Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 6. ΟΣΙΑ ΣΟΦΙΑ ΚΛΕΙΣΟΥΡΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΙΟΥ 6!!
ΣΟΦΙΑ ΟΣΙΑ ΚΛΕΙΣΟΥΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀρδάσσης Πόντου τὸν γόνον, τὸν ἐνθεώτατον, καὶ τῆς Μονῆς Κλεισούρας, ἱερώτατον θρέμμα, Σοφίαν τὴν ἀσκήσει καὶ προσευχῇ, ὑπερβᾶσας ἀσθένειαν, θηλείας φύσεως μέλψωμεν ἀνδρικήν, ἐπιδείξασα εὐσθένειαν.

Δεῦτε χριστώνυμοι πάντες, καὶ φιλακόλουθοι, οἱ τὴν Μακεδονίαν, κατοικοῦντες Σοφίαν, ἀσκήτριαν Κλεισούρας τὴν θευαγῆ, εὐφημήσωμεν κράζοντες· Χαῖρε Μητέρων Ὁσίων ἡ καλλονή, καὶ χαρίτων θείου πέλαγος.

Ἐπὶ πηγὰς τῶν ὑδάτων, καθάπερ ἔλαφος, ἐπὶ τὴν δροσοβόλον, καὶ περιῤῥεομένην, ὑδάτων ὑπ’ ἀφθόνων θείαν Μονήν, τῆς Κλεισούρας πανεύφημε, ἔδραμες Μῆτερ Σοφία ἣν σοῖς σεπτοῖς, καθηγίασας παλαίσμασι.

Τὴν κατατήξασαν σάρκα, σκληραγωγήμασι, καὶ πόνοις νυχθημέροις, θεοφόρον Σοφίαν, τιμήσωμεν ἐν ὕμνοις δῆμοι πιστῶν, ὡς σεμνότητος σκήνωμα, σοφίαν κόσμου ἀρτύσασαν ἀληθῶς, τῶν αὐτῆς σκαμμάτων ἅλατι.

Δόξα. Ἦχος β΄.
Τὴν στερηθεῖσαν κρίμασιν ἃ οἶδε Κύριος, τοῦ τέκνου καὶ τοῦ αὐτῆς συνεύνου ἐν ἀκμῇ ἡλικίας, καὶ ὑπερβᾶσαν συντόνῳ ἀσκήσει τὴν ἀσθένειαν τῆς φύσεως, Σοφίαν τὴν θεόσοφον τῆς Κλεισούρας ἀσκήτριαν, εὐσχημόνως οἱ πιστοὶ μακαρίσωμεν κράζοντες· ἡ μὴ εὐμοιρήσασα τυχεῖν τῆς θύραθεν σοφίας, ἀλλὰ θείᾳ χάριτι τῆς τοῦ Θεοῦ Σοφίας ἀναδειχθεῖσα κρήνη, σόφισον πάντας ἡμᾶς τοὺς ἀσόφως δαπανῶντας τὸν βίον, ἵνα τῆς σὺν σοὶ ἀπολαύσωμεν ἐν πόλῳ ἀγαλλιάσεως.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε τὸ νεαυγές, ἐκ Πόντου ἀνατεῖλαν, σοφίας θείας ἄστρον, καὶ ἅπαντας φωτίσαν, αὐγαῖς Σοφία πόνων σου.

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεως μου.
Χαῖρε ἡ τῆς Μονῆς, Κλεισούρας κοσμιότης, ἡ ἄρτι ἐποφθεῖσα, Ἀσκητριῶν τῶν πάλαι, Σοφία ἰσοστάσιος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ἔπηξας καλιάν, ὡς εὔλαλον στρουθίον, ἐν τῇ Μονῇ Κλεισούρας, τὴν νῦν σεμνυνομένην, Σοφία τῇ σῇ χάριτι.


Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς Ὑπεραγία, ἡ πλήσασα σοφίας, τῆς Σῆς ἐπουρανίου, Σοφίαν τὴν Ἀσκήτριαν.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, Κλεισούρας ὡραιότης, καὶ σέμνωμα Σοφίας, τῆς ἄρτι ἀσκησάσης, ἐν τῇ αὐλῇ τοῦ οἴκου σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων, ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸ Προοιμιακόν, τό· Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πόντου νέον ὡράϊσμα, τῆς Ἀρδάσσης ἐκβλάστημα, καὶ τῆς Τραπεζοῦντος ὄλβε πολύτιμε, ὁδῷ πικρᾷ ἠκολούθησας, πατρώας ἑστίας σου, χωρισμοῦ καὶ εἰς τὴν γῆν, Μακεδόνων κατήντησας, Μῆτερ ἔνδακρυς, τὴν φιλόξενον ἥνπερ καὶ σῶν πόνων, καθηγίασας ἱδρῶσι, Σοφία τῶν ὑπὲρ ἔννοιαν.

Τὴν ἑστίαν τὴν αὔλειον, τοῦ σεμνείου προέκρινας, τῆς Κλεισούρας κλίνην καθάπερ ἄνετον, ἐν ᾗ τὴν σάρκα ἀνέπαυες, Σοφία τὴν βρότειον, ἀσκουμένων γυναικῶν, θεοσόφων ἀκρώρεια, καὶ θησαύρισμα, ἀρετῶν ψυχοτρόφων ὅθεν πάντες, σὲ τιμῶντες τοὺς καμάτους, τοὺς νυχθημέρους σου σέβομεν.

Ἀσθενείας τῆς φύσεως, τῆς θηλείας ἠλόγησας, ἀνδρικῷ φρονήματι καὶ τὴν σάρκα σου, παννύχοις στάσεσι τήξασα, ἐπτέρωσας πνεῦμά σου, πρὸς τὸν Ὕψιστον Θεόν, την Αὐτοῦ θείαν σύμμαχον, ἐν ἀγῶσί σου, Παναγίαν Μητέρα θεοφόρε, ὑπερένδοξε Σοφία, Κλεισούρας σέμνωμα ἔχουσα.

Δόξα. Ἦχος πλ. β΄.
Φόβον Θεοῦ ἐν τῇ καρδίᾳ σου ἔχουσα, τὸν σοφίζοντα τοὺς ἀνθρώπους, κατηύθυνες τὰ διαβήματά σου εἰς ἐντολῶν θείων πλήρωσιν, Σοφία σκεῦος ἐκλογῆς διαυγέστατον, ἀγαπήσασα γὰρ ὑπὲρ πάντας τὸν Κύριον, καὶ ὡς σεαυτὸν τὸν πλησίον σου, ἐκοπίαζες αὐτῷ τῷ καθ’ ἑκάστην ὑπὸ σοῦ ὁρωμένω, ἀρέσκειν λόγοις καὶ πράξεσι. Εὐαρεστήσασα οὖν Θεῷ καὶ ἀνθρώποις σῇ ἀσκήσει, καὶ λόγων σου παραμυθίᾳ, ἠξιώθης χαρᾶς οὐρανῶν ἀτελευτήτου, ἧς καὶ ἡμᾶς ἀξίωσον ἀπολαῦσαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Τῆς ἑορτῆς.









Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ᾿ 10-26).
Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λίθων πο­λυ­τε­λῶν ἡ τοιαύτη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοιαύτη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λίνον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐ­γέ­νε­το ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μακρόθεν, συνάγει δὲ αὐ­τῆς τὸν πλοῦ­τον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐτῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐ­τῆς, ἤ­ρει­σε τοὺς βραχίονας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι καλόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀποσβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύκτα. Τοὺς πήχεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμφέροντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐ­ρεί­δει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φροντίζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πάντες γὰρ οἱ παρ’ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαίνας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐ­τῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, περίβλεπτος δὲ γίνεται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύλαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ περιζώματα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐ­νε­δύ­σα­το, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. α, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν, ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας, ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέω ἁμαρτίας ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον και ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας και οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπον ἀληθὴς καὶ τῆς γλώσσης ακουστής, ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς, διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύση αὐτὸν ἐλέγχουσα ἡ δίκη, ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ, ὅτι οὗς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Εἰς τὴν λιτήν. Ἦχος α΄.
Εὐφράνθητε σήμερον ἄλση καὶ δρυμοὶ τῆς Κλεισούρας, καὶ σκιρτήσατε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, ἐπὶ τῇ θείᾳ μνήμῃ τῆς νεαυγοῦς Ἀσκητρίας Σοφίας, αὕτη γὰρ ἐν τοῖς ἐσχάτοις χρόνοις ὁμόζηλος γενομένη, τῶν πάλαι γυναικῶν Ὁσίων, ἰσαγγέλως τὸν βίον διήνυσε, καὶ νῦν Ἀγγέλοις συναυλιζομένη, καὶ τὸ κάλλος τῆς μορφῆς τοῦ Κυρίου ὁρῶσα, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἐννόησας ἐκ νεότητος τὴν ματαιότητα τῶν φθειρομένων, καὶ τῶν ἀφθάρτων καὶ ἀῤῥεύστων ἐπιποθοῦσα, ἀρτίως τῶν πάλαι μητέρων τοὺς καμάτους ἀνεζωγράφησας, Σοφία Μῆτερ ἀοίδιμε, ὑπὲρ φύσιν οὖν ἀσκήσασα, καὶ σκληραγωγίᾳ ἀῤῥήτῳ τὴν σάρκα κατατήξασα, ἐθεώθης κατὰ μέθεξιν, παῤῥησίαν ὅθεν ἔχουσα πρὸς Κύριον, μὴ παύση Αὐτοῦ δεομένη, ὑπὲρ ὑγείας τοῦ κόσμου και σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Σοφίας τῆς ἄνωθεν ταμεῖον ἀσύλητόν σε ἔδειξε μακαρία Σοφία, ὁ πάντας σοφῶν Κύριος, ἀμείβων τοὺς ἐπὶ γῆς νυχθημέρους καμάτους σου. Σόφισον οὖν καὶ ἡμᾶς τοὺς ἀσόφους καὶ ἀχρείους, ἵνα σοφῶς πολιτευόμενοι, καταντήσωμεν εἰς τὴν αἰώνιον ἀνάπαυσιν, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

Δόξα. Ἦχος δ΄.
Θριαμβεύσασα τὸν νοητὸν ὄφιν σῇ προσευχῇ καὶ ἀσκήσει, καὶ τοὺς ὁρατοὺς ἐχθροὺς νικήσασα, διὰ τοῦ τιμίου Σταυροῦ τοῦ Σωτῆρος, νίκης στέφος Σοφία ἀμάραντον εἴληφας ἐκ χειρῶν τοῦ Κυρίου, ὅθεν νικηφόρος εἰσελθοῦσα εἰς τὰς οὐρανίους σκηνώσεις, ἱλαρῷ σου ὄμματι φρουρεῖς καὶ ἐποτεύεις τοὺς τιμῶντάς σε, Κλεισούρας Ἀσκήτρια περίδοξε καὶ πανεύφημε.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, Παρθένου θεραπαινίς, ἡ τῆς αὐτῆς ὀτρύνσει μάνδραν οἰκήσασα, Κλεισούρας εὐπρεπεστάτην, ἣν πόνων ἀσκητικῶν, καὶ σκληραγωγίας Μῆτερ ἔδειξας, κονίστραν περίδοξον, και ἣν ῥείθροις ἡγίασας, τῶν σῶν ἱδρώτων, ἐν ἐσχάτοις τοῖς ἔτεσι, πνευματέμφορε, ὁσιότητος σκήνωμα· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, ἀναβοῶμεν· σοφία, τῆς ἀρετῆς ἀκροθίνιον, καὶ θεοσοφίας, ἀκρεμὼν ἡμᾶς σοφίσαι, Χριστὸν ἱκέτευε.

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεως μου.
Χαίροις, ὁ τῆς Ἀρδάσσης βλαστός, ἀστὴρ ἐκ Πόντου ἀνατείλας λαμπρότατος, καὶ πᾶσαν Μακεδονίαν, καταφωτίσας αὐγαῖς, ταπεινώσεώς σου, καὶ ἁπλότητος, φανὲ ἀγαθότητος, καὶ πυρσὲ προσποιήσεων, μωρῶν κειμένους, ἐν σκιᾷ κατηγλάϊσας, βίου ἀφρόνως, ὧν σκοτείαν διώκουσα, λόγοις παμφαεστάτοις σου, πρὸς φέγγος ἀνέλκυσας, χρηστοηθείας Σοφία, καὶ ἐν Χριστῷ βίου κρείττονος· διό σε τιμῶντες, τοὺς καμάτους σου πρὸς κτῆσιν, σοφίας σέβομεν.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Δεῦτε, χαρμονικῶς οἱ πιστοί, τὴν λιτοδίαιτον ἁπλῆν καὶ ῥακένδυτον, Ἀσκήτριαν τῆς Κλεισούρας, Ὁσίων ὡς γυναικῶν, καύχημα τὸ νέον, εὐφημήσωμεν, βοῶντες ἐκ πίστεως· εὐσυμπάθητε ἄμεμπτε, παντελεῆμον, καὶ φιλεύσπλαγχνε ἅπαντας, προσιόντας σοι, πρακτικῆς ἀγαπήσεως, τρόποις σου κατηγλάϊσας, καὶ τοῖς νυχθημέροις σου, καμάτοις τῷ Ζωοδότῃ, καὶ Λυτρωτῇ εὐηρέστησας, τῷ δείξαντι σκεῦος, σὲ χαρίτων οὐρανίων, ἄρτι πολύτιμον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ τῆς Κλεισούρας περίκλυστος μάνδρα, μεσίτριαν ἔχουσα τὴν ἐν σοὶ ἄρτι Ἀσκήτριαν Μητέρα, Σοφίαν τὴν οὐρανόφρονα. Αὐτῆς οὖν ἐν εὐλαβείᾳ προσπτυσσομένη, τὴν θήκην τῶν πανιέρων λειψάνων, τὴν ὡς ὄλβον πολύτιμον ἐν κόλποις ἔχουσα, ἐν κατανύξει βόησον· πιστῶν καταφυγὴ τῶν εν κλύδωσι, καὶ ἰατρεῖον ἀσθενούντων ἄμισθον, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι σὴν μάνδραν, καὶ πάντας ἱκέτας σου, ὡς ταχινὴ πάντων προστάτις καὶ ἔνθερμος πρὸς Κύριον πρέσβειρα.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων· ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὸν Ἑξάψαλμον, τὸ Ἀπολυτίκιον. Μετὰ δὲ την α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν ἄμοιρον σαφῶς, τῶν ἀνθρώπων σοφίας, ἀλλὰ τὴν τοῦ Θεοῦ, εὐμοιρήσασαν σκεῦος, γενέσθαι πολύτιμον, τῆς σοφίας τῆς ἄνωθεν, ὡς ἀσκήσασαν, ἐν τῇ Κλεισούρᾳ ὁσίως, καὶ σοφίσασαν, αὐτῆς τοῖς ῥήμασι κόσμον, Σοφίαν τιμήσωμεν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πτωχείαν ποθήσασα, Σοφία τὴν τοῦ Χριστοῦ, τὸν βίον διήνυσας, ἐν ἀνεχείᾳ πολλῇ, στερήσει καὶ δακρύσει, σὺ γὰρ διαιτωμένη, ὡς στρουθίον καὶ ῥάκη, Μῆτερ ἐνδεδυμένη, τῶν ἀρχαίων Μητέρων, ἐρήμου ἐν ἐσχάτοις καιροῖς, ὤφθης ὁμόζηλος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κλεισούρας σέμνωμα, περιφανέστατον, Χριστοῦ ἐκόσμησας, πίστιν τὴν ἄμωμον, σαῖς προσποιήσεσι μωραῖς, στερήσει κακοπαθείᾳ, κατατήξει σώματος, ἀνδρικῷ σου φρονήματι, καὶ εὐχῇ ἀόκνῳ σου, θεοσόφων ἀγλάϊσμα, Μητέρων ὅθεν πόθῳ βοῶμεν· Χαῖρε Σοφία θεοφόρε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεως μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὡς πηγὴ σοφία ηὔφρανες, τοὺς σπεύδοντας ἀντλῆσαι ἐκ τοῦ ὕδατος τῶν λόγων σου, καὶ ὡς ἀρετῆς διδάσκαλος, ἡ εἰς μέτρον τέλειον τὴν ἀρετὴν ἀσκήσασα, ἐδίδασκες πάντας τὴν ταπείνωσιν καὶ ἁπλότητα, ὧν ὑφηγῆτορ πέφηνας Σοφία παμμακάριστε, μὴ οὖν παύσῃ ὡς παῤῥησίαν ἔχουσα πρὸς Κύριον, Χριστῷ πρεσβεύειν καὶ ἡμᾶς ἀξιῶσαι ἀνῦσαι, τὴν οὐρανόδρομον πορείαν τὴν ἀπάγουσαν πρὸς θέωσιν.


Οἱ κανόνες· τῆς ἑορτῆς· καὶ τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς: Σοφίας Θεοῦ δοχεῖον, Σοφίαν ἀναμέλπω. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σοφίαν ἀμνάδα Σου, τὴν ταπεινὴν καὶ φιλάρετον, Κλεισούρας διάκοσμον, τῆς περιδόξου Μονῆς, τὸν οἰκέτην Σου, ἀξίωσον ὑμνῆσαι, λαμπροῖς μελωδήμασι, καὶ ὕμνοις πρέπουσιν.
σίων διάκοσμε, Σοφία Μῆτερ ἀοίδιμε, Ἀρδάσσης ἐκβλάστημα, ἐν τῆς Κλεισούρας Μονῇ, ἄρτι ἤνθησας, ὡς μυροβόλον κρίνον, καὶ ἥδυνας τρόποις σου, πάντας ἀσκήσεως.
Φωτὶ θείας χάριτος, ἐλλαμπομένη ἐφώτισας, Σοφία τὰ σύμπαντα, ἁπλότητός σου βολαῖς, καὶ πυρσεύμασι, φρονήματος ἐνθέου, εὐχῆς ἀσιγήτου σου, καὶ ταπεινώσεως,
Θεοτοκίον.
λέωσαι Κύριον, τὸν Σὸν Υἱὸν Μητροπάρθενε, ἡμῖν μεγαλύνουσι, μελισταγέσιν ᾠδαῖς, Σὲ εἰς ἅπαντας, αἰῶνας Θεοτόκε, σεμνὴ ἐλεήστρια, τῶν προσφευγόντων Σοι.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
σκήτρια πάνσεμνε Κλεισούρας, Σοφία ἐσχάτοις ἐν καιροῖς, Κυρίῳ εὐηρέστησας, διαγωγῇ ἀρίστῃ σου, καὶ τοὺς πλησίον ἅπαντας, ἀῤῥήτῳ φιλανθρωπίᾳ σου.
Σοῖς τρόποις ἁπλότητος Σοφία, διέβης τοῦ βίου ἀσφαλῶς, τοῦ σοῦ προσκαίρου δίαυλον, γιγνώσκουσα ὁ Κύριος, ὅτι τὴν χάριν δίδωσιν, Αὐτοῦ ψυχαῖς ταπεινόφροσι.
Θεόφρον Ἀσκήτρια Κλεισούρας, Σοφία Ποντίων καλλονή, μετὰ βαρβάρων ἔφοδον, Ἄγαρ υἱῶν εἰς κώμην σου, εἰς Μακεδόνων ἔσυρας, γῆν τὴν φιλόξενον πόδας σου.
Θεοτοκίον.
λέους καὶ οἰκτιρμῶν χειμάῤῥους, ὑπάρχεις Παρθένε ἀληθῶς, Κλεισούρας σεμνολόγημα, των πίστει προστρεχόντων Σοι, καὶ ἀνυμνούντων σκάμματα, Σοφίας τῆς Ἀσκητρίας Σου.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὴν διδάσκαλον, τῆς μετανοίας, καὶ κοσμήτορα, χριστοηθείας, ἀφανῶς τὴν ἐν Κλεισούρᾳ ἀσκήσασαν, καὶ δαψιλῶς προσελκύσασαν Πνεύματος, τοῦ θείου χάριν εὐτάκτως ὑμνήσωμεν, πόθῳ κράζοντες· Σοφία θεομακάριστε, Χριστὸν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.





ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Οὐρανῶν σκηνᾶς ποθοῦσα, ἐκ νεότητος χρόνων σου, κώμην Ἀναῤῥάχης, σὲ τὴν δεξαμένην κατέλιπες, μετὰ φυγὴν ἐκ πατρίδος καὶ κατέλαβες, Μάρκου ἔνδοξον, Μονὴν Φλωρίνης Ἀσκήτρια.
περόπτις ἐποφθεῖσα, πάσης βίου τερπνότητος, θεαυγὲς Σοφία, ἀνδρικῷ φρονήματι ἤσκησας, καὶ προτροπῇ τῆς Παρθένου μετεκόμισας, εἰς τὴν πάνσεπτον, Μονὴν Κλεισούρας θεόσοφε.
Δένδρον μάνδραν οἰομένη, τῆς Κλεισούρας ἀγώνων σου, καλιὰν τῶν θείων, ὥσπερ ἀηδὼν καλλικέλαδος, καὶ ὡς φιλέρημος ὄρνις ἄρτι ἔπηξας, Μῆτερ ἔνδοξε, αὐτῆς Σοφία ἐν δώμασι.
Θεοτοκίον.
Οἱ τῶν χριστωνύμων πάντες, δῆμοί Σε μεγαλύνομεν, Κεχαριτωμένη, τῆς Κλεισούρας φύλαξ ἀνύστακτε, καὶ ἀνυμνοῦμεν Σοφίαν τὴν ἀσκήσασαν, ἐν τῇ μάνδρᾳ Σου, ἄρτι καθάπερ ἀσώματος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Χειμῶνος ὑπέμεινας, τὸ ψύχος θείᾳ χάριτι, καθημένη Μῆτερ παρ’ ἑστίας, λίθον αὐλείου, χώρου Κλεισούρας Μονῆς, Σοφία καὶ τῇ καρδιακῇ, προσευχῇ ἐσχόλαζες, Μῆτερ ὄντως ἰσάγγελε.
Εἰς πᾶσαν περίχωρον, Σοφία τῶν καμάτων σου, τῆς Πτολεμαΐδος Καστορίας, καὶ τῆς Φλωρίνης, ἐξῆλθε φήμη σεμνή, Κλεισούρας σὺ γὰρ σεπτὴν Μονήν, θέατρον ἀνέδειξας, θεαρέστων ἀγώνων σου.
σχὺν Μῆτερ ἄνωθεν, λαβοῦσα πανουργεύματα, τοῦ ἐχθρίστου ἔθραυσας Σοφία, καὶ παρακλήσει, θερμῇ σου ἐκ τῶν ἐχθρῶν, μανίας διέσωσας Μονήν, τὴν φιλοξενοῦσάν σε, θεοφόρε Ἀσκήτρια.
Θεοτοκίον.
μβρίζεις ἀείποτε, πιστοῖς Θεογεννήτρια, νάματα ζωῆς τῆς αἰωνίου, τοῖς προσκυνοῦσιν, ἐν τῇ Κλεισούρᾳ τὴν Σήν, εἰκόνα ἣν ἔσχες ἀρωγόν, ἡ Σοφία πρόμαχον, καὶ θερμὴν ἀντιλήπτορα.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ναὸν Θεοῦ εὐπρεπέστατον, ποιήσας τὴν καρδίαν σου εὔφημε, σκληραγωγίᾳ σου, εὐχῇ μωραῖς προσποιήσεσι, καὶ δάκρυσι Σοφία, ὄντως ἡγίασαι.
Σὲ τὴν οὐδέποτε κλίνασαν, σαρκίον ἐπὶ κλίνης καὶ στόμαχον, τὸν σὸν κορέσασαν, τροφαῖς Σοφία τιμῶμέν σε, ὡς γυναικῶν Ὁσίων, φῶς νεαυγέστατον.
δὸν θεώσεως ὥδευσας, Σοφία ἐν Κλεισούρᾳ καὶ ἔφθασας, εἰς ὕψος ἄῤῥητον, τῆς ἀρετῆς· ὅθεν ἅπαντες, σὲ ἀνυμνολογοῦμεν, λαμπρῶς ἑκάστοτε.
Θεοτοκίον.
Φθορᾶς Σοὺς δούλους ἐκλύτρωσαι, ἀλήκτου Θεοτόκε πανύμνητε, Κλεισούρας σέμνωμα, θερμαῖς Σοφίας ἐντεύξεσι, σοφῶς τῆς ἀσκησάσης, ἐν Σοῖς σκηνώμασι.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν ὑπὲρ φύσιν, ἐν Κλεισούρᾳ ἐνασκήσασαν, καὶ ὑπομείνασαν, τὸ ψῦχος ὥσπερ ἄσαρκος, παρ’ ἑστίαν καθημένην Μονῆς αὐλείῳ, βιοτῆς αὐτῆς τὰς νύκτας καὶ σχολάζουσαν, προσευχῇ Σοφίαν θείαν εὐφημήσωμεν, πόθῳ κράζοντες· Χαίροις πάνυ Ἀσκήτρια.
Οἶκος.
Ἄγγελοι καθορῶντες, σῇ ἀμέμπτῳ ἀσκήσει, ἐξέστησαν Σοφία θεόφρον, καὶ πιστῶν Μακεδόνων χοροί, σὺν Ποντίων δήμοις Μῆτερ θαυμάζοντες, ταπείνωσιν καὶ νῆψίν σου, ἐκραύγασαν ἐν κατανύξει·
Χαῖρε, διδάσκαλος μετανοίας·
χαῖρε, ὁ πρόβολος ἐγκρατείας.
Χαῖρε, τῆς Μονῆς Κλεισούρας ἡ ἔνοικος·
χαῖρε, παμφαὴς λαμπηδών, θείας χάριτος.
Χαῖρε, φάρος τῆς ἁπλότητος, καὶ ἀμέμπτου ἀγωγῆς·
χαῖρε, λύχνος ταπεινώσεως, καὶ εὐχῆς καρδιακῆς.
Χαῖρε, Θεοῦ σοφίας χρυσοστόλιστον σκεῦον·
χαῖρε, τῆς συμπαθείας τῆς Αὐτοῦ θεῖος τύπος.
Χαῖρε, κρηπὶς σαρκὸς κατατήξεως·
χαῖρε, πυξὶς Χριστοῦ ἀγαπήσεως.
Χαῖρε, ἐν γῇ ἡ οὐκ ἔχουσα κλίνην·
χαῖρε, πηγή, ἡ ἐκχέουσα χάριν.
Χαίροις, πάνυ Ἀσκήτρια.






Συναξάριον.
Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Σοφίας, τῆς ἐν τῇ Μονῇ τῆς Παναγίας τῆς Κλεισούρας θεοφιλῶς ἄρτι ἀσκησάσης.
Χάριτι σοφισθεῖσα, Σοφία θείᾳ,
Σοφῶς ἤσκησας ἄρτι, ἐν τῇ Κλεισούρᾳ.
Ἡ Ὁσία καὶ θεοφόρος Μήτηρ ἡμῶν Σοφία, ἡ ῥακένδυτος, ἀλλὰ πνευματοφόρος Ἀσκήτρια τῆς Κλεισούρας, ἐγεννήθη ἐν Ἀρδάσσῃ τοῦ Πόντου τῷ 1883. Ἀκολουθήσασα τῶν προσφύγων τῷ δρόμῳ μετὰ τὴν ἐπὶ τῆς γενετείρας αὐτῆς κώμης ἐπιδρομῆς τῶν υἱῶν τῆς Ἄγαρ καὶ τὴν στέρησιν τοῦ αὐτῆς συζύγου καὶ τέκνου ἦλθεν εἰς Ἀναῤῥάχην Ἑορδαίας. Ποθοῦσα τὴν ἀσκητικὴν πολιτείαν, τὴν πρώτην αὐτῆς καλιὰν τῶν ἀγώνων ἔπηξεν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Μάρκου Φλωρίνης, ἔνθα παρέμεινεν ἐπὶ διετίαν. Τῇ προτροπῇ ὅμως τῆς Κυρίας Θεοτόκου, κατεστάθη ἐν τῇ Μονῇ Αὐτῆς, τῇ ἐν Κλεισούρᾳ τῆς Καστορίας κειμένῃ, ἔνθα ἐπὶ τεσσαράκοντα καὶ ἑπτὰ συναπτὰ ἔτη θεοφιλῶς ἠγωνίσατο.
Οὐκ ἔχουσα κλίνη πρὸς ἀνάπαυσιν τοῦ χοϊκοῦ αὐτῆς σαρκίου, ὑπέμεινε τὸ ψῦχος τοῦ χειμῶνος καθημένη παρὰ τὴν ἑστίαν τοῦ αὐλείου χώρου τῆς Μονῆς, τὴν ἀπέναντι τῆς μεσημβρινῆς θύρας τοῦ Καθολικοῦ, ἀτενίζουσα τὴν ἱλαρὰν μορφὴν τῆς Θεοτόκου ἐν τῷ αὐτῆς ὑπερθύρῳ. Λιτοδίαιτος καὶ ῥακένδυτος καὶ ἐνίοτε χρησιμοποιοῦσα μωρὰς προσποιήσεις τῆς ἀρετῆς ἤνυσε τρίβον καὶ σχολάζουσα τῇ ἀδιαλείπτῳ καρδιακῇ προσευχῇ κατὰ μέθεξιν ἐθεώθη. Πλουσίαν εἵλκυσε τὴν χάριν τοῦ Παναγίου Πνεύματος καὶ ἠξιώθη οὐ μόνον διορατικοῦ χαρίσματος ἀλλὰ καὶ ἰαματικοῦ. Προσηνὴς πάντοτε ὑπεδέχετο τοὺς τῆς Μονῆς ἐπισκέπτας διδάσκουσα αὐτοὺς τὴν μετάνοιαν και τὴν χρηστοήθειαν. Προϊδοῦσα τὴν τελευτὴν αὐτῆς ἐκοιμήθη τὸν ἐμπρέποντα Ὁσίοις ὕπνον τῇ ΣΤ΄ Μαΐου τοῦ σωτηρίου ἔτους 1974. τὰ ἱερὰ αὐτῆς λείψανα, ἀνακομισθέντα και εὐωδιάζοντα ἀποθησαυρίζονται εἰς τὴν Ἱερὰν τῆς Κλεισούρας Μονήν, παρέχοντα τοῖς πιστοῖς ἰάματα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ.
Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα,
Καὶ πῶς Ἰὼβ κρύψω σε τῇ λήθης πέτρα;
Οὗτος ἦν ἐκ τῆς Αὐσίτιδος χώρας, τῶν ὁρίων Ἰδουμαίας καὶ Ἀραβίας, τῶν Ἡσαῦ υἱῶν, ὡς εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ. Ἦν δὲ πατρὸς μὲν Ζαρέθη, μητρὸς δὲ Βοσόῤῥας. Προϋπῆρχε δὲ αὐτῷ ὄνομα Ἰωβάβ, καὶ προεφήτευσεν ἔτη κε΄. Προέλαβε δὲ τὴν ἕλευσιν τοῦ Χριστοῦ, ἔτη χίλια ἐννιακόσια εἰκοσιπέντε. Τοῦτον ἐξητήσατο ὁ διάβολος, μαρτυρηθέντα ὑπὸ τοῦ Κυρίου δίκαιον, καὶ ἄμεμπτον, καὶ πάντων τῶν ἐπὶ γῆς ὑπερέχοντα. Αὐτὸν δὲ πάντων τῶν ὑπαρχόντων γυμνώσας, καὶ πληγαῖς φρικταῖς καὶ ἀπαρηγορήτοις ταλαιπωρήσας, ἀπῆλθε κατησχυμμένος ἐν ταῖς τῶν πειρασμῶν προσβολαῖς ἀκάμπτου καὶ ἀνενδότου τοῦ Δικαίου φανέντος. Τοῦτον ἐπὶ τέλει τῶν ἄθλων ἀνεκήρυξεν ἄνωθεν ὁ Θεός, καὶ ἐν διπλῷ πάντα τὰ ἀφαιρεθέντα ἀπέδωκεν αὐτῷ, ὡς τὰ κατὰ μέρος διεξοδικῶς, ἡ κατ’ αὐτὸν ἱστορία δηλοῖ. Ἔζησε δὲ μετὰ την πληγήν, ἔτη ῥό΄, ὡς εἶναι τὸν σύμπαντα χρόνον αὐτοῦ, ἔτη σμη΄.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφείμ, τοῦ ἐν τῷ ὄρει τοῦ Δομποῦ τῆς Βοιωτίας, ἀσκήσαντος.
Φλογοφόροις σύνεστι Σεραφεὶμ χῶρον.
Ἤλατ' ἄημα ἔνθεν Σεραφεὶμ οὐρανίων ἐς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων · Μάμαντος, Παχωμίου καὶ Ἱλαρίωνος.
Ἱλαρίωνι καὶ Παχωμίῳ Μάμας,
Συνεξεδήμει τὴν καλὴν ἐκδημίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δημητρίων, τοξευόμενος τελειοῦται.
Βέλη τὰ τιτρώσκοντα σάρκα καιρίως,
Δημητρίων ἡγεῖτο βέλη νηπίων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Δάναξ, Μέσιρος καὶ Θερίνος, ξίφει τελειοῦνται.
Ἀμφοῖν Ἀθλητῶν ἐκκεκομμέμων κάρας,
Κεῖται Μέσιρος ἐν μέσῳ κάρας δίχα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δονάτος, τοξευόμενος, τελειοῦται.
Ἄλλος ξένος τις ἥλιός μοι Δονάτος,
Σαρκὸς προΐσχων ἀκτῖνας δίκην βέλη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βάρβαρος, ξίφει τελειοῦται.
Τὴν κλῆσιν ἡμῖν Βάρβαρος σὺ γεννάδα,
ὁ δ’ αὖ τεμών σε, βάρβαρος τὴν καρδίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰὼβ τοῦ Ποτσάεφ τοῦ Ῥώσσου, τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Ἐαντβέρτου, τοῦ Σκώτου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Βενεδίκτης, τῆς Ῥωμαίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἡλιοδώρου καὶ Βενοῦστου, καὶ τῶν σὺν αὐτῶν ἑβδομήκοντα πέντε Μαρτύρων, τῶν ἐν τῇ Ἀφρικῇ.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.














 ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ον ἥδιστον, Χριστοῦ τῆς ἀγαπήσεως, Σοφία ηὔφρανας, ὀδμαῖς τῆς σῆς ἀγωγῆς, καὶ τρόπων ἀσκήσεως, τῆς θεαρέστου σου, πρὸς τελείωσιν, τῆς ἀρετῆς θεόσοφε, παναῤῥήτῳ εὐωδίᾳ.
γγελόμορφε, Ἀσκήτρια ὑπέβαλε, σὲ εἰς ἐγχείρησιν, ξένως ἡ Μήτηρ Θεοῦ, ἐπίκουρον ἔχουσα, αὐτῆς Ἀρχάγγελον, καὶ φιλτάτους σου, Ἁγίους τοὺς θαυμάζοντας, σοῦ Σοφία τοὺς καμάτους.
Νίκης στέφανον, ἐδέξω χρυσοστόλιστον, Σοφία πάγκαλε, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ, ἀξίως τοῦ νέμοντος, τὰ γέρα ἅπασι, τοῖς δοξάζουσιν, Αὐτὸν ἐν βίῳ πράξεσι, θείοις καὶ ἀμέμπτῳ βίῳ.
Θεοτοκίον.
γαθότητος, πυξίον νίκας δώρησαι, ἡμῖν Παντάνασσα, κατ’ ἐναντίων ὀρδῶν, Σοφίᾳ ὡς ἔδωκας, τῇ ἀσκητρίᾳ Σου, ἐν τοῖς ἔτεσιν, ἐσχάτοις Μητροπάρθενε, τὸν ἐχθρὸν θριαμβευσάσῃ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νάρδε εὐωδέστατε Σοφία, ἁπλότητος ταπεινώσεως καὶ νήψεως, πάντας εὐωδίασας, τοὺς πιστῶς προστρέχοντας, εἰς τὴν Μονὴν τὴν πάνσεπτον, Κλεισούρας θείαν σου, λαβεῖν εὐχὴν καὶ λόγους ἀκοῦσαι, μετανοίας ἄρτι, σοὺς ψυχοτρόφους Μῆτερ.
ρδασσα σεμνύνεται τοῦ Πόντου, σπαργάνοις σου τοῖς σεπτοῖς Σοφία ἔνθεε, καὶ Κλεισούρα πόνοις σου, ἱερᾶς ἀσκήσεως, δι’ ἧς εἰς ὕψος ἔφθασας, σοφίας ἄῤῥητον, καὶ νήψεως δυσπρόσιτον Μῆτερ, ὃ ἀδυνατοῦμεν, ἰδεῖν οἱ σὲ τιμῶντες.
Μέμνησο τῶν πίστει ἐκτελούντων, Σοφία τὴν φωτοφόρον καὶ περίλαμπρον, μνήμην σου καὶ ᾄσμασι, μελῳδούντων πόνους σου, οὕς ἔτλης πρὸς ἀπόκτησιν, τῆς τελειότητος, καὶ ἄνοδον τῆς κλίμακος Μῆτερ, ὁδηγούσης πόλου, πρὸς παμφαεῖς σκηνώσεις.
Θεοτοκίον.
λεος ἀφθόνως δωρουμένη, Σοῖς δούλοις καὶ οἰκτιρμοὺς τοῦ θείου Τόκου Σου, Ἐλεοῦσα πάναγνε, πρόφθασον καὶ λύτρωσαι, πειρατηρίων ἅπαντας, Σὲ μεγαλύνοντας, καὶ μέλποντας Σοφίας καμάτους, Σοῦ τῆς ἀσκητρίας, τοὺς νυχθημέρους ὕμνους.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Λάμπουσα φωτί, ἀΰλῳ ἀνέδραμες, εἰς φωτεινότατα, οὐρανῶν σκηνώματα, τῷ Φωτοδότῃ καὶ Πανοικτίρμονι, Σοφία παμμακάριστε, Κλεισούρας κλέϊσμα, ὑπαντῆσαι, τῷ θανάτου ζόφωσιν, καὶ φθορᾶς τὴν ἀχλὺν διαλύσαντι.
Πόθον ἱερόν, Σοφία κατέχουσα, ἐπανακάμψεως, εἰς Ἐδὲμ σκηνώματα, διελογίζου, αὐτὴν ἐξόριστον, ἐπὶ τῆς γῆς καὶ Κύριον, τὸν πολυεύσπλαγχνον, ἀξιῶσαι, ἐκδυσώπεις πάντοτε, ἀπολαῦσαι αὐτῆς τῆς τερπνότητος.
ς τῶν ἀσθενῶν, ταχίστην ἰάτειραν, ἀνευφημοῦμέν σε, καὶ πρὸς Κτίστην πρέσβειραν, θερμὴν τῶν πίστει, καταφυγόντων σοι, ἀεὶ παρακαλοῦμέν σε, Σοφία ἅπαντας, ἐκ τοῦ ὕψους, δόξης σου ἱκέτευε, τὸν Χριστὸν πέμψαι χάριν σοῖς πρόσφυξι.
Θεοτοκίον.
Χαῖρε ἀγαθή, τοῦ πάντων δεσπόζοντος, περάτων κτίσεως, Μῆτερ παντευλόγητε, ἀναβοῶντες, ἐκδυσωποῦμέν Σε· ἐλέησον Σοὺς πρόσφυγας, τοὺς μεγαλύνοντας, τοὺς καμάτους, τοὺς σεπτοὺς πρὸς θέωσιν, Ἀσκητρίας Σοφίας Μητρόθεε. 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὑπομονῆς ἀρχέτυπον, καὶ θείαν ὑφηγήτριαν, τὴν ἐν Κλεισούρᾳ ἀσκήσει, συντόνῳ καὶ ἀσιγήτῳ, εὐχῇ τῷ Παντοκράτορι, Χριστῷ εὐαρεστήσασαν, Σοφίαν τὴν ἀοίδιμον, θεοσοφίας ὡς βάθρον, ἐγκωμιάσωμεν πάντες.
Καὶ τὸ τῆς ἑορτῆς.


















Εἰς τοὺς αἴνους. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ἄστρον, ἀγωγῆς νεόφωτον, ἀσκητικῆς παμφαῶς, ἀνατείλαν ἐν ἔτεσι, τοῖς ἐσχάτοις μέλψωμεν, ἐκ τοῦ Πόντου κραυγάζοντες· αὐγαῖς Σοφία, σῆς ταπεινώσεως, σκληραγωγίας, εὐχῆς καὶ νήψεως, ἡ καταυγάσασα, Μακεδόνων σύλλογον καὶ τῶν πιστῶν, πάντα τὰ συστήματα, λαμπρῶς δεδόξασαι.

Μάνδρας, τῆς Κλεισούρας σέμνωμα, διῆλθες σὴν βιοτήν, ἐν ὑπαίθρῳ ῥακένδυτος, ἄκρως λιτοδίαιτος, καὶ οὐκ ἔχουσα κράββατον, πρὸς τῆς φθαρτῆς σου, σαρκὸς ἀνάπαυσιν, Σοφία θείων, χαρίτων ἔσοπτρον, ὅθεν τὴν μνήμην σου, τὴν λαμπρὰν γεραίροντες, σὰς πρὸς Θεόν, πάντες ἐκδεχόμεθα, πρεσβείαις πάνσεμνε.

Ὅλῃ, τῆς ψυχῆς ἐφέσει σου, ἐπιποθοῦσα Χριστόν, ἐκ νεότητος χρόνων σου, μετὰ τὴν τοῦ τέκνου σου, καὶ συζύγου σου στέρησιν, Κλεισούρας Μάνδραν, σεπτὴν κατέλαβες, σκληραγωγίᾳ, ἣν καθηγίασας, καὶ θεῖον μέλαθρον, ἀρετῆς ἀνέδειξας θεοτερποῦς, εὐσταλὲς ἀσκήτρια, Σοφία πάνσοφε.

Νύμφη, Κτίστου καλλιπάρθενε, ἐν τοῖς ἐσχάτοις καιροῖς, ὄντως ἀνεζωγράφησας, τῶν Μητέρων σκάμματα, τῶν ἀρχαίων καὶ ἔλαμψας, ὡς λύχνος κόσμῳ, Σοφία πάμφωτος, τῆς ὑπὲρ λόγον, σοφίας νήψεως, τρόπων ἁπλότητος, καὶ μωρῶν ἐνίοτε θεοειδές, Μῆτερ προσποιήσεων, διὸ τιμῶμέν σε.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν συγκύπτουσαν τῆς Κλεισούρας Ἀσκήτριαν, ἀλλ’ εὐθυτενῆ τῆς θεοσοφίας κυπάρισσον, Σοφίαν τὴν ἀξιέπαινον εὐθαρσῶς μακαρίσωμεν. Αὕτη γὰρ τὸ γεηρὸν ἀποβαλοῦσα ἄχθος, τὴν ψυχὴν πρὸς τὰς ἐπάλξεις τοῦ οὐρανοῦ ἀνέτεινε, καὶ Χριστὸν ἐδοξολόγει ἀείποτε, ὅθεν εἰς ὕψος δυσαντίβλεπτον ἀρετῆς ἀρθεῖσα, τῆς τρυφῆς τοῦ ξύλου τῆς ζωῆς ἐπέτυχεν ἀπολαύειν, ἧς καὶ ἡμᾶς πρεσβεύει Χριστῷ ἀπολαῦσαι, ἐν τῇ ἀλήκτῳ μακαριότητι.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς Ἀρδάσσης σεπτὸς βλαστός, χαίροις Πόντου κρίνον μυροβόλον καὶ εὐανθές, χαίροις τῆς Κλεισούρας, κιννάμωμον Σοφία, ἡ ἀκραιφνεῖ ἀσκήσει κόσμον ἡδύνασα.

ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ ῬΜΒ΄ ψαλμός, τό· Θεὸς Κύριος καὶ τὸ τροπάριον. Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητριῶν τῶν πάλαι ἄρτι ἐκθύμως, ἀκολουθήσασαν ὁδοῖς ἐν Κλεισούρᾳ, Σοφίαν ἐνδιαίτημα σοφίας Θεοῦ, ὡς καθυπομείνασα τοῦ χειμῶνος τὸ ψῦχος, εὐσθενῶς καὶ τήξασαν, χαμευνίᾳ τὴν σάρκα, μελισταγέσι μέλψωμεν ᾠδαῖς, λιτὰς πρὸς Κτίστην αὐτῆς ἐξαιτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ὁ Ν΄ ψαλμός.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοφία, Κλεισούρας εὖχος, φρούρει με. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφία σεμνότης Ἀσκητριῶν, Κλεισούρας σεμνείου, ἐνδιαίτημα ἱερόν, ἡμῖν καθιλέωσαι τὸν Κτίστην, τοῖς ἐκζητοῦσι τὰς θείας πρεσβείας σου.
σίων ἀπαύγασμα νεαυγῶν, Σοφία λιταῖς σου, ἀποδίωξον σκοτασμόν, ἡμῶν τῶν σπευδόντων ἐν Κλεισούρᾳ, λειψάνων θήκην τῶν σῶν κατασπάσασθαι.
Φανὲ νεοφώτιστε ἀκραιφνοῦς, νηστείας Σοφία, χαμευνίας καὶ προσοχῆς, φωτὶ σῶν εὐχῶν ἀδιαλείπτων, ἡμῶν παθῶν σκοτομήνην ἀπέλασον.
Θεοτοκίον.
άσεων φρέαρ παντοδαπῶν, ἁγνὴ Θεοτόκε, ἀνεδείχθη ἡ Σὴ εἰκών, ἣν ἔχει Κλεισούρας τὸ σεμνεῖον, ὡς θησαυρὸν πολυτίμητον Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
ρετῆς ἐκμαγεῖον τῶν συμφορῶν πέλαγος, βίου σταθηρῶς διελθοῦσα, εἰς ὅρμον ἄκλυστον, Σοφία τῶν οὐρανῶν, ἔφθασας ἔνθα πρεσβεύεις, τῷ Κυρίῳ πέμψαι μοι, χάριν καὶ ἔλεος.
Κιβωτὸν ὡς σοφίας καὶ ἀρετῆς πάγχρυσον, σὲ ὑμνολογοῦντες Σοφία, πίστει κραυγάζομεν· Κλεισούρας ἡ τὴν Μονήν, καθαγιάσασα πόνοις, σῆς στεῤῥᾶς ἀσκήσεως, σκέπε σοὺς πρόσφυγας.
Λυπηρῶν τῶν ἐν βίῳ ἡμῶν ἀχλὺν δίωξον, φέγγει πρεσβειῶν σου Σοφία, ἡ βίον ἅπαντα, τῇ τοῦ Κυρίου Μητρί, τῇ θαυμαστῇ παραθεῖσα, ὁλοθύμως πάνσοφε, ὄντως Ἀσκήτρια.
Θεοτοκίον.
πακούουσα Μῆτερ τοῦ Ὑψίστου μὴ παύσῃ, τῶν δεομένων Σου, καὶ πίστει προσκυνούντων, Σὴν θαυμαστὴν εἰκόνα, ἐν Κλεισούρᾳ Μητρόθεε, ἑνὶ ἑκάστῳ ταχύ, παρέχουσα Σὴν χάριν.
Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ, καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία ἡμᾶς ἐκ παντὸς κινδύνου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Την προπτωτικὴν κατάστασιν βιώσασαν, σὺν τοῖς τοῦ δρυμοῦ θηρίοις καὶ σκηνώσασαν, Ἁγίων σὺν τάγμασιν, ἐν σεμνείῳ Κλεισούρας τιμήσωμεν, σεπτὴν Σοφίαν ἥνπερ πρὸς Θεόν, προβάλλομεν πρέσβειραν ἀκοίμητον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
κετῶν εἰς βοήθειαν, σπεῦσον σῶν ἐνθέρμων Σοφία πάνσεμνε, Πόντου βλάστημα θειότατον, καὶ Κλεισούρας θρέμμα ἱερώτατον.
Στερηθεῖσα τοῦ τέκνου σου, ἔδραμες βιῶσαι καθάπερ ἄϋλος, τέκνα οἰομένη ἅπαντας, τοὺς πιστοὺς Σοφία ἐγκρατεύτρια.
λικῶς ἀτενίζουσα, πρὸς τὸν μόνον σώζοντα πάντας Κύριον, ὡς μωρὰ διῆλθες βίον σου, πρέσβειρα ἡμῶν Σοφία ἔνθερμε.
Θεοτοκίον.
περόπτας ἀνάδειξον, σχέσεων προσύλων τοὺς ἀνυμνοῦντάς Σε, Θεοτόκε παρακλήσεσι, τῆς μητρὸς Σοφίας τῆς θεόφρονος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
είθροις σῶν λιτῶν, σβέσον πάθη τὰ χαμαίζηλα, τῶν σπευδόντων σοι Σοφία εὐλαβῶς, καὶ τὴν θήκην προσκυνούντων τῶν λειψάνων σου.
Αἴγλῃ θεϊκῇ, αὐγασθεῖσα τῶν προσφύγων σου, καταφώτισον Σοφία τῶν ψυχῶν, ζόφον φέγγει τῶν παμφώτων σου δεήσεων.
Στήριξον ἡμᾶς, ἐν τῇ πίστει ἡ στηρίξασα, τοῖς σοῖς λόγοις τοὺς προστρέχοντας πιστῶς, εἰς Κλεισούρας τὴν Μονὴ Σοφία πάνσοφε.
Θεοτοκίον.
Εὔφρανον ἡμᾶς, εὐωδίᾳ Σῶν δεήσεων, πρὸς Υἱόν Σου Μῆτερ τὸν μονογενῆ, ἀφθαρσίας μύροις πάντα τὸν ἡδύναντα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
μνοῦντές σε, ὡς σοφίας σκήνωμα, καὶ ταμεῖον ἀρετῶν ψυχοτρόφων, ἐκδυσωποῦμέν σε Μῆτερ Σοφία, Κλεισούρας Μάνδρας σεπτὸν ἐνδιαίτημα, ἐθνῶν τοὺς ἄρχοντας λιταῖς, τοὺς ἀσόφους ἀόκνοις σου σόφισον.
Χρηστότητος, βάθρον καὶ συνέσεως, ἀδιάσειστον σοφία Ὁσία, ἡ ἐν ἐσχάτοις τοῖς χρόνοις Κλεισούραν, σῇ ἀγωγῇ τῇ ἐνθέῳ κλεΐσασα, τοὺς σοὺς ἱκέτας σωφρονεῖν, καὶ διάγειν σεμνῶς καταξίωσον.
δήγησον, εὐσεβεῖς πρὸς θέωσιν, τοὺς ὑμνοῦντάς σου τὴν σκληραγωγίαν, ἐκ τοῦ χειμῶνος δριμύτητι Μῆτερ, καὶ παγετῷ καὶ χιόνι ἰσάγγελε, Σοφία φλόγα ἐν ψυχῇ, ἀνημμένην τῆς πίστεως ἔχουσα.
Θεοτοκίον.
Σκοτόμαιναν, πάντων ἀποδίωξον, τῶν παθῶν καὶ λογισμῶν τῶν ἀτάκτων, Θεοκυῆτορ τῶν Σοὶ προστρεχόντων, καὶ προσκυνούντων τὴν Σὴν χαριτόβρυτον, εἰκόνα ἐν τῇ ἱερᾷ, τῆς Κλεισούρας Μονῆ Μῆτερ ἄχραντε.
Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ, καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία ἡμᾶς ἐκ παντὸς κινδύνου.
Ἄχραντε, ἡ διὰ Λόγου...

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τὴν ἀρνηθεῖσαν ἀσθένειαν φύσεως, καὶ ἀνδρικῷ ἐν Κλεισούρᾳ φρονήματι, ἀσκήσασαν πίστει τιμήσωμεν, σεπτὴν Σοφίαν βοῶντες ἀξίωσον, ἡμᾶς σοφῶς ἐπὶ γῆς πολιτεύεσθαι.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μάρκον (Κεφ. η΄ 34- θ΄ 1): Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν... Ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὄρνις ὡς φιλέρημος, ἐν τῇ Μονῇ τῆς Κλεισούρας, καλιὰν ἀσκήσεως, νυχθημέρου ἔπηξας Μῆτερ ἔνδοξε, ἡ ἐκ νεότητος, θλίψεις καὶ στερήσεις, ὑπομείνασα καὶ δάκρυα, πολλὰ ἐκχύσασα, ὥσπερ Παραδείσου ἀπέναντι, καθήμενοι προπάτορες, ἔνθεε Σοφία διδάσκουσα, πάντας ὑπομένειν, τὰς λύπας καὶ τὰς θλίψεις ἀκλινῶς, παρόντος βίου προσβλέποντες, χαρμονὴν εἰς ἄληκτον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φέγγει πόνων Σοφία σῶν ἀόκνων πρὸς κτῆσιν σοφίας ἄνωθεν, καὶ ἀρετῆς ἐνθέου, φωτίσασα ἀρτίως, εὐσεβῶν τὰ συστήματα, φωτὶ ἀΰλῳ τὸν νοῦν, ταχὺ καταύγασόν μου.
υπογόνους ἑστίας μολυνούσας καρδίας πιστῶν τοῖς νάμασιν, ἀπόπλυνον εὐχῶν σου, πρὸς τὸν Χριστὸν Σοφία, παρ’ ἑστίαν τὴν αὔλειον, ἡ καθημένη σαρκί, ἀνάπαυσιν διδοῦσα.
Οὐρανίων δωμάτων κληρονόμος ἐγένου Σοφία πάνσεμνε, ἡ σὴν οὐρανοδρόμον, ἐν Κλεισούρᾳ πανεύφημε, διὸ τὴν χάριν τὴν σήν, καὶ ἀρωγὴν αἰτοῦμαι.
Θεοτοκίον.
μνητῶν Σου Παρθένε ἱκεσίας προσδέχου ὥσπερ θυμίαμα, εὐῶδες οἷα πόνους, Σοφίας Ἀσκητρίας, καὶ αὐτὰς τῷ Παντάνακτι, καὶ Σῷ ἀχράντῳ Υἱῷ, προσάγαγε καὶ Κτίστῃ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
οὰς δακρύων, τῶν ἱκετῶν σου Σοφία, σμῆξον τῷ μανδηλίῳ εὐχῶν σου, πρὸς Χριστὸν Οὗ κάλλος, ὁρᾷς μορφῆς τὸ θεῖον.
γχειρισθεῖσα, ὑπὸ Παρθένου Σοφία, χάριν εὗρες αὐτῆς συνεργείᾳ, ἀπελαύνεις νόσους, πιστῶν τὰς ἀνιάτους.
λύος πάσης, τῶν μεριμνῶν ὑπερτέρα, καθ’ ἑκάστην ὀφθεῖσα Σοφία, κάθαρον ἱκέτας, τοὺς σοὺς παθῶν ἰλύος.
Θεοτοκίον.
Μονῆς Κλεισούρας, ἀκέστορ καὶ ἀντιλῆπτορ, Θεοτόκε πρεσβείαις Σοφίας, Ἀσκητρίας ῥῦσαι, ἡμᾶς ἐχθροῦ παγίδων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ώας μυροβόλον, κρίνον ἐν Κλεισούρᾳ, τὸ ἐξανθήσαν σαλότητος μόχθοις σου, Σοφία δεῖξόν με σκήνωμα ὁσιότητος.
Χαρᾶς ἧς ἀπολαύεις, ἐν σκηναῖς ἀφθίτους, μέτοχον δεῖξον Σοφία πανεύφημε, τοὺς μεγαλύνοντας πόνους τῆς σῆς ἀσκήσεως.
Μετὰ τῆς Θεοτόκου, ᾗ σεμνὴ Σοφία, ἐν τῇ Κλεισούρᾳ καλῶς ὑπηρέτησας, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν τὸν εὔσπλαγχνον.
Θεοτοκίον.
Μυράλειπτρον ἁγνείας, Κεχαριτωμένη, Μονῆς Κλεισούρας πολύτιμον κόσμημα, χαρᾶς ἀφθίτου ἐν πόλῳ ἡμᾶς ἀξίωσον.
Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Χαίροις τῆς Ἀρδάσσης σεπτὸς βλαστός, χαίροις Πόντου κρίνον μυροβόλον καὶ εὐανθές, χαίροις τῆς Κλεισούρας, κιννάμωμον Σοφία, ἡ ἀκραιφνεῖ ἀσκήσει, κόσμον ἡδύνασα.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, σαῖς θερμαῖς πρεσβείαις, ῥῦσαι βλάβης τοῦ πονηροῦ, ἡ αὐτοῦ ἐνέδρας, σαλότητι ἀρτίως, Σοφία ἐν Κλεισούρᾳ, καταπατήσασα.
Χαίροις καλλικέλαδε ἀηδών, Πόντου καὶ στρουθίον, παρ’ ἑστίαν σεπτῆς Μονῆς, τῆς Κλεισούρας ἄρτι, Σοφία ὑπὲρ φύσιν, τὸ καλιὰν ἀγώνων, πήξαν πανθαύμαστε.
Χαίροις τῆς Παρθένου θεραπαινίς, ἡ σκληραγωγίᾳ, χαμευνίᾳ καὶ προσευχῇ, ἐν Μονῇ Κλεισούρας, ἑλκύσασα τὴν χάριν, τοῦ Πνεύματος Σοφία, θεία Ἀσκήτρια.
Χάρις ἐπεσκίασε δαψιλῶς, Πνεύματος ἁγίου, σὲ Σοφία θεοσεβές, καὶ ἀνέδειξέ σε, χαρίτων ἐκμαγεῖον, Κλεισούρας νέον εὖχος, καὶ προοράσεως.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, θήκην τῶν λειψάνων, Ἀσκητρίας τῆς θεαυγοῦς, τῆς Μονῆς Κλεισούρας, Σοφίας τῆς ἀρτίως, σαλότητι λαμψάσης, καὶ ἀγαθότητι.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων, ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.

Ἀπόλυσις, μεθ’ ἧν ψάλλομεν τό τροπάριον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάνδρας τῆς Κλεισούρας θησαυρέ, ἄσυλε καὶ πάντιμον γέρας, ἐνθέων Ἀσκητριῶν, ἡ σοφία ἔμπλεως, Θεοῦ καὶ σκήνωμα, ἀρετῆς πολυτίμητον, Ὁσία Σοφία, σόφισον τοὺς σπεύδοντας, ταῖς ἱκεσίαις σου, καὶ ἀνευφημοῦντας ἐκθύμως, σοῦ σκληραγωγίας τοὺς πόνους, πρὸς τὴν ὁλοκλήρωσιν καὶ θέωσιν.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου

Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου