Σάββατο 1 Σεπτεμβρίου 2018

ΑΠΡΙΛΙΟΣ 24. ΟΣΙΑ ΕΛΙΣΑΒΕΤ ΑΚΟΛΟΥΘΙΑ





ΚΔ´ ΑΠΡΙΛΙΟΥ

ΟΣΙΑ ΕΛΙΣΑΒΕΤ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Νηστείᾳ κακοπαθείᾳ δακρύων χεύμασι, καὶ χαμευνίᾳ ἄκρᾳ, Ἐλισάβετ φωσφόρε, δολίου ἀπετάξω τὰς μηχανάς, καὶ τοῦ κόσμου τερπνότητα· διὸ τανῦν ἐπαγέλλῃ ἐν οὐρανοῖς, σὺν Κυρίῳ, τῷ Νυμφίῳ σου.

 

Ὑπομονῇ σου ἀτρέπτῳ, καὶ τελειότητι, ἠθῶν ἐχθρὸν καθεῖλες, τὸν πλανεύοντα κόσμον, καὶ ὤφθης ἐναρέτου βίου κανών, Ἐλισάβετ ἀσκήτρια· διὸ καὶ βρύειν ἰάσεις παντοδαπάς, ἠξιώθης τοῖς τιμῶσί σε.

 

Τῷ Ἰησοῦ νυμφευθεῖσα, δι᾿ ἐνασκήσεως, ὑπέταξας τὴν σάρκα, τῇ ψυχῇ καὶ παρθένος, ἐδείχθης σεμνοτάτη Μῆτερ κλυτή, Ἐλισάβετ ἡ ἄφθαρτον, ἀκτημοσύνης χιτῶνα καὶ ἀρετῆς, πολυτίμητον ὑφάνασα.

 

Ὡς μονοχίτων ἐβίως,καὶ ἀνυπόδητος, τρισμάκαρ Ἐλισάβετ, εὐθαλέστατον δένδρον ὁσίων στεῤῥοψύχων ἀσκητριῶν, ἡ παθῶν ῥίζας τέμνουσα ἀδιαλείπτῳ δεήσει καρδιακῇ πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον.

 

Δόξα. Ἦχος β´.

Ὁσία Μῆτερ, ἀπετάξω πᾶν γεηρὸν φρόνημα ζητοῦσα τοῦ κάλλους ἀπολαῦσαι τῆς ἀφθίτου μακαριότητος· μονοχίτων οὖν καὶ ἀδυπόδητος διελθοῦσα τὸν βίον χρυσοΰφαντον ἐνεδύσω χιτῶνα ἐνώπιον τοῦ Κυρίου· Αὐτοῦ ὅθεν τῆς ὡραιότητος τρυφῶσα, Ἐλισάβετ παναοίδιμε, αἴτει δοῦναι πᾶσιν ἡμῖν βίου διόρθωσιν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Στήλη ἀσκητριῶν, τρισμάκαρ Ἐλισάβετ, καὶ τεῖχος ἐγκρατείας ἐπώφθης· ὅθεν πάντες τὴν μνήμην σου γεραίρομεν.

 

Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Λάμψασα ἀρεταῖς ἀμέμπτου πολιτείας καὶ κακουχίαις πλείσταις τοῦ πλάνου, Ἐλισάβετ, ἀπάτης ζόφον ἔλυσας.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Χαῖρε τῆς προσευχῆς ἀσύλητον ταμεῖον, Ὁσία Ἐλισάβετ, σκληραγωγίας βάθρον καὶ ἀπαθείας κόσμημα.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ὑπεραγία, λιταῖς τῆς Ἐλισάβετ ἁγίασον τοὺς δούλους Σου.

Καὶ νῦν. Θεοτοκίον.

Ὄχημα εὐπρεπὲς τοῦ νοητοῦ Ἡλίου, Χριστοῦ τοῦ Φωτοδότου, Πανάχραντε, σοὺς δούλους φωτὶ ἀδύτῳ αὔγασον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Θαυμαστῶς μονοχίτων καὶ γυμνόπους τὸν βίον σου διελθοῦσα ὕφηνας χλαῖναν σῆς ψυχῆς πολυτίμητον νηστείᾳ δὲ μαράνασα ὁρμὰς ἀλήκτων ἐνεπλήσθης ἀγαθῶν καὶ ἰάσεις ἠξιώθης παρέχειν, Ἐλισάβετ, τοῖς κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. δ'. Οἱ Μάρτυρές σου Κύριε

Τοῖς πόνοις τοῖς ἀσκήσεως, ἐγκαρτερήσασα, ἐδέξω χάριν, ψυχῶν νοσήματα καὶ τῶν σωμάτων, Μῆτερ σεμνὴ ἀποσοβεῖν, πνεύματα διώκειν θείῳ Πνεύματι, πάντων τῶν ἐν θλίψεσι προΐστασθαι. Διὸ ταῖς, σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος.

Ἡ κόνις τῶν λειψάνων σου, τυφλοῖς ἀνάβλεψιν ἀναπηγάζει, καὶ πᾶσιν ἴασιν τοῖς ἀσθενοῦσι, καὶ προσπελάζουσι πιστῶς, καὶ ἐξαιτουμένοις σε βοήθειαν, Μῆτερ Ἐλισάβετ ἀξιάγαστε. Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος.

Συμπάθειαν ἐξήσκησας, πίστιν Ὀρθόδοξον καὶ τὴν ἀγάπην, τὴν πρὸς τὸν Κύριον καὶ τὸν πλησίον, θεομακάριστε σεμνή· ὅθεν θεία χάρις σοι τοῦ Πνεύματος, Μῆτερ Ἐλισάβετ ἀνεπαύσατο. Διὸ ταῖς σαῖς πρεσβείαις, δίδου ἡμῖν εἰρήνην, ῥῶσιν καὶ ἔλεος.

 

Ἕτερα. Ἦχος α´. Πανεύφημοι μάρτυρες.

Ἀμνάς, Ἐλισάβετ, τοῦ Χριστοῦ εὐπρεπὴς καὶ ἄμωμος ὀφθεῖσα βίον διήνυσας σοῦ τὸν ἐπίγειον ἐν χρηστοηθείᾳ, ταπεινώσει, δάκρυσιν, ἀσκήσεσι συντόνοις, δεήσεσι καὶ τοῦ σαρκίου σου κατατήξει, χαριτόβρυτε ἰαμάτων πηγὴ ἀδαπάνητε.

 

Βλαστὲ Ἡρακλείας εὐθαλές, τῆς ἐν Θράκῃ, σύλλογον τῶν Χριστωνύμων κατηύφρανας τῇ εὐωδίᾳ σου τῶν κατορθωμάτων καὶ τῶν θαυμασίων σου, λευκάνθεμον Χριστοῦ θείας πίστεως καὶ ἴον εὔοσμον ἐγρηγόρσεως καὶ νήψεως, Ἐλισάβετ, Ὁσίων ἀγλάϊσμα.

 

Γυμνόπους διῆλθες ἐπὶ γῆς βίον σου τὸν πρόσκαιρον καὶ μονοχίτων, ἀσκήσεως ἄκρας ὑπόδειγμα, κεχαριτωμένη Ἐλισάβετ, πρότυπον ἀνδρείων γυναικῶν καὶ ἀείῤῥυτον ῥεῖθρον ἰάσεων, ἡ θεόθεν χάριν ἄφθονον εἰληφυῖα θαυμάτων, ἀοίδιμε.

 

 

Δόξα. Ἦχος πλ. β´.

Τὴν ἀμέμπτῳ πολιτείᾳ καὶ συντόνῳ ἀσκήσει τὰς ἀπαρχὰς τῶν αἰωνίων ἀγαθῶν γεωργήσασαν, Ἐλισάβετ τὴν Ὁσίαν, τιμήσωμεν οὕτω λέγοντες· Τῷ ἀρότρῳ σῶν πρὸς Κύριον δεήσεων γεώργησον ἡμῶν τὰς καρδίας πρὸς πολύχουν ἄσταχυν ἀρετῆς καὶ νήψεως, τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα´ 10 31 )

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σαφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α´ 1 10 )

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 1 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα Ἦχος α´.

Εὐφραίνου ἐν Κυρίῳ φιλοσίων ὁ σύλλογος μεγαλύνων τὰ σκάμματα Ἐλισάβετ, τῆς θεόφρονος ἀσκητρίας καὶ αὐτῆς ἑορτάζων τὴν ἐτησίαν πανήγυριν οὕτω ψάλλε· Ἡ ἐκ νεότητος Χριστοῦ τὰς ἐντολὰς τηρήσασα καὶ Αὐτῷ εὐαρεστήσασα πόνοις συντόνου ἀσκήσεως, ῥῦσαι ἡμᾶς πειρασμῶν καὶ κινδύνων εὐχαῖς σου ἀδιαλείπτοις πρὸς Νυμφίον σου τὸν ἐπουράνιον.

 

Ἦχος β´.

Τὸ τῆς ἐκλογῆς σκεῦος καὶ θεϊκῆς ἐπαγγελίας δῶρον, ἀσκήσει συντόνῳ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀξιωθεῖσαν, Ἐλισάβετ, τὴν θεόλεκτον ἀσκήτριαν, εὐφημήσωμεν ἐν κατανύξει αὐτῇ κραυγάζοντες· Ἡ ἀναβᾶσα τὴν κλίμακα τῶν ἀρετῶν παιδιόθεν καὶ καταντήσασα εἰς τὴν θέωσιν, δεῖξον ἡμῖν τὴν σῴζουσαν τρίβον καὶ αὐτὴν ἀξίωσον ἡμᾶς διανῦσαι τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

 

 

 

Ἦχος γ´.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία κατεκοσμήθη σοῖς ἤθεσι καὶ ἀμέμπτῳ πολιτείᾳ σου, Ἐλισάβετ πανύμνητε· σὺ γὰρ ὁλοσχερῶς ἑαυτὴν Χριστῷ ἀφιερώσασα ὑπερεφρόνησας τῶν τοῦ κόσμου γεηρῶν καὶ ἡδέων καὶ τοῦ κάλλους τῆς σῆς νεότητος· ὅθεν τῆς οὐρανίου ἀξιωθεῖσα ἀπολαῦσαι παστάδος τῷ σῷ Νυμφίῳ ἐκτενῶς πρεσβεύεις ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος δ´.

Ὁλικῶς Χριστὸν ἐν βίῳ ἀτενίζουσα καὶ παρορῶσα πᾶσαν βροτείαν τερπνότητα ὡδήγησας τὰ βήματά σου διὰ παννύχων στάσεων εἰς σωτηρίαν, Ἐλισάβετ τρισμακάριστε· ὅθεν τὴν μνήμην σου ἀξιοχρέως ἑορτάζοντες καὶ μιμούμενοι τὰ τῆς σῆς ἀσκήσεως κατορθώματα Χριστὸν δοξάζομεν τὸν σὲ δυναμώσαντα καὶ παρέχοντα πᾶσιν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις, ἀσκητικῶν.

Χαίροις, κοσμῆτορ ἀσκητριῶν, Ὁσίων πάντων γυναικῶν ἐγκαλλώπισμα, ὁ γόνος τῆς Ἡρακλείας, τῆς Θράκης θεῖος βλαστός, τὸ τῆς εὐσεβείας περιτείχισμα, ἁγνείας θησαύρισμα, ἐγκρατείας ὀχύρωμα, σκληραγωγίας τῆς σαρκὸς σεμνολόγημα καὶ βιώσεως ἀκραιφνοῦς ἐνδιαίτημα· Μῆτερ πνευματοφόρητε, συνέσεως μέλαθρον καὶ ταπεινώσεως βάθρον, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου κατάπεμψον πᾶσιν οἰκτιρμοὺς τοῦ σοῦ Νυμφίου καὶ μέγα ἔλεος.

 

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαίροις, γυμνόπους ὡς ἀληθῶς καὶ μονοχίτων ἡ τὸν βίον τελέσασα, πανένδοξε Ἐλισάβετ, ἀσκητριῶν καλλονή, νύμφη τοῦ Ὑψίστου πανσεβάσμιε, ἐκ χρόνων νεότητος πόθῳ ἀφιερώσασα ἔφεσιν ὅλην τῆς ψυχῆς σου τῷ Κτίσαντι, πᾶσι νέμοντι εἰς Αὐτὸν τοῖς πιστεύουσι στέφη τῆς ἀφθαρτότητος· διὸ καὶ ἠξίωσαι συγχαίρειν δήμοις Ἀγγέλων καὶ καθορᾶν τὸ ἀμήχανον Νυμφίου σου κάλλος τοῦ προσώπου ἐν τοῖς δόμοις ἀϊδιότητος.

 

 

 

 

 

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Δεῦτε τῶν φιλοσίων χοροὶ μνήμην πανσέμνου Ἐλισάβετ τιμήσωμεν, ἣν ἔδειξε Θεία Χάρις πηγὴν θαυμάτων πολλῶν, φρέαρ ἰαμάτων ἀκεσώδυνον καὶ κρήνην ἀκένωτον ἐναργοῦς ἀντιλήψεως πρὸς τρυχομένους, θλιβομένους καὶ κάμνοντας καὶ βοήσωμεν ἐκ μυχίων· Ἀσκήτρια πάνσοφε, ἡ μισήσασα τοῦ βίου τὰ ῥέοντα καὶ τὰ φθαρτὰ ὡς σκιώδη, μὴ διαλείπῃς πρεσβεύουσα Χριστοῦ δοῦναι πᾶσι σθένος ἔνεδρα πατῆσαι τοῦ παναλάστορος.

 

Δόξα. Ἦχος πλ. δ´.

Τὴν ἀπαρνηθεῖσαν παιδιόθεν πᾶν βρότειον φρόνημα καὶ Χριστῷ ἑαυτὴν ὁλοθύμως ἀφιερώσασαν, Ἐλισάβετ, τιμήσωμεν, τὴν ἰσάγγελον ἀσκήτριαν, ἐν κατανύξει κραυγάζοντες· Ἀμνὰς εὐπρεπεστάτη τοῦ Ἀρχιποίμενος Λόγου τοῦ Ὑψίστου, τήρησον ἡμᾶς ἀσινεῖς ἐν τῇ ἀγέλῃ τῆς πίστεως καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου τὰς ψυχὰς τῶν εὐλαβῶς ἐκτελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Θαυμαστῶς μονοχίτων καὶ γυμνόπους τὸν βίον σου διελθοῦσα ὕφηνας χλαῖναν σῆς ψυχῆς πολυτίμητον νηστείᾳ δὲ μαράνασα ὁρμὰς ἀλήκτων ἐνεπλήσθης ἀγαθῶν καὶ ἰάσεις ἠξιώθης παρέχειν, Ἐλισάβετ, τοῖς κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ δὲ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.

Ἐξέστησαν χοροὶ οὐρανίων ταγμάτων ὁρῶντες τὴν φαιδρὰν ἐν Χριστῷ βιοτήν σου καὶ τὰ κατορθώματα τῆς στεῤῥᾶς σου ἀσκήσεως, νύμφη πάγκαλε τοῦ Λυτρωτοῦ, Ἐλισάβετ, καὶ γηθόμενοι εἰσήγαγόν σε εἰς πόλιν τῆς ἄνω λαμπρότητος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β´. Στιχολογίαν Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Μονοχίτων ἐπὶ γῆς καὶ ἀνυπόδητος, κλεινὴ Ἐλισάβετ, εὐλαβῶς ἐβίως ᾄδουσα Χριστὸν καὶ κακουχίαις λαμπρύνασα τὴν ψυχήν σου ἤστραψας βολαῖς παντοειδῶν ἀρετῶν καὶ ἀσκητριῶν ηὔγασας θείους χορούς· διὸ ψαλμοῖς καὶ ᾄσμασιν ἀνευφημοῦμεν τὴν πάντιμον μνήμην σου, ἀμνὰς Κυρίου πεφιλημένη καὶ ἀζύγων ὡράϊσμα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Τὴν ἀνυπόδητον καὶ μονοχίτωνα ὁσίαν μέλψωμεν ὡς νύμφην πάγκαλον τοῦ Θεανθρώπου Ἰησοῦ εὐσχήμοσι μελῳδίαις, Ἡρακλείας βλάστημα, Ἐκκλησίας κιννάμωμον καὶ ἡδύπνουν κύμινον ἀπαθείας καὶ νήψεως ψυχῆς ἐν κατανύξει βοῶντες· Χαίροις, τρισμάκαρ Ἐλισάβετ.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν´ Ψαλμός.

Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β´

Δεῦτε, φιλοσίων οἱ δῆμοι τιμήσωμεν Ἐλισάβετ, τὴν θεαυγεστάτην ἀσκήτριαν, δαψιλῶς οὐρανόθεν λαβοῦσαν τὴν χάριν τῶν ἰάσεων ἐν εὐλαβείᾳ κραυγάζοντες· Ἡ ἰσαγγέλως πολιτευσαμένη καὶ ἀξιωθεῖσα Ἀγγέλοις συναγάλλεσθαι, εὐλόγει καὶ ἁγίαζε τοὺς τιμῶντας τὴν μνήμην σου.

 

Εἶτα ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τῆς Ὁσίας. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ

Ταῖς τῶν παθῶν με τρικυμίαις πάντοθεν περικυκλούμενον, καὶ λογισμῶν σάλῳ, τὴν ψυχὴν δονούμενον, ἐπὶ λιμένα εὔδιον, τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαῖς σου κυβέρνησον, ὅπως Ἐλισάβετ ὑμνήσω σε.

Παρθενικαῖς ἠγλαϊσμένη χάρισι θεομακάριστε, τῷ καθαρῷ Λόγῳ, ἐνυμφεύθης ἔνδοξε, ἐκ βρέφους δι' ἀσκήσεως, καὶ αὐτοῦ ζωηφόροις, ἐπηκολούθησας ἴχνεσι, νέκρωσιν παθῶν περιφέρουσα.

Ἀποῤῥαγεῖσα τῆς τοῦ κόσμου σχέσεως, καὶ κολληθεῖσα σεμνή, τῷ τοῦ Χριστοῦ πόθῳ, τῆς σαρκὸς τὸ φρόνημα, διὰ νηστείας ἔτηξας, ἀρεταῖς δὲ καὶ πόνοις, καὶ προσευχαῖς καρτερήσασα, θαύματα τελεῖν κατηξίωσαι.

Θεοτοκίον.

Σὲ τὴν τεκοῦσαν ὑπὲρ νοῦν πανάμωμε τὸν ἀδιαίρετον, Θεοῦ Πατρὸς Λόγον, διαπύρῳ ἔρωτι, ποθοῦσα ἡ ἀοίδιμος, Ἐλισάβετ δοχεῖον, Ἁγίου Πνεύματος γέγονε, θείαις ἀρεταῖς διαλάμπουσα.

 

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος

Οὐρανίους θαλάμους φωτοειδεῖς ᾤκησας, νύμφη ἐκλεκτὴ γενομένη τοῦ Παντοκράτορος, καὶ τῶν ἰάσεων, τοὺς ποταμοὺς διεκβλύζεις, παθημάτων ῥεύματα, ἀποξηραίνοντας.

Τὸν Ἠλίαν ζηλοῦσα καὶ Μωϋσῆν πάνσεμνε, μήκει ἡμερῶν ὡς ἐκεῖνοι, νηστείαν ἤνυσας, ἄρτον οὐράνιον, θεωριῶν σοφωτάτων, δεχομένη Χάριτι, τοῦ θείου Πνεύματος.

Ἀποκάλυψις θεία τῇ σῇ μητρὶ δέδοται, πρὸ τῆς σῆς συλλήψεως κόρη, τῆς ἐσομένης σοι, τῷ θείῳ Πνεύματι, δι' ἀρετῆς πολιτείας, Ἐλισάβετ ἔνδοξε, καὶ τῆς λαμπρότητος.

Θεοτοκίον.

Παρθενίας σε μόνη τὸ καθαρὸν τέμενος, ἡ πανευκλεὴς Ἐλισάβετ, πίστει ποθήσασα, χαίρει πανάμωμε, τῷ σῷ Υἱῷ προσαχθεῖσα, εὐσεβῶς ὀπίσω σου ἀκολουθήσασα.

 

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως

Πόνους ἤνεγκας, τῆς ἐγκρατείας, χάριν εἴληφας, τῆς ἀπαθείας, καὶ ἰαμάτων Ἐλισάβετ θεόπνευστε, τοῦ θεραπεύειν παντοῖα νοσήματα, καὶ ἀπελαύνειν δαιμόνων ἐνέργειαν· ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε

Ὄφιν δεινόν, δράκοντα σὺ ἐθανάτωσας, προσευχῇ σου, πρότερον συντρίψασα, τοῦ πονηροῦ, πάσας μηχανάς, θείᾳ δυναστείᾳ, καὶ τοῦτον εἰς βρῶσιν δέδωκας, θηρίων Ἐλισάβετ, καὶ παντοίων ὀρνέων, τὸν τῶν ὅλων Δεσπότην δοξάζουσα.

Θείων ἀνδρῶν, τρόπους ζηλοῦσα διήνυσας, θείῳ σθένει, τεσσαρακονθήμερον, Μῆτερ σεμνή, βρώσεως τινός, μὴ μεταλαβοῦσα, ἀλλ' ἄσιτος διαρκέσασα, σαρκὸς ἐπαναστάσεις, θανατοῦσα πανσόφως, καὶ ζωοῦσα τὸ πνεῦμα θεόπνευστε.

Θεοτοκίον.

Μόνη Θεόν, φέρεις ἐν μήτρᾳ σαρκούμενον, τὸν τὸ εἶναι πᾶσι παρεχόμενον, ὃν ἐπεπόθησεν ἐκ ψυχῆς, τούτῳ μνηστευθεῖσα, ἡ Ἐλισάβετ ἐν Πνεύματι, Παρθένε Θεοτόκε, τῶν Ἀγγέλων τὸ θαῦμα, καὶ δαιμόνων τὸ τραῦμα πανθαύμαστε.

 

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω

Ἀπεξήρανας ῥεῖθρα, τὰ τῆς ἁμαρτίας δακρύων προσχύσεσι· καὶ αἱμάτων ῥύσιν, πολυχρόνιον ἔστησας χάριτι, εὐλαβῶν γυναίων, προσελθουσῶν σοι διαφόρως, Ἐλισάβετ Ὁσία πανεύφημε.

Ἐπὶ πλείονας χρόνους, ἄρτου τὴν μετάληψιν ἠρνήσω ἔνδοξε, ἐγκρατείας πόνοις, τὴν ψυχὴν εὐσεβῶς ἐκκαθαίρουσα, καὶ τὴν ἀσαρκίαν τῶν Ἀσωμάτων προσκτωμένη, Ἐλισάβετ Ὁσίων τὸ καύχημα.

Ὁλοτρόπως Κυρίῳ, πᾶσαν τὴν διάνοιαν ἀναθεμένη σου, ὀφθαλμοὺς νοὸς μέν, καὶ καρδίας αὐτῷ ἐνητένιζες, ἐν τρισὶ δὲ χρόνοις, τὸν οὐρανὸν οὐκ ἐθεάσω, ἀλλὰ γῆν ὡς ἐκ γῆς θεοδόξαστε.

Θεοτοκίον.

Ὑπερτέρα τῶν ἄνω, πέφυκας Δυνάμεων, Λόγον κυήσασα, τοῦ Πατρὸς Παρθένε, τὸν συνάναρχον καὶ συναΐδιον, οὗ ταῖς φρυκτωρίαις, ἡ θεοφόρος αὐγασθεῖσα, τῶν παθῶν τὴν ὁμίχλην διέλυσεν.

ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτὴρ

Τὸν ἔλεον τοῦ Θεοῦ, ἀσκητικῶς ἐπισπάσασθαι, ἐπιποθοῦσα σεμνή, ἐλαίου μετάληψιν, ἐκ βρέφους ἐξέκλινας, ἱλαρυνομένη, ταῖς τῶν πόνων ἐπιδόσεσιν.

Ὁ βίος σου φωταυγής, ταῖς ἀρεταῖς κεκαλλώπισται, ἡ κοίμησις ἱερῶς, τοῖς θαύμασιν ἤστραψε, διώκουσα δαίμονας, καὶ παθῶν χειμῶνα, θείᾳ χάριτι σκεδάζουσα.

Τῷ κρύει καὶ παγετῷ, σαρκὸς γυμνώσει πυκτεύουσα, ἡλίου καῦσιν στεῤῥῶς, ὑπέφερες στέργουσα, Ἐλισάβετ ἔνδοξε, πρὸς τὴν ἄνω θάλψιν, τὰς ἐλπίδας ἐπερείδουσα.

Θεοτοκίον.

Συνέλαβες ἐν γαστρί, τὸν Προαιώνιον ἄχραντε, καὶ τέτοκας ἐν σαρκί, τὸν φύσει ἀσώματον, καὶ γάλακτι ἔθρεψας, τὸν τροφέα πάντων, Θεομῆτορ ἀπειρόγαμε.

 

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.

Τῆς ἐκλογῆς τὸ θεῖον σκεῦος εὐφημήσωμεν ὡς ἀρετῶν παντοίων ὄλβον πολυτίμητον, Ἐλισάβετ τὴν Ὁσίαν, ψαλμοῖς καὶ ὕμνοις ἀνυπόδητον σαφῶς καὶ μονοχίτωνα διελθοῦσαν βίον γήϊνον κραυγάζοντες μετὰ πίστεως· Χαίροις, Μῆτερ ἀοίδιμε.

Ὁ Οἶκος.

Ἄγγελοι, Ἐλισάβετ, τοὺς σεπτούς σου ἀγῶνας ἐθαύμασαν , ἀσκήτρια σῶφρον, καὶ βροτῶν οἱ χοροὶ σὴν πληθὺν τῶν θαυμάτων, μῆτερ θεία, θεώμενοι ἐν κατανύξει ἔψαλλον καὶ πίστει σοι ἐβόων ταῦτα·

Χαῖρε, ἀσκήσεως ἡ κινύρα·

χαῖρε, συνέσεως ἡ κιθάρα.

Χαῖρε, παρθενίας σεπτὸν ἐνδιαίτημα·

χαῖρε, ἐγκρατείας μυρίπνοον ἄνθισμα.

Χαῖρε, ὅτι ἀνυπόδητος ἐπορεύθης ἐπὶ γῆς·

χαῖρε, ὅτι στῦλος σώφρονος πέφηνας διαγωγῆς.

Χαῖρε, σκεῦος χαρίτων διαυγὲς οὐρανίων·

χαῖρε, λύχνος θαυμάτων παμφαὴς ξενοτρόπων.

Χαῖρε, Χριστῷ ἡ εὐαρεστήσασα·

χαῖρε, Αὐτοῦ τὴν εὔκλειαν δείξασα.

Χαῖρε, πιστῶν ἀκλινὴς ἀντιλήπτωρ·

χαῖρε, ἡμῶν ἐν κινδύνοις συλλήπτωρ.

Χαίροις, Μῆτερ ἀοίδιμε.

 

Συναξάριον

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ´. Παῖδες Ἑβραίων

Γνώμην φιλόθεον ἐκτήσω· μετ' Ἀγγέλων γὰρ Ἁγνὴ ἐβιοτεύσω, ἀγρυπνοῦσα θερμῶς, καὶ ψάλλουσα προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Χεῖρα προτείνεις συμπαθείας, καὶ παρέλεις τὴν ὑγείαν τῷ λειψάνῳ, τοῖς προστρέχουσι σῷ, καὶ πίστει προσιοῦσι, μοναζουσῶν τὸ στήριγμα, Ἐλισάβετ θεοφόρε.

Θαύματα μέγιστα τελοῦσα, καὶ θεράπαινα δειχθεῖσα τοῦ Κυρίου, Ἐλισάβετ σεμνή, πρὸς τοῦτον νῦν μετέστης, σὺν τοῖς Ὁσίοις ψάλλουσα, ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἴδε τὴν θλῖψίν μου Παρθένε, ἣν ἐπήγαγε τὸ πλῆθος τῶν κακῶν μου, καὶ γεέννης πυρός, ἐξάρπασον βοῶντα· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

 

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον

Οἱ τῇ σορῷ πελάζοντες, τῶν λειψάνων σου πάντοτε, πάσας τὰς αἰτήσεις, εὐσεβῶς λαμβάνουσι, Θεοῦ σε δοξάζοντος, ἀεὶ καὶ μεγαλύνοντος, τοῦ προσδεξαμένου, τούς σεπτούς σου ἀγῶνας, πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὰ τῆς καρδίας ὄμματα, φωτισθεῖσα ἐν Πνεύματι, πίστει τῷ τὴν σήν, καταλαβόντι θείαν σορόν, τὸ βλέπειν δεδώρησαι, παρὰ Χριστοῦ πλουτήσασα, τὴν τῶν ἰαμάτων, δαψιλῆ χορηγίαν, πρὸς ὃν Ὁσία κράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφανὴς ὡς ἥλιος, ἐπὶ γῆς ἀνατέταλκας, θείαις ἀρεταῖς, λαμπρυνομένη πάνσεμνε, βολίδας δὲ πέμπουσα, τῶν ἱερῶν θαυμάτων σου, ὧν οἱ μετασχόντες, Ἐλισάβετ βοῶσιν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σωματοφόρον τέτοκας, καὶ ἀγκάλαις ἐβάστασας, ἄχραντε Παρθένε, Ἰησοῦν τὸν Κύριον, τὸν πάντα βαστάζοντα, παντοδυνάμῳ νεύματι· ὅθεν ὡς Θεοῦ σε, ἀνυμνοῦμεν Μητέρα, βοῶντες, ἐν αἰνέσει· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

ᾨδὴ θ´. Ἔφριξε πᾶσα ἀκοή

Ἰδέσθαι κάλλος νοητόν, τοῦ Νυμφίου καθαρῶς ἐπεπόθησας, καὶ ποῦ κοιτάζεις; αὐτῷ ποῦ δὲ ποιμαίνεις; θερμῶς ἐκραύγαζες, ἐπαναπαύσομαι ἐν σοί, καὶ σοῦ ταῖς τερπνότησι, κατατερφθήσομαι, μεγαλύνουσα τὴν σὴν ἀγαθότητα.

Ὦ θαῦμα! πῶς μετὰ ταφήν, καὶ χρονίαν ἐν μνημείῳ κατάθεσιν, ἀδιαλώβητον, τὸ σὸν ὁρᾶται λείψανον κείμενον, χαριτωθὲν καὶ λαμπρυνθέν, σημείοις καὶ τέρασι, καὶ ἰαμάτων κρουνούς, καθ' ἑκάστην τοῖς πιστοῖς παρεχόμενον!

Σύνεσιν ἔσχες ἐν ψυχῇ, καὶ ταπείνωσιν καὶ θείαν πραότητα, πίστιν ἀνόθευτον, καὶ σὺν ἐλπίδι ἀγάπην ἔνθεον, ἐν ὁλονύκτοις προσευχαῖς, Θεῷ προσεδρεύουσα, καὶ ταῖς ἐκεῖθεν αὐγαῖς, Ἐλισάβετ λαμπομένη φαιδρότατα.

Θεοτοκίον.

Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ὑπεράγαθος, ἐλεῆμον ἀγαθὲ καὶ φιλάνθρωπε.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὴν μνήμην σου, Ἐλισάβετ, τὴν φωτοφόρον οἱ πιστοὶ ἐπιτελοῦντες ἐκθύμως ἀναβοῶμεν· Ἐκ φθορᾶς, δεινῶν καὶ βλάβης παντοίας ἡμᾶς ἐκλύτρωσαι τάχος.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Εἰς τοὺς Αἴνους.Ἦχος πλ. δ´. Ὤ, τοῦ παραδόξου θαύματος !

Μῆτερ Ἐλισάβετ, πάγκαλε περιστερὰ τοῦ Χριστοῦ, τῆς ψυχῆς διεπέτασας τὰς ἁγνάς σου πτέρυγας πρὸς θεώσεως ἄῤῥητον ὕψος· διόπερ ἐν γῇ ὡς Ἄγγελος βιωσαμένη τῷ ὄντι ἄσαρκος πάθη χαμαίζηλα καὶ ἀτάκτους, εὔφημε, ὁρμὰς σαρκὸς χαίρουσα ἐμάρανας τῇ Θείᾳ Χάριτι.

 

Μῆτερ Ἐλισάβετ, πάνσεμνε, ἀσκητικὰς ἀτραποὺς διανύσασα πρότυπον ὤφθης ταπεινώσεως, ἑκουσίων στερήσεων, χαμαικοιτίας, παννύχων στάσεων καὶ ἀσιτίας· διὸ τιμῶντές σε μνήμην σου πάνσεπτον ὕμνων ἴοις στέφομεν καὶ μελιχρῶν ἐπῳδῶν τοῖς ἄνθεσι, θεομακάριστε.

 

Μῆτερ Ἐλισάβετ, ἄσπιλε, θαυματουργεῖν ἐκ Θεοῦ δαψιλῆ χάριν εἴληφας ὡς τῆς σῆς ἀσκήσεως τῆς στεῤῥᾶς ἀντιμίσθιον· διὸ ταχέως πιστῶν οἱ σύλλογοι ἐν δυστυχίαις καὶ περιστάσεσι πλείστοις προσφεύγομεν προσευχῶν σου νάμασιν ὡς εἰς πηγὴν συμπαθείας βλύζουσαν ἡμῖν ἰάματα.

 

Μῆτερ Ἐλισάβετ, πάνσοφε, ἀπαρνηθεῖσα τερπνὰ καὶ ἡδέα ὡς ῥέοντα καὶ σποδὸν ἀνέδραμες ὑπαντῆσαι τῷ Κτίστῃ σου κακουχουμένη οὖν, θεοφόρητε, καὶ μονοχίτων τὴν σάρκα ἔτηξας καὶ εἰς τὰ δώματα οὐρανῶν εἰσέδραμες τὰ παμφαῆ λαμπροχίτων, ἄλκιμε, καὶ στέφος φέρουσα.

 

Δόξα. Ἦχος πλ. α´.

Ἀποταξαμένη τὰ τοῦ κόσμου τῷ ὡραίῳ κάλλει παρὰ πάντας βροτοὺς συνετάχθης καὶ Αὐτῷ ψυχῆς ὁλοτρόπῳ ἐφέσει ἠκολούθησας, Ἐλισάβετ πανένδοξε· καὶ νῦν τὸν ποθεινόν σου Νυμφίον καθορῶσα ἰδίοις ὄμμασιν ἐν τῇ οὐρανίῳ παστάδι χάριν εὗρες πρεσβεύειν ὑπὲρ τῶν τελούντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Κάλλος ἀκηλίδωτον τῆς ψυχῆς ἔσωσας ἀσκήσει, κακουχίᾳ καὶ προσευχῇ, Ἐλισάβετ θεία, ἀσκητριῶν ἀκρότης, τῶν ἰαμάτων ῥεῖθρα πᾶσιν ἡ βλύζουσα.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου