Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 8. ΑΓΙΟΣ ΑΡΣΕΝΙΟΣ ΕΛΑΣΣΩΝΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Η΄!!
ΑΡΣΕΝΙΟΣ ΕΛΛΑΣΩΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(μητρ. Ἐδέσσης Ἰωήλ)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἐλασσῶνος ποιμένα καὶ θεῖον πρόεδρον, Ἀρσένιον τὸν πάνυ, ἐπαινέσωμεν πάντες, τιμῶντες ὡς φιλάγιοι εὐσεβῶς, τὰ ἐκείνου χαρίσματα, τὴν θαυμαστὴν πολιτείαν καὶ βιοτήν, τὸ μνημόσυνον καὶ θαύματα.

Ἀρχιερεῦ Ἐλασσῶνος ἀξιοτίμητε, τὴν πόλιν σου μὴ παύσῃ, ἀσφαλῶς περισκέπων, πρεσβείαις σου ἁγίαις πρὸς τὸν Χριστόν, καὶ θερμαῖς ἱκεσίαις σου, ὅπως πορεύσωνται πάντες οἱ γηγενεῖς, εὐθυπόρως πρὸς οὐράνια.

Πατριαρχεῖον ἀγάλλου, τῶν Ῥώσσων σήμερον, Ἀρσένιον τὸν νέον, ἐν τοῖς κόλποις σου ἔχον, ὡς μάργαρον πολύτιμον ἀληθῶς, σὺν τοῖς ἄλλοις Ἁγίοις σου, διηνεκῶς γὰρ πρεσβεύει ὑπὲρ λαοῦ, Ὀρθοδόξων ὁ πανεύφημοςε.

Ἐν τῇ Ῥωσίᾳ ὁ τάφος, ὁ σὸς γεγένηται, Ἀρσένιε ἡ κρήνη, τῷ λαῷ προσποροῦσα, τὸ ἄκος καὶ ἰάματα τῆς σαρκός, καὶ ψυχῆς παραμύθιον, καὶ ἰατρεῖον θεόφρον παντοδαπήν, τῶν παθῶν ἡμῶν καὶ θλίψεων.

Δόξα. Ἦχος β΄.
Δεῦτε ἅπαντες πιστοί, ἐν Ἐλλασσῶνι καὶ ἐν Ῥωσσίᾳ, τὸν Ἱεράρχην τοῦ Χριστοῦ, Ἀρσένιον τὸν πολυθαύμαστον, τιμήσωμεν ἑορτίως, ἐπὶ τῇ θείᾳ μνήμῃ αὐτοῦ. Οὗτος γὰρ ὁ τῆς σοφίας, καὶ τῆς ἐγκρατείας φίλος, ἐν ἡμέραις χαλεπαῖς, τῆς Ὀρθοδοξίας τὰ διδάγματα, θαυμαστῶς ἐδίδαξε, τοῖς ἀγνοοῦσι τοῦ Θεοῦ τὸ θέλημα, καὶ ποθοῦσι τὴν σωτηρίαν αὐτῶν· διὸ καὶ τῶν Ἐπισκόπων ἐν οὐρανοῖς συγκαταριθμηθείς, ἱκετηρίαις καθικετεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλων ἐξ ἁπαλῶν, ὀνύχων τῷ Κυρίῳ, Ἀρσένιε παμμάκαρ, προσῳκειώθης θέλων, τῶν μοναστῶν τὴν δίαιταν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Πάντες οἱ γηγενεῖς, τῆς Ἐλλασσῶνος Πάτερ, γεραίρουσι τὸν βίον, τοὺς λόγους καὶ τὰ ἔργα, Ἀρχιερεῦ Ἀρσένιε.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ῥώσσων πολυπληθεῖς, χορεῖαι ἀνυμνοῦσι, σοφίας σου τὸ ὕψος, ὡς ὄλβον γὰρ τὸν τάφον, τὸν σὸν θεόφρον ἔχουσι.

Δόξα. Τριαδικόν.
Ἄναρχος ὁ Πατήρ, συνάναρχος ὁ Λόγος, καὶ Πνεῦμα ὁ Θεός μου, Ἀρσένιος ἐβόα, ὁλοκαρδίως πάντοτε.

Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, ὁμοῦ σὺν Ἀρσενίῳ, Χριστῷ τῷ Ζωοδότῃ, πρεσβεύοντες ἀπαύστως, ἡμᾶς ἐκ βλάβης ῥύσασθε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν σοφὸν Ἱεράρχην, Ἐκκλησίας τὸ σέμνωμα, καὶ τῆς Ἐλλασσῶνος ποιμένα, ἀνυμνοῦμεν Ἀρσένιον· ἐκ παίδων γὰρ Χριστῷ ἀνατεθείς, ἠνδρώθη καὶ ἐγένεοτ ἀστήρ, κατηχήσας Ὀρθοδόξους λαοὺς σοφῶς, τοὺς πρὸς αὐτὸν κραυγάζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς λαμπρῶς σε ἀναδείξαντι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς, καὶ γ’ τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐλασσῶνος τὸν Πρόεδρον, Σουσδαλίου τὸ καύχημα, τῶν Ἑλλήνων δούλων, τὸ μέγα στήριγμα, τῶν ἀλλοφύλων ποιμάντορα, Ἀρσένιον Ἅγιον, Ἐπισκόπων καλλονήν, ἐπαινέσωμεν ἅπαντες, οἱ φιλάγιοι, παῤῥησίαν γὰρ ἔχων πρὸς Δεσπότην, ἱκετεύει ταῖς πρεσβείαις, ὑπὲρ ἡμῶν ὁ μακάριος.

Λεοπόλεως γέγονας, Ἱεράρχα Ἀρσένιε, ὁ ἱεροκῆρυξ πατρώας πίστεως, καὶ τῶν πιστῶν ὤφθης κάλλιστος, ἀλείπτης θεόληπτε, πρὸς εὐσέβειαν Χριστοῦ, καταλύων διδάγματα τὰ κακόδοξα· διὰ τοῦτο τὴν μνήμην σου τιμῶμεν, ἐν Ἑλλάδι καὶ Ῥωσσίᾳ, τῶν Ὀρθοδόξων ἀθροίσματα.

Ὡς ἐξαίρετον κτίτορα, ἐν τῇ Μόσχᾳ σε ἔγνωμεν, πέντε ὀρθοδόξων ναῶν Ἀρσένιε, καὶ πλουτιστὴν ἀξιότιμον, Μονῶν Ὄρους Ἄθωνος, τῆς Τατάρνης τῆς κλεινῆς, καὶ Δουσίκου καὶ ἄλλων τε, ἀξιάγαστε, σκηνωμάτων ἐν τόποις τοῖς Ἁγίοις, καὶ ἐν γῇ τῇ σὲ φυσάσῃ, ὡς δωρητὴς θεοκίνητος

Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἱερὰν τῶν Ἱεραρχῶν, στολὴν ἐνδεδυμένος, οὐκ ἔπαυσας τῷ Χριστῷ, ἐπὶ τῆς γῆς τὴν ἀναίμακτον προσφέρων θυσίαν, καὶ ἐν οὐρανοῖς τὰς χεῖρας ἱκετικῶς ἐκτείνων, ὑπὲρ πάντων τῶν σὲ ἀνευφημούντων, καὶ ἐκ καρδίας σοι λεγόντων· χαίροις, τῆς Ἐκκλησίας ποιμήν, ὁ τὰ λογικὰ αὐτῆς θρέμματα, κατ’ ὄνομα γινώσκων, καὶ εἰς νομὰς σωτηρίας ὁδηγῶν· χαίροις, τῶν Ἀποστόλων ὁμότροπε, ὁ θρέψας ἐν Ἑλλάδι καὶ ἐν Ῥωωσίᾳ, τῶν Ὀρθοδόξων πιστῶν τὰ συστήματα· χαίροις, τῆς ἐλεημοσύνης συνέμπορος, τῆς θεογνωσίας ἐραστής, καὶ τῆς ποιμανσίας ὁ τύπος. Πάτερ Ἀρσένιε, νυνὶ τῷ θρόνῳ τοῦ Χριστοῦ παρεστηκώς, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.







Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιών το Ανάγνωσμα. [Κεφ. 10. 7&3, 13-16 & εκλογή]
Μνήμη δικαίου μετ' ἐγκωμίων, καί εὐλογία Κυρίου ἐπί κεφαλήν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὗρε σοφίαν, καί θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γάρ αὐτήν ἐμπορεύεσθαι, ἤ χρυσίου καί ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστί λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδέν πονηρόν, εὕγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δέ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γάρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δέ καί ἔλεον ἐπί γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνά γάρ ἐρῶ, καί μακάριος ἄνθρωπος, ὅς τάς ἐμάς ὁδούς φυλάξει. Αἱ γάρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καί ἑτοιμάζεται θέλησις παρά Κυρίου. Διά τοῦτο παρακαλῶ ὑμᾶς καί προΐεμαι ἐμήν φωνήν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγώ ἡ Σοφία κατεσκεύασα βουλήν καί γνῶσιν καί ἔννοιαν, ἐγώ ἐπεκαλεσάμην. Ἐμή βουλή καί ἀσφάλεια, ἐμή φρόνησις, ἐμή δέ ἰσχύς. Ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ, οἱ δέ ἐμέ ζητοῦντες εὐρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δέ ἀπαίδευτοι ἕνθεσθε καρδίαν. Εἰσακούσατέ μου καί πάλιν, σεμνά γάρ ἐρῶ, καί ἀνοίγω ἀπό χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ο λάρυγξ μου, ἐβδελυγμένα δέ ἐναντίον μού χείλη ψευδῆ. Μετά δικαιοσύνης πάντα τά ρήματα τοῦ στόματός μου, οὐδέν ἐν αυτοῖς σκολιόν, οὐδέ στραγγαλιῶδες, Πάντα εὐθέα ἐστί τοῖς νοοῦσι, καί ὀρθά τοῖς εὐρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπίς ὑμῶν, καί πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτους ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἑν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ, Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὁτι τῆ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτῆσιν εἰς ἀμυναν ἑχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, όσιότητα` ὁξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τους παράφρονας πορεύσονται δὲ εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι· ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἑκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ ὑψίστου.

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῆς Ἐλασσῶνος Μητρόπολις, ὅτι ἐν τῇ σῇ καθέδρᾳ, ὡς διδάσκαλος ἀπλανὴς ἐκάθισεν, ὁ Ὅσιος Ἱεράρχης Ἀρσένιος. Οὗτος γὰρ παιδόθεν τὴν γνῶσιν τοῦ Θεοῦ, ὡς μέλισσα τρυγήσας, κατηύγασε τοῖς λόγοις, καὶ τῇ φιλοθέῳ αὐτοῦ βιοτῇ, τῆς Ἐκκλησίας τὰ τέκνα. Καὶ νῦν ἐν οὐρανοῖς, συναριθμηθεὶς τοῖς Ἁγίοις, διηνεκῶς καθικετεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Οὐκ ἔδωκας τοῖς βλεφάροις σου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις σου, ὡς καὶ ὁ ᾀσματογράφος φησὶ Δαυΐδ, ἐν Ἐλλασσῶνι καὶ ἐν πάσῃ τῇ Ῥωσσίᾳ, κηρύττων τὸ Εὐαγγέλιον τοῖς ἀνθρώποις, καὶ διαγγέλλων σοφῶς, τὰ ὀρθόδοξα δόγματα, παμμάκαρ Ἀρσένιε· διὸ μετὰ τῶν Ἀποστόλων συνδιαιτᾶσαι, καὶ τῶν ἐνδόξων Ἱεραρχῶν γάνυσαι, ἐν ταῖς μοναῖς τοῦ οὐρανίου Πατρός, εὐχὰς ἀναπέμπει ἱκετηρίας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἡ χείρ σου Πάτερ Ἀρσένιε, κάλαμος ὤφθη, γραμματέως ὀξυγράφου, συγγράφων πολλά, ὑπὲρ τῆς ἀκριβοῦς πίστεως, τῆς εὐσταθείας τῶν ἠθῶν, καὶ ὑπὲρ τῆς θείας, ἀλλὰ καὶ τῆς θύραθεν, ὀρθῆς παιδείας· ὅθεν ὡς προῖκα ἐπίζηλον, τοὺς καρποὺς τῆς σοφίας σου, ἡ Εκκλησία κτησαμένη, πλουτίζει τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τῇ ἀρετῇ τῆς ὑπακοῆς κεκοσμημένος, ἐν τῇ Μονῇ τοῦ Δουσίκου, χαίρων εἰσῆλθες, τὸν σταυρὸν τῆς ἀσκήσεως, ἐπωμάδιον φέρων, καὶ κατέπληξας σοφέ, τῶν μοναστῶν τὴν χορείαν, ταῖς πυκναῖς σου νηστείαις, εὐχαῖς καὶ δεήσεσι· διὸ καὶ ἡμεῖς πρὸς σέ, Πάτερ Ἀρσένιε, τὰς χεῖρας ἐκτείνοντες, τὴν σὴν πρεσβείαν αἰτοῦμεν, παραμυθίαν καὶ ἀντίληψιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. ΄Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Ἑλασσῶνος ποιμήν, τοῦ Σουσδαλίου ἐγκαλλώπισμα ἅγιον, Ἀρσένιε Ἱεράρχα ὁ ἐκ παιδὸς ἀναθείε, σεαυτὸν Κυρίῳ Παντοκράτορι, ποθήσας γὰρ Ἅγιε, μονοτρόπων πολίτευμα, ἐν τῇ Δουσίκου, τῇ Μονῇ εἰσελήλυθας, καὶ ἠδάφισας, τῶν παθῶν σου τὴν ἔγερσιν· ὅθεν εἰς ὕψος ἤλασας, σοφὲ θείας γνώσεως, καταυγασθεὶς ταῖς ἀκτῖσι, τῆς Τρισηλίου Θεότητος, καὶ πάντας φωτίσας, τοὺς συνόντας σοι ὡς ἄστρον, Χριστοῦ ὑπέρλαμπρον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, Ἀρχιερεῦ τοῦ Χριστοῦ, τῆς Ἐκκλησίας διαυγέστατος μάργαρος, διδάσκαλος διδασκάλων ὁ τῆς σοφίας φωστήρ, γραμματεὺς δογμάτων ἀκριβέστατος, ἀλείπτης τῆς πίστεως, ἀγνοοῦντων ἀλήθειαν τῶν Ὀρθοδόξων, ὁ μείωσας τὴν αἵρεσιν καὶ τὴν ζόφωσιν, κακοδόξων Ἀρσένιε· ὅθεν τὸ σὸν μνημόσυνον, κατ’ ἔτος ἐν πόλει σου, τῇ Ἐλασσῶνι γεραίρει, πιστὸς λαὸς καὶ ἀγάλλεται, ὃν φύλαττε Πάτερ, ταῖς θερμαῖς σου ἱκεσίαις, ἐκ πάσης θλίψεως.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, τῶν ἀσκητῶν καλλονή, τῶν Ἐπισκόπων ἀξιότιμον σέμνωμα, τὸ κῦδος τῆς Ἐκκλησίας, τῆς Ἐλασσῶνος ἀστήρ, καὶ Μονῶν τοῦ Ἄθω ἐπιστήριξις, Δουσίκου τὸ καύχημα, Μετεώρων τὸ στήριγμα, Πατριαρχείν Ὀρθοδόξων ἀντίληψις, καὶ Μονῆς Σινᾶ, δωρητὴς εὐλαβέστατος, Σάββα τῆς Μάνδρας Ἅγιε, ἡ ἔνθεος μέριμνα, καὶ κοινοβίου Τατάρνης, συνδρομητὴς ἀξιέπαινος, καὶ πάσης Ῥωσσίας, φωτιστὴς καὶ εὐεργέτης, κλεινὲ Ἀρσένιε.





Δόξα. Ἦχος πλ. δ΄.
Τὴν πάνσεπτόν σου μνήμην, ἐν Ἐλασσῶνι σήμερον ἄγοντες, Ἱεράρχα Ἀρσένιε οὐ παύομεν ἐγκωμιάζοντες, τὰ πολλά σου χαρίσματα, τὴν σεμνοπρεπῆ σου βιοτήν, τοὺς εὐαγγελικούς σου τρόπους, τὴν ὁμοήθειάν σου τοῖς ἁγίοις, τῆς διδασκαλίας σου τὸ εὔτονον, τὴν εἰρηνικὴν τοῦ ζῆν ἐκμέτρησιν· ἔχοντες πρὸ ὀφθαλμῶν πάντα ταῦτα, σεμνοπρεπῶς σοῦ δεόμεθα, μὴ παύσῃ ταῖς σαῖς λιταῖς, τὴν πόλιν ταύτην καὶ τοὺς αὐτῆς οἰκήτορας, ἐκ πάσης αἱρετικῶν βλάβης διαφυλάττων, ἐξ ἀδοκήτων θλίψεων προστατεύων, καὶ παντοίων νόσων θεραπεύων, ὡς ἀγαθὸς ἡμῶν κηδεμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν σοφὸν Ἱεράρχην, Ἐκκλησίας τὸ σέμνωμα, καὶ τῆς Ἐλλασσῶνος ποιμένα, ἀνυμνοῦμεν Ἀρσένιον· ἐκ παίδων γὰρ Χριστῷ ἀνατεθείς, ἠνδρώθη καὶ ἐγένεοτ ἀστήρ, κατηχήσας Ὀρθοδόξους λαοὺς σοφῶς, τοὺς πρὸς αὐτὸν κραυγάζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς λαμπρῶς σε ἀναδείξαντι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.


















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐπίσκοπος σοφός, ἀνεδείχθης παμμάκαρ, ζωγρήσας πρὸς Χριστόν, τῆς Ῥωσσίας τὰ πλήθη, καὶ ᾔσχυνας Ἀρσένιε, κακοδόξων τὸ σύστημα· ὅθεν εἴληφας, τῶν σῶν ἀγώνων τὸ γέρας, ἀνυψούμενος, εἰς ἁγιότητος ὕψος, πρὸς ὃ πάντας ἕλκυσον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει ἐλάμπρυνας τὴν τοῦ Δουσίκου Μονήν, καὶ κόσμῳ τῆς χάριτος τὴν ἱεράν σου στολήν, θεόφρον Ἀρσένιε· ὅθεν ἐν μέσοις χρόνοις, ὡς σοφὸς ὑποφήτης, δόγματα Ὀρθοδόξων, διετύπωσας μάκαρ, λαῷ τῶν Ὀρθοδόξων, Πατέρων ὁμόζηλε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐκ τοκέων ἐδέχθης τὰ θεῖα δόγματα, γαλουχηθεὶς Ὀρθοδόξως, ἐν τῷ χωρίῳ τῷ σῷ, καὶ ἐδείχθης ἀληθῶς, σκεῦος τῆς χάριτος, καὶ ἀντάξιος υἱός, βιοτῇ καὶ ἀρεταῖς, τῶν σὲ φυσάντων γονέων· διό σε Χριστὸς θεόφρον, λαμπρῶς ἐτίμησεν Ἀρσένιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἅγιε Ἱεράρχα Ἀρσένιε, ἐξ ὅλης σου τῆς καρδίας, ἀγαπήσας τὸν Κύριον, καὶ τὴν εἰκόνα αὐτοῦ τὸν ἄνθρωπον, ἠνάλωσας σεαυτόν, κηρύττων τοῦ Χριστοῦ τὸ Εὐαγγέλιον, καὶ ἐπιστρέφων ἐκ πλάνης τῆς ἀγνωσίας, τοὺς συνόντας σοι πάντας· ὅθεν τῆς Βασιλείας τῶν οὐρανῶν ἀξιωθείς, μὴ παύσῃ δεόμενος, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων κατ’ ἔτος, τὴν ἀεισέβαστον μνήμην σου.




Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Βασιλείῳ Ἱεράρχῃ, κανὼν Ἀρσενίου. Ἰωήλ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Βαστάζων ἐπ’ ὤμων σου, σεπτὸν Χριστοῦ ὠμοφόριον, ἱκέτευε Ἅγιε δοῦναί μοι ἄνεσιν, τοῦ ὑμνῆσαί σου, τῇ χάριτι Κυρίου, τὸν βίον ἐν ᾄσμασι, Πάτερ Ἀρσένιε.
κήκοας Ὅσιε, ἐκ βρέφους πάντα τὰ γράμματα, Χριστοῦ τὰ σωτήρια, καὶ περισπούδαστα· ὅθεν ἔσπευσας, χωρῆσαι γηθοσύνως, πρὸς βίον ἀσκήσεως, μάκαρ Ἀρσένιε.
Στολὴν ἐνδυσάμενος, τῶν μονοτρόπων Ἀρσένιε, τὰ πάθη κατέκοψας, τὰ πολυποίκιλα, καὶ κατέστειλας, σαρκὸς ἐπαναστάσεις, ὡς ἄσαρκος ἄγγελος, ἐν γῇ πανόλβιε.
Θεοτοκίον.
λέωσον Δέσποινα, ὑπὲρ ἐμοῦ ταῖς πρεσβείαις Σου, Υἱόν Σου καὶ Κύριον, ἵνα πορεύσωμαι, τὴν σωτήριον, ὁδὸν τῆς ἐγκρατείας, καὶ τύχω πανάχραντε, ζωῆς τῆς κρείττονος.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Λαβὼν παιδιόθεν τὴν κατ’ ἄμφω, παιδείαν Ἀρσένιε σοφέ, διδάσκαλος γεγένησαι, πολλῶν βροτῶν ὁ ἄριστος, ἐν Ἐλασσῶνι πρότερον, καὶ ἐν Ῥωσσίᾳ ἀοίδιμε.
θέλων τὰ πρόσφορα ψυχῇ σου, εἰργάσω Ἀρσένιε καλῶς, Χριστοῦ τὰ ἐπιτάγματα, καὶ τῇ εὐχῇ διέπλευσας, τὴν θάλασσαν τοῦ βίου σου, ἀσκητικῶς διαιτώμενος.
σχὺν εἰληφὼς ἐκ τοῦ Δεσπότου, νυκτίμορφα πάθη τῆς ψυχῆς, βελίαρ τὸν παμπόνηρον, καὶ κοσμικὴν ἐπήρειαν, ἐνίκησας Ἀρσένιε, τοῦ Σουσδαλίου Ἐπίσκοπε.
Θεοτοκίον.
ς Μήτηρ Κυρίου Θεοτόκε, καὶ δούλη Αὐτοῦ ἡ ταπεινή, μὴ ὄκνει ἱκετεύουσα, ὑπὲρ τῶν ἀνυμνούντων Σε, καὶ γεραιρόντων πάντοτε, τὸν θεῖον Τόκον Σου ἄχραντε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δουσίκου κατέλαβες ὡς ἀσκητὴς σταθηρός, καὶ ὕστερον Ἅγιε ἱερωσύνης στολήν, Ἀρσένιε εἴληφας, ἔτι δὲ μετὰ ταῦτα, ἠμφιάσω τὴν θείαν, πάντιμε Ἐπισκόπων, ἀμπεχόνην ἐν πόλει, σοφὲ τῆς Ἐλασσῶνος, καὶ ὤφθης ἰσάγγελος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.





ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
εράρχης ὥσπερ ἄστρον ἐπ’ ἐσχάτων ἀνέτειλας, ἐν τῇ Ἐλασσῶνι, καὶ ἐν Σουσδαλίῳ Ἀρσένιε, μαρμαρυγαῖς σου αὐγάζων τὰ πληρώματα, τὰ συνόντα σοι, τῶν Ὀρθοδόξων θεόληπτε.
πὶ γῆς ὡς Ἀρχιθύτης τοῦ Χριστοῦ διεποίμανας, ἐν τῇ Ἐλασσῶνι, θρέμματα Κυρίου ἐν χάριτι, ἐν οὐρανῷ δὲ ἐκτείνεις πρὸς Κύριον, χεῖρας Ὅσιε, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
υπαρίας ἐγκοσμίων Ἱεράρχα Ἀρσένιε, ἀγνοῶν τὸν βίον, τὸν θεοφιλῆ ἐπεζήτησας, ἐπιδοθεὶς τῇ ἀσκήσει ὡς ἰσάγγελος, καὶ γεγένησαι, τύπος ποιμένος ἐπέραστος.
Θεοτοκίον.
ποῤῥήτως συνελήφθη ὁ Χριστὸς ἐν τῇ μήτρᾳ Σου, τῇ δυνάμει Μῆτερ, Παρακλήτου ὄντως τοῦ Πνεύματος, καὶ τὴν βροτείαν οὐσίαν δανεισάμενος, ἀνεκαίνισεν, μερόπων φύσιν ὡς εὔσπλαγχνος.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
ωσθεὶς θείᾳ χάριτι, ἐκ πάντων τῶν κυκλούντων σε, ἔνδοξε Ἀρσένιε σκανδάλων, ἐν τῇ Ῥωσσίᾳ, Πάτερ ὀρθόδοξον, πρὸς τὴν ἀληθῆ Χριστοῦ ὁδόν, τὸν λαὸν ὡδήγησας, συνεργοῦντος τοῦ Πνεύματος.
Χρισθεὶς ὡς Ἐπίσκοπος, θεόφρον ὑπὸ Πνεύματος, πόλιν Ἐλασσῶνος καταρδεύεις, θείαις ἀρδείαις, Πάτερ Ἀρσένιε, τῶν σῶν ἐξαιρέτων διδαχῶν, ὡς Χριστοῦ διδάσκαλος, καὶ ὡς κῆρυξ θεόσοφος.
πόλις σου σήμερον, τὴν ἑορτήν σου ἄγουσα, γάνυται καὶ χαίρει ἐν Κυρίῳ, καὶ τοῦ σοῦ βίου, ὁμολογεῖ εὐθαρσῶς, πάντα ὦ Ἀρσένιε σοφέ, ῥήματα καὶ ἕτερα, θαυμαστὰ καὶ ἐπίζηλα.
Θεοτοκίον.
Κραταίωσον Δέσποινα, ταῖς θείαις ἐνεργείαις Σου, πάντας τοὺς Σοὺς δούλους ἐν τῷ κόσμῳ, καὶ δὸς τὴν χάριν, ὑπὲρ Χριστοῦ εὐσεβῶς, πάντας ἀγωνίζεσθαι ἁγνή, καὶ αὐτοῦ τὸ ὄνομα, μεγαλύνειν ἑκάστοτε.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
νύσας βίον φιλόθεον, κατήντησας εἰς πλάτος Ἀρσένιε, τῆς ἄνω πόλεως, τῶν πρωτοτόκων μακάριε, μετὰ τῶν Ἀσωμάτων συναγαλλώμενος.
Νοῶν τοῦ βίου ἐπίκηρον, ἐπέλεξας ζωὴν τὴν αἰώνιον· διὸ ὡς σκύβαλα, τῶν γεηρῶν τὰ ἐπέραστα, ταῦτα ὀρθῶς ἡγήσω, Πάτερ Ἀρσένιε.
ς μέγας ὄντως Ἐπίσκοπος, ἐν χώρᾳ τῆς Ῥωσίας ἐνήργησας, βροτῶν τὴν ἄγνοιαν, διασκεδάζων Ἀρσένιε, τῇ καθαρᾷ παιδείᾳ Χριστοῦ τῆς πίστεως.
Θεοτοκίον.
Νῦν πάντες Δέσποινα μέλπομεν, χαρίτων Σου τὸ πλῆθος καὶ θαύματα, σεπτὴν πρεσβείαν Σου, παραμυθίαν τὴν ἄχραντον, καὶ προστασίαν Μῆτερ τὴν ἀκαταίσχυντον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῆς Ἐλασσῶνος ἡ πόλις, σὺν Ῥωσσίᾳ Ἅγιε, τὴν αἰγληφόρον σου μνήμην, πάλαι γάρ, τῆς μὲν ἐφάνης ὡς Ἱεράρχης, πάμφωτις, τῆς δὲ ἐδείχθης παιδείας λύχνος, ταῖς πολλαῖς σου ἐνεργείαις, ὦ Ἀρχιθῦτα Χριστοῦ Ἀρσένιε.
Ὁ Οἶκος.
Ἐκ καλῆς ῥιζουχίας σεμνῶν τοκέων, καὶ προγόνων ἀρίστων Πάτερ ἐφύης, εἶτα δὲ τῶν μοναδτῶν ἠράσθης τῆς πολιτείας, λαβὼν τὸ ἅγιον τῶν ἀσκουμένων σχῆμα, ἐπιδείξας ἀρίστην διαγωγήν, καὶ κατέστης τύπος ὑπακοῆς ἀκτημοσύνης καὶ παρθενίας. Μετ’ οὐ πολλοῦ χρόνου εἰσῆλθες εἰς τὴν τῶν κληρικῶν τάξιν, λαβὼν τὴν χάριν τοῦ Διακόνου καὶ Πρεσβυτέρου· ὅτε δὲ τὸ πλήρωμα τοῦ χρόνου ἐπέστη προεβιβάσθης, εἰς τὴν καθέδραν τῆς Ἐλασσῶνος, καὶ περιεβλήθης ἀξίως, τὴν ἱερὰν τῆς ἀρχιερωσύνης στολήν. Τοῦ θείου θελήματος ὑπήκοος πάντοτε, μετέβης εἰς τὴν μεγάλην τῶν Ὀρθοδόξων Ῥώσσων χώραν, ἔνθα καὶ τὸ ζῆν ἐξεμέτρησας, χρηματίσας Ἐπίσκοπος πολλῶν πόλεων, καὶ διδάσκαλος ἄριστος τῆς πρὸς Χριστὸν πίστεως, πολλῶν ἀνθρώπων, οἵτινες προσῆλθον τῇ Ἐκκλησίᾳ, ταῖς πολλαῖς σου ἐνεργείαις, ὦ Ἀρχιθῦτα Χριστοῦ Ἀρσένιε.
























Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἐπισκόπου Ἐλασσῶνος.
Ἐκ καλῆς Ἀρσένιε ἐκφυεὶς ῥίζης,
ἤνεγκας καρποὺς πολλοὺς ἐν Ἐλασσῶνι.
Ἀρσένιος Ἐλασσῶνος τῇ ὀγδοάτῃ ἔνθεν ἤρθη.
Οὗτος ἦν ἐξ ἱερατικοῦ γένους, γεννηθεὶς ἐν τοῖς Καλοριανοῖς τῆς ἐπαρχίας Τρίκκης περὶ τὸ ἔτος 1550. Ἀνδρωθεὶς εἰσῆλθεν ἐν τῇ Μονῇ τοῦ Δουσίκου ἔνθα καὶ ἐκάρη μοναχός. Εἶτα εἰσελθὼν ἐν τῷ ἱερῷ κλήρῳ προεβιβάσθη ἐν ὡρισμένῳ χρόνῳ εἰς ἐπίσκοπον Ἐλασσῶνος. Ἀργότερον μετέβη ἐν τῇ Ῥωσσίᾳ διὰ λόγους ζητείας ἔνθα καὶ παρέμεινε ἄχρι τοῦ θανάτου αὐτοῦ χρηματίσας ἐπίσκοπος διαφόρων πόλεων καὶ καταλιπὼν τύπον ἁγίου ἱεράρχου, ἐλεήμονος ἀνδρός, πεπαιδευμένου διδασκάλου καὶ ἀκτήμονος κληρικοῦ. Τὸ ζῆν ἐξεμέτρησεν εἰς τὰς 13 Ἀπριλίου τοῦ ἔτους 1626. Ἐγένετο δὲ ἡ ἀνακομιδὴ τῶν τιμίων αὐτοῦ λειψάνων ἐν Σουσδαλίῳ τῆς Ῥωσσίας ὑπὸ τοῦ Πατριάρχου αὐτῆς Ἀλεξίου ἐν ἔτει 2006ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου καὶ Εὐαγγελιστοῦ Θεολόγου· ἤτοι ἡ Σύναξις τῆς ἁγίας κόνεως τῆς ἐκπορευομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν ἐκ τοῦ μάννα
Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει
τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
Ὁ πανάγαθος Θεός, καὶ φιλάνθρωπος Κύριος ἡμῶν, τοὺς ὑπὲρ Αὐτοῦ προθύμως ἀγωνισαμένους Ἁγίους Αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, καὶ πάντας τοὺς εὐαρεστήσαντας Αὐτῷ, οὐ μόνον βασιλείας οὐρανῶν καὶ τῶν αἰωνίων ἠξίωσεν ἀγαθῶν, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς διέπρεψαν καὶ ἐτάφησαν, πλήρεις χαρίτων ὑποδείξας, πολλοῖς ἐλάμπρυνε θαύμασι. Καὶ ὁ τάφος, ἐν ᾧ ὁ Μέγας Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος, μέλλων μετατεθῆναι, ἐτάφη, κόνιν ἁγίαν, ἥν οἱ ἐγχώριοι Μάννα μετονομάζουσιν, ἐπιπνεύσει Πνεύματος Ἁγίου κατὰ τὴν ὀγδόην τοῦ Μαΐου μηνός, ἐτησίως ἐξαίφνης ἀναβρύει καὶ ἀναδίδωσιν, ἥν οἱ προσερχόμενοι λαμβάνοντες, χρῶνται εἰς παντοίων παθῶν ἀπολύτρωσιν, εἰς θεραπείαν ψυχῶν, εις ῤῶσιν σώματος, Θεὸν δοξολογοῦντες καὶ τὸν Αὐτοῦ θεράποντα Ἰωάννη γεραίροντες.
Ἰστέον, ὅτι πατὴρ τοῦ Θεολόγου, ὀ Ζεβεδαῖος ἦν, ἡ δὲ μήτηρ Σαλώμη, θυγάτηρ Ἰωσὴφ τοῦ μνηστευσαμένου τὴν Θεοτόκον. Ἐντεῦθεν, ὀ Σωτήρ, θεῖος ἦν Ἰωάννου, ὡς ἀδελφὸς Σαλώμης τῆς θυγατρὸς Ἰωσήφ.
Δεῖ δὲ εἰδέναι, ὅτι ἐπὶ τοῦ πάθους τοῦ Σωτῆρος, τῶν μαθητῶν Αὐτοῦ πάντων φυγόντων, μόνος Ἰωάννης ὡς ἀγαπητός, ἐν τῇ παραδόσει, καὶ ἐν τῷ Σταυρῷ παρών, καὶ εἰς τὸν τάφον μετὰ τοῦ Πέτρου ἦλθεν, ἔλαβε δὲ καὶ τὴν Θεοτόκον εἰς τὰ ἴδια. Μητέρας δὲ ἔσχε τρεῖς ἐπὶ τῆς γῆς· πρώτην τὴν Σαλώμην, ἐξ ἧς ἐγεννήθη· δευτέραν τὴν Βροντήν, ὅτι βροντῆς υἱὸς ἐχρημάτισε· τρίτην δὲ τὴν Παναγίαν Θεοτόκον, κατὰ τὸ ῥηθὲν αὐτῷ ὑπὸ τοῦ Κυρίου: Ἰδοὺ ἡ Μήτηρ σου. Συνῆν δὲ τῇ Θεοτόκῳ ὁ Ἰωάννης μέχρι τῆς κοιμήσεως αὐτῆς, καὶ μετὰ ταῦτα ἦλθεν εἰς Ἔφεσον, καὶ κατέβαλε διὰ προσευχῆς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τεσσαράκοντα μυριάδας ἀνδρῶν τε καὶ γυναικῶν, λατρευόντων τῇ Ἀρτέμιδι, τῆς πλάνης ἀπήλλαξε, καὶ πρὸς τὸ φῶς μετήγαγε. Καλεῖται δὲ Ἠλίβατον τὸ ὄρος ἐν ᾧ ἵσταται ὁ ναὸς τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Μεγάλου
Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,
ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.
Ὅς ἧν τῆς μεγαλοπόλεως Ῥώμης γέννημα καὶ θρέμμα, ἐξ ἁπαλῶν τῶν ὀνύχων καθαρὸν ἀρετῆς καὶ σοφίας θείας τε καὶ ἀνθρωπίνης πλήρης ὐπάρχων, ὅθεν καὶ τὴν τοῦ διακόνου χειροτονίαν ἐδέξατο, τοῦ Μεγάλου Θεοδοσίου τὴν τῶν Ῥωμαίων βασιλείαν τότε ἰθύνοντος. Πολλὴν δὲ ποιουμένου σπουδήν, καὶ ἐπιζητοῦντος ἄνδρα πνευματικόν, καὶ λόγιον, ἱκανοποιῆσαι καὶ διδάξαι τὰ τέκνα αὐτοῦ ἐν τοῖς μαθήμασι, καὶ μάλιστα οἷς θεραπεύεται Θεός, μαθὼν περὶ τούτου, γράφει τῷ βασιλεῖ Γρατιανῷ καὶ τῷ Πάπᾳ Ἰννοκεντίῳ καὶ μόλις ἴσχυσε τοῦ ποθουμένου τυχεῖν. Ἐπεὶ δὲ ἀπάρας τῆς Ῥωμαίων Ἀρσένιος τὴν Κωνσταντίνου πόλιν κατέλαβεν ἔστη κατὰ πρόσωπον Θεοδοσίου. Εἶδε δὲ αὐτὸν σεμνὸν μὲν ἔχοντα πρόσωπον καὶ τὸ χρῶμα, εὔτακτον δὲ τὸ βλέμμα, ταπεινὸν τὸ φρόνημα, καὶ πάσῃ ἀρετῇ κεκοσμημένον, καὶ πολλῆς χαρᾶς καὶ θυμηδίας ἐμπλησθείς, ἔκτοτε ὡς πατέρα ὑπερετίμα, καὶ ὠς διδάσκαλον ἐσέβετο. Οἱ δὲ τῆς Συγκλήτου ὡς μέγα τι κειμήλιον βλέποντες ἐθαύμαζον.
Αὐτὸς δὲ μισόδοξος ὤν καὶ φιλόθεος, καὶ τὴν δόξαν ὡς σκύβαλα ἡγούμενος, καὶ ἐπιποθῶν τὸν μονήρη βίον, καθ’ ἑκάστην κατελιπάρει τὸν Θεόν, πληρῶσαι αὐτοῦ τὴν αἴτησιν, καὶ παραυτίκα φωνῆς ἐνωτίσθη θείας: Ἀρσένιε, λεγούσης, φεῦγε τοὺς ἀνθρώπους καὶ σώζου. Ὁ δὲ μηδὲν μελήσας ἀλλὰ τὴν ἐσθῆτα μεταλλάξας, τὴν Ἀλεξάνδρειαν καταλαμβάνει. Καὶ τὴν κόμην κειράμενος ἐν τῇ σκήτῃ γέγονε, πάσῃ σκληραγωγίᾳ καὶ ταλαιπωρίᾳ ἑαυτὸν ὑποβάλλων, καὶ τοῦ Θεοῦ δεόμενος. Καὶ πάλιν θεία φωνή, πρὸς αὐτόν: Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, καὶ σώζου.
Τοῦτον τὸν Μέγαν ἠρώτησέ ποτε Θεόφιλος ὁ πάπας Ἀλεξανδρείας, ἀνελθὼν σὺν ἑτέροις: Εἰπὲ ἡμῖν Πάτερ λόγον ὠφελείας. Καὶ εἶπεν: Ὅπου ἐὰν ἀκούσητε Ἀρσένιον, μὴ πλησιάσητε.
Περὶ τούτου λέγεται, ὅτι παρ’ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἐργαζόμενος, ῥάκος εἶχεν ἐν τῷ κόλπῳ αὐτοῦ ἐν ᾧ ὑπεδέχετο τὰ δάκρυ. Ἧν δὲ ἀστεῖος τῷ σώματι, ὁλοπόλιος, ξηρός, καὶ μακρός, εἰ καὶ μερικῶς ὑπὸ τοῦ γήρους κεκύρτωτο, τὴν ὑπήνην ἔχων μέχρι τῆς κοιλίας τὸ εἶδος ἀγγελικόν, ὡς Ἰακώβ. Διὸ οὐδὲ φαίνεσθαί τινι ἤθελε κατὰ πρόσωπον, ἡγρύπνει τε πολλά, ὄρθιος ἱστάμενος καὶ εὐχόμενος καὶ μηδόλως κλίνων τὰ γόνατα μέχρις ἄν ὁ ἥλιος τὴν ὁλόνυχτον αὐτοῦ ἔλυσε στάσιν, ὁθεν τὴν ψυχόλεθρον πύρωσιν τοῖς τῶν δακρύων χεύμασι κατέσβεσε. Μέλλοντος δὲ αὐτοῦ ἐκδημεῖν ἐκ τοῦ σώματος, πρὸς βαθὺ γῆρας ἐληλακότος, (ἦν γὰρ ἐγγύς που τῶν ἑκατῶν ἐτῶν) ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, τὸ ποῦ, καὶ ὅπως δεῖ καταθέσθαι αὐτόν. Ὁ δέ: Οὐκ οἴδατε βαλεῖν σχοινίον ἐν τοῖς ποσί μου, καὶ ἆραι πρὸς τὸ ὄρος; Καὶ αὖθις λέγει πρὸς αὐτούς: Ἴδετε πόσος φόβος ἐστὶν ἐν ἐμοί, μέλλοντι ἐκδημεῖν ἀπὸ τοῦ σώματος; Οἱ δέ: Ἴδομεν. Ὁ δέ: Ἀφ’ οὗ ἐγενόμην μοναχός, οὗτος ὁ φόβος οὐδόλως ἀπέστη ἀπ’ ἐμοῦ. Καὶ αὐτίκα τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ ἐν εἰρήνῃ παρέδωκε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μήλη τοῦ ὑμνωδοῦ
Ἐκστάντα Mήλην ὑμνοποιὸν ἐκ βίου,
ὑμνεῖν λόγοις δίκαιον ὡς ἐμὸς λόγος.
                            
Τῇ αὐτῇ ἡμέρᾳ, ὁλόκληρος σπεῖρα στρατιωτῶν, ξίφει τελειοῦται.
Xριστοφρονοῦσα σπεῖρα τέμνεται κάρας,
Xριστοκτονοῦσαν σπεῖραν οὐ μιμουμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἀυγουστίνης τῆς Μάρτυρος, τῆς ἐν Βυζαντίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ἐπίσκοπος Ὠξέῤῥης, ἐν ἔτει 387, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Διονύσιος ὁ ἐπίσκοπος, ἐν Βιέννῃ τελειοῦται

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Βερνικοβίτου, κτίτορος τῆς ἱερᾶς Μονῆς τῆς Θεοτόκου, τῆς ἐπιλεγομένης Βαρνακόβης.
Ζηλωτὰ Ἀγγέλων, Ἀρσένιε μάνδραν,
ἀτρύτοις πόνοις ἤγειρας τῇ Παρθένῳ.
Οὗτος, ἐγεννήθη εἰς τὴν κώμην τῶν Καρυῶν τῆς ὀρεινῆς Δωρίδος τῆς Φωκίδος, τὸ πρῶτον ἥμισυ τοῦ 11ου αἰῶνος, καθ’ ἅ συνάγεται ἐκ τῆς σῳζομένης κτιτορικῆς ἐπιγραφῆς τῆς Ἱερᾶς Μονῆς τῆς Βαρνακόβης (1077 μ. Χ.). Τρωθεὶς ἐνωρὶς ὑπὸ θείου ἔρωτος ἐγκατέλιπε τὰς μερίμνας τοῦ βίου καὶ ἀναχωρήσας ἐκεῖθεν ἐσκήνωσεν ἔν τινι σπηλαίῳ οὐχὶ μακρὰν τῆς οἰκείας αὐτοῦ πατρίδος. Ἀργότερον θείᾳ χάριτι οὗτος ἤγειρεν ἐκ τοῦ μὴ ὄντος τὴν ἱερὰν καὶ σεβασμίαν μονὴν τῆς Θεοτόκου, ἥν Βαρνάκοβαν ἐπονομάζομεν. Ταύτην θεοφιλῶς ποιμάνας καὶ συγκεντρώσας πλῆθος μοναστῶν, αἰνούντων ἀπαύστως τὸν Κύριον καὶ τὴν ἄχραντον Αὐτοῦ Μητέρα, ἀπῆλθε πρὸς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Νόβγκοροντ τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ τοῦ Ἐγκλείστου, τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ζωσιμᾶ καὶ Ἀνδριανοῦ Βολοκολάμκ, τῶν Ῥώσσων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος γεγονότος διὰ τῆς ἁγίας καὶ σεβασμίου Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Κασσιοπίας, ἐπὶ τῷ ἀδίκῳς τυφλωθέντι Στεφάνῳ, καὶ παραδόξως ὀμματωθέντι.
Γόνου γυνή τις σήμερον φάη βλέπει,
ἃ οὐ βλέπουσα αὐτὸν πρὶν βλέπει
Τὸ τῆς ὑπεραγίας Θεοτόκου ὑπερφυὲς τοῦτο θαῦμα, ἐτελέσθη ἡγεμονεύοντος εἰς Κέρκυραν τοῦ Σίμωνος Λειόνος Μπαΐλου ἐν ἔτει 1530ῳ μετὰ Χριστόν. Κατὰ τὴν ἐποχὴν ἐκείνην, νέος τις ὀνόματι Στέφανος ἐπέστρεφεν ἐκ τῆς πόλεως εἰς τὸ χωρίον του, ἀφοῦ ἐτελείωσεν ὑπόθεσίν του. Καθ’ ὁδὸν συνηντήθη μετ’ ἄλων ὁδοιπόρων, μεθ’ ὧν συνεβάδιζεν. Ὡς δὲ ἀπεμακρύνθησαν ἀπὸ τῆς πόλεως, συνήντησαν νέους τινάς, οἵτινες ἐπέστρεφον ἀπὸ τὸν μῦλον φέροντες ἄλευρα. Οἱ δὲ συνοδοιπόροι τοῦ Στεφάνου, ἐπειδὴ ἦσαν πονηροὶ καὶ κακόγνωμοι, εἶπον πρὸς ἀλλήλους: «Τί μας ἐμποδίζει νὰ πάρωμεν τὰ ἄλευρά των καὶ νὰ τὰ διαμοιράσωμεν μεταξύ μας; Οὐδεὶς μᾶς βλέπει». Ἀλλ’ ὁ Στέφανος, ὡς δίκαιος, εὐθὺς ὡς ἤκουσε ταῦτα, μὲ πολλὰς νουθεσίας προσεπάθει, ὅσον ἠδύνατο νὰ τοὺς ἐμποδίση, λέγων εἰς αὐτούς, ὅτι τοῦτο τὸ ὁποῖον μηχανεύονται εἶναι πρᾶγμα θηριῶδες καὶ ὅτι, ἂν πράξουν τοῦτο, δὲν θὰ διαφύγουν τὴν δικαίαν τιμωρίαν, ὡς λησταὶ καὶ κακοποιοί. Ἐκεῖνοι δέ, ὡς ἀσπίδες, κλείοντες τὰ ὦρά των, δὲν ἤκουσαν τὴν συμβουλήν, μάλιστα δὲ παρεκίνουν καὶ τὸν Στέφανον νὰ συνεργασθῇ καὶ αὐτὸς εἰς τὴν ληστείαν· ἀλλ’ αὐτὸς οὐδόλως ἐδέχετο νὰ συγκατανεύσῃ. Αὐτοὶ δέ, ἀφοῦ ἔδειραν τοὺς νέους, ἥρπασαν ἀπὸ τούτους τὰ ἄλευρα καὶ μετέβησαν εἰς τὰς οἰκίας των μετὰ τῶν ἀλεύρων, χαίροντες. Ὅτε δὲ οἱ νέοι ἐκεῖνοι ἐπέστρεψαν εἰς τοὺς οἴκους των κενοὶ καὶ κλαίοντες, εἶπον εἰς τοὺς συγγενεῖς των τὰ συμβάντα, οὗτοι δέ, ἐρευνήσαντες ἐπιμελῶς, ἔμαθον ποῖοι ἦσαν οἱ λησταὶ καὶ ἀνέφερον εἰς τὸν ἡγεμόνα τὰ γενόμενα.
Μεταξὺ λοιπὸν τῶν ἄλλων ληστῶν, κατηγορήθη καὶ ὁ Στέφανος, ἐπειδὴ οἱ ληστευθέντες εἶδον μὲν τὸν Στέφανον συμβαδίζοντα μετ’ αὐτῶν, ἀλλὰ δὲν ἐγνώριζον, ὅτι τοὺς ἠμπόδιζε καὶ ὅτι ἠρνήθη νὰ συνδράμη τούτους. Οἱ δὲ ἔνοχοι τῆς ληστείας, γινώσκοντες τὴν ἐνοχή των, ἐκρύπτοντο διὰ νὰ μὴ συλληφθοῦν καὶ τιμωρηθοῦν ὑπὸ τῆς δικαιοσύνης. Ὁ Στέφανος ὅμως, ἐπειδὴ ἦτο ἀθῶος, χωρὶς κανέναν φόβον μετέβαινεν εἰς τὴν χώραν. Ὅτε δὲ ἐπλησίαζεν, συνελήφθη ἀπὸ τοὺς στρατιῶτας τοῦ ἡγεμόνος καὶ ἐῤῥίφθη εἰς τὴν φυλακήν, κατόπιν δὲ δεδεμένος ὡδηγήθη πρὸ τοῦ αὐτοῦ ἡγεμόνος, πρὸς ἀνάκρισιν. Ἐρωτηθεὶς δὲ ὡμολόγησε πᾶσαν τὴν ἀλήθειαν καὶ ὅτι συνεβάδιζε μὲ τοὺς ληστάς, ἀλλὰ δὲν ἔλαβε μέρος εἰς τὴν ληστείαν καὶ ὅτι ἀδίκως κατηγορεῖτο. Ἀλλ’ εἰς μάτην. Οἱ λόγοι τοῦ δικαίου Στεφάνου ἐφαίνοντο εἰς τὸν δικαστὴν ψευδεῖς· διότι ὁ δικαστὴς ἐνόμιζεν αὐτὸν ληστὴν καὶ ὅμοιον μὲ τοὺς ἄλλους. Κατακριθεὶς ὅθεν ἀδίκως ὑπὸ τοῦ ἡγεμόνος ὁ ἀναίτιος Στέφανος, ἐκλήθη ὑπ’ αὐτοῦ νὰ ἐκλέξῃ ὁποίαν τιμωρίαν προκρίνει, τὴν στέρησιν τῶν ὀφθαλμῶν του ἢ τῶν χειρῶν τὴν ἀποκοπήν; Ἐπειδὴ δὲ ἐφάνη εἰς τὸν Στέφανον ἐλαφροτέρα τιμωρία ἡ τῆς στερήσεως τῶν ὀφθαλμῶν, ἐξέλεξε ταύτην. Ὁδηγήσαντες ὅθεν αὐτὸν θρηνοῦντα καὶ ὀδυρόμενον εἰς τὸν συνήθη τόπον τῆς καταδίκης, ἐξώρυξαν τοὺς ὀφθαλμούς του παρουσίᾳ πολλοῦ λαοῦ. Ἡ δὲ μήτηρ του κλαίουσα καὶ ὀδυρομένη, μετὰ τὴν τύφλωσίν του, τὸν ἔφερεν εἰς τὸν Ναὸν τοῦ Ἁγίου Λαζάρου διὰ νὰ ζητῇ ἐλεημοσύνην.
Ἐπειδὴ ὅμως εἰς τὸν τόπον ἐκεῖνον οἱ περισσότεροι τὸν περιέπαιζον καὶ τὸν ὠνείδιζον, ὡς δῆθεν δικαίως παθόντα, διότι ὡς ληστὴς ἥρπασε τὸ ξένον πρᾶγμα, ἐκεῖνοι δὲ οἱ ὁποῖοι τὸν εὐσπλαγχνίζοντο ἦσαν ἐλάχιστοι, ἐσκέφθη, κατὰ θείαν Πρόνοιαν, νὰ ὑπάγῃ μετὰ τῆς μητρός του εἰς τὸν Ναὸν τῆς Θεοτόκου εἰς πόλιν ὀνομαζομένην Κασσιόπην, ἥτις ἔχει λιμένα καὶ ἀπέχει δέκα ὀκτὼ μίλια ἐκ Κερκύρας. Ἐντὸς δὲ τοῦ ναοῦ αὐτοῦ ὑπάρχει εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου θαυματουργός. Ἐπειδὴ δὲ ὁ λιμὴν εἶναι κατάλληλος, προσωρμίζοντο ἐκεῖ τὰ πλοῖα ἐξ εὐλαβείας πρὸς τὴν Ὑπεραγίαν Θεοτόκον. Ἐκεῖ λοιπὸν ἐσκέφθη νὰ ὑπάγῃ ὁ Στέφανος νὰ μείνῃ καὶ νὰ ζητῇ ἐλεημοσύνην ἀπὸ τοὺς εἰσερχομένους, ἵνα προσκυνοῦν εἰς τὸν ναὸν τὴν ἁγίαν Εἰκόνα τῆς Θεοτόκου. Εἰς τοῦτο συνεφώνησε καὶ ἡ μήτηρ του. Μετέβησαν ὅθεν εἰς τὸν ναὸν τῆς Θεομήτορος καὶ ἀφοῦ προσεκύνησαν, κατὰ τὴν συνήθειαν, διηγήθησαν μὲ θρήνους καὶ στεναγμοὺς εἰς τὸν ἐκεῖ τότε διαμένοντα μοναχὸν τὴν ἄδικον συμφοράν, τὴν ὁποίαν ὑπέστησαν, καὶ τὴν αἰτίαν διὰ τὴν ὁποίαν μετέβησαν ἐκεῖ, ἐζήτησαν δὲ παρ’ αὐτοῦ μικρὸν κελλίον διὰ κατοικίαν ἵνα μένουν, οὗτος δὲ ἀπήντησεν, ὅτι ἕως ὅτου ἔλθῃ ὁ ἀδελφός, ὅστις κρατεῖ τὸ κλειδίον τοῦ κελλίου, εἰς τὸ ὁποῖον ἐπρόκειτο νὰ τοὺς ἐγκαταστήσῃ, νὰ μείνουν εἰς τὴν ἐκκλησίαν. Κατάκοπος λοιπὸν ὡς ἦτο ἡ μήτηρ τοῦ Στεφάνου ἐκ τῆς ὁδοιπορίας, ἐκοιμήθη. Ὁ Στέφανος ὅμως, μὴ δυνάμενος ἐκ τῶν πόνων, νὰ κοιμηθῇ, ὕπνωσεν ὀλίγον μόνον ἐλαφρὸν ὕπνον. Κατὰ δὲ τὴν νύκτα, ὢ τῶν θαυμασίων Σου, Θεοτόκε!, ᾐσθάνθη χεῖρας νὰ τὸν ἐγγίζουν καὶ νὰ ψηλαφοῦν τοὺς ὀφθαλμούς του, τόσον ὥστε ἐξύπνησε μὲ φωνὰς καὶ διελογίζετο ποῖος νὰ τὸν ἤγγισε τόσον δυνατά. Ἰδὼν δὲ γυναῖκα τινά, λαμπροτάτην καὶ πάμφωτον, ἥτις ἐντὸς ὀλίγου ἔγινεν ἄφαντος, διελογίζετο ὅτι ἦτο ὄνειρον καὶ ὄχι γεγονός. Στρέψας δὲ βλέπει τὰς κανδήλας ἀνημμένας καὶ πολὺ ἐθαύμαζεν ἀπορῶν πῶς καὶ τί νὰ εἶναι ἐκεῖνο τὸ ὁποῖον συνέβη. Ἐξυπνήσας τότε τὴν μητέρα του, εἶπε πρὸς αὐτήν: «Ποῖος ἤναψε τὰς κανδήλας;». Ἐκείνη δὲ νομίζουσα ὅτι ὁ υἱός της πλανᾶται εἰς τὸν ὕπνον του, ἤρχισε νὰ θρηνῇ καὶ νὰ λέγῃ εἰς αὐτὸν νὰ σιωπήσῃ καὶ νὰ κοιμηθῇ. Ὁ Στέφανος ὅμως δὲ ἐσιώπα, ἀλλ’ ἐπέμενεν ὅτι βλέπει πράγματι τὰς κανδήλας, μάλιστα καὶ τὴν ἁγίαν Εἰκόνα τῆς Θεομήτορος, καὶ ὅτι δὲν εἶναι φαντασία αὐτὰ ποὺ λέγει. Ἔπειτα διηγεῖτο καὶ ἐκεῖνο τὸ ὁποῖον συνέβη εἰς αὐτὸν πρωτύτερα καὶ ὅτι τὴν ἐκάλει, ἀλλ’ ἐκείνη δὲν ἤκουε, διότι ἐκοιμᾶτο. Τότε ἡ μήτηρ του, σκεφθεῖσα ὅτι εἶναι θεία βοήθεια, ἠγέρθη εὐθὺς καὶ βλέψασα εἰς τὸ πρόσωπον τοῦ Στεφάνου μετὰ περιεργείας, παρετήρησεν ὅτι ἀληθῶς ἔχει ὀφθαλμοὺς καὶ ἐνῷ εἶχε πρῶτον μελανούς, τώρα ἔχει τούτους γαλανούς. Ὅθεν ἐκ τῆς πολλῆς χαρᾶς καὶ τοῦ φόβου ἐκραύγαζε δακρύουσα, δοξάζουσα καὶ ἐπικαλουμένη συνεχῶς τὸ ὄνομα τῆς Θεομήτορος, ὁμοῦ μετὰ τοῦ υἱοῦ της· μεθ’ οὗ ἐκτύπων τὰς χεῖρας μεγαλύνοντες τὴν ὑπεραγίαν Θεοτόκον.
Τὰς φωνὰς καὶ τὸν θόρυβον ἀκούσας ὁ διακονητὴς τοῦ ναοῦ καὶ ἐπειδὴ ἠγέρθησαν πρὸ τῆς ὡρισμένης ὥρας, ἤρχισε νὰ ὀργίζεται καὶ νὰ ὀνειδίζῃ αὐτούς, ὡς ἀτάκτους καὶ κακοὺς ἀνθρώπους, λέγων, ὅτι δικαίως ἔπαθον. Ὁ δὲ Στέφανος καὶ ἡ μήτηρ του διηγοῦντο τὰ μεγαλεῖα τοῦ Θεοῦ, ἐκεῖνος δὲ θαυμάζων καὶ δυσπιστῶν διὰ τὸ φρικτὸ τοῦτο θαῦμα εἰσῆλθεν εἰς τὴν Ἐκκλησίαν. Ἔκθαμβος τότε βλέπει τὸν πρὸ ὀλίγου τυφλὸν νὰ ἔχῃ ὀφθαλμοὺς καὶ νὰ βλέπῃ. Πληρωθεὶς τότε θείου ζήλου ἀνεχώρησεν εὐθὺς καὶ μετέβη εἰς τὴν χώραν, ὅπου εὑρῶν τὸν ἡγεμόνα Μπάϊλον εἰς τὸ δικαστήριον, ἐφώναζεν ἐναντίον του, καλῶν αὐτῶν ἄνομον. Οἱ δὲ παραστῶτες ἐξεδίωκον τὸν μοναχόν, λέγοντες πρὸς αὐτόν: «Δὲν εἶναι νόμιμον αὐτὸ ποὺ τολμᾷς, νὰ αὐθαδιάζῃς κατὰ πρόσωπον ἐναντίον ἐκείνων οἵτινες ἐξουσιάζουν καὶ νὰ ὑψηλοφρονῇς κατ’ αὐτὸν τὸν τρόπον». Ἐκεῖνος δὲ περισσότερον ἐκραύγαζε, λέγων: «Ἂν ἡ ἐπιβληθεῖσα εἰς τὸν Στέφανον τιμωρία τῆς τυφλώσεως δὲν ἦτο ἄδικος, δὲν ἤθελε δώσει εἰς αὐτὸν ὁ Θεὸς μὲ τὴν μεσιτείαν τῆς Θεομήτορος ἄλλους ὀφθαλμούς». Ἀπέστειλε τότε ὁ ἡγεμὼν προκρίτους τινάς, οἵτινες, ὅταν ἐπέστρεψαν, εἶπον, ὅτι εἶναι ἀληθεῖς οἱ λόγοι τοῦ μοναχοῦ. Ἀφοῦ λοιπὸν ἡτοίμασαν πλοῖον ἡγεμονικόν, εἰσῆλθεν εἰς αὐτὸ ὁ Μπάϊλος μετὰ προκρίτων τῆς Κερκύρας οἵτινες, φθάσαντες εἰς τὸν τόπον ἐκεῖνον, εἶδον ἰδίοις ὀφθαλμοῖς τὸ μέγα τοῦτο θαῦμα καὶ πολὺ ἐθαύμασαν, ὡς ἔπρεπεν. Ὁ ἡγεμὼν Μπάϊλος ὅμως εἶχεν ἀκόμη ἀμφιβολίαν, νομίζων ὅτι δὲν ἦτο αὐτὸς ὁ Στέφανος ἢ ὅτι δὲν ἐτυφλώθη ἀληθῶς. Τὸ παράδοξον τοῦ θαύματος δὲν ἄφηνε τὸν ἡγεμόνα καὶ ἄλλους τινὰς νὰ πιστεύσουν ἀμέσως. Ἐπιστρέψας δὲ ὁ Μπάϊλος εἰς τὴν χώραν, προσεκάλεσε τὸν δήμιον καὶ εἶπε πρὸς αὐτόν: «Ἐξώρυξες τοὺς ὀφθαλμοὺς τοῦ Στεφάνου, ὅπως ἀπεφασίσθη ἀπὸ ἐμέ;». Ἐκεῖνος τότε ἐβεβαίωσεν, ὅτι ἀληθῶς τὸν ἐτύφλωσε καὶ μάλιστα ὅτι οἱ ἐξορυχθέντες ὀφθαλμοὶ εὑρίσκονται ἀκόμη ἐντὸς λεκάνης. Τούτους, ἀφοῦ ἔφερεν, ἔδειξεν εἰς τὸν ἡγεμόνα, ὅστις οὕτω ἐπίστευσεν, ὅτι εἶναι ἀληθὲς τὸ θαῦμα τοῦτο, ἀφοῦ μάλιστα εἶδε τοὺς ὀφθαλμοὺς νὰ εἶναι ἄλλης ὄψεως ἀπὸ ἐκείνους τοὺς ὁποίους ἔλαβε τὴν δευτέραν φορὰν ὁ Στέφανος, ὅστις εἶχε καὶ τὸ σημεῖον τοῦ σιδήρου εἰς τὸ βλέφαρον καὶ τὸ ὁποῖον διεκρίνετο. Τότε ὁ Μπάϊλος προσκαλέσας τὸν Στέφανον, τοῦ ἐζήτησε συγγνώμην διὰ τὴν ἀδικίαν, τὴν ὁποίαν ἐξ ἀγνοίας τοῦ ἐπροξένησεν, ἀνταμείψας δὲ μὲ πλούσια δῶρα καὶ περιποιηθεὶς αὐτὸν μὲ πολλὴν ἀγαθότητα, ἔστειλε τοῦτον εἰς τὸν οἶκον του. Ἀμέσως δὲ κατόπιν ἀνεκαίνισε καὶ τὸν περίβολον τοῦ ναοῦ τῆς Θιεοτόκου, μὲ πολλὴν ἐπιμέλειαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
εὶ πρέσβευε Χριστῷ λαμπρὲ Ἐπίσκοπε λαὸν φιλόθεον, τῆς Ἐλασσῶνος εὑρεῖν, τὸν δρόμον τῆς πίστεως, καὶ τὴν ὁδὸν τὴν στενήν, τὴν ἀπάγουσαν, εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὴν ἄνω Βασιλείαν.
ῦσαι Ἅγιε τὴν πόλιν σου Ἀρσένιε καὶ τὴν περίοικον, τῆς Ἐλασσῶνος δεινῶν, αἱρέσεων ἔνδοξε, καὶ ἀσεβῶν διδαχῶν, καὶ ὡδήγησον, πεπλανημένους ἅπαντας, εἰς τὴν ποίμνην τοῦ Κυρίου.
Στῆσον ἅπαντα τὰ σκάνδαλα Ἀρσένιε καὶ κινδυνεύματα, τῆς καθ’ ἡμᾶς βιοτῆς, καὶ δὸς ταῖς πρεσβείαις σου, εὑρεῖν τὴν ἄνεσιν, τοὺς ὑμνοῦντάς σε, καὶ εἰρηναῖον δώρησαι, τῆς ζωῆς ἡμῖν τὸν τρόπον.
Θεοτοκίον.
πισκόπησον σὺ Ἀρσενίῳ Δέσποινα ἡμᾶς τοὺς δούλους Σου, τοὺς ταπεινοὺς καὶ πτωχούς, καὶ σπεῦσον Σῇ χάριτι, πολλοὺς ἐκ θλίψεων, τοῦ ἀλάστορος, καὶ τῶν δαιμόνων τάχιστα, ἐξαρπάσαι Θεοτόκε.




ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Νέμεις ὡς φιλάνθρωπος θεόφρον, Μοναῖς Ἀθωνιτῶν, πολλὰ δωρήματα, καὶ Δουσίκου δέδωκας, δῶρα ἀξιότιμα, καὶ τοῦ Σινᾶ ἐπλούτισας, Μονὴν Ἀρσένιε, τοῖς πράγμασι πολλῶν ἀναγκαίων· ὅθεν σε τιμῶμεν, ἀξίως Ἱεράρχα.
ασαι Ἀρσένιε παμμάκαρ, νοός μου ἐπαναστάσεις ταῖς πρεσβείαις σου, σὺ γὰρ ὡς διδάσκαλος, πάλαι διεφώτισας, ἐν τῇ Ῥωσσίᾳ κάλλιστα, λαὸν φιλόχριστον, ἀπάτης τοῦ ἐχθροῦ ἀποστῆναι, καὶ ἀπὸ καρδίας, Χριστῷ ἀκκολουθῆσαι.
λος σεαυτὸν τῷ σῷ Δεσπότῃ, ἀνέθηκας Ἀρσένιε πανθαύμαστε· ὅθεν καὶ ἐμίσησας, κόσμου τὸ δοξάριον, καὶ ἀνδρικῶς ἐχώρησας, πρὸς τὰ σκηνώματα, Δουσίκου, τῆς Μονῆς τῆς παγκάλου, καὶ τὸ θεῖον σχῆμα, ἀξίως ἐνεδύθης.
Θεοτοκίον.
ψωσον Παρθένε Θεοτόκε, τὰς χεῖρας ὑπὲρ ἡμῶν τῶν δοξαζόντων Σε, πρὸς τὸν πανοικτίρμονα, καὶ Υἱόν Σου πάντοτε, ὅπως ῥυσθῶμεν ἅπαντες, ἐκ τῶν κακώσεων, ἐχθροῦ, τοῦ πτερνιστοῦ καὶ δολίου, καὶ παντοίας νόσου, σαρκὸς τῆς πολυμόχθου.

ᾨδὴ θ’. Ἅπας γηγενής.
να τὸν λαόν, φωτίσῃς Ἀρσένιε, αὐγαῖς τῆς πίστεως, πάντα καθυπέμεινας, πτωχείαν κόπους πολλοὺς καὶ δάκρυα, καὶ ὡς ὁ Παῦλος Ἅγιε, Χριστοῦ Ἐπίσκοπε, Ἐλασσῶνα καὶ Ῥωσσίαν ἔπλησας, διδαχῶν καὶ δογμάτων τῆς χάριτος.
ς ὁ τοῦ Χριστοῦ, Ἀπόστολος ἔδραμες, Πάτερ Ἀρσένιε, πρὸς Ῥωσσίαν Ὅσιε, εὐαγγελίσασθαι πλῆθος ἄπειρον, τῆς Ὀρθοδόξου πίστεως, τὰ θεῖα ῥήματα, καὶ ἁγνοίας θεοφόρε σφάλματα, θεραπεῦσαι σοφαῖς ὑποθήκαις σου.
πανσθενουργός, Ἀρσένιε δύναμις, τοῦ Παντοκράτορος, θαυμαστῶς ἐστήριξας, ἐν Ἐλασσῶνι τὸ θεῖον ἔργον σου, καὶ ἐν Ῥωσσίᾳ Ἅγιε, Χριστοῦ Ἐπίσκοπε, καταστρέφων τοῦ σατᾶν ἐπίνοιαν, καὶ βροτῶν κακοτρόπων ἐνέργειαν.
Θεοτοκίον.
Λύσον ταῖς λιταῖς, παρθένε πανάμωμε, πάσης στενώσεως, ταραχῆς τοῦ δράκοντος, ἀῤῥωστημάτων ψυχῆς καὶ σώματος, καὶ φοβιῶν πανύμνητε, καὶ περιστάσεων, ἀδοκήτων τὸν λαόν Σου ἅπαντα, τὸν τιμῶντα ἀεί Σε καὶ μέλποντα.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀρσένιε Ἐπίσκοπε, λαμπρῶς πανηγυρίζομεν, ἐν Ἐλασσῶνι σὴν μνήμην, τιμῶντες τὴν βιοτήν σου, καὶ μέλπομεν τῆς πίστεως, τῆς σῆς τὸ ζέον Ἅγιε, παιδείας σου ἀκρίβειαν, καὶ ἐξαιτοῦμεν λιταῖς σου, ὑπὲρ ἡμῶν πρὸς Δεσπότην.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεόφρον Ἀρσένιε, τῆς Ἐλασσῶνος ποιμήν, καὶ Ῥωσσίας διδάσκαλος, ἐπιπνοίᾳ Πνεύματος, ἐπαξίως γεγένησαι, καὶ ὡς ὁ λύχνος ἐπὶ τὸ μόδιον, οὕτως ἐτέθης ἐν μέσοις ἔτεσιν· ὦ τῶν χαρίτων σου, Ἱεράρχα Ἅγιε δι’ ὧν λαόν, τῆς σῆς ποίμνης ἅπαντα, ἐποδηγέτησας.

Πάτερ, παμμάκαρ Ἀρσένιε, στόμα Χριστοῦ γεγονώς, Ἐκκλησίας τὰ δόγματα, τὰ σεπτὰ τοῖς μέροψιν, ἀγνοοῦσιν ἐκήρυξας, ἐν Ἐλασσῶνι καὶ ἄλλοις μέρεσι, καὶ τῶν λατίνων τὰ φληναφήματα, καὶ κινδυνεύματα, τῆς οὐνίας ἔστησας τὰ χαλεπά, ὡς σοφὸς Ἐπίσκοπος, καὶ κῆρυξ ἄριστος.

Πάτερ, τρισμάκαρ Ἀρσένιε, ἀκτημοσύνην φιλῶν, τὰ γεώδη καὶ ῥέοντα, σταθηρῶς ἐμίσησας, καὶ πτωχείαν ἠγάπησας· διὸ Δουσίκου τὴν Μάνδραν ἔθρεψας, καὶ πλείστας ἄλλας Μονὰς δωρήμασι, τοῖς εἰκονίσμασι, καὶ χρημάτων χεύμασιν, ὡς ποταμὸς παροχῶν καὶ δόσεων, ὁ ἀνεπίσχετος.

Πάτερ, Ἀρσένιε Ἅγιε, Ἀρχιερέων στολήν, καὶ Χριστοῦ τὸ ὠμόφορον, καὶ παντὸς κλεΐσματος, ἐνδυθεὶς κατελάμπρυνας, τῆς Ἐλασσῶνος ὄντως Μητρόπολιν, ποιμαντικαῖς σου φροντῖσι πάντιμε· ὦ τῶν ἀγώνων σου, καὶ πολλῆς συνέσεως· δι’ ὧν σεμνέ, τὴν λαχοῦσαν ποίμνην σου, πάλαι ἐποίμανας.

Δόξα. Ἦχος πλ. α΄.
Ἅγιε Πάτερ, ἐν τοῖς μέσοις χρόνοις ἐξήστραψας, ἀλλ’ ἐπ’ ἐσχάτων, λαμπρῶς τιμῶμεν τὴν μνήμην σου. Τὴν γὰρ μετ’ ἐπιστήμης, ποιμαντορίαν σου ἐν Ἐλασσῶνι, καὶ ἐν διαφόροις τῆς Ῥωσσίας τόποις, θαυμάζοντες ὁλοκαρδίως λέγομεν· Ἀρσένιε Ἱεράρχα, ποιμάντωρ θεόσοφε, τῆς Ἐκκλησίας κόσμε, ἀσκήσεως ἐραστά, ἐλεημοσύνης συνέμπορε, παιδείας τῆς ἀληθοῦς κάτοχε, τῶν Ὀρθοδόξων προστάτα, διηνεκῶς ἱκέτευε, ὑπὲρ τῆς ἐπισκοπῆς σου καὶ τοῦ λαοῦ ταύτης, εὐχαῖς καὶ πρεσβείαις σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἐλασσῶνος ὁ θησαυρός, καὶ τῆς Ἐλασσῶνος Ἀρχιθύτης περιφανής· χαίροις Σουσδαλίου, τὸ σέμνωμα καὶ κλέος, Ἀρσένιε παμμάκαρ, πιστῶν τὸ καύχημα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου