτίν σε προβάλλεται, αἰτουμένην πᾶσι τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον ὁ Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἰσαπόστολε τοῦ Χριστοῦ, Νίνα θεοφόρε, σκεῦος θεῖον τῶν ἀρετῶν· χαίροις Γεωργίας, λαμπρὰ λαμπαδουχία, καὶ πρέσβις καὶ μεσῖτις, ἡμῶν πρὸς Κύριον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου