Κυριακή 2 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 22. ΑΓΙΟΙ ΝΕΟ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΒΑΤΟΠΕΔΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΚΒ΄!!
ΝΕΟΦΥΤΟΣ, ΑΜΒΡΟΣΙΟΣ & ΜΑΚΑΡΙΟΣ
ΝΕΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΒΑΤΟΠΕΔΙΝΟΙ ΕΝ ΚΡΗΤῌ
ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Βατοπαιδίου πατέρων, τριάδα πάνσεπτον, τὴν ἐν ἐσχάτοις χρόνοις, ἐν τῇ νήσῳ τῆς Κρήτης, ἀθλήσασαν ἐν ὕμνοις χρεωστικῶς, ἀθλοφόρον Νεόφυτον, κλεινὸν Ἀμβρόσιον μέλψωμεν καὶ στεῤῥόν, ὁσιόαθλον Μακάριον.

Ἁγιασμοῦ χάριν Κρήτης, πιστῶν κομίσαντας, ἐκ τοῦ Βατοπαιδίου, τῆς Μονῆς τῆς Πανάγνου, Δεσποίνης Θεοτόκου Ζώνην σεπτήν, εἰς αὐτὴν ἀναμέλψωμεν, σὺν Ἀμβροσίῳ Νεόφυτον εὐκλεῆ, καὶ Μακάριον στεῤῥόψυχον.

Βατοπαιδίου Πατέρας, Μονῆς τιμήσωμεν, τοὺς ἐν τῷ Ἡρακλείῳ, ἐναθλήσαντας Κρήτης, ἐν χρόνοις τοῖς ἐσχάτοις Ἄγαρ υἱῶν, ταῖς χερσὶν ὕμνοις πρέπουσι, σὺν Μακαρίῳ Νεόφυτον καὶ λαμπρόν, ἀθλητὴν Χριστοῦ, Ἀμβρόσιον.

Ὑπ’ Ἄγαρ ξίφους ἐκγόνων, στυγνῶς ἐκτάνθησαν, ἐν Ἡρακλείῳ Κρήτης, σὺν σεπτῇ ὁμηγύρει, ποιμένων ἱερέων καὶ λαϊκῶν, οἱ τρισάριθμοι μάρτυρες, Βατοπαιδίου πατέρες οἱ εὐσταλεῖς, οὓς ἐν πίστει μακαρίζομεν.

Δόξα. Ἦχος β΄.
Ὑπείκοντες τῷ τῆς Μονῆς ὑμῶν προεστῶτι, τὴν τιμίαν τῆς Θεοτόκου Ζώνην εἰς Κρήτην ἐκομίσατε, ἁγιασμοῦ χάριν καὶ ἐκ λοιμώδους νόσου τῆς νήσου ἀπαλλαγῆς, Βατοπαιδίου Πατέρες, Νεόφυτε, Ἀμβρόσιε καὶ Μακάριε· ἐν αὐτῇ καὶ ἀθλῆσαι ἠξιώθητε, καὶ μαρτυρίου ἐδέξασθε στεφάνους, παρὰ τοῦ ἀγωνοθέτου Κυρίου, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μάρτυρες ἱεροί, Ἀμβρόσιε τρισμάκαρ, καὶ σὺν τῷ Μακαρίῳ, Νεόφυτε ἀλκίφρον, Ἐδὲμ χαρᾶς ἐτύχετε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ζώνην τὴν ἱεράν, τῆς μόνης Θεοτόκου, κομίζοντες εἰς Κρήτην, ἠθλήσατε ἐν ταύτῃ, Βατοπαιδίου πρόβολοι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρετε ἀριστεῖς, Ἀμβρόσιε ἀζύγων, Μακάριε γενναῖε, καὶ ἔρνος εὐσεβείας, νεόφυτον Νεόφυτε.

Δόξα. Τριαδικόν.
Ἄναρχε Πλαστουργέ, Υἱῷ σὺν συνανάρχῳ, τῷ Σῷ καὶ Πνεύματί Σου, τῷ θείῳ Σοὺς οἰκέτας, εὐλόγει καὶ ἁγίαζε.

Καὶ νῦν. Θεοτοκίον.
Ζώνην σου τὴν σεπτήν, ἐκθύμως προσκυνοῦντες, ἐν τῷ Βατοπαιδίῳ, σὴν χεομένην χάριν, ἐκ ταύτης ἐκδεχόμεθα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθλητῶν τὴν τριάδα ἐγκωμιάσωμεν, Βατοπαιδίου Πατέρας, τοὺς ἐν τῇ Κρήτῃ λαμπρῶς, μαρτυρίου διανύσαντας τὸν δίαυλον, θεῖον Νεόφυτον πιστοί, καὶ Ἀμβρόσιον σεπτόν, σὺν εὐπειθεῖ Μακαρίῳ· ὧν μεγαλύνοντες πόνους, θεοπειθεῖς εὐχὰς αἰτούμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκί, τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ϛ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὡς νεόφυτον βλάστημα, τῆς Χριστοῦ θείας πίστεως, σὲ ὑμνολογοῦμεν λαμπρῶς Νεόφυτε, τὸν εὐσθενῶς ἐναθλήσαντα, ἐν Κρήτῃ θεσπέσιε, ξυνωρίδι σὺν σεπτῇ, τῶν ἐνδόξων συνάθλων σου, γενναιότατε, Ἀμβροσίου τοῦ πάνυ καὶ ἀλκίμου, τῇ καρδίᾳ Μακαρίου, μεθ’ ὧν σε ὕμνοις γεραίρομεν.

Ἀμβροσίας καὶ νέκταρος, οὐρανῶν ἀπολαύετε, ὡς ὁσιομάρτυρες θεοτίμητοι, Βατοπαιδίου κοσμήτορες, καὶ Κρήτης ἀκέστορες, ἀθληταὶ περικλεεῖς, θεοφόρε Αμβρόσιε, καὶ Μακάριε, ὁ μακάρων χορείαις συγχορεύων, καὶ Νεόφυτε ἀλκίφρον, ὅρπηξ νεόφυτε πίστεως.

Βασιλείας οἰκήτορες, οὐρανῶν νέοι μάρτυρες, ἐν Μεγάλῳ Κάστρῳ οἱ ἐναθλήσαντες, ὤφθητε ἄρτι Μακάριε, Ἀμβρόσιε πάνσεπτε, καὶ Νεόφυτε λαμπρέ, ἐν χερσὶν οἱ βαστάζοντες, τὴν πολύτιμον, καὶ πανάχραντον Ζώνην τῆς Πανάγνου, ἣν ἠνέγκατε εἰς Κρήτην, πρὸς τῆς πανώλους ἐκδίωξιν.

Ἐν καιρῷ τῆς δουλώσεως, νήσου Κρήτης θειότατοι, ὑπ’ υἱῶν τῆς Ἄγαρ τοῦ στίφους μάρτυρες, Βατοπαιδίου κοσμήτορες, εὐτόλμως ἠθλήσατε, καὶ τριβώνιον ὑμῶν, εὐτελὲς τῆς ἀσκήσεως, ἐφοινίξατε, τῶν αἱμάτων ὑμῶν ῥοαῖς πανσέπτοις, σὺν τῷ θείῳ Νεοφύτῳ, καὶ Μακαρίῳ Ἀμβρόσιε.

Ἐκ τοῦ Ὄρους ἐξήλθετε, τοῦ Ἁγίου ὑπείκοντες, τῷ Καθηγουμένῳ ὑμῶν Μακάριε, σὺν Ἀμβροσίῳ Νεόφυτε, εἰς Κρήτην τὴν ἄχραντον, καὶ σεπτὴν μετενεγκεῖν, Ζώνην τῆς Θεομήτορος, πρὸς ἐκδίωξιν, ἐξ αὐτῆς τῆς πανώλους ἀθλοφόροι, νέοι μάρτυρες Κυρίου, Βατοπαιδίου κλεΐσματα.

Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασιν, εὐκλεῆ Νεόφυτον καὶ Ἀμβρόσιον, καὶ ἀθλοφόρον Μακάριον, εὐψύχως ἀθλήσαντας, σὺν χορῷ Ἱεραρχῶν, νήσου Κρήτης καὶ τάγματι, νέοι μάρτυρες, εὐσεβῶν οὓς ἀπέκτεινον τὰ ξίφη, τῶν στυγνῶν υἱῶν τῆς Ἄγαρ, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι.





Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἀνέτειλεν ἡμῖν ἡμέρα πανηγύρεως εὐφρόσυνος, τῆς κοινῆς μνήμης τῶν ἐκ Βατοπαιδίου ὁρμωμένων, νέων τῆς πίστεως μαρτύρων, Ἀμβροσίου Μακαρίου καὶ Νεοφύτου· αὐτοὶ γὰρ εὐλογίᾳ τοῦ αὐτῶν προεστῶτος, μετήνεγκον εἰς Κρήτην τὴν Ἁγίαν τῆς Θεοτόκου Ζώνην, πρὸς ἐκδίωξιν ἐξ αὐτῆς τῆς πανώλους, καὶ ἁγιασμὸν τῶν ἐν αὐτῆ θεοφιλῶς οἰκούντων· ἀξιωθέντες οὖν μαρτυρίου ἐνδόξου, στεφηφόροι ἀνῆλθον πρὸς πόλον, ἔνθα Χριστῷ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Δογματικόν.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει, σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος· αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9 - 14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμὶ ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄ 15 - στ΄ 3 )
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.





















Λιτή. Ἦχος α΄.
Δεῦτε Ἀθωνιτῶν αἱ χορεῖαι, καὶ μονασταὶ Βατοπαιδίου φιλέορτοι συνελθόντες σήμερον, ἀξιοχρέως τιμήσωμεν τὴν εὐσταλῆ τριάδα τῶν νέων μαρτύρων, τῶν ἐν Κρήτῃ ἀθλησάντων ἐν χρόνοις ἐσχάτοις, Νεόφυτον Ἀμβρόσιον καὶ Μακάριον· οὗτοι γὰρ σὺν τῶν τῆς νήσου Ἱεραρχῶν καὶ πλήθους, εὐσεβούντων, ξίφους ἀκμὴν καθυπέμειναν, καὶ οἰκείων αἱμάτων χεύμασι, τὸ τῆς αὐτῶν ἀσκήσεως ἐπέχρωσαν τριβώνιον· καὶ νῦν τροπαιοῦχοι καὶ στεφηφόροι Χριστῷ παριστάμενοι, ἀδιαλείπτως πρεσβεύουσιν ὑπὲρ ἄμφω ὑγιείας, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀθωνιτῶν πατέρων εὐωδέστατα λείρια, ὀδμαῖς τῆς ὑμῶν ἀριστείας καθηδύνατε Κρητῶν τὰ συστήματα, καὶ συμμοναστῶν ὑμῶν τοὺς δήμους νεόαθλοι, Μακάριε Νεόφυτε καὶ Ἀμβρόσιε· ὑμεῖς γὰρ ὑπείκοντες τῷ ὑμῶν προεστῶτι, τὴν τῆς Θεοτόκου τιμίαν ἐκομίσατε Ζώνην εἰς Κρήτην, τρυχομένην καὶ στένουσαν ἐκ τῆς λοιμώδους πανώλους· ἐν αὐτῇ καὶ τὸ ζῆν μαρτυρικῶς ἐξεμετρήσατε, καὶ ὡς ἄρνες σφαγέντες ἄμωμοι, ἀπήλθετε Χριστῷ ὑπαντῆσαι ἐν πόλῳ, ᾯ καὶ πρεσβεύετε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Νεόαθλοι Ἀθωνῖται πατέρες, Βατοπαιδίου πολύτιμοι σάπφειροι, καὶ Μεγάλου Κάστρου τῆς Κρήτης κοσμήτορες, διεκοσμήσατε οἰκείοις αἵμασι, τὸ διάδημα τῶν Κρητῶν νεομαρτύρων, Μακάριε Νεόφυτε καὶ Ἀμβρόσιε· χάριν οὖν εὑρόντες παρὰ Κυρίου, ὡς ὅσιοι καὶ μάρτυρες πίστεως ἀήττητοι, ἀκλινῶς πρεσβεύετε ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Χαίρετε οἱ διπλοῦς εἰληφότες στεφάνους, ἀσκήσεως θεαρέστου καὶ ἀθλήσεως ἀρίστης, παρὰ τοῦ ἀθλοθέτου Κυρίου, Νεόφυτε, Ἀμβρόσιε καὶ Μακάριε· Χαίρετε, Βατοπαιδίου πατέρες θειότατοι, καὶ Κρήτης μάρτυρες καλλίνικοι, οἱ χερσὶν ἰταμῶς κτανθέντες τῶν τῆς Ἄγαρ ἐκγόνων· Χαίρετε, οὐρανοπολῖται ὁλόφωτοι, οἱ ἐξ ὕψους δόξης ἡμᾶς ἐποπτεύοντες, καὶ φωτίζοντες ἡμῶν τὰς τρίβους, τῶν ἐν ζόφῳ ἀγνωσίας καθευδόντων καὶ θλίψεων.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε· ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, Βατοπαιδίου Μονῆς, τῆς ἐν τῷ Ἄθωνι Μεγίστης κοσμήτορες, νεόαθλοι θεοφόροι, οἱ ἐν τῇ Κρήτῃ λαμπρῶς, μαρτυρίου τρίβον, διανύσαντες, ἐσχάτοις ἐν ἔτεσι, θεῖοι ἱερομάρτυρες, σὺν Ἀμβροσίῳ, στεῤῥοψύχῳ Νεόφυτε, καὶ Μακάριε, εὐσταλὲς ὁσιόαθλε· ὅθεν ὑμῶν τὴν ἄθλησιν, ἐκθύμως γεραίροντες, ὑμῶν τὴν πάνσεπτον μνήμην, περιχαρῶς ἑορτάζομεν, αἰτούμενοι πόθῳ, τὰς θεοπειθεῖς ἐντεύξεις, ὑμῶν πρὸς Κύριον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, τριὰς σεπτῶν κομιστῶν, Ἁγίας Ζώνης τῆς πανάγνου Θεόπαιδος, ἐκ τῆς τοῦ Βατοπαιδίου, πανσεβασμίου Μονῆς, εἰς τὸ Μέγα Κάστρον, Κρήτης ἔνδοξοι, Ἀμβρόσιε πάντιμε, στεφανῖτα Νεόφυτε, καὶ τῶν ὁσίων, καὶ μαρτύρων διάκοσμε πολυτίμητε, γενναιόφρον Μακάριε· ὄλβον γὰρ ὡς ἀσύλητον, ἐν κόλποις βαστάζοντες, τῆς Θεομήτορος Ζώνην, χερσὶν ἀνόμων ἐτρώθητε, καὶ κλίναντες κάρας, κληρονόμοι Βασιλείας, Θεοῦ ἐδείχθητε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην ὑμῶν τελοῦντες λαμπρῶς, νέοι Κυρίου θείας πίστεως μάρτυρες, πατέρες Βατοπαιδίου, τῆς περιδόξου Μονῆς, οἱ ἐν Ἡρακλείῳ, ἐναθλήσαντες, τῆς Κρήτης Μακάριε, γενναιόφρον Ἀμβρόσιε, καὶ νέον ἔρνος, εὐσεβείας Νεόφυτε, μεγαλύνομεν, τὴν ὑμῶν θείαν ἄθλησιν, κράζοντες· μὴ ἐλλίπητε, Χριστὸν ἱκετεύοντες, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, ὑμᾶς ὑμνούντων ἐν ᾄσμασιν, εὐήχοις φωστῆρες, εὐσεβείας καὶ ἀστέρες, ἀνδρείας πάμφωτοι.

Δόξα. Ἦχος πλ. δ΄.
Περιεζωσμένοι τῇ χάριτι τῆς τιμίας τῆς Θεοτόκου Ζώνης, Κρήτην ἡγιάσατε, Πατέρες νεόαθλοι, καὶ ζῶσαν τοῦ Χριστοῦ πίστιν τρανώσαντες, πρὸς ζωὴν τὴν ἀγήρω ἀπήλθετε ξίφει μαρτυρίου, Ἀμβρόσιε Μακάριε καὶ Νεόφυτε· ὅθεν ὑμῶν τὴν ἄθλησιν ἐπαινοῦντες, καὶ τὴν μνήμην ἑορτάζοντες, ἀπεκδεχόμεθα ὑμῶν τὰς ἐντεύξεις, πρὸς τὸν εὔσπλαγχνον καὶ πανευΐλατον Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθλητῶν τὴν τριάδα ἐγκωμιάσωμεν, Βατοπαιδίου Πατέρας, τοὺς ἐν τῇ Κρήτῃ λαμπρῶς, μαρτυρίου διανύσαντας τὸν δίαυλον, θεῖον Νεόφυτον πιστοί, καὶ Ἀμβρόσιον σεπτόν, σὺν εὐπειθεῖ Μακαρίῳ· ὧν μεγαλύνοντες πόνους, θεοπειθεῖς εὐχὰς αἰτούμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκί, τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Μαρτύρων καλλοναί, Μάνδρας Βατοπαιδίου, οἰκήτορες σεμνοί, ἐν τῇ Κρήτῃ γενναίως, ἠνύσατε στάδιον, ἀριστείας Νεόφυτε, καὶ Ἀμβρόσιε, σὺν εὐσταλεῖ Μακαρίῳ, καρτερόψυχοι, νέα τῆς πίστεως βάθρα, καὶ λύχνοι νεόφωτοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Χαρίτων θεϊκῶν, οὐρανόσδοτε κρήνη, ἀεὶ τοῖς χοϊκοῖς, ἡ ἀφθόνως κιρνῶσα, ἰάσεων νάματα, ψυχῆς ἅμα καὶ σώματος, παντευλόγητε, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, δὸς συνέσεως, πιεῖν τοῖς δούλοις σου ὕδωρ, τὸ ὄντως σωτήριον.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἰσθμὸν διηνύσατε, ἑνοῦντα γῆν τὴν φθαρτήν, καὶ ἔπαλξιν ἄϋλον, τοῦ πόλου μαρτυρικῶς, νεόαθλοι ἄριστοι, Μάνδρας Βατοπαιδίου, θεοφόροι πατέρες, οἱ ἐν Μεγάλῳ Κάστρῳ, ἐναθλήσαντες Κρήτης, ἐν ᾗ Θεοῦ τὴν Ζώνην Μητρός, μετεκομίσατε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν πάνσεπτον Ζώνην σου, ὡς θησαυρὸν ἀληθῆ, κατέχει καὶ ἄσυλον, Βατοπαιδίου Μονή, πανύμνητε Δέσποινα, ἥνπερ στεῤῥῶς ἐν κόλποις, ἡ τριὰς νεοάθλων, φέρουσα ἐν τῇ Κρήτῃ, μαρτυρίου τὴν τρίβον, διώδευσε καὶ ἣν νῦν πιστῶς, κατασπαζόμεθα.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Στεῤῥῶς βαστάζοντες Ζώνην τὴν ἄχραντον, τῆς Θεομήτορος ἐν κόλποις σφάγια, καθάπερ τίμια Χριστοῦ ἐτύθητε ἀθλοφόροι, γεραρὲ Νεόφυτε καὶ στεῤῥόφρον Ἀμβρόσιε, ἅμα τε Μακάριε, εὐκλεεῖς νεομάρτυρες, Μονῆς Βατοπαιδίου καὶ Κρήτης θεῖοι κοσμήτορες καὶ κλέη.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.








Εἶτα, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... (Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου.)
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...
Το μελαμβαφὲς ὑμῶν ἀσκητικὸν τριβώνιον, ἐπεχρώσατε οἰκείοις ὑμῶν αἵμασι μακάριοι, οἱ ἀμβροσίας θεϊκῆς νῦν τρυφῶντες ἐν πόλῳ, ἔνθα μετεφυτεύθητε ὡς ἀριστείας νεόφυτα κρίνα, Μακάριε Ἀμβρόσιε καὶ Νεόφυτε· ἀξιώσατε οὖν καὶ ἡμᾶς τυχεῖν οὐρανῶν Βασιλείας, τοὺς ἑορτάζοντας ἐκθύμως ὑμῶν τὸ μαρτύριον, τρισάριθμοι τῆς πίστεως νεόαθλοι.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων οὗ ἡ Ἀκροστιχίς: Ἀμβροσίῳ, Νεοφύτῳ καὶ Μακαρίῳ αἶνος. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
μβρόσιον ἔνθεον, μακάρων κήπου Μακάριον, λευκάνθεμον μέλψωμεν, καὶ τῆς φυτείας Χριστοῦ, δένδρον εὔκαρπον, Νεόφυτον ἐν ὕμνοις, εὐτάκτοις τιμήσωμεν, πάντες γηθόμενοι.
Μονῆς ὡραΐσματα, Βατοπαιδίου τρισάριθμα, Νεόφυτε πάντιμε, σὺν Ἀμβροσίῳ σεμνῷ, καὶ κοσμήτορι, ἀνδρείας Μακαρίῳ, στεφάνοις ἐστέφθητε, ἀϊδιότητος.
Βλαστήματα Ἄθωνος, πνευματικὰ καὶ σεμνώματα, λαμπρὰ καὶ περίδοξα, Βατοπαιδίου Μονῆς, ἐφοινίξατε, ὑμῶν αἱμάτων ῥείθροις, Πατέρες Ἡράκλειον, Κρήτης τὸ εὔσημον.
Θεοτοκίον.
εόντων ὑπέρτερον, τὸν σὸν οἰκέτην ἀνάδειξον, Παρθένε Θεόνυμφε, Θεογεννῆτορ σεμνή, καὶ ὁμόζηλον, Ἀγγέλων φωτομόρφων, τὸν σὲ μακαρίζοντα, ὕμνοις ἑκάστοτε.










ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Οὐράνιον φρόνημα Πατέρες, κατέχοντες καὶ ὑπακοῆς, ἀκτῖσι λαμπρυνόμενοι, εἰς Κρήτην ἐκομίσατε, τὴν Ζώνην τὴν ὑπέρτιμον, τῆς Θεοτόκου πανεύφημοι.
Συνέσει κοσμούμενοι πατέρες, χρηστότητι καὶ ὑπακοῇ, Βατοπαιδίου ὤφθητε, Σεμνείου ἀναστήματα, καὶ βίον ἐσφραγίσατε, ὑμῶν αἱμάτων ἐκχύσεσιν.
σχὺν ἐνδυσάμενοι θεόθεν, νομίμως ἠθλήσατε στεῤῥοί, Νεόφυτε Μακάριε, καὶ ἱερὲ Ἀμβρόσιε, οἱ τὴν τῆς Θεομήτορος, τιμίαν Ζώνην βαστάζοντες.
Θεοτοκίον.
ράϊσμα τοῦ Βατοπαιδίου, ἁγνὴ Θεοτόκε Μαριάμ, Παραμυθία Δέσποινα, ὀλβία Βηματάρισσα, Ἐλαιοβρῦτις πάντιμε, καὶ Ἐσφαγμένη, βοήθει μοι.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Μετετέθητε εἰς γῆν μακάρων, ἔνθα γεύονται τῆς ἀμβροσίας, οὐρανῶν Βατοπαιδίου κοσμήτορες, διὰ βασάνων ἀρίστης ἀθλήσεως, ἐν νήσῳ Κρήτῃ στεῤῥοὶ νεομάρτυρες, ὦ Νεόφυτε Ἀμβρόσιε καὶ Μακάριε, ὁσίων ἀθλητῶν ἐγκαλλωπίσματα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἐλεήμονος Κριτοῦ Μητέρα, Οὗ τὸ ἔλεος κατακαυχᾶται, τῆς Αὐτοῦ δικαίας κρίσεως μέλψωμεν, εὐλογημένην Παντάνασσαν Δέσποιναν, τὴν ἐλεοῦσαν ἡμᾶς καὶ οἰκτίρουσαν, τοὺς κραυγάζοντας· ὑπάρχεις πιστῶν διάσωσμα, καὶ πάντων πλησμονή, χαρᾶς Μητρόθεε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νεομάρτυρες γενναῖοι, οἱ τυθέντες ὡς σφάγια, ἐν Μεγάλῳ Κάστρῳ, Κρήτης καρτερόφρον Νεόφυτε, σὺν Ἀμβροσίῳ Μακάριε ἀήττητε, ἰσοστάσιοι, πάλαι μαρτύρων ἐδείχθητε.
Εὐλογίᾳ ἡγουμένου, τοῦ ὑμῶν ἐκομίσατε, Ζώνην τῆς Πανάγνου, τὴν θαυματουργὸν εἰς Ἡράκλειον, ἔνθα ἀγῶσιν ἀθλήσεως εἰλήφατε, στέφη ἄφθαρτα, ἀλήκτου μακαριότητος.
σιότητος πυξία, καὶ ἀθλήσεως μάργαρα, τοῦ Βατοπαιδίου, τῆς Μονῆς πατέρες θειότατοι, διπλοῦς στεφάνους ἐδέξασθε Νεόφυτε, καὶ Ἀμβρόσιε, καὶ γενναιόφρον Μακάριε.
Θεοτοκίον.
Φωτοδότην ἀνηρότως, Ἰησοῦν ἡ κυήσασα, Κεχαριτωμένη Θεοτόκε, ζόφον διάλυσον, ἡμῶν κακίας φωτὶ τῶν σῶν ἐντεύξεων, καὶ πυρσεύμασι, τῆς ἀῤῥαγοῦς προστασίας σου.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
μνοῦμεν τὴν ἄθλησιν, ὑμῶν καὶ τὸν κατώδυνον, θάνατον Κρητῶν σὺν ἱεράρχαις, καὶ εὐσεβέσι, νεομαρτύρων τριάς, Νεόφυτε μάρτυς θεαυγές, ἱερὲ Μακάριε, καὶ τρισμάκαρ Ἀμβρόσιε.
Ταμεῖα σεμνότητος, Νεόφυτε Μακάριε, καὶ λαμπάς Ἀμβρόσιε ἀνδρείας, τὴν θείαν Ζώνην, τῆς Θεοτόκου χερσί, βαστάζοντες ξίφεσιν ἐχθρῶν, ἰταμῶς ἐκτάνθητε, ἱερεῖα ὡς ἄμωμα.
κύποδες μάρτυρες, ὡς ἔλαφοι ἐδράμετε, δρόμον μαρτυρίου διανῦσαι, καὶ ἀφθαρσίας, λαβεῖν στεφάνους σεπτοί, Ἀμβρόσιε γέρας ἀθλητῶν, εὐλαβὲς Νεόφυτε, καὶ ἀλκίφρον Μακάριε.
Θεοτοκίον.
Κραταίωμα τάγματος, πιστῶν Θεογεννήτρια, καὶ ἰσχὺς καὶ σθένος οἰκετῶν σου, τὰς ἀσθενείας, τῶν σὲ ὑμνούντων λαμπρῶς, μετάστρεψον τάχος εἰς ἰσχύν, ῥώμην καὶ εὐσθένειαν, ἄμφω κόσμου ἀγλάϊσμα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
σκήσει πρῶτον ἐν Ἄθωνι, καὶ εἶτα ἐν τῇ Κρήτῃ ἀθλήσεως, πόνοις εἰλήφατε, διπλοῦς στεφάνους Ἀμβρόσιε, Νεόφυτε καὶ σθένους, πυρσὲ Μακάριε.
σχὺν λαβόντες τὴν ἄνωθεν, ἠθλήσατε εἰς Κρήτην ὡς ἄσαρκοι, καὶ καταισχύνατε, πατέρες τρεῖς Ἄγαρ ἔκγονα, ὑμῶν στεῤῥᾷ ἐνστάσει, καὶ γνώμῃ σώφρονι.
Μαρτύρων δῆμε τρισάριθμε, Νεόφυτε Ἀμβρόσιε πάνσεμνε, καὶ ὁσιώτατε, μάκαρ Μακάριε χεύμασιν, ὑμῶν αἱμάτων δήμους, πιστῶν ηὐφράνατε.
Θεοτοκίον.
γνείας σκεῦος πολύτιμον, ἁγνοὺς τοὺς σὲ ἀεὶ μακαρίζοντας, συντήρει ἄχραντε, ἡγιασμένη Παντάνασσα, παρθένων μέγα κλέος, Θεογεννήτρια.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Βατοπαιδίου μοναστῶν τριάδα μέλψωμεν, τῶν εἰς τὴν Κρήτην κομισάντων Ζώνην πάντιμον, τῆς Πανάγνου καὶ αὐτῆς ὑπεραθλησάντων, νεοάθλων καλλωπίσματα Νεόφυτον, καὶ Ἀμβρόσιον σὺν ἅμα καὶ Μακάριον, πόθῳ κράζοντες· Χαίροις, λύρα ἡ τρίφθογγος.
Ὁ Οἶκος.
Ἄθλοις τοῦ μαρτυρίου, καὶ ἀσκήσει συντόνῳ, ἐλάμψατε ἐν χρόνοις ἐσχάτοις, νεομάρτυρες Κρήτης σεπτοί, τοῦ Βατοπαιδίου τῆς Μονῆς μάργαρα· διὸ ὑμᾶς γεραίροντες, κραυγάζομεν φωναῖς αἰσίαις·
Χαῖρε, Νεόφυτε ἀθλοφόρε·
χαῖρε, Ἀμβρόσιε θεοφόρε.
Χαῖρε, τῶν ὁσίων, Μακάριε, στέφανε·
χαῖρε, τῶν μαρτύρων τριὰς Κρήτης ἔνθεε.
Χαῖρε, ἔρνος τὸ νεόφυτον, ὦ Νεόφυτε, Χριστοῦ·
χαῖρε, ξίφος τὸ ἀμφίστομον, ὦ Ἀμβρόσιε, ἐχθροῦ.
Χαῖρε, Βατοπαιδίου, ὦ Μακάριε, κλέος·
χαῖρε, πίστεως Κτίστου, ὦ Νεόφυτε, εὖχος.
Χαῖρε, ὁ ἐν Κρήτῃ ἀθλήσας, Ἀμβρόσιε·
χαῖρε, ὁ Χριστὸν μεγαλύνας, Μακάριε.
Χαῖρε, Ὑψίστου τριὰς πανολβία
χαῖρε, τοῦ πόλου φωσφόρος χορεία·
Χαίροις, λύρα ἡ τρίφθογγος.





















Συναξάριον.
Τῇ ΚΒ΄  τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν ἁγίων ἐνδόξων νεοάθλων, μοναστῶν τῆς Μονῆς τοῦ Βατοπαιδίου, τῶν ἐν τῷ Μεγάλῳ Κάστρῳ τῆς Κρήτης μαρτυρησάντων ἐν ἔτει 1821, ἱερομαρτύρων Νεοφύτου καὶ Ἀμβροσίου καὶ ὁσιομάρτυρος Μακαρίου.
Βατοπαιδίου, ἠθλήσατε ἐν Κρήτῃ,
Πατέρες, φέροντες Ἁγίαν Ζώνην.
Υἱῶν Ἄγαρ ἐκτάνθητε, Νεόφυτε,
Ἀμβρόσιε καὶ Μακάριε, μαχαίρᾳ.
Οἱ ἔνδοξοι καλλιμάρτυρες Ἀμβρόσιος, Μακάριος καὶ Νεόφυτος, μονασταὶ ὑπάρχοντες τῆς ἐν Ἄθωνι Μεγίστης τοῦ Βατοπαιδίου Μάνδρας σεπτῇ τοῦ αὐτῶν Καθηγουμένου εὐλογίᾳ μετεκόμισαν τὴν τιμίαν τῆς Θεοτόκου Ζώνην εἰς Κρήτην ἐν ἔτει 1820 ὁμοῦ σὺν Διονυσίῳ καὶ Δωροθέῳ, πρὸς ἐκδίωξιν τῆς φοβερᾶς τῆς πανώλους ἀσθενείας, τῆς μαστιζούσης τοὺς ἐκεῖ χριστωνύμους.
Τῇ 22ᾳ Ἰουνίου τοῦ ἑπομένου ἔτους 1821 διὰ τὸν φόβον ἀντιποίνων τῶν ἐκγόνων τῆς Ἄγαρ ἕνεκα τῆς ἐξεγέρσεως τοῦ λαοῦ κατ’ αὐτῶν κληρικοὶ καὶ λαϊκοὶ συνήχθησαν ἐν τῇ Μητροπόλει τοῦ Ἡρακλείου. Κατὰ τὴν κατ’ αὐτῆς ἔφοδον τῶν μαινομένων τυράννων μέγα πλῆθος ἐσφάγη ἱεραρχῶν καὶ εὐσεβῶν, ἐν οἷς καὶ οἱ Βατοπαιδινοὶ ἱερομόναχοι Ἀμβρόσιος καὶ Νεόφυτος ὡς καὶ ὁ Βατοπαιδινὸς μοναχὸς Μακάριος, μὴ στέρξαντες ἀρνήσασθαι Χριστοῦ πίστιν τὴν ἁγίαν καὶ καταλίπειν τοῖς ἀπίστοις τὸν πολύτιμον ὄλβον τῆς Ἁγίας τῆς Θεομήτορος Ζώνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, ἐπισκόπου Σαμοσάτων
Κέραμος, Εὐσέβιε Μάρτυς Κυρίου,
εὐθὺς δὲ καὶ στέφανος ἐν τῇ σῇ κάρᾳ.
Οὗτος ὑπῆρχεν ἐπὶ Κωνσταντίου τοῦ βασιλέως, ζηλωτὴς διάπυρος τῆς Ὀρθοδόξου πίστεως. Τοσοῦτον δὲ ἦν αὐτῷ ἀνδρεία ψυχῆς, καὶ τῶν παρόντων ὑπεροψία, καὶ διὰ σπουδῆς ἐποίει, ὅπως τὰ τῆς εὐσεβείας καὶ Ὀρθοδοξίας εἰς ἐπίδοσιν ἔλθοι, καί περ τοῦ βασιλέως ἀντιδοξοῦντος, ὡς οὐχ ἕτερός τις. Καί ποτε τοῦ Κωνσταντίου τὴν δεξιὰν αὐτοῦ χεῖρα τεμεῖν ἀπειλήσαντος, εἰ μὴ τὸ ὑπὸ τοῦ μεγάλου Μελετίου ψήφισμα, κατέχων αὐτός, προὐτείνοιτο καὶ προδῷ, ἀμφοτέρας τὰς χεῖρας ἐπαινεῖται, ὡς ἡδέως αὐτῶν δεξάμενος ἐκτομήν, ἢ τὸ ζητούμενον προδοῦναι, καὶ σὺν αὐτῷ τὴν εὐσέβειαν.
Τοῦτον τὸν Ὅσιον, μετὰ Κωνστάντιον καὶ Ἰουλιανόν, Οὐάλης τὴν Ἀρειανικὴν κακοπιστίαν νοσῶν, τοῦ θρόνου ἐξήλασε, καὶ διάγειν ὑπερόριον παρὰ τὸν Ἴστρον ποταμὸν καταδικάζει· οὗ μετὰ τὴν τελευτήν, πρὸς τὴν λαχοῦσαν πόλιν ὁ Ἅγιος ἐαπνιών, μετὰ τοὺς πολλοὺς ἀγῶνας, καὶ τὰς ἐπ’ αὐτοῖς νίκας, μαρτυρικῆς ἔτυχε τελευτῆς, γυναικὸς κακοδόξου καὶ τὰ Ἀρείου φρονούσης, κέραμον ἀπὸ στέγους τινὸς ἐπὶ τὴν κεφαλὴν τοῦ Ἁγίου βαλούσης· ἣν καὶ συγγνώμης ἠξίωσε, τὸν ἴδιον Δεσπότην, καὶ τὸν Πρωτομάρτυρα μιμησάμενος Στέφανον.







          Δοῦλος σύναθλος τῷ συνάθλῳ Δεσπότη,
ἄμφω δὲ δούλοι τοῦ Θεοῦ τετμημένοι.
Οὗτοι ὑπῆρχον τῆς Ἀράβων γῆς. Ὧν ὁ μὲ Ζήνων στρατιώτης τὴν τάξιν ὑπῆρχεν, ὁ δὲ Ζηνᾶς οἰκέτης αὐτοῦ τοῦ Ζήνωνος. Καταλαβόντες δὲ Μάξιμον τὸν ἡγεμόνα, τοῖς εἰδώλοις θύοντα, καὶ ἑαυτοὺς προσαγγείλαντες, καὶ εἴ τινες εἶεν φανερωθέντες, τύπτεται βουνεύροις ὁ Ζήνων. Πλησίον δὲ τοῦ βωμοῦ ἱσταμένου, λὰξ ἐκτείνας κατ’ αὐτοῦ, καταστρέφει. Ἐπὶ τούτῳ κρεμασθείς, ἀφειδῶς ξέεται, καὶ ὄξει καὶ ἅλατι τὰς πληγὰς κατατρίβετα. Εἶτα τίθεται ἐν τῷ δεσμωτηρίῳ, ἀσφαλισθεὶς τοὺς πόδας, κεντήμας τοῦ ξύλου τέσσαρσιν· ἔνθα τοῦ Ζηνᾶ εἰσελθόντος, καὶ τὰ δεσμὰ τούτου καταφιλοῦντος καὶ μακαρίζοντος, ἐγκλείεται καὶ αὐτός, τοῦτο τοῦ ἡγεμόνος μαθόντος.
Ἐπεὶ δὲ εἰς ἐρώτησιν ἤχθησαν, καὶ τὸν Χριστὸν ἀρνήσασθαι οὐκ ἐπείσθησαν, τύπτονται σφοδρῶς, καὶ ὀβελίσκοις πεπυρωμένοις ὁ Ἅγιος Ζήνων τοῖς στέρνοις καὶ τῇ καρδίᾳ ἐμπείρεται· καὶ ἄμφω ἱμάσι τὰς μασχάλας διαληφθέντες, ἀναρτῶνται ἐπὶ ξύλου, καὶ τοὺς πόδας λίθοις βαρύνονται. Μετὰ ταῦτα ἐν βόθρῳ πυρὸς ἀκοντίζονται, τῆς φλογὸς ἐλαίῳ συχνῷ τρεφομένης. Ἐπεὶ δὲ παραδόξως ἀβλαβεῖς διέμειναν, ξίφει τὰς κεφαλὰς ἀποτέμνονται.
                    
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πομπιανός, ἐν θαλάσσῃ βληθείς, τελειοῦται
Ὁ Πομπιανὸς ἐκτελεῖ πομπὴν ξένην,
ἐκ τῆς θαλάσσης πρὸς τὰ τοῦ πόλου πλάτη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γαλακτίων, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.
Ὕδωρ θαλάσσης ἁλμυρὸν Γαλακτίων,
ὡς ἡδὺ μᾶλλον εἶχεν οἴεσθαι γάλα.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἰουλιανή, καὶ Σατορνίνος, ὁ υἱὸς αὐτῆς, πυρὶ τελειοῦνται.
Ἰουλιανὴν καὶ τὸ ταύτης παιδίον,
Ἴουλον ἀνθοῦν ἄρτι πῦρ καταφλέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου ἐπισκόπου Πατελαρίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παυλίνου, ἐπισκόπου Νόλης τῆς Ἰταλίας.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου τοῦ Διδασκάλου τοῦ ἐν τῇ Βατοπαιδινῇ Σκήτει τοῦ Καλαμιτζίου ἀσκήσαντος, Μητροπολίτου Οὐγγροβλαχίας.
Ὁ κλεινὸς Γρηγόριος "Διδάσκαλος" τὴν κλῆσιν,
Διδάσκαλος ὄντως γέγονε τῆς Ἐκκλησίας.
Ὁ Ἅγιος Γρηγόριος ὁ Διδάσκαλος, Μητροπολίτης Οὐγγροβλαχίας ἐγεννήθη ἐν Βουκουρεστίῳ Βλαχίας τὸ ἔτος 1765, λαμβάνων εἰς τὸ Ἅγιον Βάπτισμα τὸ ὄνομα Γεώργιος. Ἐκ νεαρᾶς ἡλικίας ἐδείχθη ἐραστὴς τῆς σοφίας τοῦ Θεοῦ καὶ φθάσας εἰς κατάλληλον ἡλικίαν ἐξέλεξε τὴν ὁδὸν τοῦ μοναχισμοῦ καὶ συνηριθμήθη μεταξὺ τῶν στενῶν μαθητῶν τοῦ Ἁγίου Παϊσίου Βελιτσκόφσκι εἰς τὴν περίφημον Λαύραν τοῦ Νεάμτς λαμβάνων κατὰ τὴν μοναχικὴν αὐτοῦ κουρὰν τὸ ὄνομα Γρηγόριος. Ἀργότερον κατευθύνεται πρὸς τὸ Ἅγιον Ὄρος ὅπου παραμένει ἐπί τι διάστημα εἰς τὴν Σκήτην τοῦ Καλαμιτσίου τῆς Ἱερᾶς Μεγίστης Μονῆς Βατοπαιδίου. Ἐν αὐτῇ τελειοποιεῖται πνευματικῶς καὶ ἀποδίδοται μετὰ πόθου εἰς τὴν μετάφρασιν ψυχωφελῶν βιβλίων εἰς τὴν ρουμανικὴν γλῶσσαν. Εἶτα ἐπιστρέφων εἰς τὴν Βλαχίαν, ἐγκαθίσταται εἰς τὴν Ἱερὰν Μονὴν Καλδαρουσάνι τοῦ Βουκουρεστίου. Ἐκεῖ πληφορεῖται περὶ αὐτοῦ ὁ βοεβόδας Δημήτριος Γκίκας καὶ μετὰ πολλῆς χαρᾶς καλεῖ αὐτὸν εἰς τὴν πρωτεύουσαν, ἵνα ἀναλάβῃ τὸ ἀξίωμα τοῦ Μητροπολίτου Οὐγγροβλαχίας. Ὡς ἱεράρχης ἐπέδειξεν μεγάλην αὐτοθυσίαν καὶ μέριμναν διὰ τὸ ποίμνιον αὐτοῦ· ἀνήγειρε πολλοὺς ἱεροὺς ναούς, ἐν οἷς καὶ ὁ νῦν Πατριαρχικὸς Καθεδρικὸς Ναὸς τῆς Ρουμανίας. Ὅταν ὁ Κύριος ἐκάλεσεν πλησίον αὐτοῦ τὸν Ἅγιον κατὰ τὴν 22αν Ἰουνίου τοῦ ἔτους 1834, ἐν τῷ κελλίῳ αὐτοῦ δὲν ὑπῆρχον οὔτε χρήματα, οὔτε ἄλλα ἀντικείμενα, παρὰ μόνον εἷς σορὸς βιβλία, τὰ ὁποῖα εἶχεν ἑτοιμάσει ὁ ἴδιος, ὥστε νὰ προσφερθῶσιν εἰς τοὺς μαθητὰς τῶν σχολείων.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Κλέα πέλετε Βατοπαιδίου πάντιμοι Κυρίου μάρτυρες, οἱ συναυλίας λαμπρᾶς, μαρτύρων μετέχοντες, ὡς μιμησάμενοι, τοῦ οἰκτίρμονος, Χριστοῦ Πατέρες θάνατον, ἀθλοφόρητοι προθύμως.
γαλλόμενοι ἀνήλθετε τρισάριθμοι Κυρίου μάρτυρες, πρὸς τὰς σκηνὰς οὐρανοῦ, ἐν αἷς ἀπολαύετε, μακαριότητος, ὦ Ἀμβρόσιε, Μακάριε θεόφιλε, καὶ Νεόφυτε τρισμάκαρ.
είθροις τρίβωνα ὑμῶν αἱμάτων ἅγιοι σεπτῆς ἀσκήσεως, πανευκλεεῖς ἀθληταί, ἀρτίως ἐχρώσατε, στεῤῥὲ Νεόφυτε, καὶ Ἀμβρόσιε, τρισόλβιε σὺν μάκαρι, Μακαρίῳ ἐν τῇ Κρήτῃ.
Θεοτοκίον.
λαστήριον τοῦ κόσμου Μητροπάρθενε Θεογεννήτρια, τὸν σὸν Υἱὸν καὶ Θεόν, ἡμῖν καθιλέωσαι, ἀνευφημοῦσί σε, καὶ προστρέχουσιν, ἐν πάσαις βίου θλίψεσι, τῆ ἀόκνῳ ἀρωγῇ σου.








ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
φθητε τοῦ πόλου κληρονόμοι, πατέρες ἀθανασίας στέφος φέροντες, μάρτυρες νεόαθλοι, εὐσεβὲς Ἀμβρόσιε, πανευκλεὲς Νεόφυτε, καὶ νέον πίστεως, εὖχος μάκαρ, θεαυγὲς Μακάριε, οἱ ἐν Κρήτῃ ἀρτίως ἀθλήσαντες.
θλοις ἱεροῖς καὶ μαρτυρίου, βασάνοις Βατοπαιδίου παναρμόνιαι, ἅρπαι συμμετέχετε, συναυλίας κρείττονος, τῶν οὐρανῶν καὶ ἅπαντας, πιστοὺς ἡδύνετε, ὑμῶν μαρτυρικῆ συμφωνίᾳ, τῇ ἐν νήσῳ Κρήτης, Πατέρες ἀθλοφόροι.
ερομαρτύρων συνοδία, Ἀμβρόσιε ἀθλοφόρε καὶ Νεόφυτε, ἐκτενῶς πρεσβεύετε, σὺν ὁσιομάρτυρι, τῷ Μακαρίῳ Κτίσαντι, τῷ πανοικτίρμονι, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην, τὴν ὑμῶν ἐν ὕμνοις, καὶ ᾄσμασιν εὐτάκτοις.
Θεοτοκίον.
Νεῦσον παρακλήσεσι σῶν δούλων, ταχέως ἡμῶν ὀδύνας καταπαύουσα, νοσημάτων θλίψεων, καὶ δεινῶν στενώσεων, εὐλογημένη Δέσποινα, Θεογεννήτρια, ἑτοίμη τῶν πιστῶν προστασία, καὶ παραμυθία, τῶν ἐν ταῖς λύπαις βίου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
λβοι τιμαλφεῖς, Χριστοῦ θείας πίστεως, πατέρες χαίρετε, ἀσκηταὶ τοῦ Ἄθωνος, Βατοπαιδίου, πατέρες ὅσιοι, ἐν Κρήτῃ οἱ ἀθλήσαντες, σεμνὲ Ἀμβρόσιε, σὺν τῷ θείῳ, Νεοφύτῳ κράζομεν, καὶ κλεινῷ Μακαρίῳ γηθόμενοι.
Στῦλοι ἀκλινεῖς, Χριστοῦ θείας πίστεως, πιστοὺς στηρίζετε, τοὺς ὑμῶν γεραίροντας, καὶ ἀνυμνοῦντας, ὑμῶν τὴν ἄθλησιν, Νεόφυτε Ἀμβρόσιε, καὶ φῶς Μακάριε, νεοάθλων, οἱ στεῤῥῶς ἀθλήσαντες, ἐν Μεγάλῳ τῷ Κάστρῳ ὡς ἄσαρκοι.
Χαῖρε νεαυγῶν, τρισάριθμον σύστημα, πατέρων κράζομεν, οἱ τὸ Βατοπαιδίον, καταλιπόντες, καὶ ἐναθλήσαντες, ἐν Κρήτῃ πανσεβάσμιοι, καθάπερ σφάγια, καὶ κτανθέντες, τῶν αἱμάτων ῥεύμασιν, ἐφοινίξατε ταύτης τὸ ἔδαφος.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, μαρτύρων ἐντεύξεσιν, Ἁγίαν Ζώνην σου, Κρήτης εἰς Ἡράκλειον, προσενεγκόντων, καὶ τὸ τριβώνιον, ἐπιχρωσάντων αἵμασιν, ὑμῶν ἐπόπτευε, οὐρανόθεν, καὶ εὐλόγει ἅπαντας, εἰς αἰῶνας λαμπρῶς σε γεραίροντας.






Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἀμβρόσιε Μακάριε, καὶ ἱερὲ Νεόφυτε, Βατοπαιδίου Πατέρες, οἱ ἐναθλήσαντες πίστει, εἰς Κρήτην καταυγάσατε, ἡμῶν δεινὴν σκοτόμαιναν, φωτὶ ὑμῶν ἀθλήσεως, καὶ ἀστραπαῖς ἀριστείας, ὑμῶν νεόαθλοι θεῖοι.
Θεοτοκίον.
Παρθένε Βηματάρισσα, Βατοπαιδίου κόσμημα, Παραμυθία Παρθένε, Ἐλαιοβρῦτις τιμία, Παντάνασσα πανύμνητε, καὶ Ἐσφαγμένη πρόσδεξαι, ἡμῶν λιτὰς καὶ ἴθυνον, τῶν οἰκετῶν σου τὰς τρίβους, πρὸς οὐρανίους ἐπάλξεις.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Νεόφυτε μάρτυς εὐσταλές, ἱερὲ Ἀμβρόσιε, καὶ ἀθλοφόρε Μακάριε, τριὰς πανεύφημε, ἀθλητῶν τῆς Μάνδρας, τῆς κλεινῆς τοῦ Ἄθωνος, σεπτοῦ Βατοπαιδίου διήνυσας, λαμπρῶς τὸ στάδιον, ἐν τῇ Κρήτῃ τῆς ἀθλήσεως, καὶ στεφάνους, τῆς νίκης ἀπείληφας.

Πατέρων πανένδοξε τριάς, Ζώνην προσκομίζοντες, τῆς Θεοτόκου τὴν πάνσεπτον, εἰς μεγαλόνησον, Κρήτην μαρτυρίου, δρόμον διηνύσατε, Νεόφυτε καλῶς καὶ Ἀμβρόσιε, σὺν τῷ παμμάκαρι, Μακαρίῳ καὶ ἐστέφθητε, ἀμαράντοις, στεφάνοις ἀοίδιμοι.

Σὺν δήμῳ σεπτῶν Ἱεραρχῶν, Κρήτης καὶ συντάγμασι, χριστεπωνύμων ἠθλήσατε, στεῤῥοὶ νεόαθλοι, ἐν Μεγάλῳ Κάστρῳ, ὑπ’ ἐχθρῶν τῆς πίστεως, ἐκγόνων τῶν τῆς Ἄγαρ Μακάριε, σῶφρον Ἀμβρόσιε, καὶ Νεόφυτε καλλίνικοι, εὐσεβείας, καὶ πίστεως πρόβολοι.

Ὑμῶν τὴν πανέορτον κοινοῖς, ὕμνοις ἑορτάζομεν, πατέρες θεῖοι ἐνάθλησιν, λαμπρῶς κραυγάζομεν· τοῦ Βατοπαιδίου, μονασταὶ θειότατοι, Νεόφυτε σεμνότητος σκήνωμα, κλυτὲ Ἀμβρόσιε, καὶ Μακάριε πανάριστε, οὐρανίου, χαρᾶς ἠξιώθητε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε, ὁλοθύμῳ καρδίας ἐφέσει ἀνυμνήσωμεν, καὶ καταστέψωμεν ἐφυμνίων ἄνθεσιν εὐόσμοις, τοὺς ἐν ἀθληταῖς καὶ μονασταῖς τροπαιούχους,, Ἀμβρόσιον, Μακάριον καὶ Νεόφυτον· οὗτοι γὰρ θριαμβεύσαντες Ἄγαρ τὰ ἔκγονα ἐν Κρήτῃ, νίκης ἀλήκτου στέφος εἰλήφασι παρὰ Κυρίου, τοῦ παρέχοντος πᾶσιν αὐτῶν ἱκεσίαις, τὸ μέγα καὶ πλούσιον ἔλεος.




Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις νεοάθλων σεπτὴ τριάς, τοῦ Βατοπαιδίου, καλλωπίσματα τῆς Μονῆς, σὺν τῷ Νεοφύτῳ, καὶ θείῳ Ἀμβροσίῳ, Μακάριε μαρτύρων Κρήτης κλεΐσματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου