Σάββατο 1 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 11. ΑΓΙΟΣ ΛΟΥΚΑΣ ΡΩΣΣΟΣ ΙΑΤΡΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ ΙΑ`!!
ΛΟΥΚΑΣ ΡΩΣΣΟΣ ΙΑΤΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μητροπολίτου Ἐδέσσης Ἰωήλ)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν θεόσοφον Ἅγιον, Ἱεράρχην τὸν ἔνθεον, ἰατρῶν θησαύρισμα ἀδαπάνητον, Συμφερουπόλεως πρόεδρον, Λουκᾶν τὸν ἀοίδιμον, τῆς Ῥωσίας τὸν βλαστόν, καὶ πιστῶν ἐγκαλλώπισμα, τὸ περίδοξον, ἐπαινέσωμεν πάντες οἱ τιμῶντες, ὁλοθύμως ἐγκωμίοις, αὐτοῦ τὴν θείαν ἐπέτειον.

Ἐν ὑστέροις τοῖς ἔτεσιν, ὡς ἀστὴρ ἀνατέταλκας, καὶ τὸ σκότος Ἅγιε ἀθεότητος, τῇ καθαρᾷ πολιτείᾳ σου, Λουκᾶ διεσκέδασας, ἐν Ῥωσίᾳ ἱκανῶς, καὶ Χριστοῦ τὰ διδάγματα, τὰ σωτήρια, διεκήρυξας πᾶσι τοῖς ἀνθρώποις, πρὸ βημάτων τῶν τυράννων, μὴ δειλανδρίσας μακάριε.

Πεπλησμένος ἀοίδιμε, τῶν χαρίτων τοῦ Πνεύματος, τῆς σαρκὸς νοσήματα τὰ δυσίατα, ἐπιδεξίως ἠφάνισας, κινήσας τὴν ἔκπληξιν, καὶ τὸ θάμβος ἀληθῶς, ἰατρῶν τῶν μισούντων σε· διὸ ἅπασα, τῶν πιστῶν ἡ χορεία μεγαλύνει, ὦ Λουκᾶ ἀξιοχρέως, ἔργα τὰ σὰ καὶ τὰ θαύματα.

Ἐπὶ γῆς παραμύθιον, τοῖς ἀνθρώποις γεγένησαι, θεραπεύων Ἅγιε ἀῤῥωστήματα, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος, μετὰ δὲ τὴν κοίμησιν, καὶ θανήν σου τὴν σεπτήν, ὡς πηγὴ ἁγιάσματος, τὰ σὰ λείψανα, προσπορίζει ἰάσεις τοῖς αἰτοῦσι, τὴν σὴν χάριν ἀναργύρως, Λουκᾶ ἀκέστορ πανεύφημε.

Δόξα. Ἦχος α΄.
Τῇ θεϊκῇ σοφίᾳ κοσμηθείς, καὶ πολλαπλασιάσας εἰς δέκα, τοῦ Παρακλήτου τὰ τάλαντα, ἐν τῇ Ῥωσίᾳ ἐσχάτως, Ἱεράρχης ἐπεγνώσθης ἄριστος, καὶ τῶν κατ’ ἄμφω νόσων, ἰατρὸς πολυθαύμαστος. Σὺ γὰρ δοχεῖον ὀφθεὶς τῶν ἀρετῶν, διέλυσας τῆς ἀθεΐας τοὺς πλόξους καὶ ὕφανας ἐξαισίως, τῶν ἐνταλμάτων τοῦ Χριστοῦ, τὸν χιτῶνα πανόλβιε, ἀμφιάσας Πάτερ Λουκᾶ, λαὸν γυμνητεύοντα. Διὸ πρέσβευε ἐν οὐρανοῖς, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.




Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῶν ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅγιε τοῦ Θεοῦ, Λουκᾶ μὴ ἐπιλάθου, ἡμῶν τῶν ἱκετῶν σου, καὶ δίδου ταῖς λιταῖς σου, ἑκάστῳ τὰ σωτήρια.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Μέγας ἐν τοῖς καιροῖς, τοῖς νέοις ἀνεφάνης, ἐν τῇ Ῥωσίᾳ Πάτερ, κηρύξας ἀπτοήτως, Χριστοῦ τὸ Εὐαγγέλιον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὡς ὁμολογητής, Λουκᾶ ἐν τῇ Ῥωσίᾳ, τιμᾶσαι ὑπὸ πάντων, καὶ ἐν Ἑλλάδι Πάτερ, ὁμοίως μεγαλύνεσαι.

Δόξα. Τριαδικόν.
Λόγε σὺν τῷ Πατρί, καὶ Πνεύματι Ἁγίῳ, Τριὰς Μονὰς Ἁγία, Λουκᾶ ἱκετηρίαις, τοὺς δούλους Σου ἁγίασον.

Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, Χριστοῦ ἡ θεία Μήτηρ, σὺν τῷ Λουκᾷ ἀπαύστως, τῷ θείῳ Ἱεράρχῃ, ὑπὲρ ἡμῶν πρεσβεύσατε.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν πανσεβάσμιον, Χριστοῦ ἐπίσκοπον, καὶ θεοφώτιστον, σεμνὸν ἀκέστορα, τὸν ἐν ἐσχάτοις τοῖς καιροῖς, ὀφθέντα ἐν τῇ Ῥωσίᾳ, καὶ ὁμολογήσαντα, εὐσεβείας, τὰ δόγματα, σταθηρῶς πρὸ βήματος, τῶν ἀνδρῶν ἀθεότητος, τιμήσωμεν Λουκᾶ ἐκβοῶντες· Χαίροις θεόφρον Ἱεράρχα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ἀρχιθύτην Κυρίου πιστὸν ἀκέστορα, Λουκᾶν τὸν θεοφόρον, τῆς Ῥωσίας τὸν γόνον, φιλάγιοι τιμήσωμεν εὐσεβῶς, ἐπαινοῦντες τοῖς ᾄσμασι, μνήμην αὐτοῦ τὴν ἁγίαν καὶ θαυμαστήν, πολιτείαν καὶ τὰ θαύματα.

Συμφερουπόλεως ὄντως ποιμὴν πανάριστος, καὶ πάσης τῆς Ῥωσίας, ἰατρὸς νοσημάτων, ταῖς θείαις ἐνεργείαις ἀναδειχθείς, τὸν Χριστὸν ὡμολόγησας, ἐν φυλακαῖς ἐξορίαις καὶ τοῖς διωγμοῖς, τοῖς σοῖς λόγοις καὶ τοῖς θαύμασι.

Τῆς Ἐκκλησίας τὸ δόγμα στεῤῥῶς ἐκήρυξας, ἀρχιερεῦ Κυρίου, πρὸ ἀθέων βημάτων, καὶ ἤσχυνας τὴν φάλαγγα τῶν ἐχθρῶν, ἐδαφίσας τὰ ἄπρεπα, τῆς ἀσεβείας ἐντάλματα κραταιῶς, σοφισθεὶς τῇ θείᾳ χάριτι.

Ἕτερα. Ἦχος, ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Εἰκόνα τὴν θείαν τῆς μητρός, τοῦ Κυρίου ἔθηκας, πρὸ ἀφθαλμῶν σου πανεύφημε, λαμβάνων δύναμιν, ἐξ αὐτῆς καὶ θάρσος, ἐν ταῖς ἐγχειρίσεσι, Λουκᾶ ἀρχιερέων τὸ κόσμημα· διὸ τὴν ἴασιν, ἀρωγῇ τῆς θείας χάριτος, τοῖς νοσοῦσι παρεῖχες καὶ πάσχουσιν.

Ἐκ τόπου εἰς τόπον μεταβάς, Ἱεράρχα Ἅγιε, διὰ Χριστὸν ὡς ἀνέστιος, οὐδόλως ἔπτηξας, τῶν ἀθέων δόλον, καὶ θυμὸν τὸν ἄλογον, οὐδὲ τῶν ψευδαδέλφων κακότητα, ἀλλὰ στεῤῥότατα, τὴν Ὀρθόδοξον ἐστήριξας, Ἐκκλησίαν ἐν λόγοις καὶ πράξεσι.

Τὰ σὰ θεῖα λείψανα Λουκᾶ, ἐν Ῥωσίᾳ ἔνδοξε, καὶ ἐν Ἑλλάδι δωρήματα, πιστοῖς προχέουσι, καὶ ἀῤῥωστημάτων, παύουσιν ἀλγήματα, δαιμόνων ἀναιροῦσι τὴν δύναμιν, καὶ ὡς πολύκρουνος, Πάτερ βρύσις καταρδεύουσιν, Ἐκκλησίας Χριστοῦ τὰ πληρώματα.

Δόξα. Ἦχος πλ. β΄.
Ἱεραρχῶν τὴν καλλονήν, καὶ ἰατρῶν τὸ κλέος, τὴν πηγὴν τῶν θαυμάτων, καὶ τοῦ Χριστοῦ ὁμολογητὴν τὸν νέον, ἀπὸ καρδίας συμφώνως ἐγκωμιάσωμεν, λέγοντες· Χαίροις, τῆς Ῥωσίας δένδρον ἀειθαλὲς καὶ πολύκαρπον, τὸ διαθρέψαν τοὺς πιστοὺς ἀρκούντως, ἐν τοῖς ἐσχάτοις χρόνοις τῆς δεινῆς ἀθεΐας· χαίροις, τῆς ἰατρείας θερᾶπον περίδοξε, ὁ πολλοὺς ἐκ θανάτου ἀφαρπάσας, τῇ ἰατρικῇ σου ἱκανότητι, καὶ τῇ θείᾳ νεύσει τοῦ ζωοποιοῦ Ἁγίου Πνεύματος· χαίροις, ἀρχιερέων κόσμε, Συμφερουπόλεως καύχημα, ὁ ἐπωμάδιον βαστάσας, τὸν Σταυρὸν τῶν θλίψεων, καὶ τὰ ὀνείδη τοῦ Χριστοῦ, Ὃν καθικέτευε ταῖς πρεσβείαις σου, Λουκᾶ ἀξιάγαστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





























Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πασῶν τῶν Ῥωσιῶν ἐπικράτεια, ὡς ἐπ’ ἐσχάτων τῶν χρόνων ἐκφύσασα, Ἱεράρχην μέγιστον, καὶ ἄριστον ἰατρῶν, ψυχῶν τε καὶ σωμάτων, τὸν Ἀρχιεπίσκοπον Συμφερουπόλεως, Λουκᾶν τὸν πανθαύμαστον. Οὗτος γάρ, ἐκ νεότητος σοφισθεὶς ταῖς τοῦ Θεοῦ ἐννοίαις, τοῦ κόσμου δοξάριον, καὶ τῶν ἀνθρώπων τὴν εὔκλειαν, ἀνδρικῶς ἀπετάξατο, καὶ ἀπὸ πόλεως εἰς πόλιν διαμείβων, τῶν δογμάτων τῆς πίστεως τὴν ἀλήθειαν, εὐθαρσῶς ἐνώπιον τῶν ἀθέων, τοῖς θεοπνεύστοις αὐτοῦ ῥήμασι, καὶ βίου ὀρθότητι ἐβεβαίωσεν· ὅθεν, ὡς κανὼν ἀκριβέστατος, ἠθῶν καἲ τῆς εὐσεβείας χρηματίσας, τὸ ζῆν θεοφιλῶς ἐξεμέτρησεν, ἐν οὐρανοῖς μεταβὰς ὁ πανάριστος, ἐν οἷς μετὰ τῶν Ἁγίων πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἡ ἑδραία σου πίστις καὶ ἔνστασις, τὰς τῶν τυραννούντων ἀνοίας διέσεισε, σχιματικῶν τὸν χειμάῤῥουν ἐξήρανε, καὶ τῆς Ἐκκλησίας τὰ πλήθη ἐθάῤῥυνεν, ἐν Τασκένδῃ γὰρ καὶ Μόσχᾳ, ἐν Σιβηρίᾳ καὶ Ἀρκτικῷ Ὠκεανῷ, καὶ ἐν πλείστοις τόποις,
ὡς κακοῦργος δεινῶς ἐκακοπάθησας ἐν φυλακαῖς, βαστάζων τὰ στίγματα, καὶ ἀναπληρῶν τὰ ὑστερήματα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν μὴ διαλίπῃς, Ἅγιε Λουκᾶ, καθικετεύων ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ἦχος γ΄.
Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, καὶ ὡραϊσμένος τοῖς στίγμασι τοῖς θείοις, Ἀρχιερεῦ Συμφερουπόλεως Λουκᾶ, τὴν σὴν ποίμνην ἐξέθρεψας, εἰς νομὰς σωτηρίας, ἐκδιώκων τοὺς θυμοφθόρους λύκους, ἐκ τῆς αὐλῆς τῶν προβάτων· ὅθεν, ὁ τῶν ὅλων Δεσπότης, τῆς ὁμολογίας τὸν στέφανον, νομίμως ἀπέδωκέ σοι, καὶ τῶν ζωηφόρων ὀστέων σου τὴν θήκην, πηγὴν ἰατρείας, πᾶσιν ἀνέδειξε· ποικίλας γὰρ ἰᾶται ἀσθενείας, καὶ δύναμιν δωρεῖται, τοῖς εὐλαβῶς αὐτὴν ἀσπαζομένοις, καὶ αἰτοῦσι τὴν θείαν πρεσβείαν σου.

Δόξα. Ἦχος δ΄.
Ὑπὲρ τὰ σαρκικὰ τεκνία σου, τοὺς κατὰ πνεῦμα υἱούς σου, καὶ θυγατέρας ἠγάπης· Τί ἡμᾶς χωρίσει, ἀνέκραζες, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Πάντα ταῦτα ὑπερέβης, τῇ δυνάμει τοῦ ἀγαπήσαντος ἡμᾶς· διὸ νῦν ἐν οὐρανῷ, σὺν Αὐτῷ ὑπάρχων, Ἱεράρχα Λουκᾶ, ταῖς ἱκετηρίαις σου μνήσθητι καὶ ἡμῶν, τῶν ἐπὶ γῆς ἀγωνιζομένων καὶ αἰτουμένων διὰ σοῦ, τὸ μέγα ἔλεος.



Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Ῥωσίας βλαστός, τῶν ἀκεστόρων εὐεργέτης ὁ μέγιστος, καὶ πάσης τῆς Ἐκκλησίας, ἀρχιερεὺς ὁ σεπτός, τῶν ἀθεϊζόντων ἡ κατάπτωσις, δαιμόνων ἀντίπαλος, ἀσθενῶν ἐπιστήριγμα, πεπλανημένων, ἡ ταχεῖα ἀνάνηψις, ἡ φανέρωσις, τῶν χαρίτων τοῦ Πνεύματος, λύχνος ὁ φαεινότατος, ὁ φέγγων τοῖς πέρασι, καὶ τοῖς ἀνθρώποις δεικνύων, ὁδὸν Χριστοῦ τὴν ἐπέραστον, Λουκᾶ θεηγόρε, τῶν πιστῶν παρηγορία, καὶ ἀγαλλίαμα.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ηὔφρανας τὸν λαὸν τοῦ Θεοῦ, διδασκαλίαις καὶ σημείοις πανάριστε, τοῦ σώματος ἰατρείαις, καὶ φωταυγείαις ψυχῆς, ἐν τοῖς χρόνοις ὄντως τοῦ ἀλάστορος, ὡς πέτρα γὰρ πίστεως, τοῦ Χριστοῦ ἡ ἀκλόνητος, τῆς ἀσεβείας, ἐπαφρίζοντα κύματα, Πάτερ ἔστησας, εὐτολμίᾳ τοῦ Πνεύματος· ὅθεν σὲ μακαρίζομεν, Λουκᾶ θεοστήρικτε, καὶ κατὰ χρέος τιμῶμεν, τὴν σὴν ἐπέτειον ᾄσμασιν, αἰτοῦντες λιταῖς σου, νοσημάτων θεραπείαν, καὶ τὴν εἰρήνευσον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πᾶσαν, τὴν ἐπὶ γῆς βιοτήν, Λουκᾶ διῆλθες ἐν ἀνάγκαις καὶ θλίψεσιν, ἐν ψύχει καὶ ἐξορίαις, ἐν φυλακαῖς καὶ δεινοῖς, τὴν στενὴν ὁδεύων τρίβον Ἅγιε, ἀλλὰ τὴν ἀντέκτησιν, Ἱεράρχα ἀπέλαβες, τοῦ Παραδείσου, διὰ βάρος ἀοίδιμε, ὃ ἐβάστασας, τῆς ἡμέρας καὶ καύσωνα· ἔτι δὲ καὶ τὰ λείψανα, τὰ σὰ ἐπληρώθησαν, ὑπερφυῶν χαρισμάτων, καὶ ἀκενώτου χρηστότητος, πρὸς πάντας ἀνθρώπους, τοὺς τιμῶντάς σου τὰ θεῖα, σοφὲ μνημόσυνα.

Δόξα. Ἦχος πλ. δ΄.
Ὁλικῶς ἀγαπήσας, τὸ ἀκρότατον τῶν ἐφετῶν, κατεφρόνησας τῶν ῥεόντων τὸν ἐπίκηρον πλοῦτον, καὶ βασιλεύσας κατὰ παθῶν φθοροποιῶν, τὴν χάριν ἐκομίσω τῆς ἰατρείας, τῶν νόσων τῆς ψυχῆς τε καὶ σώματος. Διὸ ὑψώθης ὡς κυπάρισσος ἐν ἀγάπῃ, ἐξήνθησας ὡς φοῖνιξ ἐν ἐλπίδι, καὶ ηὐξήθης κατὰ Χριστὸν καθάπερ κέρδος, ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ τῶν πονηρῶν ἡμερῶν, ἐξαγοραζόμενος τὸν καιρόν·  ἀλλ’ ὦ Ἀρχιερεῦ Ἅγιε Λουκᾶ, βράβευσον τὰς αἰτήσεις τῶν πρὸς σὲ δεομένων, καὶ δίδου ταῖς εὐχαῖς σου, αὐτοῖς τὰ πρόσφορα.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν πανσεβάσμιον, Χριστοῦ ἐπίσκοπον, καὶ θεοφώτιστον, σεμνὸν ἀκέστορα, τὸν ἐν ἐσχάτοις τοῖς καιροῖς, ὀφθέντα ἐν τῇ Ῥωσίᾳ, καὶ ὁμολογήσαντα, εὐσεβείας, τὰ δόγματα, σταθηρῶς πρὸ βήματος, τῶν ἀνδρῶν ἀθεότητος, τιμήσωμεν Λουκᾶ ἐκβοῶντες· Χαίροις θεόφρον Ἱεράρχα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἄνθος ἠρινόν, ἐν τῷ μέσῳ χειμῶνος, ἐφύης θαυμαστῶς, Ἱεράρχα παμμάκαρ, εὐφραίνων τὰ Ὀρθόδοξα, Ἐκκλησίας πληρώματα· ὅθεν σήμερον, τὴν σεβασμίαν σου μνήμην, ἑορτάζομεν, σοφὲ Λουκᾶ ἐπισκόπων, τὸ θεῖον ἐντρύφημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεκοῦσα Λυτρωτήν, τὸν Χριστὸν Θεοτόκε, τῆς λύμης τοῦ ἐχθροῦ, λύτρωσαί με λιταῖς Σου, καὶ ἴασαι τὰ τραύματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, τῷ ἐλέει Σου, ὡς ποταμὸς εὐσπλαγχνίας, ἀπειρόγαμε, καὶ ἀγαθότητος ῥεῖθρον, καὶ πέλαγος χάριτος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν τῇ Ῥωσίᾳ ἐν ἐσχάτοις τοῖς χρόνοις, ἡ τῶν λειψάνων σου πολύτιμος λάρναξ, καὶ ἐν Ἑλλάδι τμῆμα τῶν ὀστέων σου, νάματα ἐκβλύζουσι, θεραπείας τῶν νόσων, καὶ ἀλγῶν πανεύφημε, Ἱεράρχα ποικίλων, καὶ ὡς πηγὴ ἀκένωτος Λουκᾶ, τοῖς Ὀρθοδόξοις, τὴν χάριν παρέχουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε τὸ τεῖχος Θεοτόκε Παρθένε, τὸ ἀκλινέστατον ἡμῶν τῶν μερόπων, χαῖρε τοῦ κόσμου δύναμις ἀήττητος, χαῖρε ἡ βοήθεια, τῶν εἰς Σὲ ἐλπιζόντων, χαῖρε πάντων ἄνασσα, τῶν ὑμνούντων Σε Κόρη, χαῖρε νυμφὼν Χριστοῦ ὁ εὐπρεπής, χαῖρ δοχεῖον, χαρᾶς φωτεινότατον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν πτωχείαν ὡς σύζυγον εἰληφώς, ἐν τῷ βίῳ σου πλήθη τοῦ σοῦ λαοῦ, τοῖς θείοις σου ῥήμασι, καὶ τροφαῖς ὄντως ἔθρεψας, ὡς σιτοδότης μέγας, σαρκὸς καὶ τοῦ Πνεύματος, ἐν τῇ Ῥωσίᾳ πάσῃ, Λουκᾶ ἀξιάγαστε· ὅθεν οἰκονόμος, τῶν πιστῶν ἀνεδείχθης, ἰθύνων τὴν ποίμνην σου, ἀσφαλῶς πρὸς τὰ κρείττονα, καὶ πρὸς ὅρμον σωτήριον. Ἀλλ’ ἆνερ θεοφώτιστε νῦν, ταῖς λιταῖς σου Χριστὸν καθικέτευε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον οἱ γηγενεῖς, ἐγνωκότες Σε Μῆτερ ἱκετικῶς, φωνοῦμεν καὶ κράζομεν· χαῖρε Νύμφη ἀνύμφευτε, ἡ τὸν Θεὸν ἀφράστως, ἐν μήτρᾳ χωρήσασα, καὶ τῆς ἀρᾶς τὴν λύπην, βροτῶν ἀφανίσασα· ὅθεν τοὺς Σοὺς δούλους, ἐν δεινοῖς πεπτωκότας, ἀνύψωσον τάχιστα, ταῖς ὀξείαις πρεσβείαις Σου, πρὸς Υἱόν Σου καὶ Κύριον· Σὺ γὰρ ἀπορουμένων τροφός, καὶ νοσούντων ἄκος καὶ συμπάθεια, καὶ τῶν καμνόντων ὑπάρχεις, βακτηρία Δέσποινα.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη θεόφρον, ἡ ἰατρική σου χάρις, ἐπὶ πᾶσαν τὴν Ῥωσίαν, καὶ γέγονας ἰατρὸς τῶν νοσούντων, ἅμα δὲ καὶ χρηματίσας, Ἀρχιερεὺς ἐννομώτατος, Συμφερουπόλεως καὶ Κριμαίας, καὶ ἄλλων πόλεων ὤφθης ποιμενάρχης ἄριστος, τῶν λογικῶν προβάτων τῆς Ἐκκλησίας τοῦ Χριστοῦ. Τὸ γὰρ θεόσοφόν σου στόμα, ὡς ποταμὸς ἀνεπίσχετος, τὰς τῶν ἀνθρώπων ἀρούρας κατήρδευσεν, αὐξήσας τὰ ἐν αὐταῖς, τοῦ Εὐαγγελίου ἀγαθὰ σπέρματα. Καὶ νῦν ἐν τοῖς οὐρανοῖς, μετὰ τῶν Ἁγίων συνδιαιτώμενος, πρέσβευε ἀπαύστως, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νόσου ὀχληρᾶς Λουκᾶ, δός μοι λύσιν. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Νεόφωτον ἥλιον, τῆς ἐν Βοῤῥᾷ Ἐκκλησίας σου, προάγομαι Δέσποτα, ὑμνῆσαι ᾄσμασι, καὶ τὴν χάριν σου, αἰτοῦμαι τὴν μεγίστην, ὡς ἂν μέλψω κάλλιστα, Λουκᾶ τὰ θαύματα.
Ὁ βίος σου κάλλιστος, τὰ σὰ σημεῖα πανθαύμαστα, ἡ χάρις σου ἄφθονος, τὸ τέλος Πάτερ σεμνόν, ἐπεγνώσθησαν, ἐν τόποις τῆς Ῥωσίας, ὑπὸ τῶν εἰδότων σε, Λουκᾶ ἀοίδιμε.
Σοφίας τὸ τέμενος, τῆς ἁγιότητος ἄγαλμα, τῆς πίστεως πρόμαχος, Ἀρχιερέων κανών, ἀξιότιμε, Λουκᾶ ἐν τῇ Ῥωσίᾳ, ἐδείχθης τῇ χάριτι, τοῦ θείου Πνεύματος.
Θεοτοκίον.
Ὁ μήτραν οἰκήσας Σου, δι’ ἀγαθότητα ἄπειρον, τὸ βρότειον φύραμα, ἠράσθη τοῦτο σφοδρῶς, καὶ ἐδόξασε, Παρθένε Θεοτόκε, ψυχῶν ἱλαστήριον, καὶ πάντων Ἄνασσα.









ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὑψώθης ἐν γῇ ὑπὸ ἀνθρώπων, ἀλλ’ ἔμεινας ἄτυφος Λουκᾶ, ζηλώσας τὰ ἀκίνητα, καὶ τῷ Θεῷ ἀπέδωκας, τὰ σὰ ἀξιοτίμητα, Ἅγιε Πάτερ χαρίσματα.
Χριστὸν ἀγαπήσας παιδιόθεν, προεῖλες τὴν ἔγγαμον ζωήν, Λουκᾶ σεβασμιώτατε, καὶ γέγονας τὸ πρότυπον, τοῦ γάμου Πάτερ ἄριστον, τῇ καθαρᾷ πολιτείᾳ σου.
Ἀνέθρεψας πάντα τὰ σὰ τεκνά, Λουκᾶ ἐν παιδείᾳ ἀκριβῆ, καὶ φόβῳ τοῦ Κυρίου Σου, τῆς εὐσεβείας σπέρματα, ἐν ταῖς ψυχαῖς πανόλβιε, αὐτῶν βαλὼν τῇ θελήσει Σου.
Θεοτοκίον.
Λειμὼν εὐανθέστατε χαρίτων, τοῦ Πνεύματος Κόρη Μαριάμ, τὸν ζόφον τῆς ἁγνοίας μου, καὶ τοῦ νοὸς τὴν σύγχυσιν, ταῖς Σαῖς εὐχαῖς καταύγασον, ὅπως ὑμνῶ Σε Θεόνυμφε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίαν τὴν θύραθεν ἐπιγινώσκων καλῶς, ἠθέλησας Ἅγιε τὴν ἱερὰν τοῦ Χριστοῦ, γνωρίσαι ἀλήθεια· ὅθεν μετ’ ἐπιστήμης, καὶ συνάρσει τῇ θείᾳ, ἔγνωκας Ἱεράρχα, τοῦ Θεοῦ τὰς ἐννοίας, καὶ ὤφθης τῶν ἀποῤῥήτων, Λουκᾶ μύστης ἄριστος
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαστίζειν οὐ παύεται, τὸ συνειδός μου ἁγνή, πολλὰ γὰρ ἀδόκιμα, καὶ ἀπρεπῆ συνεχῶς, ὁ ἄθλιος ἔπραξα· ὅθεν ἀπάλλαξόν με, ταῖς λιταῖς Σου ἐκ τούτων, δός μοι δὲ καὶ δακρύων, ποταμοὺς ἵνα κλαύσω, πάθη μου τὰ συμβάντα, Παρθένε Θεόνυμφε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Εὐχαρίστως ἀνεγράφης ἐν τῇ δέλτῳ πανεύφημε, τῶν θυτῶν Κυρίου, λάμπων ὡς ἀδάμας πολύεδρος, καὶ ὑπὲρ πάντων ἐτέλεις τὴν ἀναίμακτον, καὶ ζωήῤῥυτον, Χριστοῦ θυσίαν ὡς ἄγγελος.
Πρὸ βημάτων τῶν ἀθέων εὐθαρσῶς ἔστης Ἅγιε, καὶ ἐν παῤῥησίᾳ, τοὺς δεδιωγμένους ἀκέστορας, ὡς ἰατρὸς καὶ ὡς θύτης ὑπερήσπισας, τὴν ἀλήθειαν, Λουκᾶ κηρύσσων τοῖς λόγοις σου.
Ἡ εἰκὼν τῆς Θεοτόκου ὡς πηγὴ ἁγιάσματος, θάρσους καὶ ἐλπίδος, ἐν τῷ χειρουργείῳ ἐκρέματο, ἐξ ἧς ἐλάμβανες Πάτερ θείαν δύναμιν, καὶ τὰ τραύματα, τῶν ἀσθενῶν ἐθεράπευες.
Θεοτοκίον.
Σωστικαῖς Σου ἐνεργείαις ἐκ πολλῶν περιστάσεων, τὸν Ἀρχιερέα, τῆς Συμφερουπόλεως ἔσωσας· διὸ τὸ Σὸν ἐκμαγεῖον κατησπάζετο, ἀειπάρθενε, Λουκᾶς ἐν πάσαις ταῖς θλίψεσι.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Λουκᾶς νεόν ὄνομα, ἐν τῇ κουρᾷ σου εἴληφας, ἐν τῷ Πεντζικὲν σημειοφόρε, καὶ ἐπισκόπων, χάριν κτησάμενος, Πάτερ τὴν ἐπαύριον λαμπρῶς, ἦλθες εἰς τὰ ἴδια, ἐν Τασκένδῃ ὡς ἄγγελος.
Ὁ ἔνσαρκος ἄγγελος, ἐν τῇ Τασκένδῃ γέγονας, πᾶσι τοῖς πιστοῖς Λουκᾶ παμμάκαρ, τὰς θλίψεις φέρων, τὰ ὀνειδίσματα, καὶ τὸν ἐλαφρότατον ζυγόν, χαίρων τοῦ Κυρίου σου, ὡς ποιμὴν θεοστήρικτος.
Ὑπέστης τὰ σκώμματα, ἐν ταῖς ἐγκλείστραις Ἅγιε, ταῖς ὀδυνηραῖς ἀνδρῶν ἀθέων, ἀλλὰ παμμάκαρ, Λουκᾶ τὸ ὄνομα, τοῦ παμβασιλέως Ἰησοῦ, ἀνδρικῷ φρονήματι, καὶ γενναίως ἐστήριξας.
Θεοτοκίον.
Κροτοῦντες πανάμωμε, τὰς χεῖρας οἱ οἰκέται Σου, μέλπομεν ἐν ὕμνοις γηθοσύνοις, Σὲ τὴν ἁγίαν, πάσης τῆς κτίσεως, τὴν ὑψηλοτέραν οὐρανῶν, ὄρος ἀλατόμητον, καὶ Ἀγγέλων τὸ ἄγαλμα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀτίμως Πάτερ πανέντιμε, ἐν τόποις φυλακῶν διετέλεσας, Λουκᾶ τὴν ἄνωθεν, θείαν ῥοπὴν ἐφιέμενος, ἣν ὁ Χριστὸς παρέχει, πιστοῖς τοῖς πάσχουσι.
Διδάσκων Πάτερ τοῖς τρόποις σου, κακούργων κακοτρόπων τὸν ὅμιλον, ἐν τῇ πορείᾳ σου, πρὸς Σιβηρίαν ἐπαίδευσας, ὡς ἀκριβὴς ἀλείπτης, τῆς θείας πίστεως.
Ὁδὸν Χριστοῦ τὴν ἐπίπονον, στενὴν καὶ τεθλιμμένην διώδευσας, ἐν ἐξορίαις σου, καὶ μαρτυρίου τὰ στίγματα, ἐν τῇ σαρκί σου Πάτερ, Λουκᾶ ἐβάστασας.
Θεοτοκίον.
Σὲ Μῆτερ πάναγνε Δέσποινα, ἐλέους τὴν πηγὴν καὶ τῆς χάριτος, καλῶς γινώσκοντες, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὑπὲρ ἡμῶν δυσώπει, πρὸς τὸν Φιλάνθρωπον.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Συμφερουπόλεως Λουκᾶν τὸν ἀρχιποίμενα, καὶ ἰατρὸν τὸν ἐπιστήμονα τὸν ἄριστον, οι φιλάγιοι ὑμνήσωμεν ἐγκαρδίως· ἐν Ῥωσίᾳ γὰρ βιώσας ὥσπερ ἄγγελος, ὡμολόγησε Χριστοῦ τὸ θεῖον ὄνομα· διὸ κράζομεν· Χαίροις Πάτερ ἀοίδιμε.
Ὁ Οἶκος.
Ἄγγελος Πάτερ ὤφθης, ἐπ’ ἐσχάτων τῶν χρόνων, ἐν χώρᾳ δυστυχούντων ἀνθρώπων· βιοτεύσας ἐνθέως ἐν γῇ, Ἱεράρχα Λουκᾶ ὄντως τὸ πρότυπον, λαοῦ καὶ κλήρου γέγονας· διόπερ σοι ἐβόων ταῦτα·
Χαῖρε, τὸ εὖχος πάσης Ῥωσίας·
χαῖρε, τὸ σκεῦος τῆς εὐσεβείας.
Χαῖρε, ποιμανσίας ἀνθρώπων τὸ μίμημα·
χαῖρε, ἰατρείας ἀλγούντων τὸ καύχημα.
Χαῖρε, ὅτι ὡμολόγησας τὸν Χριστὸν ἀνδροπρεπῶς·
χαῖρε, ὅτι ἐθεράπευες ἀῤῥωστήματα βροτῶν.
Χαῖρε, ὅτι ἐκ παίδων ἡλικίας ἐκλάμπεις·
χαῖρε, ὅτι ἐγγάμων συζυγίας ἠράσθης.
Χαῖρε, τεκνίων τῶν σῶν τὸ φέγγισμα·
χαῖρε, πιστῶν τὸ ἅγιον κλέϊσμα.
Χαῖρε, σεμνῶν ἐπισκόπων ὁ κόσμος·
χαῖρε, ἠθῶν οὐρανίων ὁ τόμος.
Χαίροις, Πάτερ ἀοίδιμε.

Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Λουκᾶ ἀρχιεπισκόπου Συμφερουπόλεως τῆς Κριμαίας, τοῦ ἰατροῦ.
Λουκᾶς Συμφερουπόλεως ἀρχιθύτης,
καὶ ἰατρὸς σωμάτων τιμάσθω ὕμνοις.
Ἐνδεκάτῃ Λουκᾶς θάνε ἰητὴρ καὶ θύτης πρῶτος.
Οὗτος, ὑπῆρχεν ἐκ πόλεως Κὲρτς τῆς Χερσονήσου τῆς Κριμαίας, πατρὸς Φέλικος Στανισλάβοβιτς, ῥωμαιοκαθολικοῦ ἐν τῇ πίστει καὶ μητρὸς Μαρίας Δημητρίεβνα, πιστῆς Ὀρθοδόξου. Ἐγεννήθη ἐν ἔτει 1877ῳ. Πολλάκις εὑρέθη προσφοιτῶν τοῖς ἁγίοις λειψάνοις ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἔνθα καὶ τὰ σπέρματα ἔλαβεν τῆς θείας χάριτος αὐξήσας ταῦτα ἱκανῶς ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἀνδρωθεὶς ἐσπούδασεν τὴν τῶν ἰατρῶν ἐπιστήμην ἐν τῷ Πανεπιστημίῳ τοῦ Κιέβου ἀριστεύσας ἐν ταῖς ἐπιδόσεσιν αὐτοῦ. Εἶτα ἐνυμφεύθη τὴν Ἄννα Βασιλιγίεβνα, ἀποκτήσας μετ’ αὐτῆς τέσσαρα τέκνα. Τῆς ἰδίας αὐτοῦ γυναικὸς θανούσης προώρως, ἐχειροτονήθη ἱερεύς, και μετ’ οὐ πολὺ ἐπίσκοπος, καρεὶς πρότερον μοναχός, καὶ εἰληφὼς πρὸς τοῦτο τοὔνομα Λουκᾶς, τοῦ προτέρου ὀνόματος, ἤγουν τοῦ Βαλεντίνου καταλιπόντος. Ὡς ἰατρὸς καὶ ἱεράρχης, ἐνισχυθεὶς ὑπὸ τῆς ἄνωθεν ῥοπῆς ὡμολόγησε θαρσαλέως το τοῦ Χριστοῦ ὄνομα πρὸ τῶν δικαστικῶν βημάτων καὶ ἀθέων ἀνδρῶν. Διῆλθεν ἱκανὸν χρόνον τοῦ βίου αὐτοῦ ἐν ταῖς φυλακαῖς καὶ ὑπέστη διὰ τὴν πίστιν  αὐτοῦ διωγμούς, καὶ μαρτύρια, μὴ δειλανδρίσας πρὸ τῶν ἀπειλῶν και τῶν μηχανημάτων τοῦ ἀρχεκάκου ἐχθροῦ. Διαμείβων ὁ μακάριος ἐκ πόλεως εἰς πόλιν διὰ τὴν κατ’ αὐτοῦ μανίαν τῶν διωκτῶν ἀθέων ὡς ἐπίσκοπος θεοφιλῶς ἐστήριξε τὸ τοῦ λαοῦ πλήρωμα εν ταῖς ἐπισκοπαῖς Τασκένδης, Ταμπώφ, και Συμφερουπόλεως τῆς Κριμαίας καὶ ἀλλαχοῦ καὶ ὡς ἰατρὸς ἐν πλείστοις τόποις της Ῥωσίας διέσωσεν ἐκ τοῦ θανάτου πολλοὺς τῶν νενοσηκότων. Ἐχαρίσατο αὐτῷ ὁ Θεός, καὶ ἐν ζωῇ και μετὰ τὸ θανεῖν αὐτὸν ἐνεργήματα ὑπερφυσικῶν δυνάμεων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν τῇ Συμφερουπόλει ἐν ἔτει 1961.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν τελοῦμεν τῆς ἐν Ἁγίῳ Ὄρει, ἐν τοποθεσίᾳ τῇ καλουμένῃ ᾌδειν ἀγγελικῆς παρουσίας καὶ διδαχῆς τοῦ προϋμνίου· Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν τὴν Θεοτόκον, προτασσομένου τῆς ᾨδῆς· Τὴν τιμιωτέρα τῶν Χερουβίμ.
Ἄξιόν ἐστιν, Ἄγγελος ὑφηγεῖται,
Σεπτὴν Μητρόθεον Μαριὰμ μεγαλύνειν.
Εἰς τὴν πρωτεύουσαν τοῦ Ἁγιωνύμου Ὄρους τοῦ Ἄθωνος, τὰς Καρεάς, ἐν τῇ άριστερᾷ ὄχθῃ τοῦ κατιόντος χειμάρρου τοῦ Λιβαδογένη, κάτωθεν τῆς ῥωσσικῆς σκήτεως τοῦ Ἁγίου Ἀνδρέου, εἰς τὰ ὅρια τῆς Ι. Μ. Παντοκράτορος, εὑρίσκεται μεγάλος τις λάκκος, ὁ ὁποῖος ἔχει κελλία διάφορα. Εἰς ἕνα τῶν κελλίων τούτων ἐπ’ ὀνόματι τιμώμενον τῆς Κοιμήσεως τῆς Θεοτόκου, κατὰ τὸ ἔτος 982, κατῴκει γέρος τις ἱερομόναχος ἐνάρετος μετὰ τοῦ ὑποτακτικοῦ αὐτοῦ. Ἦτο δὲ συνήθεια τότε νὰ γίνεται ἀγρυπνία καθ’ ἑκάστην Κυριακὴν εἰς τὸν Ι. Ν. τοῦ Πρωτάτου. Κατὰ τὸ ἑσπέρας τοῦ Σαββάτου λοιπὸν τῆς 10ης Ἰουνίου, θέλοντας νὰ ὑπάγει ὁ προῤῥηθεὶς Γέρων εἰς τὴν ἀγρυπνίαν μόνος, λέγει τῷ μαθητῇ αὐτοῦ: Τέκνον, ἐγὼ μὲν ὑπάγω εἰς τὴν ἀγρυπνίαν ὡς συνήθως, σὺ δὲ μεῖνον εἰς τὸ κελλίον, καὶ ἀνάγνωσον ὡς δύνασαι τὴν ἀκολουθίαν σου. Καὶ οὕτως εἰπών, ἀπῆλθε. Παρελθούσης δὲ τῆς ἑσπέρας, ἰδού, κρούει τις τὴν θύραν τοῦ κελλίου· ὁ δὲ ὑποτακτικὸς τοῦ Γέροντος ἀνοίξας, εἶδεν ὅτι ἦτο ξένος τις μοναχός, ἄγνωστος εἰς αὐτόν· ὁ ὁποῖος εἰσελθὼν κατὰ τὴν αἴτησιν αὐτοῦ, ἔμεινεν τὴν νύκτα ἐκείνην εἰς τὸ κελλίον. Ἐν δὲ τῷ μεσονυκτίῳ ἀναστάντες, ἔψαλλον ὁμοῦ τὴν καθορισμένην ἀκολουθίαν· καὶ ὅταν ἔφθασαν εἰς τὴν Τιμιωτέραν, ὁ μὲν ὑποτακτικὸς ἔψαλλε μόνον· τὴν Τιμιωτέραν τῶν Χερουβίμ· καὶ καθ’ ἑξῆς ἕως τέλους, τὸν συνήθη δηλαδὴ παλαιὸν ὕμνον τοῦ Ἁγίου Κοσμᾶ τοῦ Ποιητοῦ· ὁ δὲ ξένος ἐκεῖνος μοναχός, σταθεὶς ἔμπροσθεν τῆς Ἱ. Εἰκόνος τῆς Θεοτόκου μετὰ περισσῆς εὐλαβείας καὶ φόβου, ἔκαμεν ἀρχὴν ἑτέραν τοῦ ὕμνου, ψάλλων μελιῤῥύτῳ φωνῇ οὕτως: Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Ὅθεν θαυμάζων ὁ ὑποτακτικός, λέγει τῷ φαινομένῳ ξένῳ: Ὁσιώτατε ἀδελφέ, ἡμεῖς μόνον τὴν τιμιωτέραν ψάλλομεν, τὸ δὲ Ἄξιόν ἐστιν οὐδέποτε ἠκούσαμεν, οὔτε ἡμεῖς, οὔτε οἱ πρότεροι ἡμῶν. Ἀλλὰ παρακαλῶ σε, ποίησον ἀγάπην καὶ γράψον καὶ εἰς ἐμὲ τὸν θαυμαστὸν τοῦτον ὕμνον, ὅπως καὶ ἐγὼ ψάλλω εἰς τὴν Θεοτόκον. Ὁ δὲ ἀποκριθείς: φέρε μοι, λέγει, μελάνι καὶ χαρτὶ διὰ νὰ τὸν γράψω. Οὗτος ἀντέφη: Δὲν ἔχω οὔτε μελάνι, οὔτε χαρτί. Φέρε μοι τότε μίαν πλάκα, εἶπεν ὁ ξένος. Δραμὼν λοιπόν, προσεκόμισεν πλάκα τινά, τὴν ὁποίαν προχείρως εὗρε. Λαβὼν οὖν ταύτην ὁ ξένος, ὦ τοῦ παραδόξου θαύματος! διὰ τοῦ δακτύλου αὐτοῦ, ἔγραψεν ἐπάνω αὐτῆς τὸν ῥηθέντα ὕμνον τοῦ Ἄξιόν ἐστιν. Τοσοῦτον δὲ βαθέως τὰ γράμματα ἐκεῖνα ἐχαράχθησαν ἐπάνω εἰς τὴν σκληρὰν πλάκα, ὥς αὕτη νὰ ἦτο πηλὸς ἁπαλώτατος: Λέγων δέ: Ἀπὸ σήμερον καὶ εἰς τὸ ἑξῆς, οὕτω νὰ ψάλλετε καὶ ἐσεῖς καὶ ἅπαντες οἱ Ὀρθόδοξοι τῇ Κυρίᾳ ἡμῶν Θεοτόκῳ. Καὶ ταῦτα εἰπών, ἔγινεν ἄφαντος. Ἐπιστρέψαντος τοῦ γέροντος ἐκ τῆς ἀγρυπνίας, πάντα ἀκούσας ὑπὸ τοῦ ὑποτακτικοῦ του, ἰδὼν δὲ καὶ τὸ ἱερὸν πλακίδιον, ἔμεινεν ἐκστατικὸς διὰ τὸ τοιοῦτον θαυμάσιον. Λαβόντες λοιπὸν ὁμοῦ Γέρων καὶ μαθητὴς τοῦτο, ἀπῆλθον εἰς τὸ Πρωτάτον. Ὁ δὲ πρῶτος τοῦ Ἁγίου Ὄρους καὶ οἱ λοιποὶ Γέροντες τῆς κοινῆς συνάξεως, ἀκούσαντες ὑπ’ αὐτῶν τὰ περὶ τοῦ γενομένου θαύματος, ἐθαύμασαν, ἐδόξασαν τὸν Θεὸν καὶ τὴν Κυρίαν Θεοτόκον καὶ τὸν Ἀρχιστράτηγο Γαβριήλ. Εὐθὺς δὲ ἀπέστειλαν τὴν Ἀγγελοχάρακτον πλάκα εἰς Κωνσταντινούπολιν πρὸς τὸν Πατριάρχη καὶ τὸν Βασιλέα. Ἀπεφάσισαν δέ, ὅπως μεταθέσωσι τὴν ἱερὰν τῆς Θεοτόκου εἰκόνα, καὶ καταθέσωσιν αὐτὴν ἐντὸς τοῦ Ἁγίου Βήματος τοῦ Ι. Ν. τοῦ Πρωτάτου. Ἐνθρόνισαν δὲ αὐτὴν εἰς τὸ μέσον τοῦ ἱεροῦ συνθρόνου, ὄπισθεν τῆς Ἁγίας Τραπέζης, ἔνθα καὶ μέχρι σήμερον κεῖται.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός σε, σταυρικὸν φέρει πάθος.
Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Τούτων μὲν ὁ Ἅγιος Βαρθολομαῖος εἷς ἦν τῶν δώδεκα μαθητῶν, ὃς Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας, καὶ τὸ κατὰ Ματθαῖον αὐτοῖς παραδοὺς Εὐαγγέλιον, Σταυρῷ παραδοθεὶς ἐν Ἀλβανουπόλει, τελειοῦται ἐνδόξως· καὶ ἐν μολυβδίνῃ λάρνακι τεθείς, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Ὑπὸ δὲ θείας προνοίας, μέχρι Σικελίας, ἐν Λιπάρει τῇ νήσῳ κομισθείς, καὶ φανερωθείς, ἐκεῖ θάπτεται, πολλῶν θαυμάτων, ὡς ἔκ τινος πηγῆς, ἐκ τῆς ἁγίας καὶ τιμίας αὐτοῦ σοροῦ ἀναδιδομένων, καὶ πᾶσι τοῖς πιστῶς προσερχομένοις, ταχεῖαν διδόντων τὴν ἴασιν, καὶ πρὸς τὰ οἰκεῖα μετ’ εὐφροσύνης καὶ θυμηδίας ἐπανιέναι ποιούντων.
Ὁ δέ γε Βαρνάβας, ὅς καὶ Ἰωσῆς ἐν ταῖς τῶν Ἀποστόλων πράξεσιν ἀναγέγραπται, εἷς τῶν ἑβδομήκοντα ὑπάρχων, συνέκδημος Παύλου χειροτονεῖται. [Ἑρμηνεύεται τοῦτο τὸ ὄνομα, Υἱὸς παρακλήσεως], ἐκ φυλῆς μὲν Λευΐ ὁρμώμενος, κατὰ τὴν Κύπρον δὲ νῆσον γεννηθὴς καὶ τραφείς. Οὗτος πρῶτον ἐν Ἱερουσαλήμ, εἶτα καὶ ἐν Ῥώμῃ καὶ Ἀλεξανδρείᾳ ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ἐπελθὼν ἐν Κύπρῳ, ὑπό τε Ιουδαίων καὶ Ἑλλήνων λίθοις κτείνεται, καὶ πυρὶ παραδίδοται. Ὅν Μάρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς συγκομίσας, ἔθετο ἐν σπηλαίῳ, καὶ ἐκπλεύσας εἰς Ἔφεσσον πρὸς Παῦλον, ἀνήγγειλεν αὐτῷ τὴν τελείωσιν Βαρνάβα· ἔκλαυσε δὲ αὐτὸν Μάρκος ἐπὶ πολύ. Οὗτος λέγεται τεθάφθαι ἅμα τῷ ὑπ’ αὐτοῦ γραφέντι κατὰ Μάρκος Εὐαγγελίῳ, τῷ καὶ ἐσύστερον εὑρεθέντι μετὰ τοῦ άποστολικοῦ σώματος. Ὅθεν καὶ προνόμιον ἔλαβον οἱ πιστοί, μὴ ὑποκεῖσθαι τινὶ τῶν ἄλλων Επισκόπων ταύτην τὴν νῆσον, ἀλλ’ ὑπὸ τοῦ ἰδίου Ἐπισκόπου χειροτονεῖσθαι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπεμπτος, μετὰ καὶ ἑτέρων τεσσάρων, ξίφει τελειοῦται.
Ὁ Θεόπεμπτος τέσσαρας διὰ ξίφους,
Εὑρὼν συνάθλους πέμπτος αὐτὸς εὑρέθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν Βάσῃ ἀσκήσαντος.
Ὄφιν νεκρώσας δι’ ἀσκήσεων πόνων,
Εὗρες βραβεῖα βίον φθαρτὸν ἐξεπέρησεν.
Οὗτος, ἦν εἷς τῶν Τριακοσίων Ἀλαμάνων, τῶν εἰς Κύπρον ἐλθόντων ἐκ Παλαιστίνης, διὰ τὸν φόβον τῶν μιαρῶν Ἀγαρηνῶν. Ἀφιχθεὶς ἐν Κύπρῳ, προσῆλθεν εἰς τὸ παρὰ τὴν κώμην Βάσαν σπήλαιον, ἔνθα διῆγεν ἀσκητικῶς ἀγωνιζόμενος, ἐν προσευχαῖς, νηστείαις καὶ ἐν πάσῃ κακοπαθείᾳ. Ἀσκήσας οὖν ἐνταῦθα πλείστους χρόνους καὶ καθάρας ἑαυτὸν ταῖς ἀρεταῖς, πλήρης ἡμερῶν ἐκοιμήθη ὁσιακῶς, τῶν Βασέων παρισταμένων αὐτῷ, οἵτινες κατεῖδον τὸ πρόσωπον αὐτοῦ, ὑπὲρ ἡλίου ἀκτίνας ἐξαστράπτων ἐν τῇ ὥρᾳ τῆς κοιμήσεώς του. Τὸ τίμιον αὐτοῦ σκῆνος ἐνεταφιάσθη ἔνδον τοῦ σπηλαίου του. Μετὰ δὲ παρέλευσιν χρόνων ἱκανῶν εὑρέθησαν τὰ λείψανά του καὶ μετεκομίσθησαν ἐν τῇ κώμῃ τῆς Βάσης.






Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ζαφείριος, ἐν ἔτει 1821, ἐν Θεσσαλονίκῃ, τελειοῦται.
Χριστοῦ κηρύξας θεότητα γενναίως,
Μαρτύρων εὗρες Ζαφείριε, τὴν δόξα.
Πρώτῃ τε δεκάτῃ Ζαφείριος, Χριστῷ παρέστη.
Οὗτος, ἔφηβος ἔτι ὤν, καὶ ἐργαζόμενος ἐν Ἁγίῳ Ὄρει, κατὰ τὴν ἐπανάστασιν τοῦ 1821, συνελήφθη καὶ ἤχθη εἰς Θεσσαλονίκην μεθ’ ἑτέρων 69 συνομηλίκων. Ἐκεῖ, μετὰ βιαίους προπηλακισμοὺς καὶ ἀπειλάς, οἱ μὲν συνομήλικοι ἅπαντες ἐδέξαντο τὴν τοῦ Μωάμεθ ψευδοθρησκείαν περιτμηθέντες· μόνος δὲ ἀπομείνας ὁ Ἅγιος Ζαφείριος, τὸν Χριστὸν Θεάνθρωπον ὡμολόγησε καὶ μὴ δεξάμενος τὸν ἐξισλαμισμόν, μετὰ καὶ πλήθους Ἁγιορειτῶν Πατέρων, μαρτυρικῶς τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Μητροφάνους Τσὶ-Τσούνγκ, ἱερέως τῆς ὀρθοδόξου ἱεραποστολῆς ἐν Πεκίνῳ, τῆς Μάρτυρος συζύγου αὐτοῦ πρεσβυτέρας Τατιανής, τῶν υἱῶν αὐτοῦ Ἰωάννου καὶ Ἡσαΐου μετὰ τῆς μνηστῆς αὐτοῦ Μαρίας, τοῦ Παύλου Οὐὰν κατηχητοῦ τῆς ἱεραποστολῆς, τοῦ Ματθαίου Χάϊ-Τσούγη, καὶ ἀδελφοῦ του Βίτου, τοῦ Κλήμεντος Κούϊ-Κίν, τῆς Ἄννης Τσού, καὶ ἑτέρων Νεομαρτύρων, ἐν συνόλῳ 222, σφαγιασθέντων ὑπὸ τῶν ἀθέων ἐν ἔτει 1900 μ. Χ.
Ὡς ὀπτοηθέντες ἐν βασάνων κλιβάνῳ,
δόξης δοχεῖα ἡ σποδὸς ἡμῶν ὤφθη,
τράπεζα σινικοῖς Χριστοῦ,
σκεύεσιν κοσμηθεῖσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν ποταμῷ Βετολοῦγκα, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μεμαρτύρηκας εὐτόλμως ἐν ταῖς πόλεσι τῆς ἐξορίας σου, πίστιν Χριστοῦ τοῦ Θεοῦ, καὶ εἴρηκας πάντοτε, Λουκᾶ ἀοίδιμε· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὁλομέτωπον ἐδέχθης ὄντως πόλεμον καὶ τὴν ἐχθρότητα, ἐκ τῶν ἀθέων ἀνδρῶν, θυτῶν ψευδαδέλφων τε, καὶ τῶν οἰκείων σου, ἀλλ’ ἐχώρησας, περιχαρὴς εἰς σκάμματα, τῆς καλῆς ὁμολογίας.
Ἰασάμενος πολλοὺς Λουκᾶ ἐπίσκοπε ταῖς ἐνεργείαις σου, ἐκ δυσιάτων ἀλγῶν, ψυχῆς τε καὶ σώματος, ἔχαιρον ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λύτρον γέγονε ὁ Σὸς Υἱὸς πανύμνητε ἡμῖν τοῖς δούλοις Σου, καὶ ἐκ φθορᾶς τῶν κακῶν, ἐῤῥύσατο ἅπαντας, τοὺς πίστει μέλποντας· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὕδρευμα χαρίτων ἰατρείας, ἡ λάρναξ τῶν σῶν ὀστῶν ἡ πολυτίμητος, τοῖς ἀνθρώποις γέγονεν, ἐπ’ ἐσχάτων Ἅγιε, καὶ θεραπεύει χάρισι, Λουκᾶ τοὺς ᾄδοντας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στήριγμα ἡμῶν τῶν σὲ τιμώντων, ἐν μάνδρᾳ τοῦ Σαγματίου τὰ μερίσματα, τῶν σεπτῶν λειψάνων σου, Πάτερ ἀνεδείχθησαν, καὶ ἁγιάζει ἅπαντας, Λουκᾶ τοὺς λέγοντας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἴαμα καμνόντων ἡ σορός σου, ἐν πόλει Συμφερουπόλεως ἀοίδιμε, δαιμονώντων κάθαρσις, τῶν στενόντων κούφισμα, καὶ τῶν πιστῶν βοήθεια, βοώντων Ἅγιε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νῦν ἀπὸ καρδίας Σοι τὸ Χαῖρε, Ἀγγέλου τοῦ Γαβριὴλ θεοχαρίτωτε, μέλπομεν οἱ δοῦλοί Σου, καὶ αἰτοῦμεν λέγοντες, ταῖς Σαῖς εὐχαῖς ἱκέτευε, τὸν θεῖον τόκον Σου, ῥυσθῆναι, ἐκ πολλῶν παθημάτων, τοῦ δεινοῦ βελίαρ, καὶ δράκοντος ἀρχαίου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴθυνας σοφῶς, τὸν σὸν βίον Ἅγιε, πρὸς τὰ οὐράνια, ἔχων κατὰ νοῦν Λουκᾶ, τῆς Βασιλείας Χριστοῦ τὰ ἄφθαρτα· διὸ καὶ τὰ ἐπίκηρα, καὶ ὄντως ῥέοντα, ἀπεστράφης, καὶ καλῶς ἐμίσησας, Ἱεράρχα Χριστοῦ ἀξιότιμε.
Ὥσπερ ποταμός, τοῖς ῥείθροις τῆς χάριτος, τὴν Συμφερούπολιν, καὶ Ῥωσίαν ἅπασαν, ἐν τοῖς ἐσχάτοις, χρόνοις ἐπότισας, ὡς ἰατρὸς γὰρ ἄριστος, τὰ ἀῤῥωστήματα, τῶν σωμάτων, καὶ ὡς θύτης πρώτιστος, ἁμαρτίας Λουκᾶ ἐθεράπευσας.
Ἡ τοῦ Σαγματᾶ, Μονὴ ἐπαγάλλεται, Λουκᾶ Ἐπίσκοπε, ὡς γὰρ δῶρον πάντιμον, τῶν σῶν λειψάνων σχοῦσα μερίσματα, πανηγυρίζει σήμερον, τὴν θείαν μνήμην σου, καὶ γεραίρει, τὰ σὰ πολυάριθμα, ἐν Ῥωσίᾳ καὶ ὧδε ἰάματα.
Θεοτοκίον.
Λάμπει Σου ἁγνή, τὸ κάλλος ὡς ἥλιος, Θεογεννήτρια, καὶ αὐγάζει ἅπαντα, ἀΰλων νόων φῦλα ἀμύθητα, καὶ τῶν βροτῶν συστήματα, τὰ εὐσεβέστατα, καὶ βοῶντα· Χαίροις παμμακάριστε, οὐρανοῦ τε καὶ γῆς ἐγκαλλώπισμα.






Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Λουκᾶν τὸν νέον Ἅγιον, καὶ ἀρχιθύτην Κυρίου, καὶ τῆς Ῥωσίας κόσμημα, ἰατρῶν ποδηγέτην, Συμφερουπόλεως κλέος, Σαγματᾶ τὸν ἐπόπτην, τὸν ἔνδοξον Ἀνάργυρον, ὑπόδειγμα καὶ προστάτην, τοῖς ἱεροῖς μελίσμασιν, ἀνευφημήσωμεν πάντες.
Θεοτοκίον.
Χριστοῦ ναὸς ὁ ἔμψυχος, καὶ τὸ κατάσκιον ὄρος, καὶ ἡ λαβὶς τὸν ἄνθρακα, ἐνεγκοῦσα τῷ κόσμῳ, ἡ πορφυρὶς Βασιλέως, καὶ οὐράνιος πύλη, καὶ βάσις στάσις κίνησις, Προφητῶν καὶ Μαρτύρων καὶ ἀσκητῶν, ἀνεδείχθης Δέσποινα Θεοτόκε· διὸ μὴ παύσῃ πάντοτε, διαφυλάττουσα πάντας.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Λουκᾶ ἀξιάγαστε, ὁ τῶν ἀθέων ἑσμός, ἀληθείας τὰ δόγματα, εὐμενῶς μὴ φέροντες, κατὰ σοῦ ἐκινήθησαν, ἐπιβουλάς τε καὶ ὀνειδίσματα, καὶ λοιδορίας μυρίας ῥάπτοντες· ὢ τῆς ἐνστάσεως, τῆς στεῤῥᾶς σου Ἅγιε δι’ ἧς ἱστόν, κακουργίας ἔλυσας, καὶ ἀθεότητος.

Πάτερ, Λουκᾶ πανσεβάσμιε, Ἀρχιερέων στολή, ἐνδυθεὶς τὸ φιλόχριστον, τῆς Ῥωσίας πλήρωμα, πρὸς Χριστὸν καθοδήγησας, Ὀρθοδοξίας τοῖς παραγγέλμασι, καὶ πολιτείᾳ σου τῇ ὀρθότητι· ὢ τῆς συνέσεως, καὶ πολλῆς σου χάριτος, δι’ ὧν σοφέ, τῆς σῆς ποίμνης πρόβατα, ἐποδηγέτησας.

Πάτερ, Ἱεράρχα Ἅγιε, μετ’ ἐπιστήμης πολλούς, τῶν νοσούντων ἐκούφισας, φανερώσας ἅπασι, τῆς σοφίας σου μέγεθος, καὶ μετὰ θάνατον τὰ ὀστέα σου, τῆς ἰατρείας τὰ ῥεῖθρα βλύζουσιν· ὢ τῆς σῆς λάρνακος, τῶν λειψάνων πάντιμε, δι’ ὧν Λουκᾶ, ἀφειδῶς ἰάματα, ἡμῖν μετέδωκας.

Ἅγιε Λουκᾶ μακάριε, ἐν τῇ Μονῇ Σαγματᾷ, ὡς χρυσίον πολύτιμον, τῶν ὀστῶν σου τμήματα, οἱ Πατέρες κατέχουσι· διὸ τὴν μνήμην τὴν σὴν γεραίρουσιν, ἐκδιηγούμενοι τὰ σημεῖά σου· ὢ τῶν θαυμάτων σου, δι’ ὧν δίδως ἴασιν ἡμῖν ἀεί, ὡς ἀκέστωρ ἄριστος, τοῦ Παντοκράτορος.

Δόξα. Ἦχος πλ. α΄.
Ἅγιε Πάτερ, εἰς πᾶσαν τὴν Ῥωσίαν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· τὴν στεῤῥάν σου γὰρ ὁμολογίαν τῆς πίστεως, Ἱεράρχα θεόσοφε, Ἄγγελοι ἀκούσαντες ἐπεκρότησαν, διάβολος μετὰ δαιμόνων ἐτραυματίσθη, καὶ ὁ Κύριος ταύτην, ἐν οὐρανοῖς ἐπεγράψατο· τῇ δὲ ίατρικῇ σου τέχνῃ, ἄνθρωποι νοσοῦντες ἰάθησαν, τῶν ἰατρῶν οἱ ὅμιλοι ἐδιδάχθησαν, καὶ τῶν ἀθέων φαλαγγαρχίαι κατεπλάγησαν. Διὸ ἐν χαρᾷ τὴν μνήμην σου ἄγοντες, Λουκᾶ παναοίδιμε, ἱκετικῶς βοῶμέν σοι· μὴ παύσῃ καθικετεύων ταῖς σαῖς πρεσβείαις, Χριστὸν τὸν Θεὸν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς Ῥωσίας νέος βλαστός, καὶ τῶν ἀκεστόρων ὁ προστάτης καὶ βοηθός· χαίροις Ἐκκλησίας, Χριστοῦ ὁ ἱεράρχης, Λουκᾶ ποιμὴν θεόφρον, ἀξιοτίμητε.


























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καὶ ἰατρὸς τῶν ἀσθενούντων μερόπων, καὶ πρεσβευτὴς Λουκᾶ πρὸς τὸν φιλάνθρωπον, τοὺς ἐπιζητοῦντάς σου, τὴν θεόσδοτον χάριν, μὴ ἐλλείπῃς Ἅγιε, ἀπὸ πάσης ἀνάγκης, καὶ χαλεπῶν τοῦ βίου ἀναγκῶν, διαφυλάττων, ταῖς θείαις πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Λουκᾶ ἰατρέ, τοὺς νοσοῦντας ἴασαι. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Λουκᾶ ἀρχιθῦτα τὸν Ἰησοῦν, πάντοτε δυσώπει, ὑπὲρ πάντων ἡμῶν λιταῖς, νόσων λυτρωθῆναι δυσιάτων, καὶ δυσπραγίας τοῦ βίου πανόλβιε.
Ὁρμὰς τὰς ἀτάκτους τῶν ἡδονῶν, Λουκᾶ καὶ ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τῇ σῇ προστασίᾳ Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνάσπασον πρόῤῥιζον.
Ὑφέρπων δολίως ὁ πονηρός, προσβάλλει με ὄντως, ἀῤῥωστήματα τοῖς δεινοῖς, ἀλλ’ ὡς θεοκίνητος ἀκέστωρ, τὴν ἰατρείαν Λουκᾶ δός μοι τάχιστα.
Θεοτοκίον.
Καμάτου τοῦ σώματος καὶ ψυχῆς, τοὺς δούλους Σου Μῆτερ, ἐλευθέρωσον Σαῖς λιταῖς, καὶ χάρισαι πᾶσι τὴν ἐλπίδα, τοῦ πλατυσμοῦ καὶ ἀνέσεως Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποῤῥήτως τὴν χάριν τὰ σὰ ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει ταῦτα ἀσπάσασθαι, ἐν Σαγματᾷ τῇ Μονῇ, καὶ ἐν τῇ χώρᾳ Ῥωσίας, ὡς πηγὴ ἀείῤῥοος, Λουκᾶ ἀοίδιμε.
Ἰαθῆναι λιταῖς σου παρακαλῶ Ἅγιε, ἐκ τῆς ταραχῆς τοῦ νοός μου, καὶ τῆς δειλίας μου, σὺ γὰρ ὡς εὔτολμος, ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, Χριστοῦ τὴν ἀλήθειαν, Λουκᾶ ἐκήρυξας.
Ἀρχιθύτης ὑπάρχων ἐν οὐρανῷ ἔπαρον, τὰς σεπτάς σου χεῖρας θεόφρον, πρὸς τὸν φιλάνθρωπον, ἀπαλλαγῆναί με, ἀμπλακημάτων παντοίων, ὡς ἂν τὴν σωτήριον, τρίβον πορεύσομαι.
Θεοτοκίον.
Τὰς συμβάσεις τοῦ βίου καὶ δυσμενῆ σκάνδαλα, τὰς ἐπιφορὰς τοῦ βελίαρ καὶ μηχανήματα, γηΐνων θέλγητρα, καὶ τῶν ματαίων ὀρέξεις, ἀφ’ ἡμῶν ἀπόστησον, Παντοβασίλισσα.

Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω σημειοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν χρόνοις τοῖς νῦν Λουκᾶ Ἀρχιεπίσκοπε, ἐφάνης πιστοῖς, παραμυθία ἄφατος· διὸ μὴ παύσῃ Ἅγιε, συντηρῶν προμηθείᾳ τῇ κρείττονι, ὡς παῤῥησίαν σχὼν ἐν οὐρανῷ, τοὺς πόθῳ φωνοῦντας τὸ σὸν ὄνομα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥίζαν ἔκκοψον Ἅγιε, τῆς δαιμονικῆς σαφῶς ἀθεότητος, καὶ Λουκᾶ πρὸς ἀγαθότητα, ἴθυνας ψυχὰς τῶν ἀνυμνούντων σε.
Ἐπὶ σοὶ τὰς ἐλπίδας μου, ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγμὸν τῆς ῥαθυμίας μου, στῆσαι ὁ φιλόϋλος ἐφίεμαι.
Τῷ φλογμῷ παραβάσεων, καὶ ἀσεβημάτων Λουκᾶ Ἐπίσκοπε, ἐκτακεῖσαν τὴν καρδίαν μου, δρόσισον ῥανῖσι τοῦ ἐλέους σου.
Θεοτοκίον.
Ὁ ὑπάρχων ἀχώρητος, καὶ πληρῶν τὰ πάντα Θεὸς ἐχώρησεν, ἐν τῇ μήτρᾳ Σου πανάμωμε, Ὃν ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον Λουκᾶ, πρὸς τὴν ἄνωθεν λαμπρότητα, τὰ νοήματα ἡμῶν τῶν ἐμπαθῶν, διαλύων ἁμαρτίας τὰ φαντάσματα.
Στόνον τῶν ψυχῶν, καὶ σωμάτων τὰ ἀλγήματα, Ἱεράρχα ζωηφόροις σου λιταῖς, μὴ ἐλλείπῃς ἰατρεῦσαι τῶν τιμώντων σε.
Νῦν ἐν Σαγματᾷ, τὰς μερίδας τῶν λειψάνων σου, οἱ μονάζοντες κατέχοντες Λουκᾶ, ταῖς εὐχαῖς σου ἐκζητοῦσι τὴν εἰρήνευσιν.
Θεοτοκίον.
Ὃν ὑπερφυῶς, Θεοτόκε ἀπεκύησας, δυσωποῦσα μὴ ἐλλείπῃς ἐσαεί, ἐκλυτρώσασθαι ἡμᾶς ἐξ ἀπογνώσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Συστήματα, πονηρῶν ἐκύκλωσαν, τὰς ψυχὰς ἡμῶν Λουκᾶ Ἱεράρχα, καὶ σαρκικῶν τὰ ἀμέτρητα πάθη, πρὸς ἀκρασίας τὸν λάκκον καθέλκουσιν, ἡμᾶς τοὺς κράζοντας πρὸς σέ· ἐκ φθορᾶς τοὺς ἱκέτας σου λύτρωσον.
Ὁδήγησον, πρὸς λιμένα εὔδιον, Ἱεράρχα τοῦ Χριστοῦ τοὺς πεσόντας, ἐν κλυδωνίῳ τῆς ζάλης τοῦ βίου, καὶ ἐν ἀβύσσῳ παγίδων τοῦ ὄφεως, ὡς κεκτημένος πρὸς Θεόν, τὴν καλὴν παῤῥησίαν πανεύφημε.
Ὑπάρχων, τῶν λογισμῶν ἀνάπλεως, Ἱεράρχα πολυφρόντιδος βίου, καὶ μεριμνῶν καθ’ ἑκάστην ὁ τάλας, ἐν ἡδοναῖς ψυχοφθόροις τοῦ σώματος, ἐκ βάθους αἴρω τὴν φωνήν· πρὸς τὸ θεῖόν με φῶς καθοδήγησον.
Θεοτοκίον.
Νῦν βάρει, τῶν ἐμπαθῶν πταισμάτων μου, καλυφθεῖσα ἡ καρδία μου στένει, καὶ μὴ τολμῶν ἀτενίσαι πρὸς ὕψος, τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος, αἰτοῦμαι ἄφεσιν κακῶν, πανσθενεῖ Σου πρεσβείᾳ θεόνυμφε.
Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω σημειοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης Λουκᾶ ἀξιάγαστε, Συμφερουπόλεως πάσης καὶ πρόεδρος, τοῖς προσιοῦσιν ἐν πίστει τὴν λάρνακα, τῶν σῶν λειψάνων ἁγίασον χάριτι, παρέχων κατ’ ἄμφω τὴν ἴασιν.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἅγιε Ἀνάργυρε, Ῥωσίας πάσης τὸ κλέος, τῆς Συμφερουπόλεως, ἔνδοξε διδάσκαλε καὶ ἐπίσκοπε, τὰς δεινὰς μάστιγας, τῶν ἀῤῥωστημάτων, πυρετόν τε καὶ τὰ τραύματα, τῶν προσιόντων σοι, ἴασαι Λουκᾶ τῷ ἐλέει σου, καὶ ταῖς ἱκετηρίαις σου, πρὸς τὸν σὸν φιλάνθρωπον Κύριον· πάντιμε ἀκέστορ, ἐλπὶς τῶν κεκμηκότων ἀῤῥαγής, μὴ ἐπιλάθῃ δωρήσασθαι, πᾶσι τὰ εὐφρόσυνα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ σῇ σκέπῃ προστρέχω Ἱεράρχα αἰτούμενος τὴν καρδίαν μου, τὴν γέμουσαν ἀκάνθας, τῆς ὑπερηφανίας, καὶ δαιμόνων θρασύτητος, ἀποκαθᾶραι ταῖς σαῖς, ἐντεύξεσι Λουκᾶ μου.
Ἁγιώτατε Πάτερ νοητῶν Αἰθιόπων καὶ κακοτρόπων βροτῶν, συμβάσεως ἀλόγου, καὶ τῆς κακοπραγίας, ἀνωτέρους συντήρησον, τοὺς ἐξαιτοῦντας Λουκᾶ, τὴν σὴν ἐπικουρίαν.
Στηριγμὸν ἐν τῇ θλίψει ἐεν πελάγει τοῦ βίου τοῦ Σαγματᾶ ἡ Μονή, τὰ λείψανά σου Πάτερ, κατέχουσα τὸ θάρσος, καθ’ ἑκάστην ἀρύεται· ἴνα πρὸς πλάτος χαρᾶς, τῆς ὄντως καταντήσῃ.
Θεοτοκίον.
Ἰησοῦ τὰς ἀγκάλας τῆς θερμῆς Σου ἀγάπης καὶ θυμηδίας ὁμοῦ, ὑπάνοιξόν μοι Σώτερ, λιταῖς τοῖς Σὲ τεκούσης, ἵνα ψάλλων γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.








ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀτρέμας Πάτερ, πρὸ τῶν βημάτων ἀθέων, ὡμολόγησας Χριστὸν Ἐσταυρωμένον, Ὃν μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν λιτάζων.
Σοφίας μάκαρ, τῆς θεϊκῆς ὢν δοχεῖον, τὸν θυμὸν καὶ ταραχώδεις ἐννοήσεις, θραῦσον τῆς ψυχῆς μου, Λουκᾶ σημειοφόρε.
Ἅγιε λῦσον, τῆς ταλαιπώρου ψυχῆς μου, καὶ τοῦ σωματος τοὺς πόνους καὶ ὀδύνας, σὺ γὰρ Ἀρχιθύτης, τυγχάνεις καὶ ἀκέστωρ.
Θεοτοκίον.
Ἰσχὺς ἡ ὄντως, καὶ ἡ ἐλπὶς καὶ τὸ φάος, ἡ παράκλησις καὶ ἴαμα κατ’ ἄμφω, Δέσποινα ὑπάρχεις, ἡμῶν τῶν Ὀρθοδόξων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὰς νόσους, τῶν ψυχοπασχόντων, καὶ ἀλγουμένων Λουκᾶ ὑπὲρ ἔννοιαν, διευθετῶν τὰς ἐννοίας αὐτῶν μακάριε.
Ὡς μέλισσα ἐτρύγεις, τὴν σοφίαν πᾶσνα, ἐπὶ τῆς γῆς Ἱεράρχα ἀοίδιμε· διὸ νοός μου ἀπέλασον τὴν σκοτόμαιναν.
Ἡδέως οἱ Πατέρες, μάνδρας Σαγματίου, τὰ σὰ ὀστᾶ ὡς μαργάρους κατέχοντες, ἐπιζητοῦσιν θεόφρον τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
Λαὸν τῶν Ὀρθοδόξων, φύλαττε ἐκ λύκων, αἱρετικῶν Παναγία πανύμνητε, ἀποκαλύπτουσα πᾶσαν αὐτῶν κακότητα.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἐπισκόπων ὁ κοινωνός, τῆς Ῥωσίας πάσης, ὁ θεόσοφος ἰατρός, χαίροις τῆς Κριμαίας, ὁ θεῖος ποιμενάρχης, Λουκᾶ τῶν Ὀρθοδόξων, ὁ νέος Ἅγιος.
Ἔχων τὴν σοφίαν παρὰ Θεοῦ, τῶν νενοσηκότων, ἐθεράπευες τὰ δεινά, καὶ τοὺς πεπτωκότας, ἐν λάκκῳ τῶν ἀθέων, τῇ σῇ δυνάμει Πάτερ, Λουκᾶ ἐξήρπασας.
Πάντα τὰ ὀνείδη διὰ Χριστόν, φυλακὰς διώξεις, καὶ αἰκίας σωματικάς, σκύβαλα ἡγήσω, καὶ ἔφερες γενναίως, Λουκᾶ σημειοφόρε, καὶ ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῷ, ἡ σεπτὴ σορός σου, ἐν Ῥωσίᾳ ἐπιτελεῖ, καὶ ἐν Σαγματίῳ, ἐκ ταύτης αἱ μερίδες, ἐκβλύζουσιν ἰάσεις, Λουκᾶ τοῖς πάσχουσιν.
Ηὔγασας ὡς ἥλιος παμφαής, ἐν Συμφερουπόλει, τὰς χορείας τῶν εὐσεβῶν, καὶ τῆς ἀθεΐας, ἐμείωσας τὸ σκότος, ἐν χώρᾳ τῆς Ῥωσίας, Λουκᾶ ἀοίδιμε.
Μάνδραν τῶν θρεμμάτων τῶν λογικῶν, ἐν τῷ Σαγματίῳ, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, φύλαττε θεόφρον, ἐκ πάσης κακουργίας, δαιμόνων τῶν ἐχθίστων, Λουκᾶ πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μὴ κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι, καὶ περιστάσεσι, συντηρῶν τὸν φιλόχριστον, λαὸν τοῦ Κυρίου, τὸν ἐπικαλούμενον, ἐν εὐλαβείᾳ πολλῇ, ὄνομα τὸ σὸν θεοφόρε, καὶ ὑμνολογοῦντα ἐνθέως, θαύματα καὶ βίον σου τὸν ἅγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου