Σάββατο 1 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 5. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΤΥΡΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ Ε΄.
ΔΩΡΟΘΕΟΥ ΤΥΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἐν Ἐκκλησίαις ἑστῶτες ἐπευλογήσωμεν, τὸν Ποιητὴν τῶν ὅλων, καὶ Θεὸν ἐν αἰνέσει, ἅμα παραστάτην τούτου φαιδρόν, τὸν ἀγχίνουν Δωρόθεον, τὸν ἀρχιθύτην τῆς Τύρου χαρμονικῶς, ἐγκωμίοις μακαρίσωμεν.

Ἀκαταγνώστου ζωῆς σου τὰ ἐπιτεύγματα, καὶ τοὺς σεπτούς σου ἄθλους, γηθοσύνως κροτοῦντες, χαίροις ἐκβοῶμεν, μύστα Χριστοῦ, Ἱεράρχα Δωρόθεε, ὁ προσκομίσας Κυρίῳ σοῦ τῷ Θεῷ, σεαυτὸν ὡς δῶρον τίμιον.

Τὸν συγγραφέα τὸν μέγαν τῶν ἱερῶν διδαχῶν, τὸν ἐν πανσέπτοις βίβλοις, ἱστορήσαντα τρόπους, θείων Ἀποστόλων καὶ Προφητῶν, πολιτείαν Ἁγίων τε, καὶ οὕτω πάντας προτρέπων εἰς τὰ καλά, τὸν Δωρόθεον τιμήσωμεν.

Τῇ γηραλέᾳ σαρκί σου βασάνους ἤνεγκας, ἐν πολιᾷ συνέσει, καὶ ἀκμαίᾳ φρονήσει, φίλτρῳ τοῦ Κυρίου, θάῤῥος λαβών, Ἱεράρχα Δωρόθεε, ὁ τὴν λυχνίαν τῆς Τύρου ἐν τῷ φωτί, ἐκλαμπρύνας τῶν ἀγώνων σου.

Δόξα. Ἦχος πλ. α´.
Τὸν μεγαλώνυμον υἱόν, τῆς πρὸς Θεὸν τιμιωτάτης προσφορᾶς, ἐν ὕμνων εὐαρέστοις προσαγωγαῖς, δεῦτε πάντες μεγαλύνωμεν. Δωρόθεον τὸν πάνσεπτον Ἱεράρχην, τὸν λαβόντα τῇ τοῦ Δεσπότου δεξιᾷ, τὸν θεῖον πλοῦτον τῶν ταλάντων. Ἐν δὲ συνέσει καὶ σοφίᾳ περισσῇ, καλῶς πολιτευσάμενος, κατεκληρώσατο ἀξίως, τῆς Οὐρανίου Βασιλείας τὴν ἀπόλαυσιν. Ἡμῖν δὲ τοῖς δοξάζουσιν Αὐτόν, ἀντιμετρεῖται δαψιλῶς ταῖς αὐτοῦ ἱκεσίαις, τῆς ἀληθοῦς εὐφροσύνης, τὸ μέγα καὶ ἀτίμητον δηνάριον.

Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον
Τὴν θεοπρεπῆ, καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβείμ· ὁ γὰρ Δημιουργὸς τῶν ὅλων, ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ ἐν τούτῳ ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπή, ἐν αὐτῷ οὐχ ὑπῆρξε; καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη; καθὼς ὁ προφήτης λέγει· Ἄνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὁ τὴν καλήν, Θεοῦ δωρωνυμίαν, ἐν θεαρέστοις ἔργοις, καὶ λόγοις πολυσόφοις, σφραγίσας ὦ Δωρόθεε.

Στ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Τύρου ἡ ἐκλογάς, Δωρόθεε καυχᾶται, σκιρτῶσά σου τῇ μνήμῃ, ἐποίμανας γὰρ ταύτην, ἐν χλόῃ τῆς χρηστότητος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὄρει ἐν ὑψηλῷ, ὡς λύχνος θείου φέγγους, τεθεὶς ἡμᾶς αὐγάζεις, Δωρόθεε τῇ αἴγλῃ, ἀγώνων πολυτρόπων σου.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι ἁγίῳ, ἡ τριλαμπὴς Θεότης, ἐλέησον καὶ σῶσον, τοὺς πίστει σοι λατρεύοντας.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε σὺν Γαβριήλ, τῷ θείῳ Ἀρχαγγέλῳ, χαρμονικῶς βοῶμεν, Παρθένε Θεοτόκε, τῆς λύπης ἡ ἀναίρεσις.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς σοφίας σε μύστην ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σοῦ βίβλοις, ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν, ἐν πόνοις σῆς ἀθλήσεως· χαίροις Ἀρχιερέων καλλονή, χαίροις Μαρτύρων καύχημα, χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ τὰ θείᾳ συγγραψάμενος.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς ἢ Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ'. Οἱ Μάρτυρές σου Κύριε
Πυξίον θείου Πνεύματος, θεομακάριστε ἐδείχθης, Πάτερ τὰ θεῖα δόγματα ἐγγεγραμμένα, φέρων ἐν γνώσει θεϊκῇ, ὧν τῇ ἀναπτύξει κατεφώτισας, τοὺς τῇ ἀγνωσίᾳ κινδυνεύοντας· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι ἡμῖν πᾶσι τὸ μέγα ἔλεος.

Αἱμάτων θείοις ῥεύμασι, προσεπιχρώσας σου Ἱερωσύνης, στολὴν Δωρόθεε εἰσῆλθες, χαίρων εἰς τὸν οὐράνιον ναόν, νῦν ἐμφανισθῆναι τῷ Θεῷ ἡμῶν, νέμοντι στεφάνους τῆς ἀθλήσεως, αὐτὸν καθικετεύων, ἅπασι δωρηθῆναι τὸ μέγα ἔλεος.

Ὁ βίος σου Ἰσάγγελος, ἡ μαρτυρία δὲ λελαμπρυσμένη, δι' ἧς ἠξίωσαι μετὰ Ἀγγέλων, περιχορεύειν ἐν χαρᾷ, θαύμασι τὴν γῆν Πάτερ Δωρόθεε, θείοις καταυγάζων καὶ διδάγμασι· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι δοῦναι τὸ μέγα ἔλεος.

Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλοπόνως τὸ τάλαντον, τὸ δοθέν σοι ἐπηύξησας, θεαρέστων πράξεων, ἐπιδόσεσιν· τὰ ἐπὶ γῆς παρωσάμενος, παμμάκαρ Δωρόθεε, καὶ πολίτευμα τὸ σόν, οὐρανοῖς μεταθέμενος· ὅθεν εἴληφας, ἐκ Θεοῦ τῶν ἐπαίνων τὰ βραβεῖα, καὶ γηθόμενος εἰσῆλθες, εἰς τῆς χαρᾶς τὰ Βασίλεια.

Συγγραφέα σε ἔγνωμεν, καὶ ποιμένα θεόκλητον, ὑπηρέτην χάριτος, τιμιώτατον μυσταγωγίας τῆς ἄνωθεν, μεγάλον διδάσκαλον, καὶ σοφὸν χειραγωγόν, ἐκκλησίας Δωρόθεε· λύχνον ἄσβεστον, ὑψηλοῦ ἐπὶ ὄρους εὖ τεθέντα, καὶ τὴν κτίσιν δαδουχοῦντα, ἱλαρωτάταις σου λάμψεσιν.

Γηραλέῳ ἐν σώματι, καὶ ἀκμαίῳ φρονήματι, τῶν βασάνων ἤνεγκας, τὰ ἐπίπονα· τοῦ Παραδείσου Δωρόθεε τὰ κάλλη τὰ ἄφθαρτα, ἀτενίζων μυστικῶς, καὶ τὰ δῶρα Κύριος ἐπηγγείλατο, τοῖς ἐξ ὅλης καρδίας ἀγαπῶσι, καὶ τηροῦσιν ἀδιστάκτως, Αὐτοῦ τὸν νόμον τὸν ἅγιον.








Δόξα. Ἦχος πλ. β´.
Τελεταρχίας οὐρανίου, τὸν ἄριστον μυσταγωγὸν καὶ διδάσκαλον, δεῦτε ἅπαντες πιστοί, μελῳδίαις ἱεραῖς καὶ ὑψηγόροις λόγοις ἐπαινέσωμεν Δωρόθεον τὸν πάνσεπτον, τὸν πολλαῖς καὶ μεγάλαις δωρεαῖς καὶ χάρισι Θεοῦ, ἐν δόξης τιμιότητι ὡραϊζόμενον. Ὅλον δὲ ἑαυτὸν ἐν μετοχῇ λατρείας, ὡς δῶρον τῷ Κυρίῳ ἅγιον προσαγαγών, καὶ ὡς ἀμώμητον ἱερεῖον. Χαίροις οὖν, φθεγξώμεθα αὐτῷ ἐν εὐφροσύνῃ, τοῦ Μεγάλου Ἀρχιερέως καὶ ἀληθινοῦ Θεοῦ ἡμῶν, Ἱεράρχα ἐννομώτατε. Χαίροις τοῦ ἐν Τύρῳ ἀμπελῶνος, ὃν ἡ ἄχραντος δεξιὰ τοῦ Δεσπότου ἐφύτευσε, γεωργὲ φιλοπονώτατε, ὁ τὸν καρπὸν ἐν ἀφθονίᾳ πνεύματος συλλέξας. Χαίροις τῆς ἀληθινῆς καὶ ζωηφόρου ἀμπέλου, κλῆμα τὸ πολυφόρον, ὁ ἐν ληνοῖς μαρτυρικοῖς, νᾶμα ἐκβλύσας τὸ γλυκὺ καὶ ἀθάνατον. Τούτου καὶ ἡμᾶς ἐπαπολαύσαι ἀξίωσον, τοὺς ἐν πιστότητι καρδίας, τὰς σὰς μεγαλουργίας μακαρίζοντας.

Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆςἢ Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τῶν μεγάλων δωρεῶν, τοῦ Φιλάνθρωπου Δεσπότου καὶ Θεοῦ ἡμῶν, τὸν τὴν κλῆσιν ἐπαξίως δεξάμενον, Δωρόθεον τὸν ἔνδοξον θεράποντα Χριστοῦ, θεοφθόγγοις ἔπεσι δεῦτε εὐφημήσωμεν. Οὗτος γὰρ ὁ μακάριος, Εὐαγγελίου τὸν νόμον ἐν τῇ καρδία μελετῶν, ἐγγὺς Θεοῦ ἐγένετο, καὶ Αὐτῷ ἐν ἐφέσει ἀκορέστῳ προσωμίλει. Τῆς ἱερατείας οὕτω χρισθεὶς τῷ μύρῳ, κατὰ τὴν τάξιν Ἀαρὼν Ἀρχιερεὺς ἐγένετο, καὶ ἐν Ἁγίων βήματι Ἁγίῳ ἠξιώθη παραστῆναι. Ἔνθα τὰς λογικὰς καὶ ἀναίμακτους λατρείας, τῷ τρισαγίῳ Θεῷ προσήγαγε, Ἀγγέλων τοὺς ἀσωμάτους χοροὺς ζηλώσας, καὶ τούτων τὴν πολιτείαν μετελθὼν ἐν σώματι. Μεθ᾿ ὧν καὶ νῦν, τῷ θρόνῳ τῆς Τριάδος, ἐν οὐρανοῖς ἱστάμενος. Ταύτῃ ἀπαύστως αἶνον καὶ δοξολογίαν, ἐν ἀΰλῳ φωτοχυσίᾳ μέλπει, εἰς τοὺς αἰῶνας ἀγαλλόμενος.

Ἦχος β´.
Τῆς Τύρου ἡ θεοβάδιστος πόλις, χαῖρε καὶ εὐφραίνου τῷ πνεύματι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θείου Δωροθέου, τοῦ μεγάλου καὶ θεοπροβλήτου σου ποιμένος σήμερον. Οὗτος γὰρ Χριστοῦ τοῦ Ἀρχιποίμενος εἰς τόπον ἱστάμενος, τύπος Αὐτοῦ ἐν ἀληθείᾳ ἐγένετο. Ἐν ἀγαθότητι πολιτευσάμενος, τὴν ἀγάπην ἐπιμελῶς εἰργάσατο, πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ ὑπάρχων, καὶ πᾶσαν ἄλλην ἀρετῆς ἀκρίβειαν, παρὰ Κυρίου διδασκόμενος. Τὴν πρᾶξιν οὖν, εἰς θεωρίας ἐπίβασιν θέμενος, ἐπὶ τὴν ἀκρίβειαν ἔφθασε, τῆς ἀεννάου κοινωνίας μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν Φώτων, καὶ εἰς ὑψηλὴν Αὐτοῦ ἀκρώρειαν. Αὐτοῦ τὰς εὐμενεῖς ἱκεσίας, πρὸς τὴν Ἀρχίφωτον Τριάδα ἐκζητήσωμεν, ἵνα ἐν τῷ φωτὶ τῆς ἀληθείας πορευόμενοι, λάβωμεν τῆς αἰωνίου ζωῆς τὴν κληρονομίαν, ἣν ὁ Πανάγαθος Πατὴρ τοῖς υἱοῖς Αὐτοῦ, ἀπ᾿ αἰώνων ἡτοίμασεν.



Ἦχος γ´.
Εἰς τὰ ζωήῤῥυτα τοῦ Εὐαγγελίου καὶ ἀκένωτα νάματα, ὡς ἔλαφος διψῶσα προσέτρεξας, θεοδρόμῳ σου σπουδῇ καὶ πόθῳ θεοκινήτῳ, Ἀρχιθύτα Δωρόθεε. Τῆς σῆς ψυχῆς δὲ τὴν δίψαν, ἐν πλησμονῇ ὑδάτων ἀπέσβεσας, καὶ Χριστὸν τὴν πηγὴν τῆς ὄντως Ζωῆς, ἐκ βαθέων σου ἐδόξασας. Ὅθεν καὶ τὰ λογικὰ πρόβατα τῆς ἐν Τύρῳ ἐκλογάδος, ἣν Χριστὸς ὁ μέγας ποιμενάρχης καὶ τῶν ἁπάντων Κύριος, τῇ χειρί σου ἀνέθετο, ἐν πολλῇ σοφίᾳ καὶ συνέσει, εἰς νομὰς σωτηριώδους χλόης καθωδήγησας. Καὶ τὸ ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν αἰώνιον ὑπέδειξας, ἐν ᾧ πᾶς ὁ προστρέχων, οὐ μὴ διψήσει πώποτε. Ἀλλ᾿ εἰς τοὺς αἰῶνας ἀγαλλόμενος, Θεὸν ἐν αἰνέσει μεγαλύνει καὶ δοξολογεῖ, τὸν ἔχοντα ἀληθινῆς εὐφροσύνης τὸ μέγα πέλαγος.

Ἦχος δ´.
Τῶν ἱερῶν λογίων τὸν μέγαν συγγραφέα καὶ διδάσκαλον, Δωρόθεον τὸν πάνυ, ἐν γραφαῖς καὶ λόγοις θείοις, δεῦτε ἀνυμνήσωμεν. Ἁγίων γὰρ τὴν πολιτείαν θαυμάσας, ἐν βίβλοις πλείσταις ἐξιστόρησεν, ὡς διαθήκην ἡμῖν καταλιπὼν τὰ τούτων κατορθώματα, πάντας προτρέπων εἰς τὴν τῶν καλῶν ἐργασίαν καὶ ἀπόκτησιν. Ἀποστόλων δὲ τοὺς τρόπους, καὶ Προφητῶν τοὺς λόγους ἐκθειάσας, τῶν δὲ Μαρτύρων τοὺς ἄθλους καὶ τὰ τρόπαια ἐκδιηγούμενος, τράπεζαν πᾶσιν ἡμῖν προτίθεται, πνευματικῆς πανδαισίας καὶ εὐφροσύνου καταπαύσεως. Ἔνθα ἡμᾶς καλεῖ δαιτυμόνας γενέσθαι, ἵνα τῆς ἐστιάσεως, ἣν Θεὸς ὁ πάντων εὐεργέτης καὶ Δημιουργὸς ἡτοίμασεν, ἐν εὐπρεπείᾳ κοινωνήσωμεν, καὶ ἐν μετοχῇ τιμῆς ἀληθινῆς, τὸν Κύριον τῆς Δόξης υἱοπρεπῶς ἐπευλογήσωμεν.

Ἦχος πλ. α´.
Τῆς ὑψηλῆς καὶ λαμπράς σου πολιτείας, τοὺς διὰ Χριστὸν πολυειδεὶς καμάτους, ἐν ἐξαιρέτῳ πόθῳ οἱ πιστοί, ἱεροφάντορ Δωρόθεε ἐγκωμιάζωμεν. Πάντα σου τὸν βίον γὰρ ἠνάλωσας, τῇ μελέτῃ τῶν τοῦ Χριστοῦ παραγγελμάτων, καὶ ταῦτα πρᾶξιν ἐν ἀκριβεῖ συνειδότι ἐποίησας. Πλεῖον πάντων τῶν τῆς γῆς τὸν Χριστὸν ἠγάπησας, καὶ Τούτου τὸ φίλτρον ἐβεβαίωσας, τὰ λογικὰ Αὐτοῦ ποιμάνας πρόβατα, ὑπὲρ ὧν τὴν ψυχήν σου θεοπειθεῖ σου προαιρέσει ἔθυσας. Τὴν δὲ καλὴν τῆς πίστεως ὁμολογίαν, ἐν πόνοις Μαρτυρίου ἐπεσφράγισας, τῇ γηραλέᾳ σου σαρκὶ βασάνους καρτερήσας, Σταυροῦ τῷ σθένει μάλα κρατυνόμενος. Διὸ καὶ τῆς Ἀναστάσεως Χριστοῦ, ἐν μεθέξει κοινωνὸς γέγονας, καὶ κληρονόμος τῆς ζωῆς τῆς αἰωνίου. Ἣν ἐπιβραβεύεις σαῖς εὐχαῖς, τοῖς ὑμνολογοῦσι τῶν ἱδρώτων σου τὰ ἔπαθλα.




Ἦχος πλ. β´.
Ἀξίως τῆς οὐρανίου κλήσεως ἐπὶ γῆς ἐβάδισας, θεομακάριστε Δωρόθεε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πέτρα ἡ ἁῤῥαγὴς καὶ ἀκράδαντος. Τὸ γὰρ ἅγιον Βάπτισμα λαβών, τῇ σεμνῇ καὶ θεοφιλεῖ σου βιοτῇ ἐτίμησας καὶ τῶν ταλάντων σου τὸν θεοδώρητον πλοῦτον, οἷα πιστὸς δοῦλος καὶ οἰκονόμος ἀγαθός, εἰς τέλος ὑπερηύξησας τῇ φιλοπόνῳ σοῦ ἀσκήσει. Ἐκ γὰρ τῆς Τύρου μακρυνόμενος εἰς Δυσσόπολιν ἦλθες, ἵνα τοῦ κινδύνου τῶν διωγμῶν διαφύγεις τὰ ἐπίπονα. Ἔνθα τὸ μέλι τῆς ἀρετῆς καλῶς φιλεργασάμενος, ἐκ τοῦ λειμῶνος τῆς ζωῆς τὰ εὐώδη ἄνθη συνέλεξας. Ἐν δὲ ταῖς προσευχαῖς ἐπιδοθεὶς καὶ τῇ σπουδῇ πάντων τῶν καλῶν πιανθείς, ὡσεὶ κέδρος ἔστης ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου σοῦ, πᾶσι ἡμῖν τὴν ἀφθονίαν, τῶν κρειττόνων ἀγαθῶν ἐπαγγελόμενος, καὶ τοῦ Θεοῦ ἡμῶν τὴν Βασιλείαν τὴν αἰώνιον.

Δόξα. Ἦχος πλ. δ´.
Τῆς θεοκινήτου σου χειρὸς τὰ ἔργα, τίς μὴ θαυμάσει ἀξίως, θεοφάντορ Πάτερ Δωρόθεε! τὸ δὲ κάλλος τῶν σοφῶν σοῦ λογίων, τίς μὴ ἐπαινέσει ἀρκούντως, τῆς Ἐκκλησίας στόμα μεγαλόφωνον; ὅτι δι᾿ αὐτῶν τὰ μεγαλεῖα τοῦ Θεοῦ, τῷ πιστῷ σοῦ λαῷ ἐδιηγήθης, πρὸς αἶνον πάντας παραινῶν τῶν θείων θαυμάσιων! Καὶ πάλιν τῶν ἱερῶν σου βίβλων τὴν ἀκρίβειαν, τίς μὴ εὐαρέστως ὁμολογήσει, ὦ θεοφώτιστε ἄνερ, τοῦ Παρακλήτου κάλαμε ὀξυγραφώτατε; Ἐν αὐταῖς γὰρ ἐκαλλιγράφησας τὰς τοῦ Θεοῦ εὐεργεσίας, καὶ τῶν φίλων Αὐτοῦ τὰ ἐξαίρετα κατορθώματα. Τοῦ τοιούτου πλούτου τὸν θησαυρόν, ἀξίωσον καὶ ἡμᾶς πάντας τοῦ εὑρεῖν, καὶ ἐν ἀγάπης παροξυσμῷ ζηλώσαι, ἵνα δόξης αἰωνίου τὴν κληρουχίαν, παρὰ Θεοῦ τοῦ φιλάνθρωπου λάβωμεν.

Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.











Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίρει ἡ ἐκκλησία Χριστοῦ, τὸν ἐκλεκτὸν νυμφαγωγὸν ταύτης μέλπουσα, Δωρόθεον τὸν ἐν κάλλει, θεοειδῶν δωρεῶν, θρόνον τὸν τῆς Τύρου ὡραΐσαντα· Χριστοῦ γὰρ τὸ Ὄνομα, ἐν γραφαῖς ἐμεγάλυνε, καὶ τῶν Ἁγίων, τὰ λαμπρὰ ὑποδείγματα, ἐν πιστότητι, τῆς καρδίας ἱστόρησεν. Ὅθεν χαρᾶς ἀπείληφε, τὸ μέγα δηνάριον, ἐν ταῖς σκηναῖς κατοικήσας, τῆς ὑπὲρ νοῦν καταπαύσεως, ὁρῶν τοῦ Δεσπότου, τὸ ἐράσμιον καὶ πλῆρες φωτὸς ἀπαύγασμα.

Στ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Βίβλους τὰς σωστικάς σου ἡμῖν, ὡς διαθήκην ἱερὰν καταλέλοιπας, Δωρόθεε θεοφάντορ, τοῦ Παρακλήτου γραφίς, γνώσεως τῆς θείας, στύλε ἔμψυχε. Λαοῦ προηγούμενος, τοῦ τῆς Τύρου ὡδήγησας, αὐτὸν εἰς χώραν, ἀπαθείας καὶ χάριτος, εἰς σκηνώματα, μακάριας λαμπρότητος. Μάννα τὸ ἐπουράνιον, αὐτοῖς παρεχόμενος, Εὐαγγελίου τε ἅμα, ὕδωρ γλυκὺ καὶ ζωήῤῥυτον, καὶ πᾶσι δεικνύων, τοῦ Θεοῦ τὴν εὐσπλαγχνίαν τὴν ἀκατάληπτον.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Πόνους τῇ γηραιᾷ σου σαρκί, διὰ Χριστοῦ θείαν ἀγάπην ὑπέμεινας, ἀκμαίᾳ ψυχῆς δυνάμει, καὶ εὐσεβεῖ λογισμῷ, πίστει καὶ ἐλπίδι κρατυνόμενος. Θεὸν ὡμολόγησας, τοῖς ἀθέοις ἐνώπιον, τὸν Βασιλέα, τοῦ παντὸς ᾧ δεδώρησαι, ὦ Δωρόθεε, προσφορὰ ὡς εὐπρόσδεκτος. Τούτῳ ἀεὶ ἀνάγαγε, τὰς χεῖρας τὰς θείας σοῦ, αἷς οὐρανοῦ μεγαλεῖα, ἐν βίβλοις πλείσταις συνέγραψας, αἰτούμενος πᾶσι, τοῖς ὑμνοῦσί σε εἰρήνην καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος α´.
Ἡ ἑπτάδωρος χάρις τοῦ Παρακλήτου Πνεύματος, ἐν σοὶ ἐπανεπαύσατο καὶ κατῴκησεν, ποιμενάρχα Δωρόθεε ἐνθεώτατε. Καὶ ἡ σοφία τοῦ Θεοῦ σε σκήνωμα ἀπειργάσατο, τὸν ἑπτάστυλον αὐτῆς οἶκον ἐν σοὶ οἰκοδομήσασα. Θεοῦ γὰρ τῶν δωρεῶν τὴν ἀγαθώνυμον κλῆσιν λαβών, ἐν ἔργοις σου καλοῖς ἐδικαίωσας, τῷ Θεῷ ὡς δῶρον ἅγιον τὴν σὴν καρδίαν ἀντιπαρέχων. Κανὼν διὸ καὶ τύπος τῆς πραότητος ἐδείχθης, τῇ δὲ καρδίᾳ πάνυ ταπεινός, Χριστοῦ στοιχῶν τῷ ὑποδείγματι καὶ τοῖς παραγγέλμασιν ὑπακούων. Τῆς πίστεως ὠσαύτως κῆρυξ καὶ διδάσκαλος, τῆς συνέσεως ὁδηγὸς καὶ τῆς ἀγάπης λαμπάς, ἐν ἐλαίῳ τῆς ἐλπίδος πεπληρωμένη. Διὸ καὶ φῶς γλυκὺ ἀεὶ καὶ ἱλαρώτατον, ἐμφαίνεις καθαρῶς πᾶσι τῇ κτίσει, Χριστοῦ τοῦ Φωτοδότου μεταδίδων τὴν λαμπρότητα, καὶ πάντας τοὺς πιστοὺς εὐφραίνων τῇ θεωρίᾳ. Οὐ καὶ ἡμᾶς τυχεῖν τοὺς σοὺς ἱκέτας καταξίωσον, ἵνα ἀπαύστως μετὰ Ἀγγέλων προσάγωμεν ὕμνον Θεῷ, τῷ ἐν Ἁγίοις θαυμαστῷ καὶ εἰς αἰῶνας ἐνδόξως δοξαζομένῳ.

Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς ἢ Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς σοφίας σε μύστην, ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σοῦ βίβλοις, ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν, ἐν πόνοις σῆς ἀθλήσεως. Χαίροις Ἀρχιερέων καλλονή, χαίροις Μαρτύρων καύχημα· χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ, τὰ θείᾳ συγγραψάμενος.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς ἢ Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Θεοῦ τῶν δωρεῶν, τὸν ἐπώνυμον δεῦτε, ἐν ὕμνων ἀπαρχαῖς, στεφανώσωμεν πάντες, Δωρόθεον τὸν ἔνδοξον, Ἐκκλησίας διδάσκαλον τὸν προσάξαντα, ὡς προσφορὰν τῷ Κυρίῳ· τὴν ἀναίμακτον, τελειοτάτην λατρείαν, Ἁγίῳ ἐν Βήματι.
Δόξα. Ὅμοιον.
Σοφίας τοῦ Θεοῦ, τὸν ὁλόφωτον στῦλον, εἰκόνα τῆς χρηστῆς, καὶ ἀμέμπτου ἀγάπης, λογίων τῶν τοῦ πνεύματος, τὸν ὀξύτατον κάλαμον τὸν συγγράψαντα, σπουδῇ Ἁγίων τὰ ἔργα καὶ ἑπόμενον, τούτων τοῖς ἴχνεσι πόθῳ, Δωρόθεον ᾄσωμεν.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τοῖς ῥήμασιν Ἁγνή, Γαβριὴλ τοῦ Ἀγγέλου, ἐν γνώμῃ εὐπειθεῖ, ὑπακούσασα ὅλως, ἐκύησας ἐν μήτρᾳ σου, ἀπειράνδρως τὸν Κύριον τὸν λυτρώσαντα, τῆς καταδίκης τὴν Εὔαν καὶ δωρούμενον, πιστοῖς ζωὴν αἰωνίαν, Θεὸς ὧν φιλεύσπλαγχνος.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τύρος ἀγάλλεται, ἡ θεοβάδιστος, ἐν σοὶ Δωρόθεε, ταύτης λυχνίαν γάρ, λόγοις καὶ ἔργοις ἀγαθοῖς, ἐλάμπρυνας ὑπερκάλλως. Φῶς δὲ ἱλαρώτατον, ἐκ φωτὸς αἰωνίζοντος, φαίνεις ἐν τοῖς πέρασιν, καὶ Χριστοῦ νόμον ἅγιον δεικνύεις τοῖς πιστοῖς εἰς τὴν τρῖβον τούτους προάγων τὴν εὐθεῖαν.
Δόξα. Ὅμοιον.
Χριστοῦ τὸ ὄνομα, τὸ ὑπερένδοξον, τυράννοις ἔμπροσθεν, καθωμολόγησας, ἵνα κερδίσης παρ᾿ Αὐτοῦ, τὸν ἔπαινον ἐν ὑψίστοις. Πόνους ἐκαρτέρησας, τῇ σαρκί σου ἐν γήρατι φίλτρῳ δυναμούμενος, τοῦ Δεσπότου Δωρόθεε· ᾧ πρέσβευε ὑπὲρ τῶν βοώντων· χαίροις σεπτὲ ἱερομάρτυς.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ὄρος Πανάμωμε, σὲ ἀλατόμητον, δασὺ καὶ σύσκιον, προανεφώνησε, τῶν Προφητῶν θεῖος χορός, ἐν Πνεύματι τῷ ἁγίῳ. Μόνη γὰρ ἐκύησας, τοῦ Πατρὸς τῷ βουλήματι· Κύριον Θεάνθρωπον, ἀπειράνδρως ἐν μήτρᾳ σου· ζωῆς τὸν παρεχόμενον ῥεῖθρα πᾶσι τοῖς χαῖρέ σοι βοῶσιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Φιλοπόνῳ σοῦ σπουδῇ, καὶ θεαρέστῳ λογισμῷ, τῇ ἰδίᾳ σου χειρί, βίβλους συνέγραψας πολλάς, ἐν αἷς Ἁγίων ἱστόρησας πολιτείαν· θείων Προφητῶν τὰ κηρύγματα, κόπους Ἀσκητῶν καὶ παλαίσματα· καρτερικῶν Μαρτύρων τε τοὺς ἄθλους, καὶ Ἀποστόλων τὰ τρόπαια. Μεθ᾿ ὧν Κυρίῳ, ποιοῦ πρεσβείαν, ὑπὲρ πάντων Δωρόθεε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ῥάβδος πάλαι Ἀαρών, ἡ ἐκβλαστήσασα καρπόν, προετύπου σου Ἁγνή, τὸν ὑπὲρ φύσιν τοκετόν, ὅτι ἀσπόρως συνέλαβες ἐν γαστρὶ σοῦ Λόγον τοῦ Πατρὸς τὸν προάναρχον, λύσαντα δεσμὰ παραβάσεως· καὶ τοῖς βροτοῖς δωρούμενον εἰρήνην, καὶ παραδείσου τὴν εἴσοδον. Διό σοι χαῖρε, πάντες Παρθένε, εὐχαρίστως βοῶμεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ιβ´ 8-12).(Εἰς Ἱερομάρτυρας, Ζήτει τῇ Στ´ Νοεμβρίου): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ...
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός....
Τὸν τῆς καλῆς ἐλπίδος, λύχνον ἀδελφοί, τὸν ἐν ἐλαίῳ τῆς χρηστῆς, εὐποιΐας πεπληρωμένον, Δωρόθεον τὸν ἔνθεον Ἱεράρχην, δεῦτε ἐν ᾠδαῖς χαρμονικαῖς, καὶ φωτωνύμοις ᾄσμασιν ὑπαντήσωμεν. Ἀγάπης γὰρ καὶ πίστεως τοὺς κανόνας διακρατῶν, τῷ Θεῷ εὐαρέστως διηκόνησε, ὡς πόλις ὑψηλή, ἐπάνω ὄρους κειμένη γενόμενος. Πάντας οὖν προτρέπει εἰς δόξαν καὶ προσκύνησιν, τοῦ ἀθανάτου Θεοῦ ἡμῶν, τοῦ ἔχοντος εὐσπλαγχνίας καὶ στοργῆς, μέγα καὶ ἀνεξάντλητον πέλαγος.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Δῶρον Θεοῦ σε παμμάκαρ Πάτερ σέβω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ
Δῶρον Θεῷ παμμάκαρ, σεαυτὸν προσῆξας καθαρώτατον, διὰ βίου τελείου, καὶ σεπτοῦ μαρτυρίου Δωρόθεε.
ριμον ὥσπερ βότρυν, Πάτερ ἀποθλίψας τὴν διάνοιαν, εὐφροσύνης κρατῆρα, τοῖς πιστοῖς διδαγμάτων προέθηκας.
εύματα τῆς ἀπάτης, ἔστησας Δωρόθεε τῷ ῥεύματι, τῆς πανσόφου σου γλώττης, καὶ πιστῶν διανοίας κατήρδευσας.
Θεοτοκίον
μβρισόν μοι Παρθένε, δέομαι σταγόνα κατανύξεως, τὸν ἐνόντα μοι ῥύπον, ἀποπλύνουσα ὅπως δοξάζω σε.




ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα
Νύκτα ἀπεδίωξας, τῆς ματαιότητος ἅπασαν, ταῖς ἀστραπαῖς, Πάτερ Ἱεράρχα, τοῦ πανσόφου κηρύγματος.
Θαύμασιν ἐστήριξας, καὶ ἱεροῖς σοφὲ δόγμασι, τὰς τῶν πιστῶν, πάντων διανοίας, ὡς ποιμὴν ἱερώτατος.
χρισέ σὲ Κύριος, τῷ ἱερῷ σοφὲ χρίσματι, καὶ τῆς αὐτοῦ, θείας Ἐκκλησίας, ποιμενάρχην κατέστησε.
Θεοτοκίον
λην τὴν καρδίαν μου, τῷ θεϊκῷ φωτὶ λάμπρυνον, πύλη φωτός, τὸν τῆς ἁμαρτίας, σκοτασμὸν ἐκδιώκουσα.

Κάθισμα τοῦ Ἁγίου. Ἦχος γ'. Θείας πίστεως
Θείοις δόγμασιν, ἀεὶ ἐκλάμπων, δῶρον ἅγιον, σαυτὸν προσῆξας, τῷ ἀθανάτῳ Βασιλεῖ δι' ἀθλήσεως, καὶ κατοικεῖς νῦν ἀεὶ εὐφραινόμενος, τῶν πρωτοτόκων τὴν ἄνω μητρόπολιν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θείας φύσεως, οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε
ψουμένου κατέπτυσας, Ὅσιε χειμῶνος τῆς ἀθεότητος, καὶ τῇ θέρμῃ θείου Πνεύματος, ἀβλαβεῖς καρδίας συνετήρησας.
Συνετρίβη Δωρόθεε, μάκαρ πρὸ προσώπου σου ὄρη βίαια, τῶν δαιμόνων καὶ ἐτάκησαν, δυσμενῶν ἀνθρώπων τὰ φρονήματα.
καρτέρεις θλιβόμενος, πόλεως εἰς πόλιν ἐκδιωκόμενος· μακαρίας ὅθεν ἔτυχες, τῶν Μαρτύρων δόξης καὶ λαμπρότητος.
Θεοτοκίον
Πειρασμῶν με διάσωσον, καὶ τοῦ ψυχοφθόρου τῶν παθῶν κλύδωνος, ὅπως πίστει μακαρίζω σε, παναγία Κόρη Μητροπάρθενε.






ᾨδὴ ε'. Τὸν ἐκ νυκτὸς ἀγνωσίας
ποσκοπῶν ἐμφρόνως, τὰς ἀντιδόσεις τὰς θείας Δωρόθεε, τοὺς μεγίστους κινδύνους, καὶ τοὺς πειρασμοὺς ἐκαρτέρησας.
Μοναδικῶς τὴν θείαν, ἀνακηρύττων Τριάδα Δωρόθεε, πολυθέου μανίας, μάταιον διέλυσας φρύαγμα.
Μὴ προσκυνήσας Μάρτυς, ἔργα χειρῶν ἀνομούντων ὑπέμεινας, πειρασμοὺς καὶ κινδύνους, καὶ μαστίγων πόνους Δωρόθεε.
Θεοτοκίον
νατολὴ ἡλίου, πρὸ ἑωσφόρου ἐκλάμψαντος γέγονας, δι' οὗ φῶς οἱ ἐν σκότει, Ἄχραντε δεινῶν ἐθεάσαντο.

ᾨδὴ ς'. Χιτῶνά μοι παράσχου
Καρδίαν πυρωθεῖσαν ταῖς πνοαῖς, ἐκτήσω τοῦ Πνεύματος, πνευμάτων Δωρόθεε, ἐναντίων τὸν κρυμὸν διαλύουσαν.
γίων πολιτείας ἱεραῖς, συγγραφαῖς ἐδήλωσας, Πάτερ θεόπνευστε, θείᾳ γνώσει τὴν ψυχὴν φωτιζόμενος.
ημάτων σου ὁ φθόγγος καὶ τερπνῶν, δογμάτων ἡ δύναμις, πᾶσαν ἐπέδραμε, παμμακάριστε τὴν γῆν θείᾳ χάριτι.
Θεοτοκίον
Παρθένε ὃν ἐκύησας Θεόν, ἄνθρωπον γενόμενον, τοῦτον ἱκέτευε, λυτρωθῆναί με πυρὸς καὶ κολάσεως.

Κοντάκιον τοῦ Ἁγίου. Ἦχος γ'. Ἡ Παρθένος
Ὀρθοδόξοις δόγμασιν, Ἱερομάρτυς κηρύξας, δῶρον θεῖον ἅγιον, σαυτὸν προσῆξας τῷ Κτίστῃ, πρότερον ἐν τῇ ἀσκήσει ἐνδιαπρέψας, ὕστερον τῷ μαρτυρίῳ στεῤῥῶς ἀθλήσας, καὶ νομίμως ὑπεδέξω, βραβεῖον νίκης, παρὰ Χριστοῦ τοῦ Θεοῦ.
Ἕτερον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας τὸν ποιμένα καὶ διδάσκαλον, τοῦ Παρακλήτου τὸν ὀξὺν καὶ μέγαν κάλαμον, τὸν ἐν πόνοις πολυτρόποις τοῦ Μαρτυρίου· τὴν πρὸς Κύριον ἀγάπην ὑπογράψαντα, καὶ σφραγίσαντα τὴν πίστιν ἐπαινέσωμεν Χαίροις λέγοντες· Τύρου δόξα Δωρόθεε.
Ὁ Οἶκος.
Αἴγλῃ Ἱεραρχίας καὶ τιμῇ Μαρτυρίου καὶ δόξῃ συγγραμάτων σου πλείστων κεκόσμησαι Δωρόθεε μάκαρ· τοῦ οὐρανοῦ καταφαιδρύνων τὸ στερέωμα καὶ γῆς ἁπάσης ἐπευφραίνων τὰ πληρώματα, τῆς Ἐκκλησίας δὲ τὸ πρόσωπον ὡραΐζων. Διὸ καὶ παρ᾿ ἡμῶν τῶν θαυμαζόντων τὰς τοσαύτας ἀριστείας σου, ἀκούεις ἐν φωνῇ αἰνέσεως καὶ εἰς βεβαίωσιν τιμῆς τοιαῦτα·
Χαίροις ὁ κάλαμος τῆς σοφίας·
χαίροις διδάσκαλε ἀληθείας.
Χαίροις τῶν Ἀρχιερέων θεοβράβευτος ἀκρότης·
χαίροις τῶν Χριστοῦ Μαρτύρων ἡ τιμία ὡραιότης.
Χαίροις Φωτουργοῦ Τριάδος λύχνος φῶς γλυκὺ ἐκφαίνων·
χαίροις Παρακλήτου οἶκος χάριτος ἀρίστης γέμων.
Χαίροις τρόπους τῶν Ἀγγέλων ἐν σαρκί σου ὁ ζηλώσας·
χαίροις Ἄγγελε τῆς Τύρου ἄθλους θείους κατορθώσας.
Χαίροις βίβλων θεοπνεύστων ἡ γραφὶς ἡ ὀξυτάτη·
χαίροις θείων δωρημάτων κρήνη ἡ διαυγέστατη.
Χαίροις θεῖον ἀμπελῶνα τὸν ἐν Τύρῳ γεωργήσας·
χαίροις φωτεινὸν νυμφῶνα τῆς Ἐδὲμ ὁ κατοικήσας.
Χαίροις τῆς Τύρου ἡ δόξα Δωρόθεε.

Συναξάριον.
Τῇ Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου.
Θεοῦ δωρεαῖς Δωρόθεος πλουτήσας,
ὅλον ἑαυτὸν ὡς δῶρον Τούτῳ ἧξεν.
Πέμπτῃ Δωροθέοιο δέμας πληγῆσι δαμάσθη.
Ὃς ἦν κατὰ τοὺς χρόνους Λικινίου, Τύρου ἐπίσκοπος. Ἐπὶ δὲ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, διὰ τὸν ἐπικείμενον διωγμόν, καταλιπὼν τὴν οἰκίαν, καὶ τὴν ἰδίαν παροικίαν, ἀπῆλθεν ἐν Δυσσοπόλει. Μετὰ δὲ τὴν τούτων καταστροφήν, κατέλαβε τὴν Τύρον, καὶ ἦν ἰθύνων τὴν αὐτοῦ Ἐκκλησίαν, μέχρις Ἰουλιανοῦ τοῦ Παραβάτου. Τότε δὲ πάλιν, τὴν Δυσσόπολιν κατέλαβεν, ἔνθα συσχεθεὶς ὑπὸ τῶν τοῦ Ἰουλιανοῦ ἀρχόντων, καὶ πολλὰς βασάνους ὑπομείνας, τὸν τῆς μαρτυρίας ἐν βαθυτάτῳ γήρᾳ ἐκομίσατο στέφανον, ἐν αὐτῷ τῷ πάσχειν τὴν ψυχὴν τῷ Θεῷ παραθέμενος, ἤδη τυγχάνων ἐτῶν ἑκατὸν ἑπτά. Καταλέλοιπε δὲ διάφορα συγγράμματα ἐκκλησιαστικά, καὶ ἱστορίας, ἑλληνικοῖς καὶ ῥωμαϊκοῖς γράμμασιν· ἦν γὰρ ἑκατέρων ἔμπειρος τῶν γλωσσῶν, σπουδῇ συντόνῳ καὶ φύσεως ἐπιτηδειότητι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς μετά φιλανθρωπίας ἐπενεχθείσης φοβερᾶς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ᾿ αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ᾿ ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος.
Πεινῶσι καὶ διψῶσιν Ἀθληταῖς δέκα,
τροφὰς Θεὸς δίδωσι μὴ πληρουμένας.
Οὗτοι διὰ Χριστὸν καὶ τὴν εἰς αὐτὸν πίστιν, ὑπὸ τοῦ ἐν Αἰγύπτῳ ἄρχοντος, λιμῷ καὶ δίψει καὶ κρύει ταλαιπωρηθέντες, τὸν ἀγῶνα τοῦ μαρτυρίου ἐτέλεσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Χριστόφορος, ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται
Μὴ δωρεάν σοι τέμνομαι Χριστοφόρος;
δώσεις ὁ Χριστὸς οἶδα πολλά μοι στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεῖς τελειοῦται.
Εἰσδὺς Κόνων θάλασσαν, εὗρε λιμένα,
ἄριστα χερσὶν οἰακισθεὶς Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πλουτάρχου, ἐπισκόπου Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νόννου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μάρκος, ὁ ἐκ Σμύρνης καὶ ἐν Χίῳ, ἐν ἔτει 1801, ξίφει τελειοῦται.
Μᾶρκον ἔχεις καύχημα Χίος μέγα, ἠδέ τε σεπτόν·
λαμπρὰν τεύξαντα, αἵματι Μαρτυρίου,


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, ἐπισκόπου Τύρου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Βονιφάτιος ὁ Ἄγγλος, ἀρχιεπίσκοπος Γερμανίας, ἐν ἔτει 755, σφαγιασθεὶς τελειοῦται, μετὰ τοῦ ἐπισκόπου Ἐοβανοῦ, τριῶν Ἱερέων, τριῶν Διακόνων, τεσσάρων Μοναχῶν καὶ σαράντα Λαϊκῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ Γιαροσλαβ τοῦ Δουκός, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.














ᾨδὴ ζ'. Παῖδες Ἑβραίων
στρον πολύφωτον ἐφάνης, ταῖς λαμπρότησι τῶν ἄθλων σου φωτίζων, τὰς ψυχὰς τῶν πιστῶς, Δωρόθεε βοώντων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τρίβους εὐθείας διοδεύων, ὑπεξέκλινας τὰ βάραθρα τοῦ πλάνου, καὶ ὁδοὺς πρὸς ζωῆς, ὡδήγεις τοὺς βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
σβεσας ὄμβροις τῶν αἱμάτων, Παναοίδιμε τὴν κάμινον τῆς πλάνης, καὶ πρὸς ὕδωρ ζωῆς, ἐσκήνωσας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
ῦσαι δεσμῶν τῆς ἁμαρτίας, τὴν ἀθλίαν μου ψυχὴν Θεογεννῆτορ, καὶ ἀγάπῃ Θεοῦ, ὑπόζευξον τελείᾳ, ἵνα πιστῶς, δοξάζω σε, Θεοτόκε εἰς αἰῶνας.

ᾨδὴ η'. Οἱ θεοῤῥήμονες Παῖδες
Σοβαρευόμενον ὄφιν ἐν κακίᾳ, ταπεινωθεὶς ἐν Κυρίῳ, Πάτερ βοῶν ἐταπείνωσας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
ν βαθυτάτῳ σε γήρᾳ πρὸς ἀγήρως, ἀναπαυσάμενον τόπους, ὁ πλαστουργὸς κατεσκήνωσεν, Ἱερώτατε Πάτερ, Μαρτύρων ἀγλάϊσμα.
Βίον ἰσάγγελον ἔχων σὺν Ἀγγέλοις, τῷ τοῦ Δεσπότου σου θρόνῳ, ἀναβοῶν νῦν παρίστασαι· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
ραιοτάτη Παρθένε ἀνεδείχθης, τὸν ὡραιότατον Λόγον, κυοφοροῦσα ᾧ ψάλλομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ'. Τὸν προδηλωθέντα
θυνας τὴν ποίμνην, Χριστοῦ θείους πρὸς λιμένας, ἀβλαβῆ τηρήσας αὐτὴν χειμώνων ἐναντίων, ὡς πανάριστος Ἱεράρχης καὶ θείων Πάτερ, πληρωτὴς σοφὲ προστάξεων.
ς ἱερουργὸς ἱερός, ὡς Μάρτυς γενναῖος, ὡς θαυματουργὸς θαυμαστός, ὡς θεῖος λογογράφος, ὡς τῆς πίστεως ἀδιάσειστος στῦλος, δόξης αἰωνίου Πάτερ ἔτυχες.
Σὲ ὡς θεῖον δῶρον Δωρόθεε ὁ τὰ δῶρα, ὡς Θεὸς παρέχων, πλουσίᾳ χρηστότητι τοῖς δεομένοις, εἰς πιστῶν ἐναργῆ σωτηρίαν, τῇ Ἐκκλησίᾳ ἐδωρήσατο.
θεοφεγγὴς μνήμη σου ἀνέτειλε κόσμῳ, καταυγάζουσα πιστούς, ἀκτῖσι χαρισμάτων, ἣν δοξάζοντας κοινωνοὺς ἡμᾶς δεῖξον Πάτερ, τῆς ἐν σοὶ θείας λαμπρότητος.
Θεοτοκίον
Φέρουσα Χριστὸν χερσί, τὸν φέροντα τὰ πάντα, νεύματι τῷ θείῳ Ἁγνή, αὐτὸν ἀεὶ δυσώπει, τῶν χειρῶν ἡμῶν τὰς ἐπάρσεις εὐθῦναι, τούτου ὡς θυμίαμα ἐνώπιον.
Ἐξαποστειλάριον. Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν δωρεῶν τὴν κλῆσιν, τὴν οὐρανόδωτον λαβών, καὶ ταύτην Ἱεραρχίας, καὶ μαρτυρίου καλλοναῖς, θεοπρεπῶς εὐκοσμήσας, Δωρόθεε Τύρου χαῖρε.
Ἕτερον. Ἦχος γ´. Ἐν Πνεύματι τῷ ἱερῷ.
Σοφίας σὲ μυσταγωγόν, καὶ ὀξὺν συγγραφέα, διδάσκαλον πανάριστον, τῶν καινῶν μεγαλείων, καὶ Τύρου Ἀρχιερέα, ὁ Θεὸς σὲ ἔθετο, Δωρόθεε προσκομίσας· Τούτῳ δῶρον σεαυτόν, λογικὴν ὡς ἀπαρχήν, καὶ ὡς καρπὸν Μαρτυρίου.

Αἶνοι. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις ἱερὲ Δωρόθεε! θεογνωσίας κρατήρ, Ἐκκλησίας διδάσκαλε, ἧς θρόνον ἐκόσμησας, ἐν τῇ Τύρῳ λαμπρότατα· τοῦ Παρακλήτου στόμα τὸ πάνσεπτον· τῆς ἀληθείας κάλαμος εὔγραφος. Χαίροις θειότατον, ἀκριβείας δώρημα τῷ Βασιλεῖ, καὶ Θεῷ Ὃν ἵλεων, ἡμῖν ἀπέργασαι.

Βίβλους τὰς πολλὰς σοῦ ἔλιπες! ὡς διαθήκην ἡμῖν, ἱερὰν καὶ θεόγραφον, ἐν ᾗ ἐξιστόρησας, τῶν Ἁγίων τὰ ἔπαθλα· αὐτῶν τοῖς τρόποις θείως ἑπόμενος· καὶ τοῖς καμάτοις ὅλως ἑνούμενος. Ὕψος εἰς ἄῤῥητον, οὐρανοῦ Δωρόθεε! ὡς ἀληθῶς, ἔφθασας τῷ πρύτανι, Θεῷ φθεγγόμενος.

Τύρου ἐκλογὴν ἐποίμανας! ἐπὶ ὑδάτων πηγάς, ποταμὸν εἰς ἀκένωτον, διδοὺς πᾶσι νάματα, ζωηφόρα Δωρόθεε· Εὐαγγελίου λόγοις πειθόμενος· ὑπὲρ προβάτων ὧνπερ προΐστασο. Ὅλην σου ἔθυσας, τὴν ψυχὴν γενόμενος! τύπος Χριστοῦ, δς διὰ τὸν ἄνθρωπον, Σταυρὸν ὑπέμεινεν.

Δῶρον ἱερὲ Δωρόθεε! τῷ Εὐεργέτῃ Θεῷ, εὐλαβῶς προσεκόμισας, τιμίων ἱδρώτων σου, τὰ πολλὰ κατορθώματα· τὰς ἀναίμακτους ναίων θυσίας σου· καὶ τοὺς ἀγῶνας ὅλης ἀσκήσεως πόνους δὲ σώματος, ἐκ βασάνων ὕστερον! Μαρτυρικῶν, οἷς καὶ ἐπεσφράγισας, τὴν θείαν κλῆσιν σου.

Δόξα. Ἦχος πλ. δ´.
Τὸν τῆς καλλίστης παιδείας θεοδίδακτον διδάσκαλον, καὶ τῆς οὐρανίου καὶ ὑπὲρ νοῦν σοφίας, ἱερώτατον μύστην καὶ ἐκφάντορα, Δωρόθεον ἅπαντες πιστοί, τῶν θείων ὕμνων ταῖς δωρεαῖς, δεῦτε ἐπευφράνωμεν. Τοῦ πάντων Δεσπότου καὶ Θεοῦ τὸ τέλειον δώρημα, καὶ τῆς πρὸς Αὐτὸν ἀγάπης τὸ ἀνταπόδομα. Τοῦ Παρακλήτου τὸν ὀξύτατον κάλαμον, καὶ τῆς Ἐκκλησίας στόμα τὸ σεβάσμιον. Τὸν τῆς Τύρου ἔνσαρκον Ἄγγελον, ἧς ἐπὶ τὸν θρόνον ἀνελθών, μάλα τὸν ἐπὶ θρόνου ὑψηλοῦ καθήμενον, Θεὸν καὶ Βασιλέα τοῦ παντός, ἐν ἔργοις βασιλικοῖς εὐπρεπῶς ἐθεράπευσεν. Ὅλην γὰρ τὴν καρδίαν αὐτοῦ, ναὸν σεπτὸν καὶ ἅγιον ἐποίησεν, ἐν ᾧ ἑστὼς τῆς τελείας ἀγάπης, τὴν καθαρὰν λατρείαν, ἐν δόξῃ τῆς Ἀρχιερατείας προσεκόμισεν. Τῆς πίστεως τὸν λύχνον τὸν ἀκοίμητον, τὸν ἐν ἐλαίῳ τῆς καλῆς ἐλπίδος πεπληρωμένον, Χριστοῦ δὲ εἰς ὑπάντησιν ἡτοιμασμένον. Μεθ᾿ οὗ ὡς φίλος ἀγαθός, καὶ δοῦλος πάνυ ἔμπιστος, εἰς τὴν Βασιλείαν Αὐτοῦ τὴν ἄνω εἰσῆλθεν ἐν χαρᾷ. Πᾶσι δὲ γνωρίζει ἀληθῶς, τῆς καινῆς φωτοχυσίας τὴν λαμπρότητα, καὶ τῶν ἐνθέων δωρεῶν τὸ πλήρωμα.

Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις οὐρανίων μυσταγωγέ, χαίροις τῶν τελείων δωρημάτων ἡ ἀπαρχή, χαίροις τοῦ τῶν πάντων Θεοῦ ἡ εὐκληρία· Δωρόθεε τῆς Τύρου ἔξοχον ἄκουσμα.
Δεῦτε τῆς φυτείας τοῦ Οὐρανοῦ, μέλψωμεν τὸ κλῆμα τὸ κατάμεστον ἐν καρποῖς, Ἀρχιερωσύνης σεπτοῦ τε Μαρτυρίου· Δωρόθεον τιμίων δώρων ἐπώνυμον.





















ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ σπουδῆς τὰ τοῦ Θεοῦ μελετήσας, διηνεκῶς τε ἐν αὐτοῖς ἐντρυφήσας, τὰς συγγραφάς σου ἔλιπες, ὡς πλοῦτον ἡμῖν. Πάνσεπτε Δωρόθεε, Ἀρχιθύτα τῆς Τύρου, κάλαμε ὀξύτατε, τῆς Χριστοῦ Ἐκκλησίας· καὶ μυστολέκτα πίστεως ὀρθῆς, ἣν ἐν βασάνοις, καλῶς ἐβεβαίωσας.
Δόξα. Ὅμοιον.
Τὸν τοῦ Χριστοῦ ἀκροτελῆ Ἱεράρχην, καὶ ἐκκλησίας τὴν ἀκράδαντον πέτραν, τὸν ἱερὸν Δωρόθεον, αἰνέσωμεν νῦν. Ἄγγελον ποιμάναντα, ἐκλογάδα τῆς Τύρου, λύχνον διαχέοντα, ἱλαρὸν φῶς ἐν κόσμῳ· καὶ εὐπρεπείᾳ ἔργων θαυμαστῶν, πᾶσι δεικνύνται, Χριστοῦ τὴν λαμπρότητα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Χαῖρε Δωρόθεε σοφέ, τῆς Τύρου Ἀρχιθύτα.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Χειρῶν σου ἁγίων τὰς πρὸς Θεόν, ὑψώσεις ἐν πίστει ἐκζητοῦντες ὁλοτελεῖ, Δωρόθεε Ἄγγελε τῆς Τύρου· ἀπὸ ψυχῆς σοι ᾠδὰς ἀναμέλπομεν.
νέτειλας ἄστρον ὡσεὶ λαμπρόν, ἐκ Τύρου οὗ πόδες ἐπεβάδισαν τοῦ Χριστοῦ, καὶ φέγγει πολλῶν κατορθωμάτων πᾶσαν τὴν κτίσιν εὐφραίνεις Δωρόθεε.
δὼν τῆς ψυχῆς σου τὸ εὐγενές, Χριστὸς ὁ ἐτάζων τὰς καρδίας πάντων βροτῶν, Μονὴν σὲ εἰργάσατο ἀξίαν· τῆς παρουσίας Αὐτοῦ ὦ Δωρόθεε.
Θεοτοκίον.
ημάτων ἀκούσασα εὐπειθῶς, τοῦ θείου Ἀγγέλου ἀειπάρθενε Μαριάμ, Θεὸν ἀπεκύησας ἀφράστως· παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
ν τῷ νόμῳ Κυρίου, τὰ τοῦ νοὸς βήματα, ὅλη σοῦ συνέσει ῥυθμίσας, μάκαρ Δωρόθεε, ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ λυπηροῖς ἀδοκήτοις, ὡσεὶ βράχος πίστεως, ἔστης ἀσάλευτος.
Διδασκάλων ὑπάρχεις, τῶν ἱερῶν πρώτιστος, καὶ τῶν ἱκανῶν συγγραφέων, κάλαμος εὔγραφος, Ἀρχιερέων τιμή, Ὁσίων θεία λαμπρότης, καὶ Μαρτύρων στέφανος, Πάτερ Δωρόθεε.
ς ὁ Πέτρος ὁ μέγας, τὸ πρὸς Χριστὸν ἔνθερμον, φίλτρον ἐβεβαίου ποιμάνας, Τούτου τὰ πρόβατα, οὕτω τῆς Τύρου καὶ σύ, τὴν ἐκλογάδα ποιμάνας, παρ᾿ Αὐτοῦ Δωρόθεε, εὗρες τὸν ἔπαινον.
Θεοτοκίον.
ητορεύσεις ἁπάντων, τῶν προφητῶν Δέσποινα, πέρας ἐπὶ σοὶ ἀληθείας, εὑρὸν σαφέστατα, ὅτι Θεὸν τοῦ παντός, ἄνευ ἀνδρὸς συλλαβοῦσα, σαρκοφόρον τέτοκας, μόνε Πανάχραντε.
Κατεύθυνον, εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντας σοῦ εὐλαβῶς τοῦ ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, τὸν μύστην τὸν ἀκρότατον, γραμμάτων ὀξύν, καὶ ἄριστον διδάσκαλον, εὐλαβῶς Δωρόθεον τὸν τῆς Τύρου πρόεδρον μέλψωμεν, τὸν πολιτείαν φίλων τοῦ Θεοῦ, ἐν βίβλοις ἁγίαις διηγούμενον.




ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οὐρανίῳ φρονήματι, ἐπὶ γῆς Δωρόθεε πεπολίτευσαι· ὅθεν εὗρες αἰωνίζουσαν, σὺν Ἀγγέλοις δόξαν καὶ λαμπρότητα.
Θεαρέστως Δωρόθεε, γεωργήσας Τύρου τὴν θείαν ἄμπελον· ἣν ὁ Κύριος ἐφύτευσεν, πολλαχῶς τὰ δράγματα συνέλεξας.
κκλησίας ἑδραίωμα, καὶ τῆς ἀληθείας ἄσειστον ἔρεισμα· ἀγαθότητος δὲ κήρυκα, ἀγαθὲ Δωρόθεε σὲ ἔχομεν.
Θεοτοκίον.
Εἰρηνόδωρε Δέσποινα, τῶν ἀπηλπισμένων ἐλπὶς ἀναίσχυντε· τῷ Θεῷ Ὃν ἐσωμάτωσας, σαῖς εὐχαῖς εἰρήνευσόν με δέομαι.

ᾨδή ε´. Φώτισον ἡμᾶς.
Σκεῦος ἐκλογῆς, ὡς ὁ Παῦλος ἀναδέδειξαι, ὦ Δωρόθεε βοήσας τῷ Θεῷ, τῆς σῆς ἀγάπης, τῶν τῆς γῆς οὐδὲν χωρίσει με.
μμασι ψυχῆς, τῷ Κυρίῳ σοῦ ἠτένιζες, ἐν ἀγώνων σου Δωρόθεε καιρῷ, καὶ τῆς ἐλπίδος, τῆς καλλίστης οὐ διήμαρτες.
Φύλαξ ἐντολῶν, τῶν ἁγίων ἐννομώτατος, καὶ τῆς Χάριτος διάκονος πιστός, ἐν γῇ ἐγνώσθης, ὦ Δωρόθεε μακάριε.
Θεοτοκίον.
στη μέχρι σοῦ, θανάτου τὸ Βασίλειον, Μαριὰμ ὅτι ἀπέτεκες Θεόν, καὶ Βασιλέα, ἀναστάντα ἐκ τοῦ μνήματος.

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Τομώτερος, τῆς μαχαίρας γέγονε, ὁ σὸς λόγος ὁ σοφὸς Ἱεράρχα· τῶν δυσσεβῶν, ἐκτεμὼν τὰς ἀκάνθας, καὶ ζιζανίων καθαίρων τὸ ἄτοπον καὶ πλάνης τῶν μακρὰν Θεοῦ· διελέγχων τὸ φαῦλον Δωρόθεε.
δύτητος, τῆς πρόσκαιρου πέλουσιν, ὑπερέκεινα αἱ θεῖαί σου ῥήσεις· πᾶσαν ἐχθροῦ, τὴν δυσώδη πικρίαν, ἀποδιώκουσαι πόῤῥῳ καὶ νέμουσαι· εὐώδους χάριτος πνοὴν Παρακλήτου τῇ αὔρᾳ Δωρόθεε.
Σκαιότητος, νομικῆς παρέδραμες, τὸ νυκτῶδες ὦ Δωρόθεε σκότος· καὶ τὴν αὐγήν, λευκοφόρου ἡμέρας, ἐν λειτουργίᾳ αἰνέσεως ἔφερες· υἱὸς ὡς μέγας τοῦ φωτὸς· κληρονόμος αἰῶνος τε μέλλοντος.
Θεοτοκίον.
Τηρήσασα, παρθενίαν ἄμεμπτον, καὶ ἁγνείας καθαρὰν τὴν σφραγῖδα· μόνη ἐν σοί, Θεοτόκε Μαρία, ὁ ποιητὴς τῶν αἰώνων ἐσκήνωσεν· ποιήσας σε Ἀγγελικῶν στρατιῶν τιμιώτερον ὄχημα
Κατεύθυνον, εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντας σου εὐλαβῶς τοὺς ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ἀριστείας τῶν θεοπρεπῶν διδαγμάτων σου, καὶ τοὺς πόνους τῶν διὰ Χριστὸν ἀθλημάτων σου, ἐγκωμίων χρεωστικαῖς γεραίροντες ᾠδαῖς· πιστῶς κράζομέν σοι ἐκ ψυχῆς, χαίροις τῆς Τύρου ἀῤῥαγής, πέτρα μάκαρ Δωρόθεε· Στήριξον ἐν τῇ πίστει, καὶ κράτυνον ἐν ἰσχύϊ, τῆς ἀγαπήσεως Θεοῦ, τοὺς ἀεί σε μακαρίζοντας.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ τοῦ δ’ ήχου.
Προκείμενον. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 9-16).(Ζήτει τῇ ΙΓ´ Νοεμβρίου, εἰς τὴν Λειτουργίαν).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
Δόξα. Ταῖς τοῦ σοῦ Ἱεράρχου, πρεσβείαις...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Τύρου τὴν θεόλαχον, ἀναλαβῶν ἐκκλησίαν, εἰς ζωῆς τὰ νάματα, συνετῶς Δωρόθεε καθωδήγησας· τοῖς πιστοῖς γέγονας, ἐγκρατείας μέτρον, τῆς σοφίας τύπος ἄριστος· κανὼν πραότητος, θεοῤῥημοσύνης διδάσκαλος· ἀγάπης τε καὶ πίστεως, καὶ ἐλπίδος πλῆρες κεφάλαιον· στῦλος φωτοφόρος, τὸν νέον Ἰσραὴλ καθοδηγῶν, ἐν ἀναβάσεων κλίμακι, Θεοῦ εἰς σκηνώματα.





ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
πακούσας προθύμως, ἐντολαῖς ταῖς ἁγίαις ἐν θεολήπτῳ ψυχῇ, Δωρόθεε ἠρνήσω, σαυτὸν καὶ τὸν Σταυρόν σου, ἐπὶ ὤμων ἀράμενος· κατηκολούθεις Χριστῷ, χρισθεὶς Αὐτοῦ τῷ μύρῳ.
αθυμίας τὸν ὕπνον, ἀποθέμενος ὅλως ἐκ σοῦ Δωρόθεε, λαμπάδα τῆς ψυχῆς σου, ἀκοίμητον ἐτήρεις, ἐν ἐλαίῳ χρηστότητος· διὸ εἰσῆλθες χαρᾷ, φωτὸς εἰς τὸν νυμφῶνα.
Οὐρανόφρονι γνώμῃ, εὐθυτάτῃ καρδίᾳ καὶ πολιτείᾳ σεμνῇ, ὡδήγησας τῆς Τύρου, Δωρόθεε τὴν μάνδραν, εἰς πηγὰς ζῶντος ὕδατος· τόπος καὶ τύπος Χριστοῦ, γενόμενος τοῖς πᾶσιν.
Θεοτοκίον.
ψηλότατος Θρόνος, τοῦ Δεσπότου τῶν ὅλων γέγονας Κόρη Ἁγνή, βαστάσασα χερσί σου, ἁγίαις ὥσπερ βρέφος, Ὃν δοξάζει ἡ σύμπασα· καὶ ὑπακούει πιστῶς, παρ᾿ Οὗ τὸ εἶναι ἔχει.

ᾨδὴ η´. Τὸν Βασιλέα.
κτημοσύνη, καὶ σωφροσύνη διάγων, ἐπὶ γῆς ἑκουσίᾳ σου γνώμῃ, εὗρες ἐν ὑψίστοις, Δωρόθεε τὸν πλοῦτον.
εόντων πάντων, ὡς νουνεχὴς ὑπερεῖδες, καὶ Θεοῦ τὴν ἀκήρατον δόξαν, ὅλῃ σου καρδίᾳ, Δωρόθεε ἐπόθεις.
Χαράξας νόμον, τὸν τοῦ Θεοῦ ἐν πλαξῖ σου, τῆς καρδίας Δωρόθεε μάκαρ, γέγονας Μωσέως, ἐφάμιλλος τῇ τάξει.
Θεοτοκίον.
σχὺς καὶ κράτος, καὶ ἀῤῥαγὴς προστασία, τῶν πιστῶν Παναγία ὑπάρχεις, μόνη ὡς τεκοῦσα, Θεὸν τὸν ἐν ἰσχύϊ.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Θυσίας ἀναιμάκτους, νέμων τῷ Κυρίῳ, ὡς προεστὼς τῆς λατρείας, ἐν οἴκῳ Θεοῦ, σαυτὸν Δωρόθεε ἧξας, θῦμα εὐπρόσδεκτον.
πήνεγκας γενναίως, πόνους τῇ σαρκί σου, τῇ γηραλέᾳ τοῦ πόθου, ἀκμαίῳ φρενί, διὸ τρυφῆς ἀντιδόσεις, εὗρες Δωρόθεε.
Τελέσας ἀπροσκόπτως, πίστεως τὸν δρόμον, καὶ τῆς ἀγάπης τοὺς ὅρους, τηρήσας καλῶς, τοὺς ἐν ἐλπίδι στεφάνους, ἔσχες Δωρόθεε.
Θεοτοκίον.
γνείας σου τὸ βάθος, καὶ τῆς παρθενίας, τῆς σῆς Μαρία τὸν πλοῦτον, γινώσκων Θεός, ἐκ σοῦ τὴν σάρκα φορέσαι, Κόρη ηὐδόκησεν.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ὡς τῶν μεγαλείων τῶν θαυμαστῶν, μύστης καὶ ἐκφάντωρ καὶ θεόπνευστος ἑρμηνεύς, δέχου ἱκετῶν σου Δωρόθεε δεήσεις· ἡμῖν ἀντιπαρέχων χάριν θεόσδοτον.
Δικαίων ἐλάμπρυνας στρατιάς, Μαρτύρων χορείας καὶ τὰς τάξεις Ἱεραρχῶν, θείων διδασκάλων ὁμήγυριν συνάμα· σοφῶν τε καὶ ὁσίων δῆμον Δωρόθεε.
Ἡλίου τριφώτου τὴν ἀστραπήν, αὐγὴν καθαράν τε Βασιλείας τῶν Οὐρανῶν, Ἄγγελον τῆς Τύρου ἐν ἔργοις λευκοφόρον Δωρόθεον τὸν πάνυ πάντες αἰνέσωμεν.
Σοφίας Δωρόθεε ποταμόν, συνέσεως κρήνην καὶ λυχνίαν τῶν ἀρετῶν, πόλιν τε κειμένην ἐπ᾿ ὄρους ἔγνωμέν σε· τὸ φῶς τῆς ἀληθείας πᾶσι πυρσεύοντα.
Ἰσχὺν τὴν ἀήττητον τοῦ Σταυροῦ, ἐμφρόνως φορέσας διπλοΐδα ὡς ἱεράν, ἔφερες ἀνδρείως σαρκὶ ἐν γηραιᾷ σου· ὀδύνας Μαρτυρίου θεῖε Δωρόθεε.
Χαίροις φίλε τίμιε τοῦ Χριστοῦ, χαίροις Ἐκκλησίας ὦ ἐράσμιε φοιτητά, χαίροις ὁ ἐν Τύρῳ καὶ Θράκης Δυσσοπόλει· τὰ ἔπη τῶν Ἁγίων γράψας Δωρόθεε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Τύπος τοῦ Κυρίου γεγονώς, τοῦ ὑπὲρ ἡμῶν ἑκουσίως, ἐν τῷ τιμίῳ Σταυρῷ, πάθη ὑπομείναντος, σεπτὰ καὶ ἄχραντα· ὑπὲρ ποίμνης Δωρόθεε, τῆς θείας ἐν Τύρῳ, ἣν χερσὶ τιμίαις σου, Χριστὸς ἀνέθετο· ὅλην δεδωκὼς τὴν ψυχήν σου, θῦμα λογικὸν προσηνέχθης· Τούτου ἐκτελῶν τὰ παραγγέλματα.
Βίους τῶν Ἁγίων μελετῶν, ἐν θεοπειθεῖ σου καρδίᾳ, καὶ ὀφθαλμοῖς τοῦ νοός, βλέπων τὰ ἀπόῤῥητα, Χριστοῦ μυστήρια· ἐν γραφαῖς ἐξιστόρησας, ἁγίαις σου ταῦτα, βίβλους ὡς θησαύρισμα, μέγα καὶ ἄσυλον· πλείστας ἐπαφήκας σοῖς τέκνοις, θεῖε Ἱεράρχα τῆς Τύρου· ἄνερ θεοπρόβλητε Δωρόθεε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου