Κυριακή 2 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 23. ΑΓΙΟΙ ΝΕΟΙ ΙΕΡΟΜΑΡΤΥΡΕΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΥ 23!!

ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΝΕΩΝ ΙΕΡΟΜΑΡΤΥΡΩΝ ΓΕΡΑΣΙΜΟΥ ΚΡΗΤΗΣ, ΝΕΟΦΥΤΟΥ ΚΝΩΣΟΥ, ΙΩΑΚΕΙΜ ΧΕΡΡΟΝΗΣΟΥ, ΙΕΡΟΘΕΟΥ ΛΑΜΠΗΣ. ΖΑΧΑΡΙΟΥ ΣΗΤΕΙΑΣ. ΙΩΑΚΕΙΜ ΠΕΤΡΑΣ, ΓΕΡΑΣΙΜΟΥ ΡΕΘΥΜΝΗΣ, ΚΑΛΛΙΝΙΚΟΥ ΚΥΔΩΝΙΑΣ, ΜΕΛΧΙΣΕΔΕΚ ΚΙΣΣΑΜΟΥ. ΚΑΛΛΙΝΙΚΟΥ ΔΙΟΠΟΛΕΩΣ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΟΙΣ ΕΝ ΚΡΗΙΗι ΜΑΡΤΥΡΗΣΑΝΤΩΝ ΕΝ ΕΤΕΣΙΝ ͵ΑΩΚΑ´-͵ΑΩΚΒ´
(Ὑπὸ π. Εὐαγγέλου Παχυγιαννάκη & ἱερομ. Κυρίλλου Κογεράκη )


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ´ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς στρατιώτας Κυρίου καὶ Νεομάρτυρας, τοὺς θεαυγεῖς ποιμένας, τοῦ ἐν Κρήτῃ ποιμνίου, ὑμνήσωμεν ἐν ὕμνοις χαρμονικῶς, ἐξαιτοῦντες τὸ ἔλεος, τοῦ πανοικτίρμονος Λόγου ἐξ οὗ λαμπρῶς, τοὺς στεφάνους ἐκομίσαντο.

Κατατεμνόμενοι ξίφει ἀμνοὶ ὡς ἄμωμοι, ἔνδοξοι Ἱεράρχαι, θεοφόροι Λευῖται, σεπτοὶ Ἱερομόναχοι Μονασταί, εὐλαβεῖς τε Μονάζουσαι, καρποὺς ἡδεῖς Ἐκκλησία τῇ τὸν Χριστοῦ, Νεοάθλων ἐκομίσατε.

Τοῦ μυστικοῦ ἀμπελῶνος κλήματα εὔκαρπα, τῆς Ἐκκλησίας Κρήτης, ἀνεδείχθητε πάντες, Χριστοῦ Ἱερομάρτυρες εὐκλεεῖς, καὶ πανένδοξοι Νέαθλοι, ἱερωσύνης δὲ χάριν ἀθλητικοῖς, ἐκαλλύνατε ἐν αἵμασιν.

Ἐπιδρομαῖς ἀλλοθρήσκων οὐκ ἐπτοήθησαν, οἱ Κρήτης Ἱεράρχαι, ἀλλ᾿ εὐτόλμῳ καρδίᾳ, καὶ χαίροντες βασάνους ὀδυνηράς, καὶ τὸν βίαιον θάνατον, πάντες ὑπέστησαν ῥώμῃ τοῦ Ἰησοῦ, παρ᾿ οὗ γέρα ἐκομίσαντο.

 

Δόξα. Ἦχος δ´.

Ταῖς ἀρεταῖς κατηγλαϊσμένοι, Ἀρχιερεῖς Ἱερεῖς, Μονασταὶ καὶ Μιγάδες, Νεομαρτύρων ἁγίων ἡ χορεία, οἱ τῆς Κρήτης τὴν γῆν πορφυρώσαντες, ἐπαξίως συγχορεύετε, μετὰ πάντων τῶν Ἁγίων, ἐν τῇ πανδήμῳ συνάξει ὑμῶν· σήμερον γάρ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία εὐφραίνεται, ὅτι πλουτίζει ἀδιαλείπτως, τὴν ἁγιοτόκον αὐτῆς πορείαν, λελαμπρυσμένη δὲ τῷ Σωτῆρι ἀνακράζει Κύριε δόξα σοι.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄνθη Χριστοῦ τερπνά, ἱερωσύνης κλέα, ὑμῶν εὐωδέστατη, καὶ μυριπνόῳ δόξῃ, τὴν Κρήτην κατηυφράνατε.

Στίχ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Μάρτυρες τοῦ Χριστοῦ, καὶ Γένους Ἀθλοφόροι, πλειὰς ἱερωμένων, τὴν γῆν τῆς Κρήτης ὄμβροις, αἱμάτων ἐφοινίξατε.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Τὸν πάντιμον χορόν, Ἱεραρχῶν ἐνδόξων, καὶ Λευϊτῶν τιμίων, σὺν Μοναχοῖς ἀξίοις, νεάθλοις εὐφημήσωμεν.

Δόξα. Τριαδικόν.
Τριάδι τῇ σεπτῇ, παρ’ ἧς ἡ σωτηρία, ὑπὲρ ἡμῶν ἀπαύστως, μὴ παύσητε πρεσβεύειν, κλεινοὶ Ἱερομάρτυρες.

Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, ἅμα σὺν Ἱεράρχαις, τοῖς ἐν ναῷ τοῦ θείου, Μηνᾶ. σφαγιασθείσιν, ὑπὲρ ἡμῶν πρεσβεύετε.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον. Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ᾿ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ποίοις εὐφημιῶν.
Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τοὺς Ἱεράρχας; τοὺς ἐν ταῖς ἡμέραις κακώσεως, τὸν λαὸν τῆς Κρήτης στηρίξαντας, ῥάβδῳ θεαρέστου ποιμασίας· τὰ ἄνθη, τῆς εὐσεβείας τὰ μυρίπνοα, τὰ σκεύη, διδασκαλίας τὰ πολύτιμα, τοὺς μαρτυρίου τὸν δρόμον, ἐν χρόνοις ὑστέροις, διανύσαντας εὐκλεῶς, καὶ πᾶσι βραβεύοντας, πρεσβείαις αὐτῶν τὰ κρείττονα.

Ποίοις, ἀσματικοῖς μέλεσι, εὐφημήσωμεν τοὺς Ἱεράρχας; τοὺς ἡγησαμένους αἰώνιον, κέρδος τὴν Οὐσίαν τοῦ σώματος, καὶ σφαγιασθέντας ὥσπερ ἄρνας· τυράννων, τὴν κακουργίαν τοὺς αἰσχύναντας, καὶ κέρας, τῆς εὐσεβείας κραταιώσαντας τοὺς τοῦ ἐν Κρήτῃ ποιμνίου, ὁσίους ποιμένας, τοὺς θανόντας ὑπὲρ αὐτοῦ, καὶ πᾶσι νῦν βλύζοντας, χαρίτων πηγὴν ἀέναον.

Ποίοις, νικητικοῖς ἔπεσι, μακαρίσωμεν τοὺς Ἀθλοφόρους; τοὺς τρυφὰς προσκαίρους μισήσαντας, καὶ ζωὴν τὴν ἄνω ὀνήσαντας, ἄθλοις πανενδόξου μαρτυρίου ἀρδείαις, σεπτῶν αἱμάτων τοὺς λαμπρύναντας, ἐσχάτως τῆς Ἐκκλησίας τὴν εὐπρέπειαν, τοὺς εὐκλεεῖς στεφανίτας, τῆς Κρήτης τὰ κλέα, καὶ τοῦ Γένους φαιδροὺς πυρσούς, τοὺς νύκτα σκεδάσαντας, δουλείας πικρὰς τὴν σκότιον.

Ἕτερα. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Δεῦτε ἀνυμνήσωμεν, ἀγαλλιάσει καρδίας, νέφος θεοδόξαστον, τῶν Νεομαρτύρων νῦν, ὦ φιλέορτοι, ὅπερ συνέπηξαν, οἱ ἀτμοὶ αἱμάτων, Ἐπισκόπων Ἱερέων τε, οὓς ἐσφαγίασαν, στίφη τῶν ἐχθρῶν τῶν τῆς πίστεως, ὁμοῦ σὺν Μοναχοῖς σεπτοῖς, καὶ πιστοῦ λαοῦ τοῖς ἀκρέμοσιν. Οὗτοι γὰρ λαβόντες, στεφάνους τῆς ζωῆς παρὰ Χριστοῦ, ὑπὲρ ἡμῶν ἱκετεύουσι, ἵνα χάριν εὕρωμεν.

Δεύτε εὐφημήσωμεν, τὴν θαυμαστὴν συστοιχίαν, Ἐπισκόπων σήμερον, Ἐκκλησίας καύχημα τὸ περίδοξον, Κρήτης τὸν Πρόεδρον, γεραρὸν ποιμένα, τὸν πανένδοξον Γεράσιμον, Κνωσοῦ Νεόφυτον, Λάμπης τὸν σεπτὸν Ἱερόθεον, τὸ Χεῤῥονήσου σέμνωμα, τὸν Ἰωακεὶμ τὸν πανάλκιμον, σὺν τῷ Ζαχαρίᾳ, Σητείας τῷ Ἀγγέλῳ εὐλαβῶς, ὅπως αὐτῶν ταῖς δεήσεσι, θείαν χάριν εὕρωμεν.


Δεῦτε ἐπαινέσωμεν, Ἰωακεὶμ τὸν τῆς Πέτρας, τὸν σοφὸν Καλλίνικον, τὸ τῆς Διοπόλεως ἐγκαλλώπισμα, ἄλλον Καλλίνικον, τὸν τῆς Κυδωνίας, ποιμενάρχην χριστομίμητον, θεῖον Γεράσιμον, κλέος τῆς Ῥεθύμνης τὸ ἄφθιτον, καὶ τὸ Κισάμου κλέϊσμα, τὸν Μελχισεδὲκ τὸν ἀοίδιμον· σὺν τούτοις δὲ πάντας, τοὺς αἵμασιν ἀθλήσεως τὴν γῆν, τῆς Κρητονήσου φοινίξαντας, ἐν ἐσχάτοις ἔτεσι.

 

Δόξα. Ἦχος πλ. β´. Κυρίλλου Ἱερομονάχου.

Σήμερον ὡς πολύφωτος λυχνία, τῆς τῶν Κρητῶν Ἐκκλησίας τῷ πληρώματι, τῶν ἐν αὐτῇ ἐν ἔτεσιν ἐσχάτοις, ὑπὲρ τῆς πίστεως ἀθλησάντων Ἱεραρχῶν, ἡ σεβάσμια πανήγυρις ἐξέλαμψε, πιστῶν τὰς καρδίας φωτίζουσα, τῶν ἐν ὁμοφροσύνῃ βοώντων· χαίρετε ποιμένες μακάριοι, οἱ πρὸς νομὰς τῆς ἐν Χριστῷ πολιτείας, τὴν ἐκλογάδα τοῦ Τίτου ποιμάναντες, καὶ προθύμως ὑπὲρ αὐτῆς, μαρτυρίου τοῦ κρατῆρος γευσάμενοι· χαίρετε ἀήττητοι Μάρτυρες, οἱ ὡς κριοὶ ἐπίσημοι εὐσεβείας, χερσὶ τῶν ἀσεβῶν σφαγιασθέντες, καὶ τῆς ἐν Χριστῷ ἐλευθερίας τὸ ἔαρ, τῇ ποίμνῃ ὑμῶν δωροφορήσαντες· χαίρετε τῆς ἐνεγκαμένης πολιοῦχοι, καὶ ἐν σκήψεσιν ἀκαθαίρετοι πύργοι, τοῦ χριστωνύμου αὐτῆς πληρώματος. Ἀλλ᾿ ὡς χάριν παῤῥησίας εὐράμενοι, σὺν τοῖς ἐνδόξοις ὑμῶν συναθληταῖς, ἱκετεύετε ἀπαύστως τὸν Θεόν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;...

 

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.


Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.


Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ Λιτήν. Ἦχος α´. Εὐαγγέλου Ἱερέως.
Τὰ Κρητῶν φιλεόρτων συστήματα, καὶ φιλαγίων χορεῖαι, δεῦτε εὐφημήσωμεν, ἐν ᾠδαῖς πνευματικαῖς τὴν ἔνδοξον μνήμην, τῶν ἡμετέρων Νεομαρτύρων, ἐν οἷς ὡς ἀρετῆς καὶ ἀνδρείας ἀκροθίνια, δεκὰς ἱερομαρτύρων Ἐπισκόπων, Ἱερέων δέσμη ἑπτά τε καὶ δέκα, καὶ πεντὰς τοῦ ἁγιωνύμου ὄρους Μοναστῶν. Οὗτοι γὰρ θυσίαν εὐπρόσδεκτον, τὰ ἑαυτῶν προσφέροντες σώματα, καὶ τὰς ψυχὰς αὐτῶν λευκάναντες ὡς χιόνα, τοῖς οἰκείοις αἵμασι λελουσμένας, τὴν τῶν οὐρανῶν βασιλείαν ἐκληρονόμησαν, πρεσβεύουσι δὲ ἀπαύστως Χριστῷ τῷ Θεῷ, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος β´. Κυρίλλου Ἱερομονάχου.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον, τῶν εὐκλεῶν Νεομαρτύρων ὦ φιλέορτοι· δεῦτε εὐφημήσωμεν αὐτούς, διατόρως κραυγάζοντες καὶ λέγοντες· χαίρετε Ἐπισκόπων δεκάς, Ἱερέων τε δῆμος, καὶ Μοναχῶν ἰσαγγέλων σειρά, σὺν προκρίτων καὶ ἰδιωτῶν πλήθει, οἱ ἐν ἐσχάτοις ἀθλήσαντες καιροῖς, καὶ τοῦ Σωτῆρος Χριστοῦ τὸ πάθος, ἐν ἑαυτοῖς ἀναζωγραφήσαντες· οἱ τὴν ἐν Κρήτῃ ποίμνην στηρίξαντες, ὑπὲρ αὐτῆς προσκαίρου θανάτου, ὡς καρτερόψυχοι καταφρονήσαντες. Ἀλλ᾿ ὡς χάριν παῤῥησίας πλουτήσαντες, τῇ Ἁγίᾳ Τριάδι πρεσβεύετε, ἵνα ῥυσθῶμεν συμφορῶν, καὶ πάσης περιστάσεως.

Ἦχος γ΄. Εὐαγγέλου Ἱερέως.
Τρισόλβιοι ποιμένες Χριστοῦ, Ἱεροάθλων οἱ πρόκριτοι, μετὰ παῤῥησίας τὸν Χριστὸν ὁμολογήσατε, καὶ μυρίαις βασάνοις ὑπομείναντες, ὡς ἥλιοι λαμπροί, διασχίσαντες σκότια νέφη δουλείας, ταῖς τῶν ὑμετέρων αἱμάτων λαμπηδόσι, τὴν Ἐκκλησίαν τῆς Κρήτης κατελαμπρύνατε. Διὸ ἐν οὐρανοῖς σὺν Ἀγγέλοις, καὶ τοῖς ἀπ᾿ αἰῶνος Ἁγίοις συναγαλλόμενοι, ὑπὲρ ἡμῶν τοῦ Κυρίου μὴ παύσησθε δεόμενοι, ὡς μαρτυρικῆς εὐκλείας ἀξιωθέντες, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν εἰρήνην, καὶ παντὶ τῷ κόσμῳ φωτισμόν, καὶ τὸ μέγα ἔλεος.

 

Ἦχος δ´. Κυρίλλου ἱερομονάχου.

Δεῦτε σήμερον οἱ πιστοί, ἐν τῷ ναῷ τοῦ κλεινοῦ μεγαλομάρτυρος, Μηνᾶ τοῦ θαυματοβρύτορος προσέλθωμεν, τοὺς ἐν αὐτῷ εὐκλεῶς μαρτυρήσαντας, ἐν ἐγκωμίοις γεραίροντες, Γεράσιμον τὸν Κρήτης πρόεδρον, Ζαχαρίαν Ἰωακείμ, Νεόφυτον καὶ Καλλίνικον, σὺν τοῖς αὐτῶν συναθληταῖς. Οὗτοι γὰρ ἀδελφὰ συμφρονήσαντες, τοῦ μαρτυρίου τὴν ὁδὸν συνεπορεύθησαν, μηδαμῶς δειλιάσαντες, τῶν τυράννων τὸ φρύαγμα· διὸ καὶ ἐν τῷ σφαγιάζεσθαι ἀπηνῶς, ὡς ἐν ἑνὶ στόματι τῷ Κυρίῳ ἔλεγον· γενέσθω δὴ Κύριε ἡ θυσία ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, καὶ πρόσδεξαι αὐτὴν εὐμενῶς, ὡς λύτρον ὑπὲρ λαοῦ σου, βαρυαλγοῦντος τῷ τῆς δουλείας ζυγῷ. Ἀλλ᾿ ὦ Νεομάρτυρες ἔνδοξοι, τὰ τῆς Κρήτης αὐχήματα, καὶ τοῦ Γένους ἐρείσματα, ὑπὲρ ἡμῶν δυσωπεῖτε τὸν Θεόν, ἐκ πολεμίων ἐχθρῶν φυλάττειν, καὶ σώζειν ἐν τῇ πίστει ἡμᾶς, ὡς ὄντες πᾶσι συμπαθέστατοι.

 

Ἦχος πλ. α´. Εὐαγγέλου Ἱερέως.

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικοῖς ἐγκωμίοις, τοὺς Κρῆτας εὐκλεεῖς Ἱερομάρτυρας, καὶ τοὺς σὺν αὐτοῖς μαρτυρήσαντας, ἐγκωμίων ἄνθεσι καταστέψωμεν· Γεράσιμον τὸν Κρήτης πολιὸν γεραρὸν ἀθλητήν, καὶ τὸν Ῥεθύμνης αὐτοῦ συνώνυμον, τὸν Νεόφυτον Κνωσοῦ, καὶ Σητείας Ζαχαρίαν, τὸν Κισάμου Μελχισεδέκ, καὶ Κυδωνίας Καλλίνικον, τὸν Διοπόλεως συνώνυμον αὐτοῦ, καὶ τὸν Λάμπης Ἱερόθεον, τὸν Πέτρας Ἰωακείμ, καὶ τὸν αὐτοῦ ὁμὠνυμον τῆς Χεῤῥονήσου· σὺν τούτοις δὲ τοὺς ἑπτακαίδεκα Ἱερεῖς, τοὺς ἀθωνίτας Πατέρας, λογίους τε καὶ προκρίτους καὶ ἁπλοὺς ἰδιώτας. Πάντας ὡς ἀστέρας λαμπροφαῶς ἐξαστράψαντας, ἐν καιροῖς ἐσχάτοις ζόφῳ δουλείας, ἀνυμνοῦντες προσείπομεν· ἀλκίφρονες στῦλοι τῆς πίστεως, ὑπὲρ ἡμῶν Χριστὸν ἱκετεύσατε, ὄπως τῇ ἀληθείᾳ αὐτοῦ εἰρηνεύοντες, ἀξιωθῶμεν ἔλεος εὑρεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

 

Ἦχος πλ. β´. Κυρίλλου Ἱερομονάχου.

Νεομάρτυρες Κυρίου ἀήττητοι, τοῦ χειμαζόμενου ἐν Κρήτῃ, τῆς δουλείας ταῖς κακουχίαις λαοῦ, παρακλήτορες θεῖοι ἀνεδείχθητε, καὶ μυσταγωγοὶ τῆς ἐν Χριστῷ, ἐλευθερίας σοφώτατοι· ἀδούλωτον γὰρ φρόνημα κεκτημένοι, ταῖς τῶν τυράννων ἀπειλαῖς οὐκ ἐπτοήθητε, καὶ ὑπ᾿ αὐτῶν ἐν καρτερίᾳ ψυχῆς, ποικιλοτρόπως ὡς κακοῦργοι ἀναιρεθέντες, ἐλπίδος τῶν χριστωνύμων τὴν πληθύν, καὶ δυνάμεως οὐρανίου ἐπληρώσατε. Ὅθεν σήμερον χρεωστικῶς, τὴν μνήμην ὑμῶν ἐπιτελοῦντες, ὡς Μάρτυρας στεφανίτας ὑμνολογοῦμεν, καὶ δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐν ὑμῖν θαυμαστὸν ὡς γέγραπται.

 

Ἦχος βαρύς. Εὐαγγέλου Ἱερέως.

Δεῦτε τοὺς νεοφανεῖς σήμερον ἀστέρας, κλεινοὺς Ἱερομάρτυρας καὶ τοὺς σὺν αὐτοῖς ἰδιώτας, ἐκ περάτων συνελθόντες τῆς οἰκουμένης, ἐν τῇ νήσῳ Κρήτης μεγαλύνωμεν ἐκ πόθου, καὶ τούτων ὑμνήσωμεν θεῖα κατορθώματα, ὡς κοινὴν συγκροτήσαντες ἑορτήν, συνοδικῇ διαγνώμῃ τῆς Χριστοῦ Μεγάλης Ἐκκλησίας. Οὗτοι γὰρ τῷ πυρὶ φλεχθέντες τῆς Χριστοῦ ἀγαπήσεως, γενεᾷ τῇ καθ’ ἡμᾶς τὴν ὀρθόδοξον πίστιν ἐκήρυξαν, διὰ πολυτρόπων βασάνων ἅς ὡς τρυφὰς ἐλογίσαντο· τὸ πῦρ ὡς αὔραν ἔνδροσον θεωρήσαντες, τὴν εἱρκτὴν ὡς Παραδείσου τόπον, τὴν ἀγχόνην ὡς τὸν Σταυρὸν τοῦ Κυρίου, τὸ ξίφος δὲ ὡς στέφανον. Διὸ νῦν ἐν οὐρανοῖς τοῖς παλαιοῖς συγχορεύοντες Μάρτυσι, σὺν αὐτοῖς ἱκετεύουσι ὡς παῤῥησίαν ἔχοντες, τῷ βασιλεῖ καὶ ἱεράρχη Χριστῷ, τὴν εἰρήνην δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ´. Κυρίλλου Ἱερομονάχου.
Τοὺς θεοειδεῖς ποιμένας, καὶ Ἱεράρχας σοφούς, τοὺς τὴν ἐν Χριστῷ ζωὴν ὑπελθόντας, καὶ ἐπὶ θρόνου ὑψηλοῦ, ἱεραρχίας ἐμπρέψαντας, τοὺς ἐν ἐσχάτοις τοῖς χρόνοις, Μαρτύρων τὸν δρόμον διανύσαντας, καὶ εἰς σκηνὰς ζωῆς καταπαύσαντας, ἐπὶ τῇ μνήμῃ αὐτῶν συνελθόντες, εὐφημήσωμεν κράζοντες· χαίρετε Ἀθλοφόροι μακάριοι, τῆς εὐσεβείας τὰ θεῖα πυξία, καὶ σκεύη τῶν χαρίτων τοῦ Πνεύματος, οἱ ἐν δουλείας τῷ καιρῷ, τοῖς χειμαζόμενοις ταῖς θλίψεσι φανέντες, χάριτι θείᾳ παρακλήτορες. Ἀλλ᾿ ὡς παῤῥησίαν πολλήν, πρὸς τὸν σῴζειν δυνάμενον ἔχοντες, ἐκτενῶς πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱεραρχῶν ὁ χορός, οἱ νοητοὶ τῆς εὐσεβείας ἀδάμαντες, ἐσχάτως οἱ ἐν τῇ Κρήτῃ, ὡς ἑωσφόροι φαιδροί, μαρτυρίου ἄθλοις ἀνατείλαντες· Χριστοῦ οἱ δοξάσαντες, ἐν τῷ κόσμῳ τὸ ὄνομα, καὶ ποιμασίας, ἀκριβοῦς τοῖς χαρίσμασι, φιλοπρόβατοι, ὡς ποιμένες ἐμπρέψαντες· πίστεως οἱ τρανώσαντες, τὸ κράτος τὸ ἄμαχον, καὶ ἀσεβῶν καθελόντες, τὴν ἐπηρμένην αὐθάδειαν. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις, Ἱεραρχῶν ἡ δεκάς, Τίτου φυτείας γεωργοὶ οἱ οὐράνιοι, Γεράσιμος Ζαχαρίας, Μελχισεδὲκ ὁ κλεινός, σὺν τῷ Καλλινίκῳ Ἱερόθεος, ὁ θεῖος Νεόφυτος, καὶ Καλλίνικος δεύτερος, Ἰωακείμ τε, καὶ ὁμώνυμος ἕτερος, καὶ Γεράσιμος, οἱ ἐν Μάρτυσι μέγιστοι, θύματα εὐαπόδεκτα, τερπνότατα σφάγια, οἱ ἐν δουλείας τῷ σκότει, ὥσπερ πυρσοὶ ἀναλάμψαντες. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Χαίροις, Νεομαρτύρων σειρά, τῶν Ἐπισκόπων ἡ δεκὰς ἡ θεόλεκτος, Πρεσβύτεροι θεοφόροι, σὺν Μονασταῖς ἱεροῖς, καὶ λαοῦ τῆς Κρήτης τοῖς ἀκρέμοσι, Χριστοῦ οἱ βαστάσαντες, ἐπαξίως τὸ ὄνομα, καὶ ἐν ἡμέραις, τῆς πικρὰς χαλεπότητος, μιμησάμενοι, Ἀθλοφόρους τοὺς πρόπαλαι· ἄρνες καθάπερ ἄμωμοι, σφαγὴν οἱ δεξάμενοι, καὶ τοῖς πιστοῖς εὐσεβείας, κρατῆρα θεῖον κεράσαντες. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´. Εὐαγγέλου Ἱερέως.
Σήμερον ἡ τῶν νεομαρτύρων Ἐπισκόπων, Ἱερέων Μοναχῶν καὶ Προκρίτων, ἡ πανσεβάσμιος μνήμη ἀνέτειλε, καὶ τῶν πιστῶν ὡς ἔαρ μυστικόν, κατευφραίνει τὰς καρδίας. Οὗτοι γὰρ ταῖς αὔραις τοῦ Πνεύματος, διασκεδάσαντες δυσοσμίαν τῶν τυράννων, καὶ ταῖς ὀδμαῖς τῆς χάριτος, ταῖς δεήσεσι αὐτῶν τοῖς πᾶσι παρέχουσι, μύρα εὐωδίας παμμυρίστου. Δεῦτε οὖν καὶ ἡμεῖς ὡραϊσθῶμεν ἐν πίστει, ταῖς φωταυγίαις αὐτῶν, ὁμολογοῦντες καὶ κραυγάζοντες· Τριὰς Ἁγία, ταῖς τῶν σῶν Νεομαρτύρων πρεσβείαις, τὴν πίστιν ἡμῶν κράτυνον, τοῦ φυλάττειν τὴν νῆσον ἡμῶν τῇ σῇ δυνάμει, ἀήττητον καὶ ἀπροσμάχητον, ὁρῶντάς σε τὸν ἄναρχον Θεόν, διὰ πάντων ὑπὸ πάντων καὶ ἐν πᾶσι δοξαξόμενον, σὺν οὐρανίοις στρατεύμασι καὶ ἡμῖν δωρούμενον, τῆς σῆς ὑπερλάμπρου βασιλείας τὰ κρείττονα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὴν πολυθαύμαστον, Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν, ὡς ἄνθη τίμια, τοὺς Νεομάρτυρας Χριστοῦ, πιστῶν τοὺς θεοῤῥήμονας· πλάνην γὰρ κατῄσχυναν, ὡς ποιμένες θεόφρονες, πίστιν δὲ ὀρθόδοξον, τοῖς πιστοῖς ἐστερέωσαν, Γεράσιμος ὁ πρόεδρος Κρήτης, καὶ πάντες οἱ αὐτῷ συμμαρτυρήσαντες.
Ἕτερον, ψαλλόμενον εἰδικῶς ἐν τῷ Ναῷ τοῦ Ἁγίου μεγαλομάρτυρας Μηνᾶ, ἔνθα οἱ πλεῖστοι τῶν Ἁγίων Νεομαρτύρων Ἐπισκόπων ἐμαρτύρησαν. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ὑπόδειγμα ὡς σχόντες, τὸν Μηνᾶν τὸν μυρίαθλον, χαίροντες ἐνταῦθα τὸν δρόμον, μαρτυρίου ἠνύσατε, μεθ᾿ οὗ καθικετεύετε ἀεί, Χριστὸν τὸν στεφανώσαντα ὑμᾶς, ὦ Γεράσιμε θεόφρον σὺν τοῖς λοιποῖς, τὴν πόλιν ταύτην φυλάττειν, χαίρετε ἀνακράζουσαν ὑμῖν, ἄνθη ζωῆς εὐωδέστατα, κλέα τῆς Κρητονήσου καὶ στεῤῥοί, αὐτῆς ὑπέρμαχοι.

Ἕτερον. Ἦχος γ´. Θείας πίστεως.

Δῆμος ὤφθητε, τροπαιοφόρος, ἔχων πρόκριτον, δεδοξασμένον, τὸν τῆς Κρήτης ποιμένα Γεράσιμον, ὁμονοοῦντες γὰρ πίστει ἠθλήσατε, καὶ τῶν τυράννων τὸ θράσος ἐλύσατε. Ὅθεν πάντοτε, Χριστῷ τῷ Θεῷ πρεσβεύετε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν…

Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν. Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου.
Χορείαν τὴν σεπτήν, τὸν ὑπέρτιμον δῆμον, τῶν νέων τοῦ Χριστοῦ, καλλινίκων Μαρτύρων, ἐν ὕμνοις γεραίροντες, οἱ πιστοὶ ἐκβοήσωμεν, ἱκετεύετε, ὡς παῤῥησίαν πλουτοῦντες, τὸν φιλάνθρωπον, ἡμῖν διδόναι εἰρήνην, καὶ ἔλεος ἄνωθεν.

Δόξα. Ὅμοιον.

Κρητῶν πάντες χοροί, εὐσεβῶς συνελθόντες, τοὺς νέους ἀθλητάς, εὐφημήσωμεν ὕμνοις· Χριστοῦ γὰρ μιμούμενοι, ἐν ἐσχάτοις τὸν θάνατον, κατετρόπωσαν, τὴν τῶν τυράννων μανίαν, καὶ ἐνήθλησαν, ὁμονοήσαντες πίστει, ὡς πλήρεις φρονήσεως.
Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν τὸν διὰ σου, σαρκωθέντα ἀφράστως, ἱκέτευε ἀεί, ἐν πολλῇ παῤῥησίᾳ, ῥυσθήναι κολάσεως, τοῦ πυρὸς τοὺς δοξάζοντας, τὴν λοχείαν σου, δι᾿ ἧς ἐχθροῦ τοῦ ἀρχαίου, ἐλυτρώθημεν, τῆς εἰδεχθοῦς τυραννίδος, Παρθένε ἀνύμφευτε.

 

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Λαοῦ προϊστάμενοι, τοῦ ἐν τῇ Κρήτῃ καλῶς, αὐτὸν ἐστηρίξατε, τῷ μαρτυρίῳ ὑμῶν, ἐν χρόνοις κακώσεως. Ὅθεν ὑμᾶς τιμῶμεν, εὐκλεεῖς Ἱεράρχαι, ἅμα τῶν συμμαρτύρων, τῇ ἐνδόξῳ χορεία, αἰτούμενοι ἐν πίστει, ὑμῶν τὴν ἀντίληψιν.

Δόξα. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἱ ἐν τῇ Κρήτῃ θεαυγεῖς Ἀθλοφόροι, ἐν τοῖς ἐσχάτοις συναθλήσαντες χρόνοις, καὶ τῶν ἐχθρῶν τὴν ἐπαρσιν συντρίψαντες στεῤῥῶς, σήμερον ἀνίσχουσι, φωταυγεὶς ὡς φωστῆρες, πᾶσαν ἐκδιώκοντες, ἀσεβείας σκοτίαν, οὓς εὐφημοῦντες δῶμεν τῷ Θεῷ, δόξαν συμφώνως, καὶ αἶνον χορεύοντες.

Καὶ νῦν. Θεοτοκίον.

Θεοκυῆτορ Παναγία Παρθένε, εὐλογημένη Θεοτόκε Μαρία, τὸν ἐξ ἁγνῶν αἱμάτων σου δυσώπει ἀεί, σῶσαι τοὺς ἐλπίζοντας, τῇ σεπτῇ σου πρεσβείᾳ, καὶ ἀναβοῶντάς σοι, κατανύξει καρδίας· χαῖρε Ἁγνὴ ἡ τέξασα φρικτῶς, τὸν Ποιητὴν καὶ Δεσπότην τῆς κτίσεως.

 

 

 

 

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Ὡς ἐπίσημοι κριοί, σφαγιασθέντες ἀπηνῶς, Ἱεράρχες εὐκλεεῖς, θυσία ζῶσα τῷ Θεῷ, χερσὶ τυράννων προσήχθητε ἐν ἐσχάτοις, καὶ τὴν τῶν Κρητῶν, ἐφοινίξατε, νῆσον τοῖς ὑμῶν, θείοις αἵμασι, καὶ ἐν αὐτοῖς ὀφρὺν τὴν ἐπηρμένην, τῶν δυσμενῶν ἐβυθίσατε. Διὸ ὑψόθεν, ἀθανασίας, ἐκομίσασθε στέφη.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ῥάβδος μυστική, ἄνθος βλαστήσασα Χριστόν, χαῖρε κρήνη νοητή, ὕδωρ ἐκβλυσασα ζωῆς, χαῖρε ἡ πύλη Παρθένε τῆς σωτηρίας, χαῖρε τοῦ Θεοῦ, θρόνος ἔμψυχος, χαῖρε τοῦ φωτός, ἅρμα πύρινον, χαῖρε Μαρία κεχαριτωμένη, Δημιουργοῦ ἡ λοχεύτρια· ἀεὶ δυσώπει, ὑπὲρ τῶν πίστει, εὐφημούντων σὸν τόκον.

Εἶτα οἱ Ἀναβαθμοί, ἤτοι τὸ α´ Ἀντιφιονον τοῦ δ´ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοι σοῦ ἀγαλλιάσονται.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλλιον, ζητεῖ τῇ Ι΄ Φεβρουαρίου.
Ὁ Ν´.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. δ´. Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός...
Τὴν δεδοξασμένην χορείαν τῶν νεομαρτύρων Ἱεραρχῶν, καὶ τῶν σὺν αὐτοῖς Ἱερέων Μοναχῶν καὶ Προκρίτων, δεῦτε πάντες οἱ πιστοὶ ὑμνήσωμεν λέγοντες· χαίρετε τὴν γῆν τῆς Κρήτης πορφυρώσαντες, τοῖς αἵμασι ὑμῶν, τῆς δὲ ἐλευθερίας τὸ δένδρον ποτίσαντες, καὶ τοῦ βαρυαλγοῦντος λαοῦ τὸν ζυγὸν ἐξ ὤμων, κραταιῶς ἀποσείσαντες. Ἀλλ᾿ ὡς ἀθλητικοῖς διαδήμασι καταστεφθέντες, παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ, καὶ χαρᾶς ἀλλήκτου ἀπολαύοντες, πρεσβεύετε ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...











Εἶτα. ὁ Κανὼν τῆς Θεοτόκου καὶ οἱ Κανόνες τῶν Νεομαρτύρων.
Κανὼν πρῶτος τῶν Νεομαρτύρων, οὗ ἡ ἀκροστιχίς: Μαρτύρων μέλπω νεάθλων δῆμον. Κυρίλ(λ)ου».
ᾨδὴ α΄. Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον.
Μαρτύρων, θεοστεφῶν τὴν φάλαγγα, λαμπρῶς τιμήσωμεν, τοὺς ἐν τῇ Κρήτῃ διαλάμψαντας πυρσούς, καὶ αὐγάζοντας θείαις αὐγαῖς, τὰ τῶν πιστῶν πληρώματα, αὐτῶν τὴν χάριν ἐξαιτούμενοι.
Ἀρτίως, ἡ Παρακλήτου δύναμις, ὑμᾶς συνήθροισε, μαρτυρικὴν στεῤῥὰν παρεμβολήν, καταισχύνουσαν πλάνην ἐχθρῶν, καὶ τῶν Κρητῶν λαμπρύνουσαν, τῆς Ἐκκλησίας τὴν εὐπρέπειαν.
Ῥωσθέντες, ὦ Ἀθληταὶ ἐν χάριτι, δυνάμει πίστεως, καρτερικῶς ἐδέξασθε σφαγῆν, ὥσπερ ἄμωμοι ἄρνες Χριστοῦ, καὶ μάνδρας ἠξιώθητε, τῆς τῶν Μαρτύρων ἀγαλλομενοι.

Θεοτοκίον.

Τοῖς ἄνω, ὑπερφυῶς συνάψασα, τὰ κάτω Δέσποινα, δίχα σπορᾶς κυήσασα Χριστόν, τὸν Σωτῆρα ἡμῶν καὶ Θεόν, εὐεργεσίας πρόξενος, βροτῶν τῷ γένει ἐχρημάτισας.

Κανὼν δεύτερος τῶν Νεομαρτύρονν, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου».

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.

Νεομαρτύρων τὴν λαμπρὰν ὁμήγυριν, ἀνευφημοῦντες πιστῶς, τῷ Κυρίω δόξαν, δῶμεν ἀγαλλόμενοι, ὅτι αὐτοὺς ἀνέδειξεν, ἐν ἐσχάτοις φωστῆρας, τῆς Ἐκκλησίας καὶ φύλακας, καὶ τῶν εὐσεβῶν καλλωπίσματα.
Ἡ τῶν Μαρτύρων εὐκλεὴς παράταξις, ὑμᾶς προσθήκην λαμπράν, ἐδέξατο θείοι, τοῦ Κυρίου Νέαθλοι· ἐσχάτως γὰρ ἠθλήσατε, καρτερῶς ἐν τῇ Κρήτῃ, καὶ ἀνδρικῶς ἐτροπώσασθε, τὴν τυραννικὴν ματαιότητα.
Τῇ παντευχίᾳ τοῦ Θεοῦ τῆς χάριτος, καὶ τοῦ ἐνδόξου Μηνᾶ, τῶν εὐχῶν δυνάμει, τοῖς ἐχθροῖς πανάλκιμοι, ἐδείχθητε πανεύφημοι, καὶ Μαρτύρων τὸν δρόμον, ὡς ἀδελφὰ συμφρονήσαντες, γνώμη ἀῤῥαγεῖ διηνύσατε.

Θεοτοκίον.

Καταιγιζόμενος μεγίστοις πάθεσι, ἐξ ἀμελείας πολλῆς, πρὸς σὲ καταφεύγω, Θεοτόκε Δέσποινα, γαλήνην ἐξαιτούμενος, καὶ τελείαν εἰρήνην, μὴ οὖν παρίδῃς με Ἄχραντε, πλοῦτῳ οἰκτιρμῶν τῆς σῆς χάριτος.







Κανὼν πρῶτος. ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοί.
Ὑπέρφωτοι τῶν Κρητῶν, τῇ Ἐκκλησίᾳ ὦ κλεινοὶ Νέαθλοι, ὡς ἀστραπαὶ λάμψαντες, νύκτα τῆς δουλείας ἐλύσατε.
Ῥημάτων θείων Χριστοῦ, ἐνωτισθέντες Ἀθληταὶ ἔνδοξοι, μαρτυρικὴν ἐνστασιν, ζήλῳ ἱερῶ ἐπεδείξασθε.
Ὠράθης σὺ τῶν Κρητῶν, πάτερ Γεράσιμε, ποιμὴν κάλλιστος, ταῖς ἀρεταῖς πρότερον, εἶτα δὲ Μαρτύρων ἐν αἵματα.

Θεοτοκίον.

Ναμάτων ζωοποιῶν, σῆς εὐσπλαγχνίας ὦ Ἁγνὴ πλῆσόν με, ἵνα ὑμνῶ πάντοτε, ὡς ὑπερφυῆ σε προστάτιν μου.

 

Κανὼν δεύτερος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Ἱερωσύνης τὴν στολήν, ταῖς τῶν αἱμάτων ἀρδείαις, οἱ τῆς Κρήτης τοῦ ποιμνίου ποιμένες, πορφυρώσαντες φαιδρῶς, ἐστολισμένοι ἤρθητε, πρὸς οὐρανῶν τὴν δόξαν, ἔνθα τὰ γέρα ἐδέξασθε.
Ὡς φιλοπρόβατος ποιμήν, τῆς τῶν Κρητῶν Ἐκκλησίας, τοῦ ποιμνίου σου ἐν χρονοις παρέστης, τῆς κακώσεως καλῶς, καὶ ἀνδρικῶς ἐνήθλησας, ὑπὲρ αὐτοῦ ἐν γήρᾳ, πάτερ Γεράσιμε πίονι.
Σὺν Νεοφύτῳ τῆς Κνωσού, ὁ Ἱερόθεος Λάμπης, Ζαχαρίας ὁ ποιμὴν τῆς Σητείας, Διοπόλεως ὁμοῦ, ὁ θαυμαστὸς Καλλίνικος, ὑμνείσθωσαν εὐφήμως, ὡς Ἱεράρχαι καὶ Μάρτυρες.

Θεοτοκίον.

Ὑπὲρ ἡμῶν ὡς ἀγαθή, ἱκέτευε τὸν Σωτῆρα, τὸν ἐκ σπλάγχνων σου φρικτῶς σαρκωθέντα, Θεοτόκε Μαριάμ, ἵνα ῥυσθῶμεν θλίψεων, καὶ πάσης ἐπηρείας, τοῦ σκολιοῦ πολεμήτορος.

 

Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ὑπόδειγμα Μηνᾶν, τὸν μυρίαθλον σχόντες, αὐτοῦ ἐν τῷ ναῷ, μαρτυρίου τὸν δρόμον, στεῤῥῶς ἐτελέσατε, ἐν ἡμέραις τῆς θλίψεως, καὶ ηὐλίσθητε, ἐν ταῖς σκηναῖς τῶν Μαρτύρων, ἱκετεύοντες, ὑπὲρ λαοῦ τοῦ τῆς Κρήτης, ἀεὶ Νεομάρτυρες.

Δόξα. Ὅμοιον.

Τὰ σώματα ὑμῶν, τῷ Κυρίῳ θυσίαν, ἐδώκατε ἐχθρῶν, ἀλλοπίστων μανία, ὡς ἄρνες δεξάμενοι, ἐν ἐσχάτοις τὸν θάνατον, καὶ γεγόνατε, ἐλευθερίας τοῦ Γένους, Νεομάρτυρες, ἐγγυηταί, διὸ πάντες, ὑμᾶς μακαρίζομεν.

Καὶ νῦν. Θεοτοκίον.

Χορὸς τῶν Προφητῶν, ἱερῶς ἐν συμβόλοις, προέγραψεν Ἁγνή, ῥάβδον στάμνον σε πύλην, λυχνίαν κατάχρυσον, κιβωτόν τε καὶ τράπεζαν, ὧν τὴν ἔκβασιν, νῦν οἱ πιστοὶ καθορῶντες, Θεοτόκον σε, ὁμολογοῦμεν κυρίως, καὶ πίστει δοξάζομεν.

 

 

Κανὼν πρῶτος. ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον.

Μάρτυρες ἐδείχθητε πανευκλεεῖς, πίστει ἐν τῇ Κρήτῃ ἀθλήσαντες, ἐν τῆς δουλείας, τῶν τῆς Ἀγαρ τῷ καιρῷ, Ἀρχιερεῖς θεόκριτοι, σὺν τοῖς ἐπιλοίποις συμμάρτυσιν.
Ἔχαιρες μακάριε Μελχισεδέκ, ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος, καὶ τῶν βασάνων, μὴ καμφθεὶς ταῖς προσβολαῖς, τὸν δι’ ἀγχόνης θάνατον, ὑπὲρ τοῦ ποιμνίου ὑπήνεγκας.
Λάμψας προτερήμασι βίου σεμνοῦ, βλάστημα Βεῤῥοίας Καλλίνικε, ἐν Διακόνοις, ἀνεδείχθης ἀθλητής, ἀγχόνῃ τὸ μακάριον, τέλος ἐν Χανίοις δεξάμενος.

Θεοτοκίον.

Πύλην προεώρα σε θείου φωτός, Ἰεζεκιὴλ ὁ θαυμάσιος, δι᾿ ἧς διῆλθε, τοῦ παντὸς ὁ Ποιητής, ἐάσας κεκλεισμένην σε, κόρη Θεοτόκε ἀπείρανδρε.

 

Κανὼν δεύτερος. Σύ μου ἰσχύς.

Ὑπὲρ Χριστοῦ, ὡς νουνεχεῖς προελόμενοι, κέρδος μέγα, τὴν σφαγὴν μακάριοι, ἐν τῷ ναῷ τοῦ θαυματουργοῦ, Μηνᾶ ὥσπερ ἄρνες, χερσὶ ἀνόμων ἐτύθητε, διὸ δικαιοσύνης, ἐδρέψασθε τὴν χάριν, δι᾿ ἀμφοῖν εὐκλεῶς ἀριστεύσαντες.
Τοῦ Φαραώ, τοῦ νοητοῦ κατεπόντισας, ἀναβάτας, τοὺς τριστάτας ἔνδοξε, ἐν τῶν αἱμάτων σου τῷ βυθῷ, καὶ διῆλθες σῶος, πρὸς γῆν τῆς θείας ἀνέσεως· διὸ Ἰωακείμ σε, Χεῤῥονήσου λαμπρότης, εἰς αἰῶνας πιστῶς μακαρίζομεν.
Χαριτωθείς, τοῦ μαρτυρίου τῇ χάριτι, Λογοθέτα, Ἰωάννη ἔνδοξε, σὺν τοῖς συμμάρτυσιν εὐκλεῶς, τοῖς τριακοσίοις, πρὸς οὐρανοὺς ἐξεδήμησας, μεθ᾿ ὧν ἀεὶ προσφερῶν, ἱκεσίας μὴ παύσῃ, ὑπὲρ πάντων πιστῶν χαριτώνυμε.

Θεοτοκίον.

Ῥῦσαι ἡμᾶς, ἀπὸ κινδύνων καὶ θλίψεων, νοσημάτων, καὶ δεινῶν κακώσεων, τῆς τρικυμίας τῶν πειρασμῶν, καὶ τοῦ παλαμναίου, τῆς μοχθηρίας Μητράνανδρε· τὸ δύνασθαι γὰρ ἔχεις, ὑπὲρ φύσιν τεκοῦσα, τὸν Δεσπότην Παρθένε τῆς κτίσεως.

 

 

 

 

 

 

 

 

 

 

Κανὼν πρῶτος. ᾨδὴ ε´. Σὺ Κύριέ μου φῶς.

Ὡράθητε ἐχθρῶν, καθαιρέται πανεύφημοι, ἐν ἔτεσι τῆς δουλείας, μαρτυρίου ἀγῶσιν, ἐν Κρήτῃ διαπρέψαντες.
Νικήσας ἀνδρικῶς, Κυδωνίας Καλλίνικε, τὸν ὄφιν τῇ σῇ ἀθλήσει, φερωνύμως ἐδέξω, τῆς νίκης τὸ διάδημα.
Ἐνέωσας ψυχήν, μαρτυρίῳ Γεράσιμε, καὶ θείαν καρποφορίαν, ἀθανάτου εὐκλείας, σεπτῶς ἐκαρποφόρησας.

Θεοτοκίον.

Ἀνύμφευτε ἁγνή, Θεοτόκε πανάχραντε, σὲ ἄγκυραν καὶ ἐλπίδα, οἱ πιστοὶ κεκτημένοι, ἐν θλίψεσι σῳζόμεθα.

Κανὼν δεύτερος. Φώτισον ἡμᾶς.
Πύργοι ἀῤῥαγεῖς, καὶ προπύργια τῆς πίστεως, Νεομάρτυρες ἐδείχθητε σαφῶς, τῶν τυράννων τὴν ὀφρὺν καταπατήσαντες.
Χαίρων τῆς εἱρκτῆς, τὰς κακώσεις καθυπέμεινας, προσδεχόμενος ζωῆς τὸν πλατυσμόν, τῆς Ῥεθύμνης ὁ ποιμὴν πάτερ Γεράσιμε.
Δέκα καὶ ἑπτά, ὦ Πρεσβύτεροι ὑπάρχοντες, μυριάδας πολεμίων νοητῶν, μαρτυρίου ἐν τοῖς ἄθλοις ἐτροπώσασθε.

Θεοτοκίον.

Ἵλεων ἡμῖν, τὸν ἐκ σπλάγχνων σου ἀπέργασαι, ὅτι ἅπαντές ἐσμεν ἁμαρτωλοί, δι᾿ ἀμέλειαν Παρθένε θεονύμφευτε.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Κανὼν πρῶτος. ᾨδὴ στ´. Θύσω σοι μετὰ φωνῆς.

Θύματα, καὶ προσφοραὶ Χριστῷ προσηνέχθητε, ἀναιρεθέντες ἐν Κρήτη, Ἆθλοφόροι νέοι ποικιλοτρόπως διὰ τοῦτο, ἐν ταῖς σκηναῖς ζωῆς εἰσωκίσθητε.
Λάμψεσι, τοῦ θεϊκοῦ φωτὸς φωτιζόμενος, ὥσπερ φωτὸς κατοικίαν, τὴν εἱρκτὴν ἡγήσω τὴν βορβορώδη, καὶ ἐν ταύτῃ, πρὸς τὴν ζωὴν μετέστης Γεράσιμε.
Ὤκιμον, Ἰωακεὶμ Φουρνὴς τὸ ἀπάνθισμα, ποιμὴν ὁ θεῖος τῆς Πέτρας, ἀνεδείχθης αἵματος μαρτυρίου, ταῖς ἀρδείαις, καταρδευθεὶς ψυχῆς σου τὴν ἄρουραν.
Θεοτοκίον.
Νόσων με, ἐξ ἀλγεινῶν καὶ πόνων θεράπευσον, τῆς χάριτός σου φαρμάκῳ, Θεοτόκε κόρη εὐλογημένη, ἵνα κράζω· χαῖρε Θεοῦ ἡ Μήτηρ ἡ ἄφθορος.

Κανὼν δεύτερος. Ἱλάσθητί μοι Σωτήρ.
Γεωργία ἀληθῶς, τῆς εὐσεβείας Γεώργιος, σὺν τοῖς οἰκείοις αὐτοῦ, πεφήνασι ἔμψυχα, τυράννων γὰρ σύμπαντες, φονικῇ μαχαίρᾳ, ἀπηνῶς ἐσφαγιάσθησαν.
Ἀγχόνῃ αἰωρηθείς, Μελχισεδὲκ ὁ γεράσμιος, ἡ τῆς Κισάμου λαμπάς, ἐχθροῦ ἀπηγχόνισε, βουλὴν τὴν πανώλεθρον, καὶ πρὸς ἀφθαρσίας, ἀνυψώθη τὴν λαμπρότητα.
Ἀζὐγων νῦν ἡ πλειάς, ἀνευφημείσθω ἐν ᾄσμασιν, ὅτι Μαρτύρων ὁδόν, στεῤῥῶς ἐπορεύθησαν, καὶ θῆρας ἀφήρπασαν, τῶν πικρῶν τυράννων, τὸν λαὸν τὸν χριστεπώνυμον.

Θεοτοκίον.

Λαοί σε γλῶσσαι φυλαί, ἀνθρώπων πᾶσαι δοξάζουσι, ὅτι ἀφράστως Χριστόν, Κύριον τέτοκας, καὶ ἔσωσας ἅπαντας, τῆς τοῦ βροτοκτόνου, τυραννίδος Μητροπάρθενε.

Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.

Τοὺς εὐκλεεῖς συμμάρτυρας, ὡς προσφοράν σοι Κύριε, ἡ τῶν Κρητῶν κληρουχία προσήνεγκεν, ἐν τοῖς ἐσχάτοις ἔτεσιν. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου, συντήρησον Πολυέλεε.

Ὁ Οἶκος.

Ἐνισχύσας δυνάμει τῆς χάριτος, τοὺς ἐν Κρήτῃ σεπτοὺς Νεομάρτυρας, τῶν Μαρτύρων αὐτούς τε τῶν προπάλαι, εὐκλεεῖς ὁμοτρόπους ἀνέδειξας, καὶ ἐταπείνωσας τὴν ἔπαρσιν δι᾿ αὐτῶν τῶν τυράννων, Σωτήρ μου ζωοδότα. Ταῖς αὐτῶν οὖν πρεσβείαις, ἐν εἰρήνῃ τελείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου, συντήρησον Πολυέλεε.

 

 

Συναξάριον.

Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων ἐνδόξων νέων ἱερομαρτύρων, Γερασίμου Κρήτης, Κνωσοῦ Νεοφύτου, Χεῤῥονήσου Ἰωακείμ, Λάμπης Ἱεροθέου, Σητείας Ζαχαρίου, Πέτρας Ἰωακείμ, Ῥεθύμνης Γερασίμου, Κυδωνίας Καλλινίκου, Κισάμου Μελχισεδέκ, Διοπόλεως Καλλινίκου καὶ τῶν σὺν αὐτοῖς ἀθλησάντων κληρικῶν καὶ λαϊκῶν ἐν ἔτεσιν ͵αωκα´ καὶ ͵αωκβ´.
Ποιμένες δέκα ἀθλήσαντες ἀρτίως,
Ἐχθροῦ καθεῖλον ὑψαύχενον κακίαν,
Σὺν τούτοις δέ γε Ἱερεῖς τε καὶ ἄλλοι,
Βασιλείας ἔτυχον τῆς αἰωνίου.
Εἰκάδι ἐν τριτάτῃ Ἱεροάθλων τιμάσθω παρεμβολή.
Ἀεὶ μέν, καὶ ἐν πᾶσιν ὀφείλομεν, ἀδελφοί, ἐξυμνεῖν καὶ θαυμάζειν τῆς περὶ ἡμᾶς φιλανθρώπου προνοίας τὰ ἀνεξιχνίαστα κρίματα, οὐχ ἧττον δέ, καὶ ἐν τῇ πολυχρονίῳ ταύτῃ τοῦ ἡμετέρου, τῇ τῶν Ὀθωμανῶν δηλονότι αἰχμαλωσίᾳ. Αὕτη καὶ γάρ, πλείστων τε ἄλλων κατὰ ψυχὴν ἀγαθῶν ἡμῖν τοῖς τυράννου μένοις παραίτιος γέγονε, καὶ ἐξαιρέτως, δι’ αὐτῆς καὶ ἐξ αὐτῆς ὁ εὐκλεὴς οὗτος, καὶ Χριστῷ πεφιλημένος, καὶ τῆς οὐρανίου ἀποθήκης ἄξιος καρπὸς ἐβλάστησεν, οἱ νεοφανεῖς, λέγω, Μάρτυρες, οἱ νῦν εἰς εὐφημίαν προκείμενοι, ὡς ὁ τῶν Νεομαρτύρων ὑμνητὴς καὶ θεράπων Νικόδημος ὁ Ἁγιορείτης ἀποφαίνεται. Τούτοις δὲ καταλέγονται οὐχὶ μόνον ἰδιῶται ἀλλὰ καὶ κληρικοὶ παντὸς βαθμοῦ, ἰδίαν παράταξιν τὴν τῶν εὐκλεῶν Ἱερομαρτύρων ἀποτελοῦντες, ἀρχιχοροὶ δὲ τούτων οἱ τὴν ἀδιάσπαστον τῆς ἀποστολικῆς διαδοχῆς ἁλυσον προάγοντες, τουτέστιν οἱ Ἐπίσκοποι.
Οὗτοι, ἐν καιροῖς δυσχειμέροις, διά τε τὴν Ἐκκλησίαν καὶ τὸ Γένος ἡμῶν, τοὺς ὀρθοδόξους Χριστιανοὺς εἰς τὴν πίστιν διετήρησαν, διὸ καὶ ὑπὸ τῶν ἀλλοθρήσκων τυράννων στόχοι ἐγένοντο πολλῶν ἐπιθέσεων καὶ ἄχρι θανάτου ἐταστικῶν κολάσεων, παντοίων τε κακώσεων καὶ μαρτυρίων ἔτυχον.
Ὅτε δὲ ἐν τῇ μεγαλονήσῳ ἡμῶν, οἱ ἡρωϊκοὶ Κρῆτες, ἐν ὀνόματι τῆς Τρισυπόστατου Θεότητος, πλήρεις ὑψηλοῦ καὶ γενναίου τῆς ἐλευθερίας φρονήματος τὰ ὅπλα ἔλαβον ἐν ἔτει ͵αωκα´ (1821) κατὰ τῆς ὀθωμανικὴς τυραννίας, τότε ὁ ἐχθρὸς μετὰ βρυχηθμοῦ ὡς λέων ὠρυόμενος, ἐξύπνησας, ἀνηλεῶς ἐπέπεσε σπαράττων τοὺς Χριστιανούς, ἐκ τῶν πρώτων δὲ τοὺς Ἐπισκόπους, τοὺς Ἱερεῖς, τοὺς Μοναχούς, ὡς πρωταιτίους, τὰς δὲ Μονὰς ἐδῄουν καὶ ἐλεηλάτουν οἰκτρῶς. Τότε τὸν ἀοίδιμον Μελχισεδὲκ τὸν Κισάμου Ἀρχιερέα μετὰ πικροτάτας κολάσεις ἀπηγχόνισαν, ἀφοῦ πρῶτον τὸν περιτριγύρισαν εἰς τὰ σοκάκια τῆς πόλεως γυμνόν, τίλλοντες καὶ ἀνασπῶντες τὰς τρίχας τῶν γενείων του, κτυπῶντές τον κατὰ κεφαλῆς, τέλος κρεμάσαντες, ἐξώρυξαν καὶ τοὺς ὀφθαλμούς του, μεληδὸν κατακόψαντες τὸ μακάριον ἐκεῖνο σῶμά του, καίτοι νεκρόν. Τὰ ἴδια ταῦτα κατεπράξαντο καὶ εἰς τὸν Διάκονόν του Καλλίνικον τὸν ἐκ Βεῤῥοίας τὸν παρὰ τῆς τῶν Φιλικῶν Ἑταιρείας ἀποσταλέντα εἰς Κρήτην ὡς διδάσκαλον.
Συνέλαβον ὡσαύτως καὶ μετέφεραν ἀνυπόδητον εἰς τὴν φυλακήν, τὸν Ἐπίσκοπον Κυδωνίας Καλλίνικον, ὅστις μετὰ ἀνυποίστων βασάνων, ἂς καρτερῶς διὰ τὴν πίστιν τοῦ Χριστοῦ ὑπέμεινε, παρέδωκε τὴν ψυχὴν τοῦ εἰς τὸν Κύριον. Εἰς τὸ Ῥέθυμνον συνέλαβαν καὶ ἐφυλάκισαν τὸν Ἐπίσκοπον Ῥεθύμνης Γεράσιμον εἰς ἕνα καταφρονεμένον ὀσπίτιον τόσον δυσῶδες, ὕστερον δὲ κατόπιν πολλῶν βασάνων ἀπηγχόνισαν.
Ἀλλ᾿ ἡ μεγαλύτερα σφαγή, ἡ ἐν Κρήτῃ κατὰ τοὺς δυσχειμέρους χρόνους τῆς δουλείας διαπραχθεῖσα, γνωστὴ ὡς ὁ μεγάλος ἀρμπεντές, ἔλαβε χώραν εἰς τὸ Μεγάλον Κάστρον (νῦν δὲ Ἡράκλειον καλούμενον). Τῇ 23ῃ Ἰουνίου ͵αωκα´ (1821) ἐγένετο Σύνοδος εἰς τὴν τῆς Κρήτης Μητρόπολιν, ἐν τῷ ναῷ τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Μηνᾶ, παροτρυνθέντων καὶ τῶν Ἀρχιερέων καὶ Ἱερέων καί τινων Χριστιανῶν καὶ ὁ ἅγιος Κρήτης ἤρχισε νὰ ἀναγινώσκῃ ἓν πουγιουρτού, ἀπεσταλμένον παρὰ τοῦ Βεζίρη. Οἱ ἐχθροὶ καιροφυλακτοῦντες, ὥρμησαν ἐξαίφνης εἰς τὸν ναόν, καί, ἀποκλείσαντες τὰς θύρας τῆς αὐλῆς, εἰσέδησαν εἰς αὐτὸν μετ᾿ ἀλαλαγμοῦ καὶ ἐγείραντες τὰ ὅπλα αὐτῶν φονεύουσι πρῶτον τὸν εὐλογημένον γέροντα ἅγιον Κρήτης Γεράσιμον, χωρὶς νὰ εὐλαβηθῶσιν οἱ ἀλιτήριοι τὸ σεβάσμιον γῆράς του. Μετὰ ἐκεῖνον ἐφόνευσαν καὶ τὸν ἅγιον Κνωσοῦ Νεόφυτον, τὸν Χεῤῥονήσου Ἰωακείμ, τὸν Σητείας Ζαχαρίαν καὶ τὸν Διοπόλεως Καλλίνικον, δέκα καὶ ἑπτὰ Ἱερεῖς καὶ πέντε ἁγιορείτας πατέρας ἐκ τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου, προσκομίσαντας εἰς τὸ Μέγα Κάστρον πρὸς προσκύνησιν κατὰ τῆς ἐπιδημίας τῆς πανώλους τίμια λείψανα καὶ τὴν ἁγίαν Ζώνην τῆς Ὑπεραγίας Θεοτόκου. Ἐπίσης ἐφόνευσαν ὡς τριακοσίους παρευρεθέντας Χριστιανούς, ἐν οἷς ἔτυχε καὶ ὁ ἐν ἰατροῖς τὰ πρῶτα φέρων Ἰωάννης Λευθεραῖος, ὁ καὶ Λογοθέτης τῆς Ἐκκλησίας Κρήτης. Ἐκεῖθεν εἶτα διασπαρέντες εἰς τὴν πόλιν ἐδίωκον τοὺς λοιποὺς Χριστιανοὺς φονεύοντες ἀνηλεῶς ὅσους ἀπήντων εἰς τοὺς δρόμους, ὀποῦ ὑπήντησαν καὶ τὸν Ἐπίσκοπον Λάμπης Ἱερόθεον, καί, φονεύσαντες αὐτὸν μετὰ τοῦ Διακόνου του, ὥρμησαν καὶ εἰς τὸ ὀσπίτιον τοῦ Γεωργίου Παυλάκη, φονεύσαντες αὐτὸν καὶ ἄλλους ὀκτὼ τοῦ ὁσπιτίου του. Τὴν ἑπομένην εἰς τὸ χωρίον Ἐπάνω Φουρνή, ἔνθα ἡ ἕδρα τῆς Ἐπισκοπῆς Πέτρας, ἐτυφεκίσθη ὁ αὐτῆς Ἀρχιερεὺς Ἰωακεὶμ ἔξωθεν τοῦ ἱεροῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.
Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,
Πολλῶν μετέσχε στεμμάτων Ἀγριππίνα.
Αὕτη ἡ Ἁγία, γέννημα καὶ θρέμμα τῆς περιδόξου Ῥώμης ἦν, ἐξ ἁπαλῶν ὀνύχων, ὥσπερ ἐν λειμώνι ῥόδον εὔοσμον , κατευωδιάζουσα πιστῶν τὰς καρδίας, καὶ τὸ δυσῶδες τῶν παθῶν ἀποδιώκουσα. Παρθενίᾳ γὰρ καὶ ἀνδρείᾳ τὴν ψυχὴν ὡραίσασα, καὶ τῷ Θεῷ νυμφευθεῖσα, θαρσαλέως καὶ ἀνδρείως πρὸς τὸ μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι. Ῥάβδοις οὖν τὸ σῶμα τυπτομένη, τὰ ὀστᾶ τῆς ἀσεβείας συνέτριψε. Καὶ τοῦ χιτῶνος γυμνωθεῖσα, τοῦ ἐχθροῦ τὴν γύμνωσιν ἐστηλίτευσε. Καὶ δεσμοῖς πεδηθεῖσα, καὶ στρέβλαις καθυποδηθεῖσα, διὰ θείου τε Ἀγγέλου λυθεῖσα, πᾶσαν δυσέβειαν διέλυσεν. Ὅθεν καὶ ἐν αὐταῖς ταῖς βασάνοις τὴνἑαυτῆς ψυχὴν τῷ Θεῷ παρατίθεται.
Βάσσα δὲ καὶ Παῦλα καὶ Ἀγαθονίκη, λάθρα λαβοῦσαι τὸ σῶμα τῆς Μάρτυρος ἀπὸ τῆς Ῥωμαίων πόλεως καὶ τόπον ἐκ τόπου διαμείβουσαι καὶ μακρὰ πελάγη τῆν Σικελῶν ἐπαρχίαν καταλαμβάνουσι, κἀκεῖσε τοῦτο διαναπαύουσιν. Ἐπεὶ δὲ ἡ Σικελῶν τοῦτο ἐδέξατο, παραυτίκα τῆς ζοφώδους τῶν δαιμόνων λυτροῦται δεινότητος. Ἀγαρηνοὶ δὲ τολμήσαντες συλλῆσαι τὸ φρούριον τοῦ ταύτης ναοῦ, ἀπωλείᾳ παντελεῖ παρεδόθησαν. Ἔκτοτε δὲ καὶ μέχρι τῆς σήμερον, λεπροὶ καθαρίζονται προσερχόμενοι πίστει, καὶ λοιπὴ πᾶσα νόσος τῇ ταύτης πρεσβείᾳ δραπετεύει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀριστοκλέους πρεσβυτέρου, Δημητρίου διακόνου, καὶ Ἀθανασίου ἀναγνώστου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐστοχίου πρεσβυτέρου, Γαίου (ἤ Γαϊανοῦ) καὶ τῶν τέκνων αύτοῦ Λολλίας (ἤ Λουλώ), Πρόβης καὶ Οὐρβανοῦ (ἤ Οὐρβασίου).

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ Μυροβλύτου.
Βάρβαρον οὐχί, εὐγενῆ δὲ δεικνύει,
ἡ μυρόβλυσις ἐκ τάφου τοῦ σοῦ Πάτερ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

Κανὼν πρῶτος. ᾨδὴ ζ´. Ἐν τῇ καμίνῳ.

Δοκιμασθέντες, τυραννικῇ μανίᾳ καρτερικῶς, δόκιμον χρυσίον ὄντως, τῇ τοῦ Χριστοῦ, Ἐκκλησίᾳ ἀνεδείχθητε, ὦ Νεομάρτυρες, τὸ τῶν πιστῶν πλουτίζοντες σύστημα.
Ἠγλαϊσμένος, ἱερωσύνης θείᾳ περιβολῇ, καὶ τοῦ μαρτυρίου χλαίνῃ, τῇ φωταυγεῖ, τῆς Κνωσοῦ ποιμὴν Νεόφυτε, ἐν τῇ Ἐδὲμ Χριστῷ, τῷ βασιλεῖ τῆς δόξης παρίστασαι.
Μαρτύρων κλέος, ὁ Χεῤῥονήσου ὤφθη Ἰωακείμ, ζήλῳ εὐσεβείας θείῳ, σφαγιασθείς, ἐν ναῷ Μηνᾶ τοῦ μάρτυρος, μεθ᾿ οὗ Χριστῷ θερμῶς, ὑπὲρ ἡμῶν πρεσβεύει ἑκάστοτε.
Θεοτοκίον.
Ὀλβίῳ τόκῳ, τὴν σωτηρίας πύλην Μῆτερ ἁγνή, ἤνοιξας ἀνθρώπων γένει, ὡς ἀγαθή· διὰ τοῦτό σοι κραυγάζομεν· χαῖρε Θεόνυμφε, εὐλογημένη ἄχραντε Δέσποινα.

 

Κανὼν δεύτερος. Παῖδες Ἑβραίων.

Κρήτη γεραίρει ἐγκωμίοις, Νεομάρτυρες ὑμῶν τὰς ἀριστείας, καὶ δοξάζει Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν δι᾿ ἡμῶν παρέχοντα, τοῖς πιστοῖς χαρίτων δόσεις.
Πρῶτον καλῶς τῇ προαιρέσει, ἐναθλήσαντες τῷ πόθῳ τοῦ Κυρίου, εἶτα ζέσει ψυχῆς, ὡς Μοναχοὶ γεννάδες, ἠθλήσατε δι᾿ αἵματος, ἁγιάζοντες τὴν Κρήτην.
Κλέα Μονῆς Βατοπεδίου, οἱ πεντάριθμοι ὑπάρχετε Πατέρες, συναυλίας λαμπρᾶς, Μαρτύρων μετασχόντες, ὡς τοῦ Χριστοῦ τὸν θάνατον, μιμησάμενοι προθύμως.

Θεοτοκίον.

Ὕμνοις ἀεί σε εὐφημοῦμεν, Θεονύμφευτε Μαρία Θεοτόκε, διὰ σοῦ γὰρ Θεός, ἐπιφανεῖς ἐν κόσμῳ, τοῦ πτώματος ἀνέστησεν, τοῦ Ἀδὰμ τοὺς ἀπογόνους.














Κανὼν πρῶτος. ᾨδὴ η´. Λυτρωτὰ τοῦ παντός.
Νικηταὶ εὐκλεεῖς ἀνεδείχθητε, τῶν τυράννων τὸ θράσος πατήσαντες, καὶ τῷ ποιμνίῳ κρείττονα, ἐδωρήσασθε νίκην, θανατωθέντες, ὡς Χριστοῦ μιμηταὶ Ἀρχιποίμενος.
Καλλινίκως τὴν σὴν ἐπεσφράγισας, πολιτείαν φωστὴρ Διοπόλεως, Καλλίνικε μακάριε, τῷ Κυρίῳ ὁ θύτης, τερπνὴ θυσία, προσαχθεὶς δι᾿ ἐνδόξου ἀθλήσεως.
Ὑμνωδίαις πιστῶς εὐφημοῦμέν σε, Ζαχαρία Σητείας ἀγλάϊσμα, προθύμως ὅτι τέθηκας, τὴν ἁγίαν ψυχήν σου, ὑπὲρ τῆς ποίμνης, ὡς ποιμὴν ἀληθῶς φιλοπρόβατος.

Θεοτοκίον.

Ῥυπωθέντα πολλοῖς παραπτώμασι, κάθαρόν με Παρθένε ἀμόλυντε, σῆς χάριτος τῷ ὕδατι, ἵνα πίστει βοῶ σοι· χαῖρε Μῆτερ, τῆς ἀθλίας ψυχῆς μου διάσωσμα.

Κανὼν δεύτερος. Οἱ θεοῤῥήμονες Παῖδες.
Τοὺς εὐκλεεῖς Ἀθλοφόρους ἐν Ἱεράρχαις, τοὺς τῆς Κρητῶν Ἐκκλησίας, ἀναφανέντας προπύργια, εὐφημήσωμεν πάντες, Χριστὸν μεγαλύνοντες.
Ἰωακεὶμ Χεῤῥονήσου καλῶς προέστης, καὶ τῶν Μαρτύρων τῆς δόξης, περιφανῶς ἐκοινώνησας, μεθ᾿ ὧν πᾶσιν ἐξαίτει, ἡμῖν θεῖον ἔλεος.
Ταῶν Ἐπισκόπων χορείαν τὴν πανολβίαν, τῶν πάλαι δέκα Μαρτύρων, τοὺς ἰσαρίθμους τιμήσωμεν, ὡς αὐτοὺς νέους πρέσβεις, πλουτοῦντες πρὸς Κύριον.

Θεοτοκίον.

Οὐρανομήκης ἐδείχθης Παρθένε κλίμαξ, δι᾿ ἧς κατέβη ὁ Λόγος, μετὰ σαρκὸς ὡς ηὐδόκησε, ἐκλυτρούμενος κόσμον, πικρὰς παραβάσεως.
















Κανὼν πρῶτος. ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ἴαμα ἐγένετο ὄντως, ὑμῶν τὸ αἷμα Ἀθλοφόροι, τοῖς χειμαζομένοις ἀθλίως, πικρᾶς δουλείας, ἐν ἀλγεινῇ κακώσει, διὸ ἐπαγαλλόμενοι, ὑμᾶς ἐν ὕμνοις μακαρίζομεν.
Λύσαντες ἀσέληνον νύκτα, Ἀγαρηνῶν τῆς κακουργίας, ὡς υἱοὶ φωτὸς καὶ ἠμέρας, ἀναδειχθέντες, τοῦ μαρτυρίου ἄθλοις, ἀεὶ Κρητῶν πυρσεύετε, τὴν κληρουχίαν Νεομάρτυρες.
Ὅπλον ἀπροσμάχητον σχόντες, πίστιν Χριστοῦ ὦ Ἀθλοφόροι, φοβεροὶ ἐχθροῖς τοῖς ἀπίστοις, τοῦ μαρτυρίου, τῇ συμπλοκῇ γενναίως, ἐδείχθητε καὶ ὤφθητε, τῶν εὐσεβῶν πύργοι νεόδμητοι.

Θεοτοκίον.

Ὕμνοις σε γεραίρομεν πίστει, τὴν ἀνωτέραν τῶν Ἀγγέλων, χαῖρε ἀσιγήτως βοῶντες, ἁγνὴ Παρθένε, τοῦ Θεοῦ Λόγου Μῆτερ· ἡμᾶς οὖν πάντας λύτρωσαι, ἐκ πάσης θλίψεως ὡς εὔσπλαγχνος.

 

Κανὼν δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ.

Ποιμένες ἐκλογάδος τῆς μυστικῆς, τῆς λαμπρᾶς Κρητονήσου ὑπάρχοντες, τῇ φυλακῇ, θείας ποιμασίας ὡς ἀληθῶς, τὴν ποίμνην ἐφυλάξατε, ἐκ τῆς κακουργίας τῶν ἀσεβῶν, καὶ χαίροντες θανάτου, ἐγεύσασθε πολύτλαι, ὑπὲρ αὐτῆς ἀγωνιζόμενοι.
Γεράσιμον τὸν Κρήτης οἱ εὐσεβεῖς, σὺν αὐτοῦ τοῖς ἐνδόξοις συμμάρτυσι, τοὺς ἐν ναῷ, τοῦ μεγαλομάρτυρος τοῦ Χριστοῦ, Μηνᾶ στεῤῥῶς ἀθλήσαντας, στέψωμεν στεφάνοις ὑμνῳδιῶν, αἰτούμενοι ἐν πίστει, αὐτῶν τὴν προστασίαν, ἐν ταῖς τοῦ βίου περιστάσεσι.
Πρεσβεύετε ἀπαύστως τῷ Λυτρωτῇ, τῷ ὑμᾶς ἀναδείξαντι Μάρτυρας, ἐν τῷ καιρῷ, τῆς δεινῆς δουλείας τῶν ἀσεβῶν, ἵνα ῥυσθῶμεν θλίψεων, θεῖοι Νεομάρτυρες καὶ δεινῶν, φυλάττετε δὲ Κρήτην, ἀλώβητον ἐκ πάσης, ἐπιβουλῆς τε καὶ κακώσεως.

Θεοτοκίον.

Ὑπέραγνε Μαρία ἡ τοῦ Χριστοῦ, χρηματίσασα Μήτηρ ἀμόλυντος, σὺν τῷ Μηνᾷ, τῷ τῆς εὐσεβείας τρισαριστεῖ, καὶ τοῖς Νεάθλοις ἅπασι, Κρήτης τοῖς κλεΐσμασι τοῖς φαιδροῖς, ἱκέτευε ἀπαύστως, ἵνα εὕρωμεν χάριν, οἱ μεγαλύνοντες τὸν τόκον σου.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῆς κληρουχίας τοῦ Τίτου, τοὺς ἀῤῥαγεῖς προασπιστάς, καὶ τῶν Μαρτύρων τῆς δόξης, συγκληρονόμους ἐν Ἐδέμ, τοὺς Νεομάρτυρας δεῦτε, ἀνευφημήσωμεν πάντες.

Θεοτοκίον.

Σὺν τῷ μεγάλῳ ἀπαύστως, Κυρίου μάρτυρι, Μηνᾷ καὶ τῇ ἁγνῇ Θεοτόκῳ, ὦ Νεομάρτυρες κλυτοί, ὑπὲρ τῆς ποίμνης ἐν Κρήτῃ, πρεσβεύετε τῷ Δεσπότῃ.

Αἶνοι. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Νῦν ἡ Κρήτης ἀγάλλεται, Ἐκκλησία καὶ γάνυται, Ἱεράρχαι ἔνδοξοι νεομάρτυρες· τὴν γῆν αὐτῆς γὰρ φοινίξαντες, αἱμάτων τοῖς ῥεύμασιν, ἐδοξάσατε Χριστόν, ὡς ποιμένες πανσέβαστοι, καὶ τὸ φρόνημα, τοῦ λαοῦ ἐνισχύσατε ἐνθέως, τῶν ἐχθρῶν τοῦ ἀντιστῆναι, ταῖς πολλαπλαῖς ἐπιθέσεσι.

Ἱερέων ὑμνήσωμεν, θεοσύλλεκτον φάλαγγα, τῆς Τριάδος χάριτι χρηματίσασαν, υπερκοσμίων ἐλλάμψεων, σεπτὸν ἐνδιαίτημα, καὶ ἀγώνων εὐαγῶν, θαυμαστὸν καλλιέρημα, τοὺς ἀθλήσαντας, ἐν ἐσχάτοις τοῖς χρόνοις ὑπὲρ φύσιν, καὶ αἰσχύναντας ἀπιστῶν, τὸ ἐπαιρόμενον φρόνημα.

Μοναχοὶ οὐρανόφρονες, ἀρετὴν οἱ ἀσκούμενοι, ἐν πολέμῳ ὤφθησαν γενναιότατοι, καὶ τῶν βαρβάρων ὑπήνεγκαν, στεῤῥῶς τὴν ὠμότητα, καὶ ἐνήθλησαν καλῶς· διὸ ἅπαντες ἔτυχον, παρατάξεως, τῶν νεάθλων Κυρίου Ἀθλοφόρων, ὡς σοφὴ καθηγεσία, ἀγωνιστῶν τῶν τῆς πίστεως.

Μοναχαὶ ἀγγελόβιοι, ἐξασκοῦσαι πανόλβιον, βιοτὴν ἡσύχιον οὐρανόφρονα, νῦν σὺν ἡμῖν ἐπαγάλλονται, ὡς πίστει ἀράμεναι, μαρτυρίου τὸν σταυρὸν δι᾿ αὐτοῦ γὰρ ἐγένοντο, παρατάξεως, τῶν μυρίοις παθήμασι Μαρτύρων, κοινωνοὶ πορφυροχρόων, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι.

Δόξα. Ἦχος πλ. α´.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐν Κρήτῃ Ἐκκλησία, ὅτι χάριτι Κυρίου, γεωργοὺς καὶ ποιμένας ἀμφιδεξίους κατέχεις, θείων προσταγμάτων τὴν τρίβον ἀσφαλῶς τοὺς βαδίσαντας, καὶ τὸν μαρτυρίου δίαυλον, φρονήματι ἀνδρικῷ ἐκτελέσαντας, Ἱεραρχῶν τὴν δεκάριθμον φάλαγγα, Ἱερέων συλλόγους, Μοναχῶν συστάδας, Ὁσίων γυναικῶν χορείας, καὶ τιμίων προκρίτων, τὸν ἔνθουν σύλλογον. Οὗτός ἐστιν ὁ πανάριστος θίασος, τῶν ἐνδόξων Νεομαρτύρων, ἐν οἷς μεγαλυνομένη, Πνεύματος μεθέξει, βασιλείῳ πορφυρωθεῖσα στολῇ, τῷ Κυρίῳ βόησον πολυέλεε Κύριε, πρεσβείαις τῶν εὐκλεῶν σου θεραπόντων, ἐν τῇ πέτρᾳ τῆς πίστεως στερέωσόν με, καὶ σῷζε τὸν λαόν μου, ὡς μόνος ἐν ἐλέει ἀνείκαστος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἐπισκόπους θείους, Ἱερέας καὶ Μοναστάς, καὶ σὺν τούτοις πάντας, πιστούς τε ἰδιώτας, τοὺς ἐν ὑστέροις χρόνοις, πίστιν τρανώσαντας.
Χαίροις Ἐπισκόπων νεοφαής, λαμπὰς μαρτυρίου, Ἱερέων πυρσοφαής, καὶ ἀζύγων χαίροις, πανέντιμος χορεία, τὴν Κρήτην ἡ κοσμοῦσα, χρόαις τοῦ αἵματος.

ΑΠΟΛΥΤΙΚΙΑ ΕΙΣ ΕΚΑΣΤΟΝ ΤΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ

Ἁγίου Γερασίμου Μητροπολίτου Κρήτης. Ἦχ. α´. Τῆς ἐρήμου πολίτης.
Τοῦ ἐν Κρήτῃ ποιμνίου, ἀνεδείχθης ὑπέρμαχος, ὡς χριστομιμήτῳ ἐμπρέψας, ποιμασίᾳ Γεράσιμε, καὶ ἤθλησας στεῤῥῶς ὑπὲρ αὐτοῦ, τὴν μῆνιν τῶν ἐχθρῶν καθυποστάς, διὰ τοῦτο θεῖα γέρα παρὰ Θεοῦ, ἀπέλαβες φερωνύμως. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ καταστέψαντι, δόξα τῷ μαρτυρίου σὲ αὐγαῖς, καταλαμπρύναντι.

Ἁγίου Νεοφύτου Κνωσοῦ Ἐπισκόπου. Ἦχος γ´. Θείας πίστεως.
Θείας πίστεως, τῇ γεωργίᾳ, νέον ἤνθησας, ἐν τοῖς ἐσχάτοις, εὐσεβείας φυτὸν ὦ Νεόφυτε, καρποφορίαν καλὴν προβαλόμενος, τοῦ μαρτυρίου ἡμῖν τὴν εὐπρέπειαν. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δωρήσασθαι, πταισμάτων ἱλασμὸν ἡμῖν καὶ ἔλεος.

Ἁγίου Ἰωακεὶμ Χερῥονήσου Ἐπισκοποῦ. Ἦχ. δ´. Ταχὺ προκατάλαβε.
Χριστῷ ἐφεπόμενος, τῇ καθαρᾷ σου ζωῇ, αὐτοῦ ἀναδέδειξαι, πανευκλεὴς μιμητής, Μαρτύρων ἐν αἵματι, σὺ γὰρ ἐχθρῶν μὴ πτήξας, τὸ μετέωρον θράσος, ἤθλησας Χεῤῥονήσου, τὸν λαὸν ἐφαγνίζων, διὸ Ἰωακείμ σε, ὕμνοις γεραίρομεν.

Ἁγίου Ἱεροθέου Λάμπης Ἐπισκοποῦ. Ἦχος γ´. Τὴν ὡραιότητα.
Καταταλαμπόμενος, φωτὶ τῆς χάριτος, ὡς μέγας ἥλιος, τῷ μαρτυρίῳ σου, ἐν τῆς δουλείας τῷ καιρῷ, ἀνέτειλας ἐκ τῆς Λάμπης, σὺ γὰρ Ἱερόθεε, φερωνύμως ἐβίωσας, καὶ Χριστῷ πανίερον, προσενήνεξαι σφάγιον, χερσὶ τῶν ἀσεβῶν ὡς ἀρνίον, σφαγιασθεὶς ζωῆς τῷ πόθῳ.

 

Ἁγίου Ζαχαρίου Σητείας Ἐπισκόπ. Ἦχ. πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἱεράρχης ὑπάρχων θεοειδέστατος, ἱερωσύνης τὴν χλαῖναν, τοῖς τῶν αἱμάτων κρουνοῖς, ἐπορφύρωσας τυθεὶς ἀμνὸς ὡς ἄκακος, καὶ προσεχώρησας λαμπρῶς, πρὸς τὴν ἀνέσπερον ζωήν, ὑπὲρ ἡμῶν ἱκετεύων, Χριστὸν ἀεὶ Ζαχαρία, Σητείας κλέος ἀναφαίρετον.

Ἕτερον. Εὐαγγέλου ἱερέως.

Τὸν στεῤῥὸν Νεομάρτυρα εὐφημήσωμεν, τὸν Ζαχαρίαν Σητείας καὶ Ἱεράρχην σεπτόν, ἀνδρικῶς γὰρ τὸν ἐχθρὸν κατετροπώσατο. Πάντας σὺν τούτῳ ἐκτενῶς, Μοναστῶν συναθλητῶν ὑμνήσωμεν τὴν πλειάδα, ὡς τῆς Τριάδος γὰρ μύσται, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.         
Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Ἱεράρχα θεῖε, καὶ Ἀζύγων ὑπογραμμός, σὺν αὐτοῖς θυσία, Θεῷ γὰρ προσηνέχθης, ὦ Ζαχαρία ὄντως, Σητείας καύχημα.

Ἁγίου Ἰωακεὶμ Πέτρας Ἐπισκόπου. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ἐκ Φουρνῆς ἀνεφύης, ὥσπερ κρίνον πανεύοσμον, ὦ Ἰωακεὶμ Ἱεράρχα, Νεοάθλων τὸ καύχημα, καὶ πάντων κατευφραίνεις τὰς ψυχάς, ἀθλήσεως ἐνδόξου ταῖς ὀδμαῖς, ὁ ποιμάνας τὴν τῆς Πέτρας Ἐπισκοπήν, σοφίᾳ καὶ σιυφροσύνῃ. Δόξα τῷ σὲ βραβεύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς, σὲ ἁγιάσαντι.
Μεγαλυνάριον.
Χαίροις ἡ τῆς Πέτρας πυρσοφαής, λαμπὰς μαρτυρίου, ἐξαστράπτουσα ἐκ Φουρνῆς, δι᾿ ἧς κατευθύνεις, πιστῶν τὰς διανοίας, Ἰωακεὶμ παμμάκαρ, πρὸς ὅρμον ἄκλυστον.

Ἁγίου Γερασίμου Ῥεθύμνης Ἐπισκόπου. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ἐν Κυρίῳ ὑπάρχων, ἀρεταῖς σου ἐλεύθερος, χαίρων τῆς εἱρκτῆς τὰς κακώσεις, καθυπέστης Γεράσιμε, καὶ ἤθλησας ἀγχόνῃ καρτερῶς, Ῥεθύμνης τοῦ λαοῦ ὑπερμαχῶν, διὰ τοῦτο ἐκομίσω στέφος διπλοῦν, ὡς Μάρτυς καὶ Ἱεράρχης. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν, γέρας καὶ καύχημα.

Ἁγίου Καλλινίκου Κυδωνίας Ἐπισκόπου. Ἦχ. δ´. Ταχὺ προκατάλαβε.
Ἱερώνυμον ἤνυσας, δι᾿ ἀρετῆς βιοτήν, καὶ νίκην Καλλίνικε, κατὰ βαρβάρων ἐτ ἐχθρῶν, λαμπρὰν ἐπετέλεσας· σὺ γὰρ αὐτῶν κακία, ἐν εἱρκτὴ ἐνεκλείσθης, ἔνθα Μαρτύρων χαίρων, ὑπεδέξω τὸ στέφος· διὸ σὲ εὐφημοῦμεν, Θεὸν μεγαλύνοντες.
Μεγαλυνάριον.
Χαίροις Κυδωνίας θεῖος ποιμήν, Καλλίνικε πάτερ, ὁ ἀθλήσας καρτερικῶς, ἐν χρόνοις δουλείας, τυράννων ἀλλοπίστων, εἱρκτῆς ἐγκαρτερήσας, στεῤῥῶς τὴν κάκωσιν.

Ἁγίου Μελχισεδὲκ τῆς Κισάμου Ἐπισκόπου. Ἦχος γ´. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ βακτηρίᾳ, ποιμαινόμενος, ποιμὴν ἐδείχθης, Μελχισεδὲκ τῆς Κισάμου οὐράνιος, καὶ δι᾿ ἀγχόνης τελέσας τὸν δρόμον σου, τοὺς οὐρανοὺς κατοικίαν κεκλήρωσαι. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανένδοξε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.



Ἁγίου Καλλινίκου Διοπόλεως Ἐπισκόπου. Ἦχ. πλ. α´. Τὴν ὡραιότητα.
Ἐκμιμησάμενος, ὡς πλήρης πίστεως, Μηνᾶν τὸν ἔνδοξον, μεγαλομάρτυρα, ἐν τῷ σεπτῷ ναῷ αὐτοῦ, ἐνήθλησας στεῤῥοψύχως, καὶ ῥοαῖς αἱμάτων σου, Ἐκκλησίας ἐποίκιλας, ἐν ἐσχάτοις ἔτεσι, τὸν χιτῶνα Καλλίνικε, διό σε κατὰ χρέος γεραίρει, ἐπιτελοῦσά σου τὴν μνήμην.

Κοινὸν τῶν Ἁγίων Νεοφύτου Κνωσοῦ καὶ Χεῤῥονήσου Ἰωακείμ, ὡς ἐκ τῆς κώμης Μοχοῦ καταγομένων. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τοῦ Μοχοῦ θείους γόνους, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Ἰωακεὶμ Χεῤῥονήσου, καὶ Κνωσοῦ τε Νεόφυτον, προσήχθησαν γὰρ οὗτοι τῷ Χριστῷ, ὡς σφάγια ἐξόχως ἱερά, ὑπομείναντες ὡς ἄσαρκοι τὴν σφαγήν, μανία ἐχθρῶν ἀπίστων. Δόξα τῷ ἐνισχύσαντι αὐτούς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δοξασθέντι τοῖς αὐτῶν, ἐσχάτως αἵμασι.

Μεγαλυνάριον.

Δίφωτος λυχνία μαρτυρική, ὤφθη ἐν ἐσχάτοις, ὁ Νεόφυτος τῆς Κνωσοῦ, σὺν τῷ Χεῤῥονήσου Ἰωακεὶμ τῷ θείῳ, ἀμφότεροι ἐκ κώμης, Μοχοῦ ἐκφύσαντες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου