Σάββατο 1 Σεπτεμβρίου 2018

ΑΠΡΙΛΙΟΣ 18. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΡΙΛΛΟΣ ΣΤ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ ΙΗ΄!!
ΚΥΡΙΛΛΟΣ ΣΤ΄ ΚΩΝ/ΠΟΛΕΩΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
                             
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν Ὀρθοδόξων οἱ παῖδες συνευφραινόμενοι, τοῦ ἱεροῦ Κυρίλλου, εὐσθενοῦς Πατριάρχου, καὶ Μάρτυρος ἀρίστου καὶ σθεναροῦ, ἑορτάζομεν σήμερον, τὴν θείαν μνήμην καὶ κράζομεν· τῷ Χριστῷ, ὑπὲρ πάντων Πάτερ πρέσβευε.

Σταυρὸν βαστάζων Κυρίου ἐπὶ τῶν ὤμων σου, καὶ τῆς ἱεραρχίας, ἀμπεχόμενος μάκαρ, χιτῶνα ἐπορεύθης ἀνδροπρεπῶς, τὴν ὁδὸν τῆς ἀθλήσεως, ἄχρι θανάτου κηδόμενος γεραρέ, Πάτερ Κύριλλε τῆς ποίμνης σου.

Χερσὶ στυγνῶν μιαιφόνων ὑπέστης θάνατον, ἀνδρείως δι’ ἀγχόνης, ἐναθλήσας νομίμως· ἐντεῦθέν σου τὸ σκῆνος ὡς θησαυρόν, Παρακλήτου τῇ χάριτι, θεόφρον Κύριλλε Πύθιον εὐλαβῶς, ὑπεδέξατο καὶ ἔθαψεν.

Ἀνδριανούπολις χαίρει ἡ σὲ βλαστήσασα, τὸ Βασιλεῦον ἄστυ, οὗ ἡγίασας θῶκον, καὶ κώμη τοῦ Πυθίου οὗπερ ἡ γῆ, τὸ σὸν σκῆνος ἐδέξατο, ἱεροάθλων ἁπάντων Ἱεραρχῶν, κοσμιότης Πάτερ Κύριλλε.

Δόξα. Ἦχος α΄.
Τοῖς ἴχνεσι Χριστοῦ ἀκολουθήσας, καὶ ποιμὴν θεόσοφος ἀναδειχθεὶς Κύριλλε, Πατριάρχα γενναιότατε, οὐδόλως ἐπτοήθης τῶν δυσσεβῶν τὴν μανίαν, ἀλλ’ ἀπτοήτως προέκρινας θανεῖν ὑπὲρ τῶν προβάτων σου· διὸ ἐν τῇ τοῦ ἔαρος νῦν ὥρᾳ, Ὀρθοδόξων τὰ συστήματα τὴν μνήμην σου ἐκτελοῦντα, καὶ τῆς ἀλκίμου καὶ ἁγίας σου ψυχῆς ἀναμιμνησκόμενα, ἐκζητοῦμεν τὰς ἀόκνους σου πρεσβείας, πρὸς τῆς δόξης τὸν Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔβρος ὁ ποταμός, ἐξέβρασε σὸν σκῆνος, εἰς τοῦ Πυθίου κώμην, ἧς πέλεις ἀντιλήπτωρ, καὶ ἀρωγὸς νῦν Κύριλλε.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Χαίρει ἡ σὴ πατρίς, Ἀδριανοῦ ἡ πόλις, ἐν ᾗ καὶ τὸν ἀγῶνα, νομίμως δι’ ἀγχόνης, ἐτέλεσας ὦ Κύριλλε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἄνωθεν τοὺς πιστούς, μὴ παύσῃ ἐποπτεύων, καὶ ὁδηγεῖν πρὸς τρίβους, εἰρήνης καὶ ἀγάπης, ἱερομύστα Κύριλλε.

Δόξα. Τριαδικόν.
Ἕνα Σε πανσθενῆ, Τριὰς ὑπεραγία, Θεὸν δοξάζων ἄρτι, ὁ Κύριλλος ἀγχόνης, τὸν βρόγχον καθυπέμεινε.

Καὶ νῦν. Θεοτοκίον.
Χαίρει τῶν εὐσεβῶν, Παρθένε ἡ χορεία, τῇ Σῇ ἐπιστασίᾳ, καὶ θαυμασίων πλῆθος, κηρύττει Σου ἑκάστοτε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Βυζαντίου τὸν θρόνον ἀρεταῖς κατεκόσμησας, Ἀνδριανουπόλεως θρέμμα ἱερώτατε Κύριλλε, ζηλώσας γὰρ τὰς τρίβους ἀθλητῶν, ἀγχόνη ἠωρήθης απηνῶς, καὶ Πυθιου ἀνεδείχθης, πανσθενουργὸς προστάτης ὅθεν κράζομεν· δόξα τῷ σὲ δοξασαντι Χριστῷ, δοξα τῷ σὲ κραταιώσαντι, δοξα τῷ νεοάθλων κοινωνόν, σὲ ἀναδειξαντι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.





ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐν γήρᾳ φρονήματι στεῤῥῷ, σεαυτὸν ἐκδέδωκας, ὡς νεανίας εἰς θάνατον, ὑπὲρ τῆς ποίμνης σου, γεραρὲ προθύμως, τὸν Χριστὸν μιμούμενος, ἐχθρὸν μὴ δειλιάσας νεόαθλε, τὸν φρυαττόμενον· ὅθεν μνήμην τὴν ἁγίαν σου, ἐκτελοῦμεν γηθόμενοι Κύριλλε.

Φωστῆρα λαμπρὸν Ἱεραρχῶν, Βυζαντίου κόσμημα, ἐν δυσχειμέροις τοῖς ἔτεσι, τὸν διαλάμψαντα, ἀρετῶν ἀκτῖσι, καὶ ψυχῆς στεῤῥόφρονος, πυρσεύμασι τιμήσωμεν χαίροντες, καὶ ἀνακράξωμεν· χαῖρε Κύριλλε θεόσοφε, Νεομάρτυς, ἀνδρεῖε τῆς πίστεως.

Ποιμάνας λαὸν θεοφιλῶς, Ἰκονίου πρότερον, Ἀδριανοῦ εἶτα πόλεως, τῆς γεννησάσης σε, καὶ τοῦ Βυζαντίου, ὤφθης μάκαρ Κύριλλε, ἐπίσκοπος εἰς τύπον τοῦ Κτίσαντος· διὸ ὑμνοῦντές σε, τὸν ἀξίως σε δοξάσαντα, μετὰ πότμον, δοξάζομεν Κύριον.

Βλαστὲ καὶ ποιμὴν πανευλαβές, Ἀδριανουπόλεως, Νεομαρτύρων ὡράϊσμα, ἀνευφημοῦμέν σε, Κύριλλε παμμάκαρ, ὅτι προετίμησας, θανεῖν ὑπὲρ ἐλλόγων προβάτων σου, καὶ κατεπάτησας, τῶν ἐκγόνων Ἄγαρ φρύαγμα· διὰ τοῦτο στεφάνοις κεκόσμησαι.

Τὸ πάντιμον σκήνωμα τὸ σόν, τῷ τῆς ἁγιότητος, φωτὶ λαμπόμενον ἤνεγκε, ῥεῦμα ποτάμιον, εἰς Πυθίου ὄχθας, ἔνθα θείᾳ χάριτι, ἐγνώρισεν αὐτὸ καὶ ἀνέσυρεν, ἀνὴρ θεόφιλος, ὁ πιστῶς ἐνεταφίασεν, ἐν τῷ οἴκῳ, αὐτοῦ Πάτερ Κύριλλλε.

Σὺν σοὶ πρωτοσύγκελλος ὁ σός, θαυμαστὸς Θεόκλητος, ἱερομόναχος ἕτερος, σεμνὸς Ἰάκωβος, καὶ προυχόντων δῆμος, Ἀδριανουπόλεως, ὀκτὼ Κυρίου δοῦλοι καὶ εἴκοσι, ἐτελειώθησαν, καὶ στεφάνους ἀπειλήφασι, νίκης Πάτερ, τρισόλβιε Κύριλλε.

Δόξα. Ἦχος πλ. β΄.
Τὸν κοινωνὸν τοῦ Χριστοῦ παθημάτων, καὶ ἀγλαϊσθέντα τῇ δόξῃ τῆς Αὐτοῦ Βασιλείας, Κύριλλον τὸν νέον Ἱερομάρτυρα, καταστέψωμεν ᾄσμασιν ἀνακράζοντες· χαῖρε, Πατριαρχῶν σεπτῶν ἀκροθίνιον, καὶ ποιμένων ὑπόδειγμα, ὁ τὴν ψυχὴν θύσας ὑπὲρ τῶν λογικῶν σου προβάτων· χαῖρε, Ἀδριανουπόλεως ἐκβλάστημα, ὁ ἐν αὐτῇ ἀγχόνης γευσάμενος, καὶ ἀφθαρσίας γέρα θεόθεν δρεψάμενος· χαῖρε, Πυθίου ἔφορε καὶ πολιοῦχε, ὁ τὴν αὐτοῦ ἁγιάσας χθόνα, καὶ ἐκ χαλεπῶν συμφορῶν αὐτὸ λυτρωσάμενος. Ἀλλ’ ὦ Ἱερομάρτυς γενναιότατε, τῷ τοῦ Κυρίου θρόνῳ παριστάμενος, καὶ σὺν πᾶσι τοῖς Ἁγίοις χορεύων καὶ εὐφραινόμενος, ἀπαύστως πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ιθ΄, 20-29)
Ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ᾿ ἐσχάτων σου. πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης. φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις. ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργότερος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν. ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται. υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ρήσεις κακάς. ὁ ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίσει δικαίωμα, στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. ἑτοιμάζονται ἀκολάστοις μάστιγες, καὶ τιμωρίαι ὁμοίως ἄφροσιν.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. ιη΄, 15-33)
Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων. οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις. οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. πρὶν ἢ λαλῆσαι μάνθανε, καὶ πρὸ ἀρρωστίας θεραπεύου. πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν. πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν. μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι. πρὶν εὔξασθαι, ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν Κύριον. μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶ ταχινὰ ἔναντι Κυρίου. ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας. πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου. μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μηδὲ προσδεθῇς συμβολῇ αὐτῆς. μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιπείῳ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.




















Λιτή. Ἦχος α΄.
Ἡ τὰ ἀγαθὰ τῆς ἐλευθερίας δρεπομένη Ἑλλήνων χώρα, ἐν ἀγαλλιάσει τίμα τὸ μέγιστον ἐν Ἱερομάρτυσι, Πατριάρχην Κύριλλον, τὸν τοῦ Βυζαντίου σεμνὸν προΐστορα. Οὗτος γὰρ τὸν σταυρὸν τοῦ ἔθνους ἡμῶν βαστάζων, καὶ τὴν καλὴν κηρύττων ὁμολογίαν, τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ τῶν προβάτων. Καὶ νῦν Χριστῷ παριστάμενος ἐν δώμασι θείοις, καὶ τῆς ἀλήκτου ἐν Αὐτῷ ἐλευθερίας ἀπολαύων, πληροῖ τὰς ἡμῶν αἰτήσεις ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀρχιερατεύσας ἐν Ἰκονίῳ καὶ Ἀδριανουπόλει, τὸν θρόνον τῆς Βασιλίδος κατέλαβες ἀξίως τῶν Πόλεων, θεοφάντορ Κύριλλε. Εὐαρεστήσας οὖν Θεῷ καὶ ἀνθρώποις, Ἀθλητῶν ἠξίωσαι ὑπελθεῖν τὸν ἀγῶνα, καὶ νίκης δρέψασθαι στέφος χρυσόπλοκον. Καὶ νῦν σὺν Ἱεράρχαις καὶ Μάρτυσι δοξαζόμενος, μὴ παύσῃ δεόμενος ὑπὲρ τῶν ἐν αἰχμαλωσίᾳ στενόντων, ὁμοδόξων ἀδελφῶν ἡμῶν.

Ἦχος γ΄.
Οἰακοστρόφος ἐχρημάτισας ἄριστος, τῆς νηὸς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἐν καιρῷ δουλείας Κύριλλε πανθαύμαστε. Σὺ γὰρ σφραγίσας τῷ ἰδίῳ σου αἴματι, τὴν θεοφιλῆ σου πολιτείαν, φωτὶ ἱεροάθλων ἀδύτῳ κεκόσμησαι. Πρέσβευε οὖν τῷ ἀγωνοθέτῃ Κυρίῳ, ῥύεσθαι πάσης βλάβης καὶ θλίψεων, τοὺς ἑορτάζοντας πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Τῇ σῇ ἀνδρικῇ ἐνστάσει τοὺς δυσσεβεῖς καταισχύνας, ἰταμῶς ἐν ἀγχόνῃ ἀπῃωρήθης, καὶ μαρτυρικῆς εὐκλείας ἐκοινώνησας Κύριλλε. Καὶ τὸ μὲν σκῆνός σου θαυμαστῶς ἐν Πυθίῳ τέθαπται, τὸ δὲ πνεῦμά σου σὺν Ἀγγέλοις Χριστὸν δοξάζει, καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.









Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Πατριαρχῶν καλλονή, ἱεροάθλων τιμαλφὲς σεμνολόγημα, προΐστορ τοῦ Βυζαντίου, ὁ ἐν δουλείας καιροῖς, δυσχειμέροις γένους, εὐσεβόφρονος, ἡμῶν τὸ πηδάλιον, Ἐκκλησίας στεῤῥότατα, Χριστοῦ βαστάσας, ἱερώτατε Κύριλλε, καὶ ἐν κλύδωσι, σεαυτοῦ μὴ φεισάμενος· ἔδωκας γὰρ πανένδοξε, ἀγχόνῃ τὸ σῶμά σου, ὡς ἂν ἐάσῃς τὸ πνεῦμα, διαπετάσαι πρὸς Κύριον, Ὃν νῦν ἱκετεύεις, εἰρηναῖον βίον δοῦναι, τοῖς εὐφημοῦσί σε.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Χαίροις, τῆς Θράκης γόνε σεπτέ, Αδριανοῦ εὐτέκνου ἄστεως βλάστημα, τῆς Πόλεως Βασιλίδος, ἀρχιερεὺς ὁ σοφός, καὶ Νεομαρτύρων, θεῖον κόσμημα, πανένδοξε Κύριλλε, σκεῦος τὸ πολυτίμητον, τοῦ Παρακλήτου, ἐκρεμάσθης ὡς ἄνομος, καὶ ὑπέμεινας, ἐπονείδιστον θάνατον· ἔχων γὰρ ἄχρι γήρατος, ἐλεύθερον φρόνημα, τοὺς εὐσεβεῖς ἐνεψύχους, τοὺς ἐν σκοτείᾳ δουλώσεως, καθεύδοντας πλάνων, καὶ λαοῦ ἐλευθερίας, εἰκὼν γεγένησαι.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἔβρος, καθηγιάσθη τὸ σόν, σκῆνος δεξάμενος τὸ πάντιμον Κύριλλε, καὶ κώμη λαμπρὰ Πυθίου, ἐν ᾗ ἐτάφη σεμνῶς, καὶ ἧς πολιοῦχος, πέλεις ἔνδοξος· μὴ παύσῃ δεόμενος, οὖν Χριστοῦ ἱερώτατε, καταπεμφθῆναι, ἀρωγόν σε τοῖς ἔχουσι, καὶ ἀκέστορα, ἐν δεινοῖς χάριν ἄφθονον, καὶ οὐρανόθεν ἔλεος, τὸ πλούσιον ἅπασι, τοῖς ἐκτελοῦσι σὴν μνήμην, τὴν ἱερὰν καὶ φωτόλαμπρον, ᾠδαῖς μελιῤῥύτοις, ἀρχιθύτα τροπαιοῦχε, καὶ θεοδόξαστε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν τῇ προσόψει τοῦ σοῦ ἐπισκοπείου, ὡς ἐν Σταυρῷ ὁ Κύριος, ἀπῃωρήθης ἱερόαθλε Κύριλλε. Σὺ γὰρ ὡς καλὸς ποιμὴν ἐτύθης, ὑπὲρ τῶν λογικῶν σου προβάτων, τῶν πικρᾷ δουλείᾳ συνεχομένων. Καὶ νῦν Χριστὸν ἱκετεύεις, ἡμᾶς ἀξιῶσαι κινεῖσθαι, ἐν μέτρῳ ἐλευθερίας σωτηριώδει πάντιμε.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Βυζαντίου τὸν θρόνον ἀρεταῖς κατεκόσμησας, Ἀνδριανουπόλεως θρέμμα ἱερώτατε Κύριλλε, ζηλώσας γὰρ τὰς τρίβους ἀθλητῶν, ἀγχόνη ἠωρήθης απηνῶς, καὶ Πυθιου ἀνεδείχθης, πανσθενουργὸς προστάτης ὅθεν κράζομεν· δόξα τῷ σὲ δοξασαντι Χριστῷ, δοξα τῷ σὲ κραταιώσαντι, δοξα τῷ νεοάθλων κοινωνόν, σὲ ἀναδειξαντι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Λαμπρὲ Ἀρχιερεῦ, τῆς Χριστοῦ Ἐκκλησίας, καὶ Μάρτυς ἐκλεκτέ, ὁ ἐν χρόνοις ἐσχάτοις, ἀθλήσας καὶ δεξάμενος, ἀφθαρσίας τὸν κότινον, καθικέτευε, ὑπὲρ τῶν πίστει τελούντων, σοῦ τὴν πάντιμον, καὶ πανσεβάσμιον μνήμην, πανάριστε Κύριλλε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Κυήσασα σαρκί, τῆς Τριάδος τὸν ἕνα, Χριστὸν τὸν Λυτρωτήν, καὶ Σωτῆρα τοῦ κόσμου, μερόπων γένος ἔσωσας, καὶ εἰς σφαίρας θεότητος, ἀνεβίβασας, τοὺς Σὲ ἀπαύστως τιμῶντας, Μητροπάρθενε, εὐλογημένη Μαρία, πανύμνητε Δέσποινα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Μνήμην σήμερον, ἐπιτελοῦντες, σοῦ τὴν πάντιμον, Ἱερομάρτυς, Πατριάρχα ἱερώτατε Κύριλλε, τὸν δι’ ἀγχόνης ὑμνοῦμέν σου θάνατον, ὃν ἀνδρικῶς καθυπέστης καὶ κράζομεν· τῷ παντάνακτι Χριστῷ ἀσιγήτως πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Παντευλόγητε, Θεογεννῆτορ, ῥῦσαι ἅπαντας, τῆς τοῦ βελίαρ, ἀπειλῆς τῇ κραταιᾷ προστασίᾳ Σου, καὶ τῆς Σῆς χάριτος φέγγει καταύγασον, ἐζοφωμένας καρδίας τῶν δούλων Σου, ἵνα πέλαγος τοῦ βίου τὸ πολυκύμαντον, ἀφόβως διαπλεύσωμεν Μητρόθεε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν Βασιλεύουσαν, πασῶν τῶν πόλεων, καλῶς ἐποίμανας, καὶ κατεκόσμησας, αἱμάτων θείων σου κρουνοῖς στολὴν τῆς ἱεραρχίας, Κύριλλε πανένδοξε, νεοάθλων ἀκρώρεια, καὶ κοσμῆτορ πάντιμε τῆς Ἀδριανουπόλεως· διόπερ τὴν σὴν μνήμην τελοῦντες, πόθῳ βοῶμέν σοι τὸ χαῖρε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱεράρχα Κύριλλε, ὁ ποιμὴν ὁ καλὸς τῆς Ἐκκλησίας, ὁ μαθητὴς τοῦ ἀρχιποίμενος Χριστοῦ, καὶ τῶν παθημάτων Αὐτοῦ ὁμόζηλος, ἀγχόνῃ ἀπῃωρήθης ἐν Ἀδριανουπόλει. Καὶ νῦν τὰ στίγματα τοῦ μαρτυρίου σου, περιφέρων ὡς τρόπαιον, καὶ σὺν Ἀθληταῖς ἀνδρείοις αὐλιζόμενος, ἱκέτευε τὸν ἐνδυναμώσαντά σε Κύριον, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου ἢ τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Κυρίλλου Πατριάρχου, ἄθλησιν ἐπαίνω. Χ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Κυρίλλου τὴν ἔνστασιν, τὴν ἀνδρικὴν ἀναμέλποντες, εὐήχοις ἐν ᾄσμασιν, ὑμνολογοῦμεν Χριστόν, τὸν κρατύνασντα, αὐτὸν τῆς Ἄγαρ τέκνων, πατῆσαι τὸ φρύαγμα, ἄρτι στεῤῥότατα.
ψαύχενον Κύριλλε, ἐχθρὸν τῇ σῇ ἐταπείνωσας, ἀθλήσει καὶ σύστημα, τῶν ὑποδούλων πιστῶν, τοῦ παντάνακτος, ἐν χρόνοις δυσχειμέροις, κατέπιθες κράζειν Σοι· χαῖρε πανσέβαστε.
ωννύμενος χάριτι, τοῦ θείου Πνεύματος Κύριλλε, προΐστορ θειότατε, τοῦ Βυζαντίου καλῶς, τὸν ἀγῶνά σου, ἐν βρόγχῳ τῆς ἀγχόνης, ἀρτίως ἐτέλεσας, Πάτερ παγκόσμιε.
Θεοτοκίον.
λέωσαι Κύριον, ἡμῖν ἁγνὴ τοῖς οἰκέταις Σου, τοῖς Σὲ μεγαλυνούσιν, εἰς τοὺς αἰῶνας φαιδρῶς, καὶ προσφεύγουσι, ταῖς Σαῖς ἀδιαλείπτοις, λιταῖς πρὸς τὸν Τόκον Σου, καὶ Πλάστην κτίσεως.











ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Λαμπὰς ὁσιότητος καὶ θάῤῥους, οἱ γόνοι τῆς Ἄγαρ ἰταμῶς, ἀγχόνῃ ἀπῃώρησαν, σὲ καὶ εἰς Ἕβρον ἔῤῥιψαν, τὸν ποταμὸν σὸν λείψανον, τὸ ἱερώτατον Κύριλλε.
Λαμπρόν σου κατέστηξας ποδήρη, χιτῶνα ἀπίστων ἐμπτυσμοῖς, τοῦ Βυζαντίου πρόεδρε, καὶ ὡς ποιμὴν προβάτων σου, καλὸς ὑπὲρ τῆς ποίμνης σου, ἐδέξω θάνατον Κύριλλε.
Οὐράνιε ἄνθρωπε ἀνδρείως, ἐν χρόνοις δουλείας ζοφερᾶς, τοῦ ἔθνους στῦλος πέφηνας, πιστῶν ἀδιατάρακτος, ὀλιγοψύχους Κύριλλε, στηρίζων λόγοις πυρφόροις σου.
Θεοτοκίον.
πέραγνε Μῆτερ τοῦ Ὑψίστου, προστάτις ἁπάντων τῶν βροτῶν, ἐν συμφοραῖς καὶ θλίψεσι, παντοίαις πέλεις Δέσποινα· διό Σε μεγαλύνοντες, ταῖς Σαῖς λιταῖς καταφεύγομεν.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νομίμως ἠγώνισαι ἐν τοῖς ἐσχάτοις καιροῖς, ὑπὲρ τοῦ ποιμνίου σου τοῦ ἐν δουλείᾳ πικρᾷ, στενάζοντος Κύριλλε· ὅθεν τῆς ἀφθαρσίας, δεδεγμένος τὸ στέφος, χάριν παρὰ Κυρίου, ὑπὲρ πάντων πρεσβεύειν, τῶν σὲ τιμώντων χρεωστικῶς, ἄφθονον εἴληφας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τῷ φέγγει Σῆς χάριτος ἐσκοτισμένας ἡμῶν, καρδίας καταύγασον εὐλογημένη ἁγνή, Παρθένε κραυγάζομεν, ἵνα τῷ τοῦ Κυρίου, καὶ παντάνακτος φόβῳ, Μῆτερ τοῦ Ζωοδότου, πορευσώμεθα πάντες, αἰνοῦντές Σε φωναῖς ἱεραῖς, καὶ ὕμνοις πρέπουσιν.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Πατριάρχα θεοφόρε Βασιλίδος τῶν πόλεων, Κύριλλε γενναῖε, στίγματα βαστάζων ἐν σώματι, τῷ σῷ Χριστοῦ τοῦ Δεσπότου δρόμον ἤνυσας, τῆς ἀθλήσεως, ὡς νεανίας τὸν δύσβατον.
θλοφόρων θειοτάτων νεαυγέστατον πύρσευμα, Κύριλλε ἀκτῖσι, πάντας σοῦ ἀλκίμου φρονήματος, φωτίσας ὤφθης Μαρτύρων νέων σέμνωμα, καὶ ἀπαύγασμα, ἀρχιερέων τῆς πίστεως.
Τῆς ἀθλήσεως πυξίον ἱερώτατε Κύριλλε, σκήνωμα σὸν θεῖον, εἰς τὸν ποταμὸν ὅπερ ἔῤῥιψαν, Χριστοῦ ἐχθροὶ ἐξεβράσθη εἰς τὸ Πύθιον, τὸ κατέχον σε, νῦν πανσθενῆ ἀντιλήπτορα.
Θεοτοκίον.
ῦσαι πάντας κατωδύνων, πειρασμῶν καὶ κακώσεων, κεχαριτωμένη, Δέσποινα ἁγνὴ ἀειπάρθενε· ὅτι μετὰ τὸν Θεὸν εἰς Σὲ προσφεύγομεν, ὥσπερ ἄσειστον, καὶ ἀῤῥαγὲς περιτείχισμα.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
δόντες οἱ ἄπιστοι, τὴν φλόγαν τῆς καρδίας σου, Κύριλλε ἐν Ἀδριανουπόλει, καὶ σβέσαι φάος, ἀκτινοβόλου μορφῆς, σῆς θείας ποθοῦντες ἰταμῶς, ἐν ἀγχόνῃ ἔνδοξε, σὲ αὐτοὶ ἀπῃώρησαν.
ξίως ὑμνοῦμέν σε, Ἱερομάρτυς ἔνδοξε, Κύριλλε ἀρτίως τὸν τυθέντα, ὑπὲρ τοῦ γένους, τῶν εὐσεβῶν καὶ Χριστοῦ, ἀγάπης Πυθίου δὲ θερμόν, ῥύστην καὶ ἀκέστορα, ἐν δεινοῖς τὸν δεικνύμενον.
εόντων στεῤῥόψυχε, Ἱερομάρτυς Κύριλλε, πάντων ὑπερόπτης ἀνεδείχθης· ἔχων γὰρ ὄμμα, τὸ τῆς σεπτῆς σου ψυχῆς, σαφῶς ἐστραμμένον πρὸς Θεόν, ὑπερεῖδες θάνατον, δι’ Αὐτὸν ἐπονείδιστον.
Θεοτοκίον.
Χρηστότητος ἔκτυπον, καὶ παρθενίας σκήνωμα, κεχαριτωμένη Θεοτόκε, χρηστοηθείας, καὶ παρθενίας φανόν, ἀνάδειξον πρόσφυγα τὸν Σόν, νῦν τὸν μεγαλύνοντα, Σὲ καὶ πόθῳ δοξάζοντα.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Οὐδόλως Ἄγαρ κατέπτηξας, υἱῶν τῶν παμβεβήλων τὴν ἔφοδον, τρισμάκαρ Κύριλλε, καὶ κρεμασθεὶς ὥσπερ ἄνομος, ἐν τῷ ἐπισκοπείῳ, ἀπάτην ἔτρωσας.
ψίστου πάντιμε Κύριλλε, σεμνὲ ἱεροφάντορ οἱ ἄπιστοι, μετὰ Γρηγόριον, τὸν σοῦ ἐν θώκῳ διάδοχον, τὴν τοῦ Θωμᾶ ἡμέραν, στυγνῶς ἐκρέμασαν.
γίων ὤφθης ὁμόζηλος, Μαρτύρων ἐν ἐσχάτοις τοῖς ἔτεσι, θεόφρον Κύριλλε· ζηλώσας γὰρ τὰ παλαίσματα, αὐτῶν καὶ μαρτυρήσας, καλῶς δεδόξασαι.
Θεοτοκίον.
Θεοχαρίτωτε Δέσποινα, ἐξ ὕπνου ματαιότητος ἔγειρον, τὸν Σοὶ προσπίπτοντα, πρὸς ἐργασίαν θεάρεστον, καὶ ὕπνωσόν μου πάθη, τὰ χαλεπώτατα.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Πατριάρχην τὸν φιλόθεον καὶ ἄριστον, ὀφθέντα πᾶσιν ἀθλητὴν ἐγκωμιάσωμεν, Βυζαντίου τὸν κοσμήτορα καὶ ποιμένα, ἀληθῆ τοῦ ἐν πικρᾷ δουλείᾳ στένοντος, ὀρθοδόξων δήμους θείοις μελῳδήμασιν, ἀνακράζοντες· Χαίροις πάντιμε Κύριλλε.
Ὁ Οἶκος.
Ἄγρυπνος ποιμενάρχης, καὶ καλλίνικος Μάρτυς, ἐπώφθης ἄρτι Κύριλλε θεῖε· Βασιλίδος γὰρ θρόνον σεπτόν, ποιμασίᾳ μάκαρ Ἀθλητὰ εὔψυχε, ἐκόσμησας καὶ ἤγειρας, χορόν σοι Ὀρθοδόξων ψάλλειν·
Χαῖρε, ἡ ῥῶσις τῶν Ὀρθοδόξων·
χαῖρε, ἡ τρῶσις τῶν ἀλλοπίστων.
Χαῖρε, νεοάθλων σεπτῶν ἐγκαλλώπισμα·
χαῖρε, ἀλκιφρόνων Μαρτύρων ὑπόδειγμα.
Χαῖρε, πρόεδρε περίδοξε, Βυζαντίου τοῦ κλεινοῦ·
χαῖρε, ἔνθερμε ὑπέρμαχε, τοῦ στενάζοντος λαοῦ.
Χαῖρε, ὅτι ἀγχόνῃ κραταιὲ ᾐωρήθης·
χαῖρε, ὅτι ἐν τέλει τῷ Κυρίῳ προσήχθης.
Χαῖρε, βλαστὲ Ἀδριανουπόλεως·
χαῖρε, πυρσὲ νεόφωτε πίστεως.
Χαῖρε, Πυθίου τῆς κώμης προστάτης·
χαῖρε, τοῦ δήμου πιστῶν παραστάτης.
Χαίροις, πάντιμε Κύριλλε.

Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Κύριλλος ὁ ΣΤ' Πατριάρχης Κωνσταντινουπόλεως, ἐν ἔτει 1821, ἀπαγχονισθεὶς τελειοῦται
Ἀγχόνῃ Κύριλλε Βυζαντίου πρῶτε,
ὑπὲρ Χριστοῦ ᾐωρήθης καὶ λαοῦ σου
Οὗτος, ὁ Ἱερομάρτυς Κύριλλος ὁ Στ’, ὁ ἀπὸ Ἰκονίου καὶ Ἀδριανουπόλεως (1815-1818) ἐγεννήθη ἐν τῇ ἁγιοτόκῳ Ἀδριανουπόλει, ἐν ᾗ καὶ τὸν ἀγῶνα ἐπεράτωσεν ἀπῃωρηθεὶς ἐν ἀγχόνῃ, ὡς ὁ ποιμὴν ὁ καλὸς τῆς Ἐκκλησίας, ὑπὲρ Χριστοῦ καὶ τῆς αὐτοῦ ποίμνης. Διέλαμψεν ἐπ’ ἀρετῇ, ταπεινώσει, ψυχῆς ἀνδρείᾳ καὶ ἀγάπῃ πρὸς τὸ χειμαζόμενον αὐτοῦ ποίμνιον. Τὸ τίμιον αὐτοῦ λείψανον ῥιφὲν εἰς τὸν Ἕβρον ποταμὸν καὶ παρασυρθὲν ὑπὸ τοῦ ῥεύματος τῶν ὑδάτων συνεκρατήθη ὑπό τινος δένδρου παρὰ τὴν κώμην τοῦ Πυθίου τῆς Θράκης, ἔνθα ἀναγνωρισθὲν μυστικῶν διὰ τὸν φόβον τῶν κατακτητῶν ἐνεταφιάσθη.

Ἰωάννη, σκίρτησον ὡς Ἰωάννης,
οὐ γαστρὸς ἐντός, ἀλλὰ τῆς Ἐδὲμ ἔνδον.




Ὕπελθε, Σάββα, φθαρτὸν ἡδέως ὕδωρ,
ὡς ἂν πίνῃς ἄφθαρτον ἡδονῆς ὕδωρ.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Οὐαλεντινιανοῦ τοῦ μεγάλου, καὶ Οὐάλεντος τῶν βασιλέων, τὴν διατριβὴν ἔχων ἐν Γοτθείᾳ, ἔνθα γεγέννηνται. Ἔτη δὲ νήπιος ὤν, τὴν εἰς Χριστὸν πίστιν εἵλετο, καὶ τῶν εἰδωλοθύτων οὐ μόνον οὐ προσήπτετο, ἀλλὰ καὶ τοὺς βουλομένους ἀπογεύσασθαι διεκώλυε, τὴν εἰς Χριστὸν τούτοις παρατιθέμενος πίστιν, καὶ πολλοῖς πρόξενος σωτηρίας ἐγέντο. Ὅθεν συστάντες αὐτῷ οἱ τῶν Εἰδώλων θεραπευταί, τῆς Πόλεως ἀπελαύνουσι. Μετὰ δὲ χρόνον τινά, ἔρευναν τῶν χριστιανῶν ποιούμενοι, προσελθόντα τὸν Ἅγιον Σάββαν, καὶ ἑαυτὸν προσαγγείλαντα, αὖθις μυκτηρίσαντες ἀπεπέμψαντο. Ὕστερον δὲ Ἀθαμαρίχου παραγενομένου, συνελήφθη. Φραγγελωθεὶς οὖν καὶ τυφθείς, καὶ ἄξωμι ἐκταθείς, ἐπὶ τὴν δοκὸν τῆς οἰκείας ἐμετεωρίσθη. Καὶ ἀπογεύσασθαι τῶν εἰδωλοθύτων μὴ πεισθείς, ἤχθη ἐπὶ τὸν ποταμὸν Μεσαῖον, καὶ ἐπιτεθέντος αὐτῷ ξύλου ἐπὶ τοῦ τραχήλου ἀπεπνίγη, ἔτος ἄγων τῆς ἡλικίας τριακοστὸν ὄγδοον.

Θραύσας βέλη σά, καὶ μεταστάς σου, βίε,
ἔξω βελῶν ὑπῆρξε Κοσμᾶς, ὡς λόγος.
Οὗτος ἐκ σπαργάνων καθάρας ἑαυτὸν ἐν ἀσκητικοῖς ἀγῶσι, καὶ τῷ τῆς ἐργκρατείας γάλακτι τραφείς, καὶ γενόμενος Θεοῦ κατοικητήριον, τῇ θείᾳ ἱερωσύνην καλῶς ἐκοσμήθη, ποιμὴν θεοπρόβλητος καταστάς. Ὅθεν ἐνστερνισάμενος τὰ ὅπλα τοῦ Θεοῦ, πρὸς ὀχυρωμάτων καθαίρεσιν πάντων τῶν δεινῶν, τῶν τοῦ Χριστοῦ τὴν θείαν εἰκόνα ἀθετούντων τὴν ὀφρὺν κατέβαλε, καὶ ταύτην ἐτίμησε, καὶ προσκυνεῖν ἐξεπαίδευσε, τῆς ὁμολογίας τὸν στέφανον ἀναδησάμενος. Καὶ ἥν ἐκ παιδὸς εἶχεν ἐυλάβειαν, μέχρι γήρως συνετήρησε, μηδαμῶς ὕπνῳ ἀμελείας κατασχεσθείς, ἀλὰ καὶ πρὸς ἀπαθείας λιμένας κατήντησε, σὺν Αὐξεντίῳ τῷ σοφῷ. Μεθ’ οὗ καὶ τοῦς ἀγῶνας διήνυσε, καλῶς σαββατίσας πρὸς τὴν οὐράνιον κατάπαυσιν. Ὅθεν καὶ ἐν τῷ οἴκῳ τῶν Ἁγίων Ἀποστόλων τὸ σῶμα αὐτοῦ κατετέθη.

Ἀθανασίας τῇ κορυφῇ προσφέρω,
στέφανον ἀθάνατον διὰ τῶν λόγων.
Αὕτη ἡ ἀοίδιμος, ἡ τῆς ἀθανασίας ἐπώνυμος, γεννᾶται μὲν ἔν τινι νήσῳ Αἰγίνῃ λεγομένῃ, παρὰ γονέων εὐσεβῶν, μαθοῦσα δὲ τὸ Ψαλτήριον, καὶ πᾶσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἀφιέρωσεν ἑαυτὴν τῷ Θεῷ. Οἱ δὲ γονεῖς ἔζευξαν ἀνδρὶ ταύτην καὶ μὴ θέλουσαν. Μεθ’ ἡμέρας δὲ τοῦ συνοικεσίου ἐκκαίδεκα, βαρβάρων ἐπελθόντων, ὁ ἀνὴρ ἐσφάγη μαχαίρᾳ. Ἡ δὲ Ἁγία οὖν καὶ αὖθις εἰς τὸν πρῶτον ἀνακαινισθεῖσα λογισμόν, ηγωνία, πῶς ἄν δυνηθείη διακρούσασθαι τοὺς γεννήτορας. Καὶ ὡς ἐν τούτοις ἠσχόλει τὸν λογισμόν, ἔφθασε πρόσταγμα βασιλικόν, ἵνα τὰς ἐν ἀγαμίᾳ καὶ χηρείᾳ πάσας οὔσας γυναῖκας, ἐκεῖ συζεύξωσιν ἐθνικοῖς. Ὄθεν καὶ μὴ θέλουσα, ἦλθεν εἰς δεύτερον συνοικέσιον. Ὅμως, καὶ τῆς ἰδίας σωτηρίας ᾀεὶ φροντίδα ποιουμένη, ἐσχόλαζεν εἰς εὐχὰς καὶ δεήσεις, τὸν πλοῦτον ἀφειδῶς τοῖς δεομένοις σκορπίζουσα, μετὰ δὲ χρόνον τινά, πείθει τὸν σύζυγον μοναχὸν γενέσθαι, εἰ καὶ βάρβαρος ἦν, ὅς καὶ κατὰ χρόνον τινά, ὁσίως διατρίψας, πρὸς Κύριον ἐξεδήμησεν. Ἔκτοτε δέ, ἐλευθερίας τυχοῦσα, διένειμε πάντα τὸν πλοῦτον αὐτῆς, καὶ προσλαβομένη ἑτέρας γυναῖκας, ἀφίκετο εἰς ἀσκητήριον, καὶ μονάσασα σὺν αὐταῖς ἠγωνίζετο. Τυροῦ γὰρ καὶ ἰχθύος οὐδέποτε ἥπτετο, εἰ μὴ τὸ Ἅγιον Πάσχα, καὶ ἐν ταῖς τοῦ δωδεκαημέρου ἡμέραις, καὶ ταύταις μόνον ἀπεγευομένη. Τροφὴ δὲ ἦν αὐτῇ, ἄρτος βραχύς, καὶ ὕδωρ μετὰ τὴν ἐννάτην, καὶ ταῦτα μετ’ ἐγκρατείας. Ταῖς δὲ Ἁγίαις τρισὶ τεσσαρακοσταῖς τοῦ ἐνιαυτοῦ, λεπτοῖς μόνοις λαχάνοις ἐτρέφετο, καὶ τούτοις δι’ ἡμερῶν δύω. Μετὰ δὲ χρόνους τέσσαρας, προεχειρίσθη ἄρχειν τοῦ ἀσκητηρίου, καὶ ἔκττε τὴν ἐσχατιὰν πασῶν τῶν μοναζουσῶν προέκρινε μετέρχεσθαι, ὠς οὔτε διαγινώσκεσθαι αὐτὴν πρωτεύουσαν. Ἐν τῶν καθεύδειν αὐτήν, οὐκ ἐπὶ πλευροῦ, ἀλλ’ ἐφ’ εἰμὶ προσκλινομένη λίθῳ, εἰς τοῦτο αὐτῇ προευτρεπισθέντι, μικρὸν τοῦ ὕπνου μετελάμβανε. Μετὰ δὲ παραδρομὴν ἐνιαυτῶν τεσσάρων, ἔρωτι τρωθεῖσα ἡσυχίας, μεθ’ ὧν εἰς τὸ ἀσκητήριον ἀφίκετο ἐξελθοῦσα, Ματθαίῳ τινὶ ἱεροπρεπεῖ, συνεργῷ πρὸς τοῦτο χρησαμένη, τὸν τῆς ἡσυχίας τόπον κατέλαβεν. Ἐκεῖσε οὖν ἐφ’ ἱκανὸν τοὺς τῆς ἡσυχίας καρποὺς δρεψαμένη, τοῦ δηλωθέντος Ματθαίου, τὴν σωματικὴν χρείαν ἐπιχορηγοῦντος διὰ ἐργοχείρου αὐτῶν, ἐπὶ τὸ Βυζάντιον χρείας κατεπειγούσης καὶ βίας τινός, ὤχετο, συνεργὸν αὖθις ἔχουσα Ἰγνάτιον τινὰ εὐνοῦχον πρεσβύτερον, παντοίαις κατάκομον ἀρεταῖς, ὡς τοῦ προμνημονευθέντος μοναχοῦ Ματθαίου, θαύμασι καὶ σημείοις διαλάμψαντος ἐν τῷ τῆς ἡσυχίας τόπῳ, πρὸς Κύριον ἐκδημήσαντος, καὶ ἐν ἀσκητηρίῳ κατασχεθεῖσα, ἔμεινεν ἐπὶ χρόνοις ἑπτά, θλιβομένη ᾀεί, καὶ φροντίζουσα περὶ τοῦ ἀσκητηρίου αὐτῆς. Καὶ ὀπτασίας αὐτῆ περὶ τούτου γενομένης, ἀπάρασα εὐθῦὺς ἐκεῖθεν, κατέλαβεν τὸ ἀσκητήριον. Καὶ ἀσπασαμένη τὰς ἀδελφὰς σὺν τῷ πρεσβυτέρῳ, συνήδετο ταύταις, νουθετοῦσα καὶ διδάσκουσα τὰ πρὸς κτῆσιν ἀρετῶν θείων, καὶ ἐκπλήρωσιν τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐφ’ ἡμέραις τισὶν ὀλίγαις, πρὸ δὲ δυοκαίδεκα ἡμερῶν τὴν πρὸς Θεὸν ἀνάλυσιν αὐτῆς προγνοῦσα, καὶ ταῖς ἀδελφαῖς ἀναγγείλασα, ηὐχαρίστησε μὲν τῷ Κυρίῳ ἐπισυνάξασα δὲ καὶ τὰς ἀδελφάς, προεχειρίσατο τὴν μέλλουσαν ἀντ’ αὐτῆς ἄρχειν τῶν λοιπῶν. Καὶ τῇ τελευταίᾳ ἡμέρᾳ, καθ’ ἥν ἔμελλεν ἀπαίρειν πρὸς Κύριον, τῇ ὑμνωδίᾳ τοῦ Ψαλτηρίου, μετὰ τῶν ἀδελφῶν προσανέχουσα, καὶ πρὸς ἐκπλήρωσιν ταύτης μὴ ἐξαρκέσασα, τὸ λεῖπον δὲ ταῖς ἀδελφαῖς ἀναθεμένη, καὶ ὑπὲρ αὐτῶν προσευξαμένη, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκε. Δαιμονῶντες δὲ καὶ νοσοῦντες οὐκ ὀλίγοι, ἰάθησαν κατὰ τὸν τῆς κηδείας καιρόν, καὶ μετὰ τὴν κατάθεσιν, καὶ τυφλοὶ ἀνέβλεψαν. Προεῖπε δὲ καὶ ταῖς ἀδελφαῖς, ὅτι ὅ ὀφείλω ἀπολαβεῖν, ἐν τῇ τεσσαρακοστῇ ἠμέρᾳ ἀπολήψομαι. Ὅθεν καὶ εἶδον δύω τῶν μοναζουσῶν ἀδελφῶν, φοβερόν τι καὶ ἐξαίσιον. Ἄνδρας ἀστραπηβόλους δύω ἑκατέρωθεν τῆς Ἁγίας ἱσταμένους, ἔξωθεν τῶν Ἁγίων θυρῶν τοῦ Θυσιαστηρίου, κατέχοντας πορφύραν βασιλικήν, ἀπὸ χρυσοῦ καὶ λίθων τιμίων καὶ μαργαριτῶν, καὶ ἐνδύοντας αὐτήν. Εἰς ἀνάμνησιν οὖν ἐλθοῦσαι τοῦ διορατικοῦ λόγου τῆς Ἀγίας, καὶ τὴν ἔκβασιν τῆς ὀπτασίας ἰδοῦσαι, τῷ Θεῷ ηὐχαρίστησαν, τῷ οὕτως δοξάζοντι τοὺς ἀγαπῶντας αὐτόν.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ματθαίου


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ θαυματουργοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ναυκρατίου τοῦ Στουδίτου

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Ῥάπτης ὁ ἐξ Ἰωαννίνων καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1526, πυρὶ καὶ ξίφει τελειοῦται
Bληθείς καμίνου ἐν μέσῳ Ἰωάννη,
Xριστῷ προσῆδες ὕμνον εὐχαριστίας.
Οὗτος ὁ νέος τοῦ Χριστοῦ ἀθλητής, Ἰωάννης, πατρίδα ἔσχε τὴν τῶν Ἰωαννίνων περιφανῆ πόλιν, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, ἐν ἀρχαῖς τοῦ ἕκτου καὶ δεκάτου αἰῶνος. Ἦν δὲ εὐπρεπὴς καὶ περικαλλὴς τῇ ὄψει καὶ τὴν τῶν ῥαπτῶν ἐκπαιδευθεὶς τέχνην. Θανόντων τῶν γονέων του, μεταβέβηκεν ἐν τῇ τοῦ Κωνσταντίνου πόλει, ζῶν εὐσεβῶς, καὶ διαπύρῳ φλεγόμενος ἔρωτι μαρτυρῆσαι ὑπὲρ Χριστοῦ, ὅ καὶ γέγονε· φθονηθεὶς γὰρ ὑπὸ τῶν Ἀγαρηνῶν, παρεδόθη τῷ ἑαυτῶν κριτῇ, ᾧ ὡμολόγησε τὸ τοῦ Σωτῆρος ὄνομα. Πολυειδῶς δὲ αἰκισθείς, καὶ ἐν φρουρᾷ καθειρχθείς, τελευταῖον παρεδόθη τῷ πυρί, ἐν ᾧ τὴν κεφαλὴν ἐτμήθη, τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἐν πολλῇ χαρᾷ ψάλλων τό, Χριστὸς ἀνέστη, ἐν ἔτει ᾳωκστ΄ (1526).

Φῶς ἅγιον, Τούνομ, φωτίσαν σὸν σκότος,
πρὸς Φῶς εἴλκυσέ σε, Χριστόν, ἐν τῷ πόλῳ.
Ὁ ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Ἐμίρης Τούνομ ὁ Ἱεροσολυμίτης, ὡς ὁ Ληστὴς ἐν τῷ σταυρῷ, πρὸ τοὺ αὐτοῦ τέλους Χριστὸν ὡμολόγησε ἐν τῷ Μεγάλῳ Σαββάτῳ τοῦ σωτηρίου ἔτους 1580 ἐπὶ Πατριάρχου Ἱεροσολύμων Σωφρονίου τοῦ Δ΄, καὶ Σουλτάνου Μουρὰτ τοῦ Γ΄. Διατρανῶν τὴν ἀπάτην τῆς Ἄγαρ ἐξ ὕψους τοῦ πύργου τοῦ αὐτοῦ τεμένους τὴν ἔναντι τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως, ἐπὶ τὰς λαμπάδας τοῦ Ὀρθοδόξου Πατριάρχου, τοῦ φθόνῳ ἀλλοδόξων αὐτὸ προσκαρτεροῦντος παρὰ τὴν αὐλὴν τοῦ ναοῦ. Θάμβους θείου πλησθεὶς ἐπὶ τῇ θέᾳ τοῦ παραδόξου θαύματος καὶ Χριστὸν Θεὸν ἀληθινὸν ὁμολογήσας κατέπεσε ἐκ τοῦ ὕψους τοῦ πύργου αὐτοῦ καὶ ἀβλαβὴς παρέμεινεν. Συλληφθεὶς ὅθεν ὑπὸ τοῦ ὄχλου τῶν ἀπίστων, πυρὶ παρεδόθη, ἐν ᾧ καὶ τὴν ἁγίαν ψυχὴν αὐτοῦ χειρὶ τοῦ Φωτοδότου Κυρίου παρέθετο. Οὕτω ἄν καὶ μὴ χριστιανὸς βεβαπτισμένος, Ἁγίων δήμοις συνηριθμήθη ὁ βαπτισθεὶς τῷ οἰκείῳ αὐτοῦ αἵματι. Τὰ τίμια αὐτοῦ λείψανα, νῦν ἀποθησαυρίζονται ἐν τῇ Μονῇ τῆς Μεγάλης Παναγίας ἐν Ἱεροσολύμοις, ἧς κτίτωρ ὑπῆρξεν ἡ Ὁσία Μελάνη ἡ Ῥωμαία.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ὁσίων Ἀντωνίου καὶ Φήλικος τοῦ Κορέλ


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Λύσας Κύριλλε σοῖς ῥήμασι σκοτόμαιναν ἀπίστων ἤθλησας, ἐπὶ ἀγχόνης στεῤῥῶς, καὶ χαίρων ἀνέδραμες, ζωὴν πρὸς ἄπονον, καὶ πρὸς εὔκλειαν, ἀρχιερεῦ οὐράνιον, καὶ ἀνέσπερον τῷ ὄντι.
βλαστήσασα τῆς Ἀδριανουπόλεως σὲ πόλις Κύριλλε, ἀγαλλιᾶται τῇ σῇ, ἀθλήσει καὶ μνήμην σου, τελοῦσα πάντοτε, τὴν πανσέβαστον, δοξολογεῖ τὸν Κύριον, σὲ δοξάσαντα ἀξίως.
Στηλογράφημα συνέσεως ποτήριον ἐγεύσω Κύριλλε, τῆς ἐξορίας πικρόν, καὶ ὥσπερ φιλέρημον, στρουθίον ἔδραμες, εἰς γενέτειραν, τὴν σὴν λατρεύειν Κύριον, τὸν Θεὸν ἐν ἡσυχίᾳ.
Θεοτοκίον.
λαστήριον μερόπων κοσμοσώτειρα δυσώπει Κύριον, τὸν Σὸν Υἱὸν καὶ Θεόν, λυτρώσασθαι Κρίσεως, μελλούσης ἅπαντας, τοὺς προσφεύγοντας, τῇ θείᾳ ἀντιλήψει Σου, καὶ ἀόκνῳ προστασίᾳ.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Νέος τοῦ Χριστοῦ Ἱερομάρτυς, ὀφθεὶς πλάνης φρύαγμα συνέκοψας, τῇ μαχαίρᾳ τῶν λόγων σου, θεοσόφων Κύριλλε· διόπερ οὐκ ἀπέφυγες, τῶν πλάνων ἔφοδον, καὶ ἤθλησας, καλῶς ἐπὶ ξύλου, κρεμασθεὶς ὡς πλάνος, ἀγύρτης καὶ κακοῦργος.
ῤῥιψαν εἰς Ἕβρον τὸν σὸν σκῆνος, οἱ ἄπιστοι ἵνα σοῦ ἐξαφανίσωσι, Πατριάρχα Κύριλλε, μάκαρ ἱερόαθλε, τὸ λείψανον τὸ ἅγιον, καὶ ἴχνη ἅπαντα, ἐγκλήματος αὐτῶν τοῦ ἀνόμου, ὡς τοῦ Γρηγορίου, εἰς Βόσπορον τοῦ Πέμπτου.
Πύθιον ἐν σοὶ ἀγαλλιᾶται, τὸ νῦν πολιοῦχον θεῖον ἔχον σε, ὅτι καθηγίασας, γῆν αὐτοῦ τὴν πάντιμον, καὶ τάφον κατασπάζεται, σὸν θεῖον Κύριλλε· πολύπαθον σὸν γὰρ ἠξιώθη, σκήνωμα κηδεῦσαι, καὶ κατὰ χρέος θάψαι.
Θεοτοκίον.
τρωτον φαυλότητος ἁπάσης, πανάμωμε τοῦ δολίου πολεμήτορος, τήρει τὴν καρδίαν μου, πόθῳ ἀνακράζω Σοι, καὶ δίδου μοι μετάνοιαν, ψυχοσωτήριον, Παρθένε ἵνα Σοῦ μεγαλύνω, εἰς αἰῶνας πάντας, τῶν θαυμασίων πλῆθος.










ᾨδὴ θ’. Ἅπας γηγενής.
σχυσας υἱῶν, πατῆσαι τὸ φρύαγμα, τῆς Ἄγαρ Κύριλλε, Παρακλήτου χάριτι, καὶ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, τὸν νόμιμον καὶ κάλλιστον, ἀνῦσαι Ἅγιε· διὰ τοῦτο, Πατριάρχα ἔνδοξε, εὐκληρίας τῆς ἄνω ἠξίωσαι.
Νέαν ἑορτήν, ἡμῖν Πάτερ ἤγειρας, τῇ ἐναθλήσει σου, Ἱεράρχα Κύριλλε, τῆς Ἐκκλησίας ἔρνος νεόβλαστον, καὶ σέλας νεοπύρσευτον· διὸ τιμῶντές σε, ἐπαινοῦμεν, ἄθλους τοὺς τιμίους σου, οὕσπερ ἔτλης καλῶς ὑπὲρ πίστεως.
ς φωτὸς πηγή, αὐγάζεις τὸ Πύθιον, παμμάκαρ Κύριλλε, Θράκης πάντα πέρατα, καὶ Ἐκκλησίαν Χριστοῦ ἀκτῖσί σου, ἀνδρείας· ὅθεν μνήμην σου, τὴν πανακήρατον, ἐκτελοῦντες, πάντες μεγαλύνομεν, δαψιλῶς τὸν σὲ πλήσαντα χάριτος.
Θεοτοκίον.
Χαίρει καὶ σκιρτᾶ, πανύμνητε Δέσποινα, πιστῶν ὁ σύλλογος, ἀνυμνῶν τὸν Κύριλλον, τὸν Πατριάρχην καὶ Νεομάρτυρα, καὶ ἐκβοᾷ Σοι· πρέσβευε, Θεογεννήτρια, τῷ Υἱῷ Σου, καταπέμψαι ἔλεος, καὶ εἰρήνην ἡμῖν τοῖς Σοῖς πρόσφυξι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φωταγωγεῖς τὰ σύμπαντα, ἀκτῖσι μαρτυρίου σου, τοῦ Βυζαντίου προΐστορ, καὶ νεοάθλων ἀκρότης· διό σε μακαρίζοντες, οἱ ἐν σκιᾷ καθεύδοντες, τῆς ἁμαρτίας Κύριλλε, ἀναβοῶμεν· δυσώπει, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα.
Θεοτοκίον.
Τὸν Φωτοδότην Κύριον, δεχθεῖσα ἐν τῇ μήτρᾳ Σου, ὑπερφυῶς Θεοτόκε, φωτὸς ἐπλήσθης ἀῤῥήτου· διὸ καὶ χάριν εἴληφας, ὑψόθεν ἀπειρόγαμε, παθῶν μου τὴν σκοτόμαιναν, ταχέως πόῤῥῳ ἐλαύνειν, βολαῖς τῆς Σῆς προστασίας.















Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεοφόρε Κύριλλε, ἀρχιερεὺς ἐκλεκτός, καὶ ποιμὴν ἀληθέστατος, Κωνσταντινουπόλεως, ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ἐδείχθης· ὅθεν, ἀγέλη ἔλλογος, τῶν σῶν προβάτων, εἰς σὲ προστρέχουσα, ῥώμην ἐλάμβανεν, ἐκτινάξαι ἄνομον ἐχθρῶν ζυγόν, καὶ ὑψῶσαι λάβαρον, Χριστοῦ τῆς πίστεως.

Πάτερ, θεοφόρε Κύριλλε, ἐσμὸς τῶν Ἄγαρ υἱῶν, εἰς ἀγχόνην σε ὕψωσεν, Ἀδριανουπόλεως, εὐθαλέστατον βλάστημα, ἵνα σφραγίσῃ, στόμα τὸ πάντιμον, τὸ σὸν Πατέρων, ἐνθέων ἔκτυπον, καὶ χειμαζόμενον, γένος τὸ Ὀρθοδόξον εἰς σκοτασμόν, παραμείνῃ πάντοτε, καὶ ὑποδούλωσιν.

Πάτερ, θεοφόρε Κύριλλε, εἰς ποταμοῦ τὸν βυθόν, Ἕβρου σκῆνος τὸ θεῖόν σου, Νεομάρτυς ἄλκιμε, τῆς σεπτῆς ἡμῶν πίστεως, ἐῤῥίφθη νεύσει, ὅμως τῇ κρείττονι, πιστῷ ἐφάνη, ἀνδρὶ λαμπόμενον, φέγγει τῆς χάριτος, ἐν τῇ ὄχθῃ κείμενον τοῦ ποταμοῦ, ὃς αὐτὸ εἰς οἴκημα, ἴδιον ἔθαψε.

Πάτερ, θεοφόρε Κύριλλε, Πυθίου κώμης σεπτός, πολιοῦχος καὶ ἄγρυπνος, παραστάτης ἔνδοξε, πέλεις Μάρτυς νεόαθλε· διό σε πάντες, ἐγκωμιάζοντες, τὴν λαμπροφόρον, καὶ θείαν μνήμην σου, ἄγομεν σήμερον, Πατριάρχα πάνσοφε καὶ μυστκῶς, ἄθλους τοὺς τιμίους σου, φαιδρῶς δοξάζομεν.

Δόξα. Ἦχος πλ. α΄.
Θεοπρεπῶς πολιτευσάμενος, καὶ δόκιμος ἐργάτης τοῦ μυστικοῦ ἀμπελῶνος γενόμενος, σεαυτὸν προσήνεγκας ὁλοκάρπωμα θεῖον, Χριστῷ τῷ παντάνακτι Κύριλλε Πατριάρχα θειότατε. Σὺ γὰρ κοσμήσας Βυζαντίου τὸν θρόνον, καὶ ὑπόδουλον λαὸν ἐνισχύσας ἀποτάξαι ζυγὸν τῆς ἀπάτης, ἀγχόνῃ ὡς ἄνομος τὸν σὸν βίον τετέλεκας, ἐν Ἀδριανουπόλει τῇ βλαστησάσῃ σε· διὸ τὴν σὴν μνήμην νῦν ἐπιτελοῦσαι, χριστωνύμων αἱ χορεῖαι γηθόμεναι, τὴν σὴν ἄθλησιν ἐγκωμίοις στέφομεν, καὶ τὰς σὰς εὐχὰς αἰτούμεθα, πρὸς τὸν χορηγὸν τῆς ἡμῶν ἐλευθερίας Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ προθύμως ἀποκτανθείς, ὡς ποιμὴν θεόφρον, Ἐκκλησίας Χριστοῦ καλός, Κύριλλε τρισμάκαρ, ὑπὲρ τοῦ σοῦ ποιμνίου, Ἀγαρηνῶν προτάσσων, τὴν ἰταμότητα.







































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Βασιλευούσης ποιμενάρχα θεόφρον, ὁ εὐσεβείᾳ τὸν σὸν βίον κοσμήσας, καὶ μαρτυρίο σκάμμασι σφραγίσας αὐτόν, Κύριλλε μακάριε, μὴ ἐλλίπῃς πρεσβεύων, τῷ σοφῷ παντάνακτι, χρεωλύτῃ Κυρίῳ, πταισμάτων δοῦναι ἄφεσιν ἡμῖν, τοῖς μελῳδοῦσι τὴν θείαν σου ἄθλησιν
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κύριλλε Ἱερομάρτυς, σκέπε με οὐρανόθεν. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Κυρίων τὸν Κύριον καὶ Θεόν, νεόφωτε λύχνε, Ἐκκλησίας ὁ ἀστραπαῖς, ἐκλάμψας ἀγώνων σου δυσώπει, ψυχῆς εἰρήνην διδόναι μοι Κύριλλε.
μνῶν σου τὴν ἄθλησιν ἐκτενῶς, σοφὲ Ἱεράρχα, Βυζαντίου ὑπὲρ ἡμῶν, ἱκέτευε Κύριλλε ἀπαύστως, τὸν Λυτρωτὴν καὶ Σωτῆρα κραυγάζω σοι.
ιφὲν ἐν τῷ Ἕβρῳ τῷ ποταμῷ, τὸ σκῆνός σου Πάτερ, προσωρμίσθη τῷ εὐκλεεῖ, Πυθίου χωρίῳ οὗ προστάτης, τετιμημένος ὦ Κύριλλε πέφηνας.
δοὺ Ὀρθοδόξων σοι οἱ χοροί, προστρέχομεν πόθῳ, τῷ αἰσχύναντι τοὺς ἐχθρούς, ἐνστάσει σου Κύριλλε ἀτρέπτῳ, ἵνα ῤυσθῶμεν μανίας τοῦ δράκοντος.
Θεοτοκίον.
Λυτρώσασα πάντας τοὺς γηγενεῖς, τῷ θείῳ Σου τόκῳ, χαριτόβρυτε Μαριάμ, ἰσχύν μοι παράσχου τοῦ πατεῖν με, τὰς μηχανὰς τοῦ δεινοῦ πολεμήτορος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνόμενος φέγγει πανευλαβῶν πράξεων, ἅμα καὶ ῥημάτων ἐνθέων, ἄριστε Κύριλλε, χάριν ἡμῶν τῶν παθῶν, εὗρες ἀχλὺν διαλύειν, ταῖς πυρφόροις λάμψεσι, τῶν σῶν ἐντεύξεων.
ν ἀγχόνῃ τὸ σῶμα τὸ σὸν σεπτὲ Κύριλλε, δέδωκας διὰ τὴν ἀγάπην, τοῦ Παντοκράτορος· ὅθεν κᾀμοῦ τὴν ψυχήν, ἀγάπης πλήρωσον θείας, ὅπως εὕρω ἔλεος, ἐν ὥρᾳ Κρίσεως.
κετεύω σε Μάρτυς Πατριαρχῶν καύχημα, τὴν πολυνοσοῦσαν ψυχήν μου, τάχος θεράπευσον, ἐν ταῖς πληγαῖς ἐπιθείς, αὐτῆς λιτῶν σου ἀόκνων, φάρμακα σωτήρια, ἄκακε Κύριλλε.
Εὐλαβῶς σοι προσπίπτων ἀναβοῶ· Κύριλλε, τῆς ἀοργησίας ταμεῖον, ὄντως ἀσύλητον, ὀργῆς ζοφώδους ἀχλύν, τὴν ψυχοφθόρον πρεσβείαις, σαῖς θερμαῖς ἀπέλασον, ἐκ τοῦ σοῦ πρόσφυγος.
Θεοτοκίον.
υπωθεὶς οἴμοι Μῆτερ τοῦ Λυτρωτοῦ ἄσπιιλε, τοῖς ἁμαρτωλοῖς λογισμοῖς μου, καὶ ἔργοις κράζω Σοι· ταῖς ῥυπτικαῖς Σου εὐχαῖς, πρὸς τὸν Υἱόν Σου τὸν νοῦν μου, κάθαρον καὶ σῶσόν με, θεοχαρίτωτε.
Διάσωσον, Ἱερομάρτυς ἐκ θλίψεων δυσφορήτων, αἰτουμένους τὴν ἀρωγὴν τὴν θείαν σου Κύριλλε, πανάριστε πρόεδρε Βυζαντίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χοροῖς Ἀθλητῶν τῶν πάλαι συνηρίθμησαι, ἐν τοῖς οὐρανοῖς ποιμένων κλέος Κύριλλε· διὸ χάριν εἴληφας, ἐκτενῶς πρεσβεύειν πρὸς Κύριον, ὑπὲρ ἡμῶν τῶν πίστει ἀκλινεῖ, τιμώντων τὴν πάντιμόν σου ἄθλησιν.  

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ρθοδόξων ἑδραίωμα, Ἀδριανουπόλεως ἐγκαλλώπισμα, καὶ Πυθίου μέγα καύχημα, χεῖρα ἀντιλήψεώς μοι ἔκτεινον.
Μύστα χάριτος γνήσιε, ἀξιοσυμπάθητε μάκαρ Κύριλλε, ῥῶσιν δίδου μοι ἑκάστοτε, καὶ παθῶν ἀτόπων ἀπολύτρωσιν.
δοξίας τοῦ χείρονος, ῥῦσαι τοὺς τιμῶντάς σε Μάρτυς Κύριλλε, ἱερεῖον ὥσπερ ἄμωμον, καὶ ἀμνὸν τῆς πίστεως νεόθυτον.
Θεοτοκίον.
ώμῃ θείᾳ Παντάνασσα, τοὺς ὑμνολογοῦντάς Σε ἐνδυνάμωσον, ἵνα ἅπαντα πατήσωμεν, τὰ τοῦ μιαροῦ βελίαρ ἔνεδρα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος ἱερόν, ἀκακίας καὶ συνέσεως, ἐλευθέρωσον ἡμᾶς ἐκ συμφορῶν, αἰτουμένος τὴν σὴν χάριν θεῖε Κύριλλε.
μνοις τοὺς σεπτούς, ἄθλους ᾄδομέν σου Κύριλλε· δι’ ὧν ᾔσχυνας βουλὰς Ἀγαρηνῶν, τῶν ἐν κλύδωσι τοῦ βίου ναῦ θεότευκτε.
Σβέσον τοῦ ἐχθροῦ, τὰ πυρίφλεκτα τοξεύματα, ὁ ἀγχόνῃ ἀπηνῶς αἰωρηθείς, καθ’ ἡμῶν Ἱερομάρτυς τὰ κινούμενα.
Θεοτοκίον.
Σκέδασον ἁγνή, τὴν μανίαν τοῦ ἀλάστορος, τοῦ ζητοῦντος Θεονύμφευτε ἡμᾶς, ἀπολέσαι τοὺς γεραίροντας τὸν Τόκον Σου.
















ᾨδὴ στ΄. Τὴν δέησιν.
Καλλώπισμα, Βυζαντίου μέγιστον, τὴν ὀφρῦν τοῦ ἀλαζόνος τυράννου, ὁ κατασπάσας εὐψύχως καὶ πλάνον, ἀπαγχονίσας ἐχθρὸν καθυπέμεινας, ἀγχόνην πάντων τῶν πιστῶν, βοηθὸς οὐρανόθεν γενόμενος.
μπέπτωκα, θεοφόρε Κύριλλε, ἐν ζοφώσει λάκκῳ ἀμπλακημάτων, ἀλλὰ θαῤῥῶν, ταῖς σαῖς θείαις πρεσβείαις, ἐκτείνω χεῖρας δεόμενος· Ἅγιε, ἀνάγαγέ με καὶ πρὸς φῶς, σωτηρίας ταχὺ χειραγώγησον.
Πραότητος, ἐκμαγεῖον Κύριλλε, καὶ ῥητόρων δεινοτάτη ἀκρότης, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις προθύμως, ὑπὲρ Χριστοῦ, ὁ ἀγχόνην δεξάμενος, δυνάμωσον τοὺς εὐσεβεῖς, ἀντικροῦσαι ἐχθρὸν φρυαττόμενον.
Θεοτοκίον.
λέησον, Θεοτόκε Δέσποινα, ἡ τὴν ἄβυσσον ἐλέους τεκοῦσα, καὶ τῆς ἀρᾶς ῥυσαμένη τὸν κόσμον, τοὺς βαρουμένους μυρίοις ἐγκλήμασιν, ἁμαρτιῶν καὶ τῇ θερμῇ, μητρικῇ ἀρωγῇ Σου προστρέχοντας
Διάσωσον, Ἱερομάρτυς ἐκ θλίψεων δυσφορήτων, αἰτουμένους τὴν ἀρωγὴν τὴν θείαν σου Κύριλλε, πανάριστε πρόεδρε Βυζαντίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Τοῦ Βυζαντίου θεόφρονα πρόεδρον, βλαστὸν κλεινὸν τῆς Ἀδριανουπόλεως, καὶ τοῦ Πυθίου προστάτην θερμότατον, ἀνευφημοῦντες τιμήσωμεν κράζοντες· Μαρτύων κρηπὶς χαῖρε Κύριλλε.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Κατά Ματθαίον (ι΄ 32-33, 37-38, ιθ΄ 27-30)
Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὸ σεπτόν σου λείψανον, προσορμισθὲν ἐν Πυθίῳ, εὗρεν ἐν τῷ ῥεύματι, Ἕβρου θείᾳ χάριτι, καὶ ἐξήγαγεν, ἐξ αὐτοῦ Ἕλλην τις, τοῦ Πυθίου γόνος, ὃς κηδεύσας ἐναπέθετο, τρισμάκαρ Κύριλλε, ἐν αὐτοῦ τῷ οἴκῳ ὡς ἄσυλον, θησαύρισμα ὑπέρμαχε, πάσης Ὀρθοδόξου ὑπάρξεως· ὄθεν σοι κραυγάζω· διάλυσον ψυχῆς μου σκοτασμόν, καὶ ἀθυμίας τὴν ζόφωσιν, ὅπως μεγαλύνω σε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μαρτυρίου προθύμως ὑπεισῆλθες παμμάκαρ τὸ θεῖον στάδιον, ἐν Ἀδριανουπόλει· διὸ παρακαλῶ σε· πολιτείας τῆς κρείττονος, βοήθησον εἰσελθεῖν, κᾀμοὶ καλῶς τὰς πύλας.
Εὐεξίαν σωμάτων καὶ ψυχῶν εὐτονίαν φωσφόρε Κύριλλε, χορήγησον λιταῖς σου, τοῖς σὲ ὑμνολογοῦσιν, ὡς ποιμένα θεόσδοτον, ἐμπρέποντα ἱερῷ, καὶ θεαρέστῳ βίῳ.
λοφώτιστε πύργε ἀρετων οἱ τῆς Ἄγαρ υἱοὶ ἀνεῖλόν σε, ἀγχόνῃ· ὅθεν Μάρτυς, Ἀγγέλων συμπολίτης, γεγονὼς χάριν εἴληφας, ἐλαύνειν ἐκ τῶν πιστῶν, τὸν ζόφον ἀγνωσίας.
Θεοτοκίον.
περύμνητε Κόρη τὰς ἐφόδους τοῦ πλάνου ἐχθροῦ ἐκδίωξον, καὶ ἄνοιξόν μοι πύλας, γνησίας μετανοίας, καὶ ζωῆς καθαρότητος, ἵνα ὑμνῶ Σε ἀεί, τὴν κεχαριτωμένην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
οὴν δακρύων, εἰς ἀναψύχουσαν δρόσον, μεταποίησόν μου σαῖς ἱκεσίαις, ταις θερμαῖς πρὸς Κτίστην, σεπτὲ Ἱερομάρτυς.
πὸ σκανδάλων, καὶ συμφορῶν ὀλεθρίων, ἐλευθέρωσον σὲ τοὺς τιμῶντας, Κύριλλε ὡς ἄνθος, νεόδρεπτον Κυρίου.
Νεομαρτύρων, πανιερώτατον ἄγγος, μάκαρ Κύριλλε μὴ διαλλίπῃς, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Θεοτοκίον.
λῃ καρδίᾳ, Σὲ μεγαλύνω Παρθένε, καὶ προσφεύγω τῇ θείᾳ Σου σκέπῃ, ἐν δεινοῖς τοῦ βίου, καὶ συμφοραῖς τοῦ βίου.



ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θεόφρον Ἱεράρχα, πάσης δυσπραγίας, τοὺς προσιόντας Κύριλλε λύτρωσαι, καὶ ἐκζητοῦντας ἀπαύστως τὸ θεῖον ἔλεος.
Εἰσάκουσόν μου Μάρτυς, ἔφορε Πυθίου, ὁ ἐν ὑστέροις ἀθλήσας τοῖς ἔτεσι, καὶ τὴν ὑγείαν δίδου μοι ἄμφω Κύριλλε.
Νῦν συμπολίτης πέλων, Κύριλλε Μαρτύρων, μὴ διαλίπῃς πρεσβεύων ἑκάστοτε, ὑπὲρ τοῦ τόδε ἐφύμνιον σοι ὑφάναντος.
Θεοτοκίον.
Χαρὰ τῶν θλιβομένων, τῶν νοσούντων ἄκος, καὶ πλουτισμὸς τῶν πενήτων Μητρόθεε, ὑπάρχεις· ὅθεν ἀπαύστως Σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ὁ προθύμως ἀποκτανθείς, ὡς ποιμὴν θεόφρον, Ἐκκλησίας Χριστοῦ καλός, Κύριλλε τρισμάκαρ, ὑπὲρ τοῦ σοῦ ποιμνίου, Ἀγαρηνῶν πατάσσων, τὴν ἰταμότητα.
Χαίροις Ἱεράρχα θεοφιλές, Βυζαντίου κλέος, καὶ προστάτα περιφανές, κώμης τοῦ Πυθίου, ἀπίστων καθαιρέτα, ὁ τῆς πικρᾶς ἀγχόνης, πεῖραν γευσάμενος.
Μιμητὴς γενόμενος τοῦ Χριστοῦ, τῆς ἱεραρχίας, θεῖον ἔνδυμα ἱεροῖς, ἔργοις σου καὶ λόγοις, ἐφαίδρυνας φωσφόρε, συνόμιλλε Μαρτύρων, πάντιμε Κύριλλε.
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Κύριλλον τὸν θεῖον, ἀνυμνήσωμεν οἱ πιστοί, τὸν αἰωρηθέντα, ἐν Ἀδριανουπόλει, ἀγχόνῃ ὡς ἐν Ξύλῳ, ὁ πολυεύσπλαγχνος.
Ἄστρον Ἐκκλησίας νεολαμπές, Κύριλλε μὴ παύσῃ, ἱκετεύων τὸν Λυτρωτήν, δοῦναι τὴν κατ’ ἄμφω, ὑγείαν τοῖς πόθῳ, τιμῶσί σου τὴν μνήμην, τὴν ἀεισέβαστον.
Κωνσταντινουπόλεως τὸν πυρσόν, ῥύστην τοῦ Πυθίου, καὶ προστάτην πανσθενουργόν, τὸν αἱμάτων ὄμβρους, ἐν Ἀδριανουπόλει, ἐκχύσαντα ἀσμένως, Κύριλλον μέλψωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.





Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Κύριλλε, Μαρτύρων καλλονή, ὁ ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, δεινῶς ἀπαγχονισθείς, σκέπε καὶ διάσωζε, τοὺς σοὶ προστρέχοντας, ἀπὸ πάσης κακώσεως, ὀργῆς τοῦ βελίαρ, δυσπραγία ςθλίψεων, καὶ δυσφορήτου λιμοῦ· συ γὰρ βοηθὸς ἐν ἀνάγκαις, πέλεις Ὀρθοδόξων ἁπάντων, τῶν ἀνευφημούντων σε ἐν ᾄσμασι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου