Σάββατο 1 Σεπτεμβρίου 2018

ΑΠΡΙΛΙΟΣ 29. ΟΣΙΟΣ ΒΑΣΙΛΕΙΟΣ ΟΣΤΡΟΓΚ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ 29!!
ΒΑΣΙΛΕΙΟΣ ΟΣΤΡΟΓΚ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια· Ἱ. Μ. Χιλανδαρίου, 2008)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἑρζεγοβίνης τὸν γόνον Σερβίας καύχημα, καὶ τῶν ὀθοφρονούντων, χριστωνύμων τὸ κλέος, Βασίλειον Ὀστρόγου τὸν οἰκιστήν, ὃν Χριστὸς ἐθαυμάστωσε, καὶ ἰαμάτων ἀνέδειξε ποταμόν, ἐγκωμίοις καταστέψωμεν.

Τοῦ Ζαχουμίου ποιμένα τὸν ἐνθεώτατον, τὸν ἐποφθέντα βάθρον, ἀρετῆς καὶ σοφίας, καὶ ῥεῖθρον διειδέστατον ἀληθῶς, ὀρθοδόξου φρονήματος, ἀνευφημήσωμεν ᾄσμασι μελιχροῖς, θεοφόρητον Βασίλειον.

Εὐχῆς ἀόκνου τὸν στῦλον τὸν ἀδιάσειστον, νηστείας ἀκτησίας, συμπαθείας πρὸς πέλας, καὶ νήψεως πυξίον ὡς παμφαῆ, ἱεράρχην τιμήσωμεν, ὡς Ἐκκλησίας διάκοσμον τοῦ Χριστοῦ, πνευματέμφορον Βασίλειον.

Τὸν ἐραστὴν ἡσυχίας ἐκ τῆς νεότητος, τῶν χρόνων καὶ Ὁσίων, ζηλωτὴν μονοτρόπων, Βασίλειον τὸν θεῖον ὡς θησαυρόν, δωρημάτων τοῦ Πνεύματος, ἀξιοχρέως ὑμνήσωμεν οἱ πιστοί, θεοτέρπνοις μελῳδήμασι.

Δόξα. Ἦχος β΄.
Τὸν ὑπέρμαχον τῆς Ὀρθοδόξου πίστεως, καὶ προστάτην τοῦ εὐσεβοῦς αὐτοῦ πλήρώματος, τὸν Ἀποστόλων τρίβοις ἀκολουθήσαντα καὶ διωγμοὺς καὶ βάσανα ὑπομείναντα, Βασίλειον, Ὀστρόγου τὸ ἐγκαλλώπισμα τιμήσωμεν κράζοντες· Ἑρζεγοβίνης καὶ Σερβίας ὄλβε πολυτίμητε, ὁ Θεῷ καὶ ἀνθρώποις εὐαρεστήσας τῇ ἰσαγγέλῳ σου πολιτείᾳ, μὴ παύσῃ Κυρίου δεόμενος ὑπὲρ τῶν ὑμνούντων τὸ σὸν ἀκραιφνέστατον φρόνημα.

Καὶ νῦν. Τῆς ἑορτῆς.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἑφραθᾶ.
Χαίροις ὁ τηλαυγῶς, φωτίσας τὴν Σερβίαν, καὶ τὴν Ἑρζεγοβίνην, ἀκτῖσι βιοτῆς σου, θεορτεποῦς Βασίλειε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σπήλαιον τὸ σεπτόν, Ὀστρόγου σῶν ἀόκνων, ἀνέδειξας κονίστραν, καμάτων ἱεράρχα, θεοειδὲς Βασίλειε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Θήκην σῶν ἱερῶν, Βασίλειε λειψάνων, θαυμάτων μυροθήκην, ἀνέδειξε καὶ κρήνην, ἰάσεων ὁ Κύριος.

Δόξα. Τριαδικόν.
Δόξα Σοι θαυμαστή, Τριὰς ὑπεραγία, ἡ δείξασα Ὀστρόγου, Βασίλειον χειμάῤῥουν, τῶν δωρεῶν τῶν θείων Σου.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Λυτρωτοῦ, ὑπερευλογημένη, ἐλέησον Σοὺς δούλους, πρεσβείαις Βασιλείου, Ὀστρόγου τοῦ κοσμήτορος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσκητὴν θεοφόρον καὶ πνευματέμφορον, τῆς οὐρανῶν Βασιλείας τὸν κληρονόμον λαμπρῶς, εὐφημήσωμεν Βασίλειον τὸν ἔνθεον, ὡς τοῦ Ὀστρόγου ἱερόν, κλέος καὶ θεοειδῆ, ποιμένα τοῦ Ζαχουμίου, ἀξίως θαυμαστωέντα, λιτὰς αὐτοῦ θερμὰς αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.













ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Θεοφόρον Βασίλειον, τοῦ Ὀστρόγου τὸ σέμνωμα, καὶ Ὀρθοδοξίας τὸ νέον καύχημα, τὸν ἰσαγγέλως βιώσαντα, ἐκθύμως ὑμνήσωμεν, ὡς σεπτῶν ἱεραρχῶν, καὶ Ὁσίων ἀκρώρειαν, πόθῳ κράζοντες· Χαῖρε πρόβολε πίστεως ἀμώμου τῆς ἡμῶν, καὶ θεῖον βάθρον ὀρθοπραξίας καὶ νήψεως.

Ζαχουμίου τὸν πρόεδρον, τὸν σεπτὸν καὶ φιλάγιον, ἔνθεον Βασίλειον κοπιάσαντα, ὑπὲρ τῆς ποίμνης τιμήσωμεν, αὐτοῦ ὕμνοις πρέπουσι, φιλοσίων οἱ χοροί, ὅτι ὕπνον οὐκ ἔδωκεν ὁ μακάριος, τῆς φλεβάροις αὐτοῦ ἵνα ἐκ πλάνης, οὐνιτῶν αὐτῷ ἀγέλην, λαχοῦσαν σώσῃ τὴν ἔλλογον.

Ἐγκρατείας ἀγῶσί σου, προσευχαῖς νυχθημέροις σου, στάσεσι παννύχοις δακρύων χεύμασι, κακοπαθείαις στερήσεσι, νηστείαις Βασίλειε, ἀλαλήτοις στεναγμοῖς, καὶ γονάτων τοῖς κλίσεσι, κατεμάρανας, τὰ χαμαίζηλα πάθη τοῦ σαρκίου, καὶ δοχεῖον τῆς Τριάδος, τῆς θείας ὤφθης πολύτιμον.

Ἱεράρχα θεόκλητε, καὶ ποιμὴν λαοπρόβλητε, Ζαχουμίου πίστιν ἡμῶν ὀρθόδοξον, οὐ μόνον χαίρων ἐτήρησας, ἀλλὰ καὶ ἐκήρυξας, σῇ ἐφέσει τῆς ψυχῆς, ὁλοθύμῳ Βασίλειε, ὡς βαστάζουσαν, τὰς ἀρχὰς τοῦ σεπτοῦ Εὐαγγελίου, καὶ τῶν θείων Ἀποστόλων, διαδοχὴν τὴν σωτήριον.

Καισαρείας συνώνυμον, ἱεράρχου κοσμήτορα, δωρεῶν πλησθέντα τοῦ θείου Πνεύματος, καὶ ἰαμάτων ἀείῤῥυτον, χειμάῤῥουν τοῖς πέρασι, ἐποφθέντα εὐλαβῶς, θεοφόρον Βασίλειον, ἀνυμνήσωμεν, τοῦ Ὀστρόγου τὸ κλέος καὶ νοσούντων, ἀνιάτως ἰατῆρα, μελισταγέσιν ἐν ᾄσμασι.

Δεῦτε πάντες χριστώνυμοι, εὐλαβῶς ἀσπασώμεθα, θήκην τῶν λειψάνων τὴν χαριτόβρυτον, τοῦ Βασιλείου τοῦμάκαρος, Ὀστρόγου κοσμήτορος, καὶ ἑτοίμου ἀρωγοῦ, Σέρβων τῆς ὁμηγύρεως, ἐν τοῖς κλύδωσι, καὶ δειναῖς περιστάσεσι τοῦ γένους, ἐν αἷς πλάνοις ἀζυμῖται, ἀεὶ αὐτὸ ἐπιβάλλουσι.






Δόξα. Ἦχος πλ. β΄.
Τὸν ὑπελθόντα τὸν ζυγὸν τοῦ Κυρίου ἐκ νεότητος, καὶ νεύσει θείᾳ ἱεραρχίας καὶ ἀρετῶν ἀνελθόντα τὴν κλίμακα, Βασίλειον τὸν θειόττον, πνευματικῶς ἀνευφημήσωμεν· οὗτος γὰρ ἀποφεύγων τὴν κατ’ αὐτοῦ μῆνιν τῶν αὐτοῦ συμπολιτῶν, τὴν πίστιν ἐξομωσάντων, οἰκείᾳ βουλήσει τὴν Μονὴν τῶν Εἰσοδίων τῆς Θεοτόκου κατέλαβεν, ἐν ᾗ ἐπεδόθη τῇ μελέτῃ τῶν θεοπνεύστων πατέρων· καταντήσας οὖν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, θαυμάτων γέγονε πρόξενος καὶ πρεσβευτὴς ἡμῶν πρὸς Αὐτὸν θερμότατος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η΄ 1-11)
Υἱέ, σὺ τὴν σοφίν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἔστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐνθέως ἡ σὲ ἀνθήσασα Ἑρζεγοβίνη καὶ ἡ τοῦ Ὀστρόγου περίδοξος μάνδρα, καυχώμεναι τῇ ἀῤῥήτῳ σου δόξῃ, Βασίλειε, σημειοφόρε ἱεράρχα· ἡ μὲν ὡς ἁγιοτόκος μήτηρ εὐλαβῶς σε ἀνέθρεψεν, ἡ δὲ ἁγιασθεῖσα ταῖς ῥοαῖς τῶν δακρύων καὶ τιμίων ἱδρώτων σου, σεμνύνεται τῇ θήκῃ τῶν θαυματοβρύτων λειψάνων σου· καὶ ἀμφότεραι τῆς σῆς χάριτος διὰ παντὸς μνημονεύουσαι, λυτροῦνται παθῶν καὶ κινδύνων καὶ θλίψεων. Ἀλλ’ ὦ σεβασμιώτατε Πάτερ, τὸν θεῖον ἡμῖν αἴτει ἱλασμὸν καὶ τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος β΄.
Ἀσκητικῶς ἀγωνισάμενος ἐν Ὀστρόγῳ θεοσδότων δωρεῶν ταμεῖον γέγονας ἄσυλον καὶ μέτοχον τῆς ἐν οὐρανοῖς ἀλήκτου μακαριότητος· ὑπερόπτης γὰρ ὀφθεὶς πάσης προσύλου σχέσεως ἀνενδότως Χριστῷ ἠκολούθησας καὶ ἰσαγγέλως ἐπολιτεύσω· διὸ νῦν τῷ ἀκροτάτῳ τῶν ἐφετῶν προσπελάζων, Βασίλειε τρισμακάριστε, μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος γ΄.
Τὴν προσήλωσίν σου εἰς τὴν ἁγίαν καὶ ὀρθόδοξον ἡμῶν πίστιν ἀμείβων ὁ δίκαιος ἀγωνοθέτης Κύριος, οὐρανοπολίτην σε ἀνέδειξε καὶ οὐρανοπολίτην σε ἀνέδειξε καὶ κοινωνὸν τῆς Αὐτοῦ εὐκλείας καὶ δόξης· ὅθεν πάντες οἱ τὰ ὀρθὰ φρονοῦντες τιμῶντές σε τὴν σὴν χάρτιν ἀπεκδεχόμεθα καὶ τὰς θεοπειθεῖς σου εὐχάς, Βασίλειε ἀοιδιμε.



Δόξα. Ἦχος δ΄.
Ἀναλῶσας πᾶν τὸ νεανικόν σου σφρῖγος ἐν τῇ τοῦ Χριστοῦ διακονίᾳ καὶ τοῦ ἱεροῦ Εὐαγγελίου διδασκαλίᾳ μητροπολίτης ἀξίως Ζαχουμίου ἐξελέγης, οὗ τὴν λογικὴν ποίμνην θεοφιλῶς ἐποίμανας καὶ ἴθυνας πρὸς νομὰς σωτηρίους· ἀξίωσον οὖν καὶ ἡμᾶς, Βασίλειε θεόφρον, ἀναλῶσαι τὸν βίον ἐν τῇ ὀρθοδόξῳ διακηρύξει καὶ λιταῖς σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον πρὸς ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἑρζεγοβίνης βλαστός, τοῦ Ζαχουμίου ἱεράρχης θειότατος, Σερβίας ἁπάσης κλέος, Ὀστρόγου εὖχος λαμπρόν, καὶ Ὀρθοδοξίας περιτείχισμα, τρισμάκαρ Βασίλειε, ὁ ἐκ χρόνων νεότητος, ἐπιποθήσας, βιοτὴν τὴν ἰσαγγελον, καὶ κραταίωσιν, ὀρθοδόξου φρονήματος· ὅθεν καὶ καθυπέμεινας, ἐκδίωξιν βάναυσον, παρ’ ἀνομούντων συμμάχων, ἐν τῆς πατρώας οἰκίας σου, τῶν Ἄγαρ ἐκγόνων καὶ ἀζυμιτῶν τῶν πλάνων, θεομακάριστε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τοῦ Ὀστρόγου φρουρός, καὶ ἀρωγὸς καὶ βοηθὸς καὶ ὑπέρμαχος, καὶ πάντων τῶν χριστωνύμων, ἀκέστωρ ὁ ταχινός, ἀσκητῶν Ὁσίων ἐγκαλλώπισμα, παμμάκαρ Βασίλειε, ἀκτησίας κιννάμωμον, σκληραγωγίας, μυροβόλον ὀσφράδιον, καὶ δεήσεων, ἐκτενῶν ἴον εὔοσμον· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, καὶ τὴν σορὸν σῶν λειψάνων περιχαρῶς ἀσπαζόμενοι, αἰτούμεθα πόθῳ, τὰς θεοπειθεῖς εὐχάς σου πρὸς τὸν Παντάνακτα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ μετὰ πότμον ὀφθείς, παντοδαπῶν θαυμάτων κρήνη ἀείῤῥυτος, ἰάσεων ὁ χειμάῤῥους, τῶν νόσων φυγαδευτής, δυσθυμίας πάσης ἀποδίωξις, πνευμάτων ἀπέλασις, ἀκαθάρτων καὶ σύντριμμα, τῶν δαιμονίων, ἱεράρχα Βασίλειε, θείας χάριτος, ἐνδιαίτημα πάνσεπτον· ὅθεν πιστῶς προστρέχοντες, ἀσπάσασθαι λείψανα, τὰ σὰ σεπτὰ ἐν Ὀστρόγῳ χαρᾶς ἀφθίτου πληρούμεθα, καὶ τὸν ὑπὲρ λόγον σὲ δοξάσαντα αἰνοῦμεν ᾠδαῖς εὐσχήμοσι.







Δόξα. Ἦχος πλ. δ΄.
Δραστηρίως ἐργασθεὶς ἐν ὅλῳ σου τῷ βίῳ, ἐναντίον τῶν οὐρανιτῶν καὶ πάντων τῶν δυτικοφρόνων ἀζυμιτῶν ὀλέτης ἐχρημάτισας, καὶ Ὀρθοδόξων ὑπέρμαχος, Βασίλειε πάνσοφε· ὅθεν τὴν σὴν μνήμην εὐλαβῶς ἐπιτελοῦντες, καὶ τὰς εὐχάς σου πρὸς Κύριον ἐκδεχόμενοι, Αὐτὸν δοξολογοῦμεν ἀπαύστως τὸν ἐν τῇ πατρώᾳ ἡμᾶς πίστει ἀκλινῶς στηρίζοντα.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσκητὴν θεοφόρον καὶ πνευματέμφορον, τῆς οὐρανῶν Βασιλείας τὸν κληρονόμον λαμπρῶς, εὐφημήσωμεν Βασίλειον τὸν ἔνθεον, ὡς τοῦ Ὀστρόγου ἱερόν, κλέος καὶ θεοειδῆ, ποιμένα τοῦ Ζαχουμίου, ἀξίως θαυμαστωέντα, λιτὰς αὐτοῦ θερμὰς αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλας λαμπρῶς, ἐν τῇ Ἑρζεγοβίνῃ, ὡς ἄστρον τηλαυγές, πολιτείας ἐνθέου, τρισμάκαρ Βασίλειε, τοῦ Ὀστρόγου διάκοσμε· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, τῶν Ὀρθοδόξων τὰ πλήθη, τρανῶς σε γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς φίλον σε γνήσιον τοῦ παντεπόπτου Θεοῦ, καὶ μύστην τῆς χάριτος θεοειδῆ ἀκλινῶς, τιμῶμεν Βασίλειε, καύχημα τοῦ Ὀστρόγου, καὶ θειότατον εὖχος, πάντων τῶν σὲ ὑμνούντων, καὶ σπευδόντων ἐν πίστει, ἀσπάσασθαι λειψάνων σορόν, σὴν θαυματόβρυτον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν διαλάμψαντα, ὀρθῷ φρονήματι, ὡς ἄστρον πάμφωτον, ἐγκωμιάσωμεν, Ὀστρόγου θεῖον φρυκτωρόν, φωτίζοντα θαυμασίων, πλήθει τὴν ὑφήλιον, εὐσεβῶν τὰ συστήματα, τὰ κατασπαζόμενα χαριτόβρυτα λείψανα, αὐτοῦ καὶ γεγηθότα βοῶντα· Χαῖρε Βασίλειε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (Λουκ. στ΄, 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς β΄ Ἑβδομάδος.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὡς τῆς στενῆς τῆς ἀσκήσεως καὶ σκληραγωγίας τρίβου ὁδοιπόρον τὸν στενώσαντα τὰς ἀτάκτους τοῦ παμβεβήλου πόρειας τῷ πλάτει τῆς ἐναρέτου αὐτοῦ πολιτείας, Βασίλειον τὸν πνευματέμφορον, ἐγκωμιάσωμεν κράζοντες· πρὸς πλάτος πόλεως τῆς ἄνω στρέψον τῆς ψυχῆς ἡμῶν πυξίδα καὶ τῶν αἰωνίων ἀγαθῶν κληρονόμους ἀνάδειξον τοὺς πόθῳ τελοῦντας τὴν ἀεισέβαστον μνήμην σου, ἱεράρχα ἐνθεώτατε.




 Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Βασίλειον, Ὀρθοδόξων τιμῶ νέον εὖχος. Χ.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Βάθρον θεοφόρων, ἀσκητῶν τῶν ἐν Σερβίᾳ λαμψάντων καὶ σέμνωμα, Ὅσιε Βασίλειε, σαῖς ἀρεταῖς ταῖς θεαρέστοις ηὔγασας πᾶσαν Ἐκκλησίαν τὴν νῦν τιμῶσαν τὴν μνήμην σου.
γγελε ἀσκήσεως λαμπρέ, καὶ ἱεράρχα σεπτὲ καὶ πανίερε, πάμφωτε Βασίλειε, ταῖς ἀστραπαῖς σῆς Ὀρθοδόξου πίστεως, ηὔγασας Σερβίας τὸ χριστεπώνυμον πλήρωμα.
Στῦλε τῶν δογμάτων τῶν ὀρθῶν, σημειοφόρε Βασίλειε, ἅπαντα τὸν λαὸν ἐστήριξας τοῖς λόγοις τοῖς σοῖς, καὶ θείῳ παραδείγματι νῦν σὲ μεγαλῦνον, ᾠδαῖς εὐήχοις καὶ ᾄσμασι.
Θεοτοκίον.
λεων Παρθένε Μαρία σεμνή, ἡμῖν ἀπέργασαι Τόκον τὸν θεῖόν Σου, Σὲ τοῖς ἀνυμνοῦσιν εὐτάκτως ἀεί, καὶ μελῳδοῦσι σκάμματα θείου Βσιλείου, Ὀρθοδοξίας ἐρείσματος.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Λαμπὰς τῶν ὀρθῶν δοξασιῶν, Βασίλειε τρισόλβιε, κηρύγματός σου φέγγει κατηύγασαε, τῶν χριστωνύμων Σέρβων συστήματα, τὰ τιμῶντα μνήμην σου τὴν σεπτὴν καὶ πάμφωτον, ἱεράρχα Χριστοῦ χαριτόβρυτε.
χθρὸς ὁ μισόκαλος ὁρῶν Βασίλειε, καρδίας σου τὴν καθαρότητα, καὶ τὸ φρόνημα τὸ σὸν ὀρθόδοξον ἐξαπέστειλεν Ἄγαρ ἐναντίον σου τοὺς ἐκγόνους, Ὅσιε θαυμαστέ, καὶ ἑσμὸν δυτικόφρονα.
δρώτων τιμίων σου ῥοαί, καὶ χεύματα δακρύων σου, Ἑρζεγοβίνης χθόνα ἐπίαναν, καὶ τοῦ Ὀστρόγου ἄνικμον σπήλαιον, ἱερὲ Βασίλειε, ὅπερ καθηγίασας, καταθέσει τιμίου λειψάνου σου.
Θεοτοκίον.
πάντων αἰώνων Ποιητής, καὶ κόσμου κυριεύοντος δι’ εὐσπλαγχνίαν ἄκραν Μητρόθεε, ἐκ τῶν αἱμάτων Σου σάρκα εἴληφε, καὶ βροτῶν ἀνέδειξέ Σε θερμὴν μεσίτριαν, καὶ ὀχύρωμα μέγα καὶ στήριγμα.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὸν παιδιόθεν ἐποφθέντα οἰκεῖον Θεοῦ, καὶ ξένον ἁμαρτίας βροτείου, ἀρχιερέα Ὅσιον πιστοί, εὐλαβῶς μέλψωμεν Βασίλειον, Ζαχουμίου ποιμένα καὶ Ὀστρόγου καύχημα, καὶ φρουρὸν καὶ προστάτην ἐν τοῖς κινδύνοις, καὶ ἐν τοῖς δεινοῖς ὡς Ὀρθοδόξου Σερβίας καλλώπισμα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.





ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Νέκταρ τῆς χρηστότητος τρυγήσας Βασίλειε, ἐκ τῶν χειλέων σῆς μητρός, καὶ ἀμβροσίαν τῶν ὀρθῶν διγμάτων τῆς πίστεως, ψυχὴν τὴν θείαν σου κυψέλην κατέδειξας μέλιτος, Πάτερ Ὀστρόγου ὡράϊσμα.
σιε Βασίλειε, ἀσκήσεως μέλαθρον, καὶ ἀγωγῆς μοναδικὸν λαμπρὸν ἀνάκτορον ὀφθείς, Σερβίαν ἠγλάϊσας τὴν νῦν τιμῶσάν σου τὴν μνήμην τὴν πάνσεπτον, ᾄσμασι θείοις καὶ ὕμνοις ἐμπρέπουσι.
εῖθρον ἁγιότητος θεόφρον Βασίλειε, καὶ θαυμασίων ποταμέ, ἀρδεύεις πάντων τὰς ψυχὰς σπευδόντων σῇ χάριτι, καὶ προσκυνούντων τὴν σορὸν τῶν λειψάνων σου, ἐν τῇ Μονῇ τοῦ Ὀστρόγου πανεύφημε.
Θεοτοκίον.
Θραῦσον τῇ δυνάμει προσευχῶν Σου τὰ ἔνεδρα τοῦ μισοκάλου πτερνιστοῦ, Θεογεννήτρια σεμνή, Παρθένε πανάμωμε, ἵνα ψυχῆς ἐν κατανύξει Σε πάντοτε, μελισταγέσιν ᾠδαῖς μακαρίζωμεν.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
σιότητος πυξίον, Ὀστρόγου θησαύρισμα, πνευματοκινήτων Σέρβων Πατέρων ὡράϊσμα, καὶ Ὀρθοδοξίας τιμαλφὲς Βασίλειε σκήνωμα, τὰ σὰ παλαίσματα σέβομεν.
Δόξης ἔπαθλον λαβὼν αἰωνίου Βασίλειε, ἐκ χειρῶν τοῦ κατ’ ἀξίαν πιστοῖς ἀπονέμοντος γέρα παντεπόπτου Ἰησοῦ, πρεσβεύεις ἀείποτε, ὑπὲρ τῶν πίστει τιμώντων σε.
πτικόν σου τοῦ νοός, τρισμάκαρ Βασίλειε, προσευχῇ ἀνακαθάρας, καὶ πόνοις ἀσκήσεως καθορᾷν ἠξίωσαι, Χριστοῦ μορφῆς κάλλος ἄῤῥητον, ἐν τοῖς ἄνω σκηνώμασι.
Θεοτοκίον.
Ξενωθέντος γεηρῶν ἁπάντων ἐντεύξεσιν, ἱεράρχου Βασιλείου, Ὀστρόγου ἀκέστορος Θεοτόκε, ῥῦσαι συμφορῶν τοὺς Σὲ μεγαλύνοτνας, εὐσχημόνως ἀείποτε.














ᾨδὴ στ΄. Ἐκύκλωσεν ἠμᾶς.
ς ξένον τῆς φιλίας κόσμου πέλοντα, καὶ φίλον Παντοκράτορος, καὶ Θεοῦ τῶν ὅλων σε πανευλαβῶς τιμῶμεν, Βασίλειε θαυματουργέ, τοῦ Ζαχουμίου ἱεράρχα ὄντως θειότατε.
Νῦν μνήμην τὴν σεπτήν σου ἑορτάζοντες, Ὀστρόγου Βασίλειε, τῆς Μονῆς κοσμῆτορ σεπτὲ καὶ φρουρέ, λιτάς σου αἰτούμεθα τὰς σωστικάς, ἵνα καλῶς προσκαίρου βίου τρίβον ἀνυμνήσωμεν.
Τὸ φρόνημα οὐράνωσον προσφυγῶν σου ἐνθέρμων Βασίλειε, καὶ τῶν Ὀρθοδόξων τὴν πίστιν τρανῶς κραταίωσον, Πάτερ θαυματουργέ, Πατέρων ἔκτυπον ἐνθέων, μύστα τῆς χάριτος.
Θεοτοκίον.
σχύος τὰς ψυχὰς Σῶν δούλων ἔμπλησον Θεογεννῆτορ ἁγνή, Σὲ μεγαλυνόντων ἀεὶ ἐν χορῷ καὶ ᾄσμασι σκάμματα σεπτά, μακαριζόντων Βασιλείου, σκεύους τῆς χάριτος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἱεροφάντορα σεπτὸν καὶ ἰσαπόστολον, Ἑρζεγοβίνης καὶ Σερβίας ἐγκαλλώπισμα, τὸν ἀσκήσαντα ἐνθέως ἐν τῷ Ὀστρόγῳ, καὶ θαυμάτων καταυγάσαντα τὰ πέρατα, ἀστραπαῖς αὐτοῦ τιμήσωμεν γηθόμενοι, ἀνακράζοντες· Χαίροις μάκαρ Βασίλειε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφορός, βιοτῆς ὀρθοδόξου, τὰ σκῆπτρα ἐν παλάμαις βαστάζων, καὶ πιστῶν κατεύφρανας χοροὺς σοῦ τῇ παῤῥησίᾳ καὶ πολλῇ χάριτι, Βασίλειε πανεύφημε· διό σοι εὐλαβῶς φωνοῦμεν·
Χαῖρε, ὁ στῦλος Ὀρθοδοξίας·
χαῖρε, ὁ φάρος ὀρθοπραξίας.
Χαῖρε, ἱεράρχου στολὴν ἐνδυσάμενος·
χαῖρε, Παρακλήτου τὴν χάριν δεξάμενος.
Χαῖρε, ὅτι κατηγλάϊσας Ζαχουμίου τὸν λαόν·
χαῖρε, ὅτι ἐγκατέλιπες πᾶν γεῶδες καὶ ῥευστόν.
Χαῖρε, τῶν μονοτρόπων τοῦ Ὀστρόγου τὸ εὖχος·
χαῖρε, ἐνασκουμένων θεαρέστως τὸ κλέος.
Χαῖρε, θαυμάτων τίμιος πρόβολος·
χαῖρε, χαρίτων βρύσις ἀστείρευτος.
Χαίροις, μάκαρ Βασίλειε.








Συναξάριον.
Τῇ ΚΘ´ τοῦ μηνὸς Ἀπριλίου, Μνήμη τοῦ  Ἁγίου Βασιλείου τοῦ Ὄστρογκ, Μητροπολίτου Ζαχουμίου Σερβίας.
Βασιλείας ἄνω τρυφᾷς νῦν εὐκλείας,
Βασίλειε, Ὀστρόγου γέρας καὶ δόξα.
Οὗτος, βλάστημα θειότατον τῆς Ἑρζεγοβίνης, ἐγεννήθη τῇ 28ῃ Δεκεμβρίου 1610, ἐκ γονέων εὐλαβῶν ὀρθοδόξων, οἵτινες ἀνέθρεψαν αὐτὸν ἐν φόβῳ Θεοῦ. Παιδιόθεν ὁ Ἅγιος ἐπεδείκνυ κλῆσιν πρὸς τὰ ἰερὰ γράμματα, τὴν νοερὰν ἢ καρδιακὴν προσευχήν, τὴν ὀρθόδοξον καὶ κατανυκτικὴν συνάντησιν μετὰ τῆς Ἁγίας Γραφῆς, καὶ τὰς ἀκολουθίας τοῦ νυχθημέρου καὶ  τὰς λειτουργίας. Ἐν ταυτῷ ἐπεδείκνυ εὐαισθησίαν καὶ συμπάθειαν πρὸς τοὺς πτωχοὺς καὶ τοὺς πάσχοντας συνανθρώπους, οὓς ὡς ἀδελφοὺς ἐν Χριστῷ ἐλογίζετο καὶ ὑπὲρ ἑαυτὸν ἠγάπα καὶ ἐφίλει. Πρὸς ἀποφυγὴν τοῦ κατ’ αὐτοῦ συμπατριωτῶν ὡδηγήθη εἰς τὴν Μονὴν τῶν Εἰσοδίων τῆς Θεοτόκου. Δραστηρίως ἠργάσθη ἐναντίον τῶν οὐνιτῶν καὶ τῶν Καθολικῶν, διὸ καὶ παρ’ αὐτῶν ἐδιώχθη. Ἐξελέγη μητροπολίτης Ζαχουμίου. Ἐλθὼν εἰς Ὄστρογον πρὸς ἀπαοφυγὴν τῆς τῶν Ἄγαρ ἐκγόνων τυραννίας ἤσκησεν ἐν τῷ σπηλαίῳ τοῦ Ὁσίου Ἡσαΐου, ἐν ᾧ ἤγειρε καὶ περικαλλῆ ναὸν τοῦ Τιμίου Σταυροῦ. Ἐκοιμήθη τῇ 29ῃ Ἀπριλίου τοῦ 1671 καὶ θαυμάτων πρόξενος παντοδαπῶν ἐγένετο. Τὰ ἅγια λείψανά του θησαυρίζονται ἐν Ὀστρόγῳ, ἔνθα πλήθη πιστῶν συῤῥέουσιν αὐτὰ προσκυνῆσαι.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ Σωσιπάτρου.
Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας,
Ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην.
Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν Σατορνίνου, Ἰάσχικολου, Φαυστιανοῦ, Ἰανουαρίου, Μαρσαλίου, Εὐφρασίου καὶ Μαμμίνου ἤ Μάμμου, οἱ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται.
Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος,
Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα τελειοῦται.
Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη,
Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων.
Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα,
Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσέβιος πυρὶ τελειοῦται.
Ἐκ σοῦ τὸ πῦρ ὁποῖον ἐκσμήξει ῥύπον,
Ὄβρυζον, Εὐσέβιε, Χριστοῦ χρυσίον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέων πυρὶ τελειοῦται.
Θεοῖς λατρεύειν μὴ θέλων Ἑληνίοις,
Καθεῖλε καυθεὶς πίστιν Ἑλλήνων Νέων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κυντιανοῦ και Ἀττικοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Χριστοδούλου τοῦ Αἰθίοπος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀγαπίου ἐπισκόπου Νουμιδίας.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τὸν ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Θηβῶν τοῦ νέου Ἐλεήμονος.
Πτωχοὺς ἐλεῶν ὁ νέος Ἐλεήμων,
Μισθὸν λαμβάνει μὴ κενούμενον πλοῦτον.


Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Σὲ νοητήν.
Μονὴ σεπτὴ ἡ τοῦ Ὀστρόγου τιμῶσά σου τὴν μνήμην τὴν περικλεῆ, αἰσίαις κράζει σοι φωναῖς· θεαυγὲς Βασίλειε, ἱεράρχα Ὅσιε, Χριστὸν δυσώπει ἀείπποτε, πέμψαι ἠμῖν ἄμφω ῥώμην, καὶ σθένος καὶ ὑγείαν.
ς τῆς χαρᾶς ἐν πόλῳ Πάτερ Βασίλειε, τῶν ἐκλεκτῶν συγκοινωνός, μὴ διαλίπῃς ἐκτενῶς ἱκετεύων Κύριον, τῆς χαρᾶς τῆς κρείττονος καταξιῶσαι τοὺς μέλποντας, σὴν ἁγίαν μνήμην, τὴν φωταυγῆ καὶ φωτόλαμπρον.
Νῦν οἱ χοροὶ τῶν Ὀρθοδόξων Βασίλειε, σὲ καταστέφοντες ᾠδαῖς καὶ ὑμνῳδίαις μελιχραῖς, πόθῳ δυσωποῦμέν σε· τὴν ὁμίχλην δίωξον, καὶ σκοτασμὸν τῶν αἱρέσεων, ἐξ ὀρθοδόξων τῆς ποίμνης, φωτὶ σῶν θείων ἐντεύξεων.
Θεοτοκίον.
ξ οὐρανοῦ Θεογεννῆτορ, ἐπίβλεψον καὶ ἴδε τοὺς πανευλαβῶς Σὲ μεγαλύνοντας ἀεί, καὶ ταχὺ ἐπίσκεψαι τοὺς δεινῶς καθεύδοντας, ἐν κλίναις πόνων καὶ θλίψεων φθοροποιῶν ἑκάστοτε, δούλους τῆς Σῆς ἀγαθότητος.



ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
σιε Βασίλειε, πυρσὲ φωτόλαμπρε συνέσως, νηστείας καὶ ἀγρυπνίας, εἰς σκηνώσεις οὐρανοῦ παμφώτους κατήντησας, εὐλογῶν ἀσιγήτως τὸν Κτίστην τῶν ἁπάντων, καὶ Σωτῆρα κόσμου, Ὃν ὕμνησες ἀφράστως
Νίκας κατ’ ἐχθρῶν περιφανεῖς, τοῖς σοῖς ἱκέταις δώρησαι, Βασίλειε θεοφόρε, καὶ δολίων οὐνιτῶν ἐσμὸν ἀποδίωξον προβατόσχημον, Πάτερ, σπαράξαι τὸν ζητοῦντα ἄρνας τῆς ἀγέλης ἀεὶ ὀρθοφρονούσης.
νδοξε Βασίλειε, κρηπὶς στεῤῥὰ θείας πίστεως, καὶ βάθρον ὀρθοπραξίας, ἐκ μυχίων τῆς ψυχῆς θερμῶς δυσωποῦμέν σε· θεῖε ἱεροφάντορ, ὁ τοῦ Καλοῦ Ποιμένος ζηλωτής, σοὺς ἱκέτας ἐχθροῦ τῆς βλάβης ῥῦσαι.
Θεοτοκίον.
μνοις Σε γεραίρομεν ἀεί, Μητέρα φιλόστοργον οἰκτίρμονος Θεοῦ Λόγου, Θεοτόκε ἀγαθή, καὶ παρακαλοῦμέν Σε· σκέπε πάντας Σοὺς δούλους ὑμνοῦντας εἰς αἰῶνας, καὶ ὑπερυψοῦντας, τὸν πάνσεπτόν Σου Τόκον.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.
Χαῖρε Πάτερ ὁσιώτατε, ἱερομύστα χάριτος φωτοειδέστατε, σοφῶν ἀσκητῶν, Σερβίας κλέος Βασίλειε, καὶ σοφὲ Ὀρθοδόξων διδάσκαλε, ὁλοθύμως βοῶμεν· Μονῆς Ὀστρόγου σεμνολόγημα.
μβρισον ἡμῖν γεραίρουσι τὴν θείαν μνήμην σου, εὐτάκτοις μελῳδήμασι, σεπτὲ ἱεράρχα, θεαυγὲς Βασίλειε, ὑετὸν δωρεῶν θείου Πνεύματος, καὶ χρηστότητος δρόσον ξηράς, καρδίας πιαίνουσαν.
Στήριζε ἡμᾶς Βασίλειε, ὑμνολογοῦντας μνήμην σου τὴν ὑπέρλαμπρον, καὶ νῦν προσκυνοῦντας τὴν σορὸν τῶν λειψάνων σου, τὴν ἀπαύστως ἐκβλύζουσαν νάματα ἰαμάτων παντοίων, ταῖς εὐσεβῶν ὁμηγύρεσι.
Θεοτοκίον.
Χαῖρε τοῦ Ὑψίστου μέλαθρον πανευπρεπές, καὶ θρόνε Αὐτοῦ χρυσότευκτε, ἁγνὴ Θεοτόκε, πιστῶν ἀγαλλίαμα καὶ ἀκέστορ καμνόντων κραυγάζομεν· ἡ τὰς νόσους καὶ ἄλγη τὰ ζοφερὰ ἐκδιώκουσα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Στολὴν ἀμφιεσάμενος, ἱεραρχίας ἔλαμψας, ἀσκητικῶς ἐγκρατείᾳ, καὶ προσευχῇ καὶ νηστείᾳ, καὶ ἐμμονῇ Βασίλειε, τῷ Ὀρθοδόξῳ δόγματι, οὗ εὐσθενὴς ὑπέρμαχος ὤφθης, Ὀστρόγου κοσμῆτορ, καὶ Σέρβων φῶς Ἐκκλησίας.
Θεοτοκίον.
Ἀφράστως Μητροπάρθενε, Χριστὸν σαρκὶ ἐκύησας, καὶ ὡς πρὸ τόκου παρθένος, μετὰ τὸν θεῖόν σου τόκον, διέμεινας ἀπείρανδρος, Παρθένε θεοδόξαστε· διὸ τὰ μεγαλεῖά Σου, ἐν κατανύξει ὑμνοῦμεν, τῶν χοϊκῶν αἱ χορεῖαι.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, ἱερὲ Βασίλειε, Ἑρζεγοβίνης βλαστέ, εὐθαλὲς καὶ ἡδύπνευστε, Ζαχουμίου πρόεδρος, ἱερὸς ἐχρημάτισας, ἰθύνων ποίμνην πρὸς ἀφθαρτότητα, τὴν σοὶ λαχοῦσαν καὶ ὑπὲρ ἔννοιαν, δόξαν μακάριε, ἧσπερ ἀπολαύουσιν ἐν οὐρανῶν, φωτεινοῖς σκηνώμασιν, Ἀγγέλων τάγματα.

Πάτερ, ἱερὲ Βασίλειε, ἐν ταπεινώσει πολλῇ, τὸν σὸν βίον διήνυσας, καὶ ὡς πάντων ἔσχατος, τῶν ἀνθρώπων κατέλαβες, τὸ τοῦ Οστρόγου πάνσεπτον σπήλαιον, ὃ Ἡσαΐας ἔσχεν κατάλυμμα, ὁ ὁσιώτατος, οὗ κατηκολούθησας ταῖς ἀτραποῖς, πολιτείας ἔμφρονος, καὶ ἀγαθότητος.

Πάτερ, ἱερὲ Βασίλειε, Ὀρθοδοξίας φρουρός, καὶ ἀνύστακτος πρόμαχος, ἐποφθεὶς ἐπάτησας, τὴν ὀφρὺν καὶ τὰ ἔνεδρα, δυτικοφρόνων καὶ νίκης τρόπαια, ἔστησας μάκαρ πατρώου δόγματος· ὅθεν τὴν μνήμην σου, ἐκτελοῦντες σήμερον τὴν ἱεράν, ὥσπερ ἰσαπόστλον, σὲ μακαρίζομεν.

Πάτερ, ἱερὲ Βασίλειε, τῶν σῶν λειψάνων σορόν, εὐλαβῶς ἀσπαζόμενοι, ἐν Ὀστρόγῳ πάντιμε, Πάτερ τὴν χαριτόβρυτον, σὲ ὡς θαυμάτων πηγὴν ἀέναον, ὑμνολογῦμεν καὶ ἀκεσώδυνον, φρέαρ ἰάσεων, τὸν πιστοῖς παρέχοντα διηνεκῶς, σθένος καὶ ὑγείαν, ἰσχὺν καὶ δύναμιν.

Δόξα. Ἦχος πλ. α΄.
Ταῖς ἀρεταῖς διαλάμψας παιδιόθεν, τῶν ὑπὲρ νοῦν δωρεῶν ἐνεπλήσθης καὶ διαυγὲς κυάθιον τοῦ πανσθενοῦς ἀνεδείχθης Παρακλήτου, θεόσοφε Βασίλειε· ἀγωνισθεὶς γὰρ ὑπὲρ ἄνθρωπον, καὶ τὴν Ὀρθοδοξον ἀσινῆ τηρήσας πίστιν ἐθεώθης κατὰ μέθεξιν, καὶ δαψιλῶς οὐρανόθεν ἐθαυμαστώθης· ὅθεν τὴν σὴν μνήμην γεραίροντες καὶ τοὺς νυχθημέρους σου καμάτους πρὸς ὁλοκλήρωσιν μέλποντες, Χριστὸν δοξάζομεν τὸν ἰσχύσαντά σε, καὶ διὰ σοῦ παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Βασιλείας τῶν οὐρανῶν, κληρονόμε θεῖε, θαυματόβρυτε ἀσκητά, κλέϊσμα Ὀστρόγου, καὶ ποίμνης Ζαχουμίου, ποιμὴν καὶ ἱεράρχα σῶφρον Βασίλειε.



ΠΑΡΑΚΛΗΣΙΣ
(Νικοδήμου ἀρχιμ. Ἀεράκη)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ζαχουμίου τὸν Ἐπίσκοπον ὕμνοις, ἀνευφημήσωμεν πιστοὶ κατὰ χρέος, Μονῆς τοῦ Ὄστρογκ κόσμον καὶ πιστὸν φρυκτωρόν. Πνεύματι κατακοσμούμενος, τοὺς πιστοὺς ὁδηγεῖ Θεῷ, νίκας χορηγῶν αὐτοῖς κατὰ τοῦ διαβόλου· διὰ θαυμάτων πάντας ἐλεεῖ, πέλων τῶν Σέρβων, τὸ κλέος Βασίλειος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.




Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Βασιλείῳ Σερβίας ἐγκώμιον. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Βασίλειον Ὄστρογκ θαυματουργόν, ὑμνήσωμεν πάντες, ὡς ποιμένα θεοφιλῆ, κηρύττοντες πᾶσι τὰ σημεῖα, ἃ καθ’ ἑκάστην ποιεῖ ὁ τρισόλβιος.
Ἁγίων Πατέρων τὸν μιμητήν, Βασίλειον Ὄστρογκ, ἀνυμνήσωμεν εὐλαβῶς, τὸν ὑφηγητὴν τῆς εὐσεβείας, καὶ προσευχῆς νηπτικῆς τὸν διδάσκαλον.
Σοφίαν ἐδέχθη παρὰ Πατρός, Βασίλειος Ὄστρογκ, τοῦ κηρύττειν ἐπακριβῶς, δογμάτων τὰς θείας ἀληθείας, καὶ καθελεῖν τὴν τῆς πλάνης δυσσέβειαν.
Θεοτοκίον.
Ἰσχὺς καὶ προπύργιον τῶν πιστῶν, Σὺ πέλεις Παρθένε, καὶ μεσίτριαν πρὸς Θεόν· δυσώπει σωθῆναι τοὺς τιμῶντας, τοῦ Βασιλείου ζωὴν τὴν πανθαύμαστον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λειτουργῶν μετὰ δέους τῷ σῷ λαῷ Ἅγιε, δῶρα τῷ Κυρίῳ προσάγεις, θερμῶς αἰτούμενος, ὅπως ἐν βίῳ σεμνῷ, καὶ ἀληθεῖ θεωρίᾳ, τοῦ Χριστοῦ τηρήσωσι, θεῖα προστάγματα.
Ἐκκλησίαν τῶν Σέρβων κατακοσμῶν Κύριος, τὸν τοῦ Ζαχουμίου ποιμένα, ἄφθαρτον ἔδειξε, καὶ ἐν σημείοις πολλοῖς, τὴν ἁγιότητα τούτου, τοῖς πιστοῖς ἐτράνωσεν, ὡς παντοδύναμος.
Ἱκετεύομεν πάντες τὸν φρυκτωρὸν Ἅγιον, τῆς Ἐρζεγοβίνης ποιμένα, καὶ Ὄστρογκ φύλακα, ἵνα πρεσβεύῃ ἀεί, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, τοῦ λαβεῖν τὴν ἄφεσιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Ὦ Παρθένε Μαρία τῶν μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, τῇ μητρικῇ Σοῦ στοργῇ, τοὺς εὐσεβεῖς περιφρούρει, Σαῖς λιταῖς πρὸς Κύριον, θεομακάριστε.
Διάσωσον, τοὺς ὑμνητάς σου Βασίλειε Ζαχουμίου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτης πρὸς Κύριον, καὶ φύλαξον Πάτερ Μονὴν τοῦ Ὄστρογκ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ  ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ ζωῆς, ἀσκήσεως πυρούμενος, ἑαυτὸν καθήγνισας, Ζαχουμίου πρόεδρε πάντιμε· ἑνωθεὶς γὰρ τῷ Ἰησοῦ, πρεσβεύεις ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺ βασίλειον ἔλαβες, ἐν αἰωνιότητι ὦ Βασίλειε, καὶ χαρὰν τὴν ἀνεκλάλητον, καὶ ζωὴν τῆς χάριτος τὴν ἄῤῥητον.
Ἐδωρήσω τὸ σῶμά σου, ἐν Μονῇ τοῦ Ὄστρογκ ἄφθαρτον Ἅγιε, ὃ πηγάζει τοῖς προστρέχουσιν, ἰαμάτων χάριν ὑπεράφθονον.
Ῥιζοτόμος θεόσοφος, ἀνεδείχθης ὄντως Ὄστρογκ Βασίλειε, ὡς ἐκτέμνων θείᾳ χάριτι, τὰ τῆς πλάνης ἄθεα ζιζάνια.
Θεοτοκίον.
Βεβαιῶν ὁ Θεάνθρωπος, τῆς οἰκονομίας Αὐτοῦ μυστήριον, Σὲ ἀνέδειξε Μητράναδρε, ἀειπάρθενον Μητέρα ἄφθορον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῆς ψυχῆς τὰ πάθη Ἅγιε, καὶ τῶν σωμάτων νόσους τὰς χαλεπάς, ταῖς σαῖς πρεσβείαις, πρὸς Κύριον τὸν φιλάνθρωπον.
Ἆρον ἀφ’ ἡμῶν, πειρασμῶν νυγμοὺς Βασίλειε, καὶ διαβόλου πᾶσαν ἐπιβουλήν, καθικετεύων, ἀπαύστως Χριστὸν Κύριον.
Στήριξον κλεινέ, Ὀρθοδόξων τὰ συστήματα, καὶ Ζαχουμίου ποίμνην τὴν ἱεράν, ἀπὸ κινδύνων, περίσῳζε τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἔσωσας ἡμᾶς, Παναγία τῇ κυήσει Σου, ἐκ τῶν παγίδων πλάνου τῶν φοβερῶν, καὶ ἐκ πικρίας, θανάτου καὶ τῆς κολάσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Γῆν ἔῤῥανας, ὀχετοῖς δακρύων σου, ἐν ἀγρύπνοις ἱκεσίαις θεόφρον· ὅτι Χριστοῦ, ἐπεπόθεις τὴν χάριν, καὶ σωτηρίαν λαοῦ σου Βασίλειε, καὶ πάντων τῶν ἐν συμφοραῖς, ὦ πανένδοξε θείαν ἀντίληψιν.
Κατήσχυνας, παπικῶν φρυάγματα, καὶ ἀθέων δυσσεβῶν ἐπιθέσεις· ὅτι ἐν σοί, κατεσκήνωσεν ὄντως, τοῦ Παρακλήτου ἡ χάρις Βασίλειε, καὶ ἔσωσας λαὸν Θεοῦ, ἐκ τῆς πλάνης καὶ πάσης αἱρέσεως
Ὡράϊσμα, Ζαχουμίου πέφηνας, καὶ Μονῆς σου ὦ Βασίλειε Ὄστρογκ, ὅτι λαμπρῶς, ἐνεδύθη σὸν σκῆνος, τῆς ἀφθαρσίας τὴν δόξαν καὶ γέγονε, κρουνὸς θαυμάτων ἀληθῶς, τοῖς προστρέχουσι Πάτερ ἐκ πίστεως.
Θεοτοκίον.
Μεσότοιχον, ἁμαρτίας πέπτωκεν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχῆς ἀναφαίρετον.
Διάσωσον, τοὺς ὑμνητάς σου Βασίλειε Ζαχουμίου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτης πρὸς Κύριον, καὶ φύλαξον Πάτερ Μονὴν τοῦ Ὄστρογκ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ζαχουμίου προστάτα Βασίλειε ἔνδοξε, ἐν ἀσκήσει συντόνῳ Χριστῷ ἠκολούθησας, βιαστῶν τὸν βίον ποθῶν βιῶσαι ἀκριβῶς· διὸ ἔλαβες ὡς ἀμοιβήν, τῆς παῤῥησίας τὴν τιμήν, καὶ θαυμάτων τὴν δύναμιν· πρέσβευε θεοφόρε, λυθῆναι τοὺς σὲ τιμῶντας, ἐκ δυναστείας τῶν παθῶν, καὶ δεσμῶν τοῦ πολεμήτορος.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε τὸν Βασίλειον, τοῦ Ζαχουμίου ποιμένα, ἐν ᾠδαῖς ὑμνήσωμεν, φιλεόρτων σύστημα καὶ τιμήσωμεν· δωρεὰν ἔλαβε, δωρεὰν προχέει, τοῖς προστρέχουσιν ἐκ πίστεως, αὐτοῦ τῇ λάρνακι, εὐαγγελικῶς τὰ ἰάματα, σημείοις τε καὶ θαύμασι, τὸν Χριστὸν κηρύττων ὡς Κύριον· ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Σερβίας τὸ καύχημα, πιστῶν τε τὸ στήριγμα.






ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκετεύει σε πόθῳ ὦ Βασίλειε Ὄστρογκ Ἐρζεγοβίνης λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οὐρανῶν αἱ δυνάμεις καὶ χοροὶ τῶν Ἁγίων συνεορτάζουσιν, ὁρῶντες ἐν Ἁγίοις, Βασίλειον τοῦ Ὄστρογκ, ἀσιγήτως δὲ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νηπτικῶν δωρημάτων καὶ θαυμάτων τὴν χάριν ὁ Ἱεράρχης λαβών, τὴν πίστιν Ὀρθοδόξων, ἐδίδαξε πανσόφως, τοῖς πιστῶς Θεῷ μέλπουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νυσταγμοῦ τῆς καρδίας ἐλευθέρωσον πάντας Θεοκυῆτορ ἁγνή, καὶ πύλην μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰχνηλατοῦντες, τοῦ Βασιλείου πορείαν, μιμησώμεθα τούτου τὸν βίον, τὸν Χριστὸν ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Κατανικήσας, τῶν παπικῶν τὰς αἱρέσεις, ὁ Βασίλειος πάντας προτρέπει· τὸν Θεὸν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁμολογοῦμεν, Τριαδικὴν Μοναρχίαν, καὶ ὁμοῦ Βασιλείῳ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ χάρις τῆς σοροῦ σου, Βασίλειε σώζει, ἐξ ἐπηρείας δαιμόνων καὶ νόσων δεινῶν, τοὺς προσιόντας σοι πίστει, Πάτερ πανένδοξε.
Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ βιοτῆς ἐναρέτου πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Ὄστρογκ Βασίλειε.
Ὁμότροπον Ὁσίων, σὲ ὁμολογῦμεν, καὶ ἀσκητῶν συνοδίτην Χριστοῦ μιμητήν, τοῦ Ζαχουμίου προστάτα, κλεινὲ Βασίλειε.
Θεοτοκίον.
Ὑμνοῦντες τὸν Υἱόν Σου, Σὲ ὁμολογοῦμεν, ὡς Παναγίαν Μητέρα Χριστοῦ τοῦ Θεοῦ, καὶ Ὀρθοδόξων προστάτιν, καὶ καταφύγιον.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν Ἐρζεγοβίνης θεῖον φρουρόν, καὶ Σέρβων τὸ κλέος, εὐφημήσωμεν εὐλαβῶς, Βασίλειον Ὄστρογκ, ποιμένα Ζαχουμίου, πιστῶν μέγαν προστάτην, καὶ ἀντιλήπτορα.
Ἀσκητὴν ποιμένα θαυματουργόν, τὸν τοῦ Ζαχουμίου, φρυκτωρόν τε καὶ ἀρωγόν, Βασίλειον Ὄστρογκ, ὑμνήσωμεν ἐμφρόνως, τῆς χάριτος δοχεῖον, σημείων πρόξενον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Βασίλειον Ὄστρογκ, τὸν ποιμένα τὸν ἀληθῆ, τῆς πίστεως στῦλον, ἀσκήσεως τὸν πύργον, ζωῆς τῆς θεαρέστου, τὸ ἀκροθίνιον.
Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, Βασίλειε σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, καὶ μίσους βροτοκτόνου, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Θεάνθρωπον.
Καρδίαν καθάρας καὶ τὴν ψυχήν, θεόπτης ἐγένου, καὶ ἀῤῥήτων μυσταγωγός, ἐν πράξει βιώσας, Χριστοῦ τὴν Βασιλείαν, Βασίλειε τοῦ Ὄστρογκ, τῶν Σέρβων καύχημα.
Χαίρει ἡ τοῦ Ὄστρογκ σεπτὴ Μονή, Βασίλειε Πάτερ, ὡς κατέχουσα θησαυρόν, σοροῦ σου ἀφθόρου, πηγῆς θείων θαυμάτων, καὶ κρήνης ἰαμάτων, τοῖς προσιοῦσί σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλαγίων οἱ χοροί, τὸν Ἐρζεγοβίνης προστάτην, Μονῆς τοῦ Ὄστρογκ φρουρόν, ᾄσμασι τιμήσωμεν, κλεινὸν Βασίλειον· τὸν Χριστὸν γὰρ ἠγάπησεν, ἐν ἔργῳ καὶ λόγῳ, πᾶσαν δὲ κατέλιπε, σαρκὸς τὴν πρόνοιαν· ὅθεν, κοσμηθεὶς ἀφθαρσίᾳ, πᾶσι τοῖς προστρέχουσι πίστει, δίδωσι τὴν χάριν τῶν ἰάσεων.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου