Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 12. ΑΓΙΟΣ ΕΠΙΦΑΝΙΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΙΒ΄!!
ΕΠΙΦΑΝΙΟΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Μητρ. Ἐδέσσης Ἰωήλ)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ἁγίου Ἐπιφανίου. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Νόμος ὁ ἐν γράμματι, παιδαγωγὸς σοι γεγένηται, εἰς Χριστὸν Ἐπιφάνιε, δεικνὺς τὴν ἀστράψασαν, τοῦ Σωτῆρος χάριν, τῆς θεογνωσίας, προγραφομένην μυστικῶς, καὶ τυπουμένην διαφανέστατα, ἥνπερ καὶ ἐφανέρωσας, ταῖς διδαχαῖς σου πανεύφημε, τηλαυγῶς ἐκτιθέμενος, τὰ θεόπνευστα δόγματα.

Νόμου τοῦ τῆς χάριτος, καταγγελεὺς ἐχρημάτισας, θεοφάντορ μακάριε, φωτίζων τὰ πέρατα, ταῖς τῶν σῶν δογμάτων, θείαις δᾳδουχίαις, καὶ τῶν αἱρέσεων θερμῶς, τὰς γλωσσαλγίας καταστρεψάμενος, πανσόφως ἐστηλίτευσας, διδασκαλίας πανόσιε, καὶ τὸ κάλλος τὸ ἄχραντον, τὸ τῆς πίστεως ἔδειξας.

Ὁ βίος ὁ ἔνθεος, τῷ ὀρθοδόξῳ φρονήματι, συνδραμὼν παρεσκεύασε, τελεῖν τὰ θαυμάσια, καὶ δαιμόνων θράσος, Πάτερ ἀπελαύνειν, καὶ νοσημάτων χαλεπῶν, τὰς ἀλγηδόνας παύειν ἐντεύξεσι, καὶ χάριτι κοσμούμενον, Ἱεραρχίας σε ἔδειξεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος β'
Εἰ καὶ Μωσαϊκοῖς νόμοις ὑπέκυψας, τῆς Ἰουδαϊκῆς λατρείας ὑπάρχων βλάστημα, ἀλλ' ἡ χάρις Πάτερ ἡ τοῦ Χριστοῦ, ἐν σοὶ ἐπιλάμψασα, μαθητὴν τῆς εἰρήνης τοῦ Εὐαγγελίου σαφῶς ἀπειργάσατο, ἐντεῦθεν ὡς ἀγχίνους, τοῖς ἀμφοῖν διαθηκῶν, κατὰ νοῦν εἰληφὼς ἔκβασιν, ἀπὸ δουλείας, εἰς ἐλευθερίαν μεταβέβηκας. Διὸ ἱκέτευε ὑπὲρ ἡμῶν, λυτρωθῆναι τῆς τυραννίδος τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Κανὼν τῆς ἀρετῆς καὶ χωνευτήριον τῆς πίστεως, πάσας κατακαῖον τῶν ψευδοδόξων τὰς λογολεσχίας, ἀνεδείχθης Πάτερ Ἐπιφάνιε, καὶ τῶν Ὀρθοδόξων χειραγωγὸς γεγονώς, τὴν Ἐκκλησίαν ἐν κλύδωνι ἐστήριξας θεόφρον· διὸ αἰτούμεθα πάντιμε, δοθῆναι λιταῖς σου, αἱρετικοῖς τὴν ὀρθὴν ὑφήγησιν, καὶ τούτους ἐκ τῆς πλάνης, ἐπαναγαγεῖν εἰς τὸν λιμένα, καὶ χαρισθῆναι αὐτοῖς τε καὶ ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Εἰ γὰρ καὶ προαίρεσιν ἀγαθὴν καὶ καλλίστην εἶχες, ἀλλ’ ἡ τοῦ Πνεύματος πανσθενουργὸς ἐπίπνοια, ὑπὲρ φύσιν σὲ κατέστησε, Πάτερ Ὅσιε. Καὶ ἐν σώματι ὤν, τὸν ἀσώματον καταπαλαῖσαι ἠδυνήθης πολέμιον, καὶ στεφανηφόρος εἰσῆλθες εἰς τὴν Ἄνω Ἱερουσαλήμ συγχορεύων τοῖς Ἁγίοις· μεθ’ ὧν ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Ἠφανίσθη ποτὲ καὶ καταπεφρόνηται, ὡς ἀραχνίων εὐτελέστερα, τὰ καταγέλαστα καὶ ἀσελγῆ, τοῦ πονηροῦ ὑποψιθυρίσματα· ὑφέρπων γὰρ δολίως ὁ ἀρχέκακος, τῇ τῶν γηΐνων ἡδονῇ ἀπατῆσαί σε, ἐν ἐρήμῳ ἠθέλησε, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον τῇ ἀγνοτάτῃ σου ἐνηχῆσαν ψυχῇ, πανοπλίαν σε ἐνέδυσεν ἄτρωτον, καὶ τὴν ἐκείνου συνέτριψας κάραν ἀοίδιμε. Καὶ νῦν συνδιαιτώμενος Ὁσίοις Πάτερ Ἐπιφάνιε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.






Ἦχος πλ. α΄.
Τὰς νομικὰς παραινέσεις σκιὰς καὶ τύπους ἰδών, ταύτας ὑπέζευξας ταῖς διδαχαῖς τοῦ Εὐαγγελίου πανόλβιε. Τῶν γεννητόρων γάρ, καταλιπὼν τὴν διάταξιν καὶ τῶν Ἰουδαίων τὸν ἀνόνητον τύπον, πρὸς τὴν θεόσοφον διδασκαλίαν ἐχώρησας· ὅθεν τοὺς ὑπερφυεῖς καὶ οὐρανίους θησαυροὺς εὑρηκώς, πιστὸς οἰκονόμος γεγένησαι τῶν μυστηρίων τοῦ Χριστοῦ· ὧν τὰς δωρεὰς ἐξαπόστειλον καὶ ἡμῖν ταῖς πρεσβείαις σου, Πάτερ Ἐπιφάνιε.

Ἦχος πλ. β΄.
Τὸ τῆς ἀληθείας φέγγος, ὡς ἀστὴρ ἡμερινός, νόθοις διδασκαλίαις ἀνεπισκότητον, μάκαρ ἐξέχεας, καὶ τὰ ὀχυρώματα τοῦ σκότους, καὶ τὰς ψιλὰς τῶν κακοτρόπων αἱρετικῶν ἐπινοίας, διέλυσας θεόφρον, θεουργικοῖς φρονήμασιν. Εἰ δὲ καὶ βραχὺς ἡμῶν ὁ βίος κατὰ τοῦ Δαυΐδ τὸ λόγιον, ἀλλ’ ἡ μνήμη τῆς σῆς χρηστότητος, ὡς ἥλιος ἀνίσχει, εἰς τὰ τῆς οἰκουμένης πέρατα· διὸ Πάτερ Ἐπιφάνιε, ἐκ τῆς ἀθέου πλάνης, εἰς τὰ τῆς εὐσεβείας δόγματα, πολλοὺς μετέστησας. Καὶ νῦν μετ’ Ἀγγέλων συναυλιζόμενος, μὴ παύσῃ ἐκδυσωπεῖν τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Βαβαὶ τῆς σῆς ἁπλότητος θεοφόρε! Μετὰ θηρῶν γάρ, ξένον θαῦμα, συνδιατᾶσαι καὶ τρέφεσαι, μετὰ Ἀγγέλων συνιερουργεῖς ἀκαταλήπτως, μετ’ ἀσκητῶν συνδουλαγωγεῖσαι καὶ μετὰ Ἱεραρχῶν, συνομιλεῖς τὰ τῶν δογμάτων. Σὺ γὰρ ὡς τῆς ἐρήμου τὸ κρίνον τὸ εὔοσμον, τῆς Σαλαμῖνος τὸ ἴον καὶ τῆς Ἐκκλησίας βλάστὸς εὐθαλέστατος, ἀνεφύης Πάτερ Ἐπιφάνιε· δι’ ὃ τὰ χαρίτων μύρα πανένδοξε καὶ τῆς ἀσκήσεως τὴν θείαν πανοπλίαν κατάπμεψον τοῖς πᾶσιν, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.














Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τοῦ Ἰησοῦ ἡ βροντή, καταπτοοῦσα κακοδόξων συστήματα, Πατέρων σὺ ἡ ἀκρότης, θεολογίας πηγή, τῶν δογμάτων ῥεῖθρα ἀναβλύζουσα, Ὁσίων ἰσότιμος, παῤῥησίας τὸ ἄγαλμα, ἀστραπηβόλε, οὐρανὲ τῆς εὐθύτητος, καὶ ἁπλότητος, ὁ ἰσάγγελος ἄνθρωπος, μύστης τῶν ἀσυλλήπτων τε, ἀῤῥήτων πανόλβιε, τοῦ Παραδείσου χαρίτων, τῇ σῇ ἀσκήσει γεγένησαι· διὸ σαῖς πρεσβείαις, τὰς ψυχὰς ἡμῶν σωθῆναι, Χριστοῦ δεόμεθα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ἡ τῆς ἐρήμου Ἐδέμ, γεωργηθεῖσα ἐν ἀτρύτῳ πανεύφημε, ἀγῶνι καὶ ἐν ἱδρῶσι, μοναχικῆς βιοτῆς, τοὺς καρποὺς πλουσίως ἐκβλαστήσασα· τὸ σῶμά σου γέγονεν, Ἐπιφάνιε Ὅσιε, Ναὸς Κυρίου, καὶ ταμεῖον τῆς χάριτος· διὸ ἔλυσας, τῶν παθῶν ἐπανάστασιν· ὅθεν νῦν ἀναβέβηκας εἰς ὕψος θεώσεως, τὴν πρᾶξιν ἔχων τρισμάκαρ, εἰς θεωρίας ἐπίβασιν· πρεσβείαις σου Πάτερ, τὸν Δεσπότην ἐκδυσώπει, σωθῆναι ἅπαντας.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῶν ἀσκητῶν ἡ λαμπάς, Ἱεραρχῶν τε ὁ ἀστὴρ ὁ ἀείφωτος, ὁ σκότη αὐγάσας πάλαι, αἱρετιζόντων λαμπρῶς, καὶ τῆς πλάνης στήσας τὰ φρυάγματα, τοῦ Νόμου ἀοίδιμε, καὶ τῆς χάριτος σύζευξις, Ἀρχιερέων, τὸ σεμνὸν ἐγκαλλώπισμα, καὶ ὀχύρωμα, Ὀρθοδόξων τὸ ἄσειστον· πάντες νῦν ἑορτάζοντες, κλεινὲ Ἐπιφάνιε, ἐν ἐγκωμίοις σὴν μνήμην, ἀναφωνοῦμέν σοι Ὅσιε· μὴ παύσῃ πρεσβεύειν, τῷ παρέχοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α'
Τῆς ὀρθοδόξου πίστεως, διὰ τὴν πνευματικὴν σοφίαν, διδάσκαλος ὤφθης, Ἐπιφάνιε μακάριε, καὶ Χριστὸν εὑρὼν ποδηγέτην, τὰς βουλὰς τῶν κακοδόξων αἱρετικῶν διεσκέδασας. Διὸ αἰτοῦμέν σε Ἅγιε, πρεσβεύειν ἄχρι τέλους, τὴν ὑπὸ σοῦ βεβαιωθεῖσαν ὀρθὴν πίστιν, ἀσάλευτον φυλαχθῆναι ἡμῖν, καὶ τὸ μέγα ἔλεος παρ' αὐτοῦ τοῦ Σωτῆρος τῶν ὅλων, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ήχος α'. Του λίθου σφραγισθέντος.
Της Φοινίκης ο κλάδος και Κυπρίων το στήριγμα και Κωνστάντιας ανεδείχθης, Επιφάνιε Πρόεδρος· δι' ο Ασσυρίων βασιλεύς πίπτει ποδών σου προσκυλινδούμενος· το πνεύμα διωκόμενον εξ αυτού δια της σης δεήσεως· δόξα τω σε θαυμαστώσαντι, δόξα τω δωρησαμένω σε ημίν, πρέσβυν ακοίμητον.
Δόξα. Ὅμοιον.
Ὀρθοδόξων τὸ νῖκος καὶ ἐρήμου θησαύρισμα, καὶ Ἀρχιερέων τὸ κλέος, Σαλαμῖνος τὸν πρόμαχον, τὸν θεῖον Ἐπιφάνιον πιστοί, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, πρὸς αὐτὸν ἐν εὐλαβείᾳ χαρμονικῶς, τὸ χαῖρε ἀνακράζοντες· χαῖρε τῶν μοναζόντων ὁ ποιμήν, χαῖρε τῆς ἡσυχίας ἐντρύφημα, χαῖρε τῆς θεολογίας ἀστὴρ ὁ ἀείφωτος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πτηνὸν ὡς ἡδύλαλον τῆς Ἐκκλησίας Χριστοῦ, σοφὲ Ἐπιφάνιε ἀναδειχθεὶς θαυμαστῶς, ἀσκήσει καὶ χάριτι, Πνεύματος τοῦ Ἁγίου, Ἱεράρχα Κυρίου, ὕμνον Ὀρθοδοξίας, ἐμελώδησας θεῖον· διὸ φαιδρῶς τιμῶμεν τὴν μνήμην σου σήμερον.
Δόξα. Ὅμοιον.
Αἰχμάλωτος ἔνδοξε τῶν νομικῶν διδαχῶν, τὸν φόρτον διέῤῥηξας διὰ ζυγὸν τοῦ Χριστοῦ, ἀσμένως πανεύφημε· ὅθεν καὶ εἰς τὰ ὕψη, τῆς θεώσεως ἤρθης, πᾶσι καταδεικνύων, τὴν ὁδὸν τοῦ Κυρίου, ὡς λαμπηδὼν ἀσβέστου φωτὸς ἘΠιφάνιε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Συμπολίτης Ὄσιε, τῶν Ἀσωμάτων, καὶ οἰκεῖος γέγονας, τοῦ Παντοκράτορος Θεοῦ· ὅθεν βοῶ ταῖς πρεσβείαις σου, μὴ διαλίπῃς, μνησθῆναι ἱκέτου σου.
Δόξα. Ὅμοιον.
Ὡς βροτὸς ἰσάγγελος, ἐν τῇ ἐρήμῳ, καὶ ὡς πρέσβυς ἔνθεος, ὑπὲρ ἡμῶν διηνεκής, ἐν οὐρανῷ Ἐπιφάνιε, ἐφάνης Πάτερ, ποιμένων ὡράϊσμα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρμωσάτωσαν λύραν πάντες εὐφρόσυνον, καὶ ὡς ἐρήμου πολίτην σε ἀνυμνήτωσαν, ὅτι ἐν σώματι θνητῷ, τοῦ κοσμοκράτορος, σὺ ἐταπείνωσας ὀφρύν, ἀρωγῇ τῇ τοῦ Χριστοῦ, ὡς ἔμπλεως χαρισμάτων· διὸ πρεσβεύεις παμμάκαρ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐχόμενος τοῦ κανόνος τῆς εὐσεβείας ἀπαρεγκλίτως, θεολέκτοις λογίοις, τὴν ὁ ολογίαν τῆς πίστεως καταπεπλούτηκας· ὅθεν διεσάφησας Ἅγιε Ἐπιφάνιε, τῶν ἀποῤῥήτων μυστηρίων τὴν ἔννοιαν, καὶ τὸ τῆς ψευδοδοξίας, γαυρίαμα, ἐταπείνωσας γενναίως· διὸ μὴ παύσῃ πρεσβεύειν, τῆς αἰωνιζούσης ἡμᾶς ἐξελέσθαι καταδίκης, καὶ εὑρεῖν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου Ἐπιφανίου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων): Ἐπιφανίου τὸ κῦδος ἔπλησε χθόνα. Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α'. Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος
ν τῷ τοῦ θεράποντος πιστῶς, πολιτευσάμενος νόμῳ τοῦ γράμματος, τῷ δεσποτικῷ ὑποκύψας ζυγῷ, διέπρεψας Πανόλβιε, καὶ φωστὴρ ἐδείχθης, τῆς γῆς φωτίζων τὰ πέρατα.
Πόθῳ θείου νόμου συσχεθείς, καὶ τοῦ ἀδίκου προκρίνας τὸ δίκαιον, Πάτερ Ἐπιφάνιε, συμβολικῶς ἐδέξω τὴν σωτήριον, πίστιν τῆς Τριάδος, ἐκ θείας ὥσπερ προγνώσεως.
ατὴρ σαρκός τε καὶ ψυχῆς, θεοειδὴς σοι ἐγένετο ἄνθρωπος, τῷ ὑποζυγίῳ σου, τὸ τῶν παθῶν συναποκτείνας ὅρμημα, καὶ συνθεραπεύσας, ψυχῆς τὸ ἄπιστον φρόνημα.
Θεοτοκίον
Ὅλην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν καθορώμενος, ὅλην ἀνεκαίνισε, τῇ σῇ γαστρὶ θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον πιστοὶ σε πάντες δοξάζομεν.

ᾨδὴ γ'. Ὁ μόνος εἰδώς
Φαιὸν περιβόλαιον ἰδών, αἰτήσαντι τὸν ἔλεον, μεταδοθὲν τοῖς σώματος ὄμμασι, λαμπρὰν ἐσθῆτα περιβαλλόμενον, νοητῶς τεθέασαι, καὶ τῇ θείᾳ χάριτι, ἐφωτίσθης πρὸς πίστιν ἀμώμητον.
κούσας ῥημάτων εὐσεβῶν, τὴν ὕλην ἑβδελύξω μέν, καὶ βίον ἐπόθησας ἄϋλον, ὡς αἵματος δὲ συμμετασχοῦσάν σοι, καὶ τῆς γνώμης μέτοχον, προσλαβὼν τὴν ὅμαιμον, ἀνεδείχθητε ζεῦγος μακάριον.
Νεκροὺς λογισμοὺς ἀποστραφείς, Παμμάκαρ Ἐπιφάνιε, ἐπιποθήσας ζῶντι λατρεύειν Θεῷ, τῷ θείῳ δρόμῳ πιστῶς προσέδραμες, καὶ ἐδέξω σύμβολον, τηλαυγὲς πανόλβιε, τῶν νεκρῶν σου πεδίλων τὴν ἔκπτωσιν.
Θεοτοκίον
Ἁγίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον· ᾧ βοῶμεν, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε.

Κάθισμα. Ἦχος γ'. Θείας πίστεως
Θείοις δόγμασι, τὴν Ἐκκλησίαν, Πάτερ ἔπλησας, ὀρθοδοξίας, ταῖς διδαχαῖς σου αἱρέσεις τρεψάμενος, τῆς εὐσεβείας τὸν δρόμον ἐπλήρωσας, καὶ σὺν τῷ Παύλῳ τήν πίστιν ἐτήρησας, Ἐπιφάνιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς

ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι
κέτης ὡς δοῦλος προσελθὼν τῷ Βαπτίσματι, υἱοθετήθης δι' αὐτοῦ, καὶ κληρονομος ἀληθῶς, Θεοῦ Ἐπιφάνιε, καὶ τοῦ Χριστοῦ συγκληρονόμος γεγένησαι, θεοπρεπῶς αὐτῷ πολιτευσάμενος.
ρᾷ σου πολλῇ ἠγλαϊσμένον τὸ πρόσωπον, καὶ ἀποῤῥήτῳ ὁ ποιμήν, δόξῃ καὶ στέφει εὐπρεπεῖ, τὴν ἔνδοξον κάραν σου ὑπερφυῶς, κατεστεμμένην ἀοίδιμε, τῆς καθαρᾶς σου καρδίας τὰ σύμβολα.
πήρξας δοχεῖον θείας χάριτος Ὅσιε, καὶ διεσκόρπισας σαφῶς πλοῦτον τὸν πρόσκαιρον Χριστῷ καὶ ὄλβον αἰώνιον, ἐν οὐρανοῖς ἀσύλητον ἐθησαύρισας, ὥσπερ ἀγχίνους κριτὴς Ἐπιφάνιε.
Τῶν νέων ἀμείψας ἐν νεότητι φρόνημα, στοιχειωθεὶς δὲ πρεσβυτῶν, παρὰ σοφῶν καὶ συνετῶν, τῷ φόβῳ Μακάριε, τῷ θεϊκῷ, μελέτῃ λόγων τοῦ Πνεύματος, σὺ ἐραστής τῆς σοφίας γεγένησαι.
Θεοτοκίον
γία Ἁγίων Θεοτοκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνεβλάστησεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

ᾨδὴ ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει
σίως σου τὴν γαστέρα, ἐν ἄρτῳ καὶ ὕδατι, ἐστένωσας, κεχρημένος ὡς ὄψῳ τῷ ἅλατι, καὶ παθῶν ἐκράτησας σαρκός, ἐν σώματι τὸν βίον, τῶν Ἀσωμάτων μιμούμενος.
Κατῴκτιρας τρυχομένους, τῷ δίψει ἐν καύσωνι, καὶ ἤμειψας εὐπρεπῶς τῶν σημείων ἀρχόμενος ὡς θεράπων ἄριστος, τὸν σὸν μιμούμενος Δεσπότην οἶνον εἰς ὕδωρ Μακάριε.
πέδρασας τὸν κενόν, τῶν ἀνθρώπων δοξάριον, καὶ ἔρημον, ὥσπερ ὁ σὸς Δεσπότης κατῴκησας, πειρασμοῖς δὲ ἐχώρησας δαιμονικήν, πρὸς πάλην ἀοράτως, τὸ ἀσθενές σου νευρούμενος.
Θεοτοκίον
Λόγον θεῖον, διὰ λόγου ἐν μήτρᾳ ἐχώρησας, ὑπὲρ λόγον Θεοτόκε, αὐτὸν οὖν δυσώπησον, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου.











ᾨδὴ ς'. Ἐκύκλωσεν ἡμᾶς
Δαιμόνων σε οἱ μίμηται ἐκύκλωσαν, τῆς Ἄγαρ οἱ ἀπόγονοι, τὸν Δεσπότην δ' ἐκμιμούμενος τὸν σόν, τὸν ἀντιδικοῦντα εὐηργέτησας, καὶ διφαῆ, ἔδειξας Πάτερ τόν ἑτερόφθαλμον.
Πλάστης σου ἐν σοὶ ἀναπαυσάμενος, τοῦ Πνεύματός σε ὄργανον, καὶ Θεὸν ὡς Μωϋσῆν τῷ Φαραώ, ἔδειξεν Ἀράβων τοῖς σκηνώμασι, παναληθῶς, ὤφθης τὸν τρόπον τούτου μιμούμενος.
Συνέσεισε τῶν Ἀσσυρίων ἄνακτα, τὸ πνεῦμα διωκόμενον, ἐχρημάτισε δὲ ἄγγελος τῆς σῆς, Πάτερ ἀρετῆς καὶ θείας χάριτος· τοὺς γὰρ αὐτὸν οἶδε δοξάζειν Θεὸς δοξάζοντας.
Θεοτοκίον
Εὐφραίνονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τόκου καὶ μετὰ γέννησιν.

Κοντάκιον. Ἦχος δ’. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Ὡς πολυχεύμονα κρουνὸν τῆς θείας χάριτος, καὶ τῶν θαυμάτων τὴν πηγὴν τὴν ἀνεξάντλητον, καὶ συνόμιλον Ἀγγέλοις τε καὶ Ὁσίοις, καὶ τῆς Κύπρου ἀρχιθύτην τὸν θεόσοφον, Ἐπιφάνιον τιμήσωμεν ἐν ᾄσμασι, πάντες λέγοντες· χαίροις Πάτερ ἰσάγγελε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν Ὁσίοις, Ἐπιφάνιε Πάτερ, ἐγνώσθης ἐν ἐρήμῳ τῷ πάλαι, καὶ πάσης Σαλαμῖνος ὁ φωστήρ, ἀσφαλῶς αὐγάζων τοὺς πιστοὺς ἅπαντας, τοὺς ψάλλοντάς σοι Ἅγιε, φωναῖς χαρμονικαῖς τοιαῦτα·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑψώθη·
χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ἐτρώθη.
Χαῖρε, τῶν δογμάτων Χριστοῦ ἡ φανέρωσις·
χαῖρε, κακοδόξων μωρῶν ἡ καθαίρεσις.
Χαῖρε, κρίνον τῆς ἁγνότητος, καὶ λειμὼν τῆς ἀρετῆς·
χαῖρε, κῆρυξ ὁ ὑπόπτερος, Βασιλείας τῆς καινῆς.
Χαῖρε, ὅτι ἐφάνης Παρακλήτου δοχεῖον·
χαῖρε, ὅτι ἠράσθης μοναζόντων τὸν βίον.
Χαῖρε, βροτῶν τὸ θεῖον ἐντρύφημα·
χαῖρε, σοφῶν τὸ ἔνδοξον καύχημα.
Χαῖρε, δι’ οὗ θαυμαστοῦται ὁ Κτίστης·
χαῖρε, δι’ οὗ φυτουργεῖται ἡ πίστις.
Χαίροις, Πάτερ ἰσάγγελε.






Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου
Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,
κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα.
Οὗτος, χώρας γέγονε Φοινίκης, ἐκ πριοικίδος Ἐλευθερουπόλεως, γονέων αὐτουργῶν. Τραφεὶς δὲ ἐν οἰκίᾳ μικρᾷ, καὶ οἵαν ἔχοιεν πένητες ἄνθρωποι καὶ γηπόνοι, αὐτὸς τῇ κατὰ Θεὸν διέλαμψεν ἀρετῇ, καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς κατ’ εὐσέβειαν προήχθη πολιτείας. Τῶν γὰρ γονέων αὐτοῦ τῇ τοῦ νόμου ἐναπομεινάντων λατρείᾳ καὶ σκιᾷ, καὶ μὴ δυνηθέντων ίδεῖν τὸ φῶς τῆς χάριτος, αὐτὸς πρὸς τὴν ἐν Χριστῷ ἀλήθειαν ἔδραμε, μικρᾶς δραξάμενος ἀφορμῆς.
Κλεοβίου γάρ τινος, ἰασαμένου αὐτοῦ τὴν πληγήν, ἥν ὑπέστη κατὰ τοῦ μηροῦ, ἀτάκτως πεσόντος ἀπὸ τοῦ ὑποζυγίου οὗ ἐπωχεῖτο κατασκιρτήσαντος καὶ αὐτοῦ δὴ τοῦ ὑποζυγίου θανατωθέντος τότε μὲν ἀμφίδοξον ἐν διαλογισμοῖς ἔσχε τὴν γνώμην, καὶ τὸ λοιπὸν οὐ πάνυ τῇ τοῦ νόμου προσεῖχε δουλείᾳ. Ὕστερον δὲ Λουκιανῷ τινι μονάζοντι ἐντυχών, εἶδεν αὐτὸν πένητι ἐντυγχάνοντα ζητοῦντι αὐτῷ βρῶσον φαγεῖν, ὁ δὲ καὶ τριβώνιον ἐπέδωκε. Καὶ αὐτίκα ἄνωθεν ἐκείνῳ στολὴ τῷ Λουκιανῷ ἐνεδύετο. Καὶ ταῦτα θεασάμενος Ἐπιφάνιος, τῇ τῶν Χριστιανῶν πίστει προσέρχεται, καὶ τὸ Ἅγιον Βάπτισμα παρὰ τοῦ Ἐπισκόπου δέχεται.
Τὰ δὲ ἐντεῦθεν δυσέφικτον ἐν ἐπιτόμῳ πάντα περιλαβεῖν τὰ θαυμάσια ἄ εἰργάσατο. Τοσοῦτον δὲ εἰπεῖν μόνον ἐστὶν ἀναγκαῖον, ὅτι κομιδῇ νέος ὤν τῇ ἡλικίᾳ, τὴν κατὰ Χριστὸν πίστιν ὑποδεξάμενος, εὐθὺς μονάσας ὁσίως, πάντας τοὺς κατ’ αὐτὸν ὑπερήλασεν ἐγκρατείᾳ καὶ πόνοις ἀσκητικοῖς, καὶ εἰς τὸ τέλειον τῆς ἀρχιερωσύνης γενόμενος, κατάλληλον ἔσχε τὴν πρᾶξιν τοῖς προβεβιωμένοις. Ἐν μὲν γὰρ τοῖς παρελθοῦσιν, ἀσκητικὴν διαγωγήν, καὶ πλήθη θαυμάτων καὶ θεραπείαν πολλῶν ἀσθενούντων εἰργάσατο. Ἐν δὲ τοῖς μετὰ τὴν ἱερωσύνην αὐτά τε ταῦτα καὶ διδασκαλίαν ὀρθήν, καὶ συγγραμμάτων πλήθει πάντας ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς ἐξεῦρε τοὺς πειρασμοὺς παρὰ τῶν κακοδόξων. Ζήσας δὲ ἔτη δεκαπέντε πρὸς τοῖς ἑκατόν, ἐπὶ μησὶ τρισίν, ὡς αὐτὸς Ἀρκαδίῳ τῷ βασιλεῖ ἐρωτήσαντι ἀπεκρίνατο, τῷ Κυρίῳ τῷ πνεύμᾳ παρέθετο. Οὐκ ἐν τῷ οἰκείῳ δὲ θρόνῳ, κατὰ τὴν τοῦ Χρυσοστόμου αἴτησιν, ἐπεὶ τὴν κατ’ ἐκείνου ἐξορίᾳ συνῄνεσε. Τὸν δὲ φασὶν ἀντιγράψαι μηδὲ αὐτόν, τὸν τόπον πρὸς ὅν ἀπέσταλτο ὁ ὑπερόριος, φθάσαι κατιδεῖν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γερμανοῦ Πατριάρχου Κωνσταντινουπόλεως
Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον,
γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
Οὗτος ὑπῆρχεν υἱὸς Ἰουστινιανοῦ Πατρικίου, καὶ κατὰ τοὺς χρόνους Ἡρακλείου τοῦ βασιλέως πλείστας ἀρχὰς δημοσίας διοικήσαντος, ὅν θαυμασθέντα παρὰ τῆς συγκλήτου, διὰ τὴν ἄκραν εὐσέβειαν ὁ ἔγγονος Ἡρακλείου ζηλοτυπήσας ἀπέκτεινε. Καὶ Γερμανόν, τὸν υἱὸν αὐτοῦ, βραχύτατον ὄντα εὐνούχισε καὶ τῷ κλήρῳ τῆς μεγάλης ἐκκλησίας κατέλεξεν. Ὁ δὲ ὡς ἑρμαίῳ χρησάμενος τῷ συμβάντι ἐπέδωκεν ἑαυτὸν τῇ τῶν θείων Γραφῶν μελέτῃ. Τάχει δὲ φύσεως καὶ πόνοις ἐνδελεχέσιν ἐπὶ πλεῖστον προελθὼν γνώσεως, καὶ τὸν βίον ῥυθμίσας καλῶς, πρῶτον μὲν χειροτονεῖται τῆς ἐν Κυζίκῳ ἐκκλησίας Ἐπίσκοπος, οὐ σχεδιάσας τοὺς βαθμούς, ἀλλ’ ἀκολουθίᾳ καὶ τάξει ἐπὶ τὸ τέλειον προελθῶν. Ἔπειτα δὲ τῶν ἐκκλησιῶν ἐμφρόνως ἐπιστασίας δεομένων καὶ ἀνδρὸς λόγῳ καὶ πράξει κατηρτισμένου ἀπὸ τῆς Κυζίκου πρὸς τὴν μεγάλην Κωνσταντινουπόλεως καθέδραν ἀνάγεται.
Ἔνθα πολλαῖς διδασκαλίαις τὸν λαόν, κατήρτισε, καὶ τὰ βαθύτερα καὶ ἀσαφῆ τῆς Γραφῆς ἡρμήνευσε, καὶ πανηγυρικοῖς καὶ ἐγκωμιαστικοῖς λόγοις τὰς τῶν πιστῶν ἐκκλησίας ἐφαίδρυνες καὶ μελῳδίαις καὶ ᾄσμασι τὸν ἐν ταῖς ἀγρυπνίαις σκληρόν τε καὶ σύντονον κατέθλεξεν. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος τὴν τῶν Ῥωμαίων ἀρχὴν τυραννήσας κατὰ θεοῦ πρῶτον ὑβρίζειν ἤρξατο καὶ τὰς ἱερὰς ἐικόνας καθελεῖν ἐπεχείρισε καὶ οὔτε κρείττοσιν ἀποδείξεσιν ὡς δεῖν προσκυνεῖσθαι ταύτας καὶ τιμᾶσθαι ἐπείθετο ἀλλὰ καὶ τὰς συνταχθείσας βίβλους ὑπὲρ τῶν ἁγίων εἰκόνων κατέκαυσε. Τότε συνιδὼν ὁ Ἅγιος ὅτι κωφῷ τινι καὶ ἀναιδεῖ καὶ ἀνοήτῳ παραινεῖ, θεὶς ἐπὶ τῆς ἱερᾶς τραπέζης τὸ ὠμοφόριον αὐτοῦ ἐν τῷ ίδίῳ γενόμενος οἴκῳ τὴν ἡσυχίαν ἠσπάσατο. Καὶ ἐν γήρᾳ καλῷ τὸν βίον κατέλυσε τοῖς ἐννενήκοντα χρόνοις προσεπιβάς. Καὶ παρ’ αὐτὴν τὴν ἐκφοράν, τοὺς προσεγγίσαντας αὐτοῦ τῷ λειψάνῳ παντοίων ἀπαλλάξας παθῶν καὶ μετὰ τὴν τούτου κατάθεσιν τοῖς πιστοῖς ἰάματα βρύων, κατετέθη ἐν τῷ εὐαγεῖ μοναστηρίῳ τῆς χώρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ ἐν Κυθήροις.
Χριστοῦ δωρεῶν ἐπωνυμίαν φέρων,
βροτοῖς ἴασιν ἀεὶ πηγάζεις Πάτερ.
Οὗτος ὁ ἐν Ὁσίοις Πατὴρ ἡμῶν Θεόδωρος, ὑπήρχεν ἐπὶ Ρωμανοῦ βασιλέως· πατρίδα εἶχε τὴν ἐν Πελοποννήσῳ Κορώνην, καὶ γονεῖς ἐπισήμους καὶ θεοσεβεῖς. Ἡ μήτηρ αὐτοῦ στεῖρα οὖσα ἐγέννησεν αὐτὸν διὰ τῆς πρὸς Θεὸν θερμῆς παρακλήσεως· διὰ τοῦτον καὶ Θεόδωρον αὐτὸν ὠνόμασεν.
Ἀνετρέφετο λοιπὸν παιδαγωγούμενος έν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδαχθεὶς τὰ ἱερὰ γράμματα, παρεδόθη ὑπὸ τῶν γονέων εἰς τὸν τότε Ἐπίσκοπον Κορώνης, ὅστις καὶ δεχθεὶς αὐτὸν κατέταξε εἰς τὸν κλῆρον, χειροτονήσας αὐτὸν ἀναγνώστην. Ἀποθανόντων δὲ μετ’ οὐ πολὺ τῶν γονέων τοῦ Ὁσίου καὶ μὴ ἔχοντος ἀρκετὴν ἡλικίαν, ἐδέχθη αὐτὸν ὁ ἐν Ναυπλίῳ Πρωτοπαπᾶς, φίλος ὤν καὶ γνώριμος με τοὺς γονεῖς τοῦ Ἁγίου, ὅστις καὶ ἀνέτρεφεν αὐτὸν ὡς υἱὸν. Αὐξηθέντος δὲ τοῦ Ὁσίου, τῇ τοῦ Πρωτοπαπᾶ παρακινήσει ἔρχεται ἐις γάμου κοινωνίαν, καὶ δύο τέκνων πατὴρ γίνεται. Συζῶν δὲ καὶ μετὰ τῆς γυναικὸς θεοφιλῶς καὶ θεαρέστως, καὶ ἔχων τὸν θεῖον φόβον εἰς τὴν καρδίαν του ἀνεξάλειπτον, δὲν ἐμποδίζετο ποσῶς ἐκ τῆς προόδου τῆς ἀρετῆς, ἀλλὰ λησμονῶν τὰ ὄπισθεν ἐπεκτείνετο μᾶλλον, κατὰ τὸ Παῦλον, εὶς τὰ ἔμπροσθεν. Ὅθεν καῖ ὑπὸ τοῦ τότε Ἐπισκόπου Ἀργείων, Θεοδώρου, μαθόντος τὰς ἀρετὰς, καὶ τὴν εἰς τὰ θεῖα εὐλάβειαν βιασθεὶς χειροτονεῖται διάκονος.
Τότε λοιπὸν, αὐξήσας τὸν πρὸς τὸν Θεὸν πόθον, καὶ μηδόλως λησμονῶν τὸν θάνατον καὶ τὴν ὥρα τῆς κρίσεως, ἀναχωρήσας ἐκ τῆς Πελοποννήσου ἦλθεν εἰς Ῥώμην, χάριν προσκυνήσεως τῶν ἐκεῖσε εὐρισκομένων ἁγίων ναῶν τῶν Ἁγίων Ἀποστόλων, καὶ ἱερῶν λειψάνων Μαρτύρων τε καὶ Ὁσίων. Ἔνθα, ἐνδιατρίψας τετραετίαν καὶ πολλοῖς τῶν ἐκεῖσε Ἁγίων Πατέρων συναναστραφείς, ἐπέστρεψεν εἰς Πελοπόννησον διατρίβων εὶς Μονεμβασίαν καὶ καιροφυλακτῶν τὴν εἰς Κύθηρα ἀναχώρησίν του, ἔρημην τότε οὖσαν διὰ τὸν φόβο καὶ ἐπιδρομὰς τῶν Ἀγαρηνῶν, κυριευόντων τότε καὶ τὴν Κρήτην. Ἐνδιατρίψας δε ἀρκετὸν χρόνον εὶς τὴν Μονεμβασίαν καὶ καταφανὴς γενόμενος, ὑπέφερε γενναίως καὶ ἀνενδότως τὰς τῆς γυναικὸς καὶ τῶν φίλων παρακλήσεις, παρακαλούντων αὐτὸν εὶς συμπάθεια τῶν τέκνων του διὰ τοῦ Ἐπισκόπου Μονεμβασίας. Εἰς αυτὸν δὲ ἀπεκρίθη ὅτι γνωρίζει τὰς ἐπιστολὰς πόθεν ἧσαν καὶ ἐννοεῖ τὰς ἐπιβουλὰς τοὺ παμπόνηρου διαβόλου, ὅστις περιέρχεται ὡς λέων ὀρυόμενος, ζητῶν τί νὰ καταπίῃ. Ὅσον δὲ περὶ τῶν τέκνων αὐτοῦ ἀπεκρίθη, ὅτι ὁ Θεὸς ὅστις εἶναι Πατὴρ καὶ προνοητὴς ὅλων τῶν πλασμάτων Αὐτοῦ, Αὐτὸς ἔχει καὶ τὴν φροντίδα τῶν τέκνων του. Ὅθεν, μηδόλως προσέξας εἰς τοὺς λόγους αὐτῶν, ἡσύχαζεν, ἕνα σκοπὸν ἔχων· τὴν θείαν εὐαρέστησιν.
Εὐκαιρίας δὲ ὲπιτυχὼν, ἐπέρασε εἰς τὴν νῆσον Κύθηρα, ἐρήμην ὡς ἐῤῥέθη οὖσα τότε, διὰ τὸν φόνον τῶν Ἀγαρηνῶν. Συνηκολούθησε δὲ τὸν Ὅσιον, καὶ τις Ἀντώνιος, ὅστις μὴ ὑποφέρων τοὺς κόπους καὶ σκληραγωγίας, ἐπέστρεψεν εἰς Πελοπόννησον, διηγούμενος τοὺς ἀσκητικοὺς πόνους τοῦ Ὁσίου. Ἐνταῦθα ὁ Ὅσιος ναόν τινα εὐρὼν τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ Βάκχου, καὶ ἐν αὐτῷ ἡσυχάζων, τῷ Θεῷ καλῶς εὐηρέστησε καὶ εἰς χεῖρας Αὐτοῦ τὴν ψυχὴν παρέθετο.
Τοὺς δὲ ἀσκητικοὺς αὐτοῦ ἀγῶνας, ποία γλῶσσα δύναται να λαλήσῃ; Τὴν ἐν πείνῃ, καὶ δίψῃ ὑπομονὴν, τὴν ἐν κρύει καὶ καύσωνι, τὰς προσβολὰς τοῦ δολίου, τὰς νυκτερινὰς φαντασίας, με τὰς ὁποίας ἐζήτει νὰ φοβήση τὸν Ὅσιον; Ἀλλὰ γενναίως αὐτὸν ἀντέκρουεν ἔχων ἰσχυρώτατον κατ’ αὐτοῦ ὄπλον τὴν προσευχὴν, καὶ τὴν ἐγκράτεια. Διὰ τοῦτο καὶ ἠξιώθη νὰ προγνωρίσῃ καὶ τὸ μακάριον αὐτοῦ τέλος, καὶ νὰ σημειώσῃ αὐτὸ προγράψας καὶ τὴν ἡμέραν τῆς ἀσθενείας του.
Ἐδόξασε δὲ αὐτὸν ὁ Θεὸς καὶ μετὰ θάνατον, πολλὰ ἐκτελῶν δι’ αὐτοῦ θαυμάσια, εἰς τοὺς ἐπικαλουμένους μετὰ πόθου τὸ ὄνομα αὐτοῦ, καὶ τὸ τίμιον αὐτοῦ λείψανον εὐλαβῶς ἀσπαζομένους, θεραπεύων νόσους, καὶ φυγαδεύων πολεμίους. Κεῖται δὲ τό ἱερὸν αὐτοῦ λείψανον, εἰς τὸν ἱερὸν ναόν, τὸ πρότερον μὲν τῷ ὀνόματι Σεργίου καὶ Βάκχου, τῶν Μαρτύρων τιμώμενον, νῦν δὲ ἐπ’ ὀνόματι τοῦ Ὁσίου, οὗ ταῖς πρεσβείαις Χριστὲ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Καλλιτρόπου, ἀδελφῆς τοῦ Ἁγίου Ἐπιφανίου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλίππου τοῦ Ἀργυρίου, τοῦ ἐκ Σικελίας. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου Πατριάρχου Ἱεροσολύμων

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ Σιναΐτου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομιτίλλας τῆς Ῥωμαίας
Έζησε τον 1ο αιώνα στη Ρώμη. Ήταν σύζυγος του Ρωμαίου αξιωματούχου Τίτου Φλαβίου Κλήμεντος και θυγατέρα της αδελφής του αυτοκράτορα Δομιτιανού (81-96). Τελειώθηκε μαρτυρικά, επειδή αρνήθηκε να θυσιάσει στα είδωλα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγκρατίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοφάνους ἀρχιεπισκόπου Κύπρου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ τοῦ Ἁγιορείτου τοῦ Μαρουλή.
Γερμανέ, ἀφάτου ὑπακοῆς κέρας,
ἡγίασας Ἄθωνα ἱδρώτων ῥείθροις.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανός, γόνος εὐσεβῶν καὶ εὐπατρίδων γονέων, ἐγεννήθη ἐν Θεσσαλονίκῃ τῷ 1252. Παιδιόθεν Χριστὸν ἀγαπήσας καὶ Αὐτοῦ τοῖς βήμασιν ἀκολουθήσας κατέλιπε τὰ τερπνὰ καὶ ἡδέα τοῦ κόσμου ὡς ῥέοντα καὶ τὰ ἀεὶ διαμένοντα ποθήσας ἀνεχώρησε διὰ τὸν ἀσκητικώτατον Ἄθωνα. Διεκρίθη διὰ τὴν τελείαν ἐκκοπὴν τοῦ αὐτοῦ θελήματος, τὴν ταπείνωσιν καὶ τὴν ὑποταγὴν τοῖς θελήμασι τοῦ αὐτοῦ Γέροντος. Φθάσας εἰς μέτρα ἀρετῆς καὶ σοφίας δυσαντίβλεπτα ἠξιώθη γενέσθαι δοχεῖον τοῦ θείου Πνεύματος καὶ αὐτουργὸς παραδόξων θαυμάτων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν Ἁγίῳ Ὄρει τῷ 1336 ἄγβν τὸ ὀγδοηκοστὸν τέταρτον ἔτος τῆς αὐτοῦ ἡλικίας. Τὸν θαυμαστὸν αὐτοῦ βίον κατέγραψε πρὸς πνευματικὴν οἰκοδομὴν τῶν πιστῶν ὁ συμπατριώτης αὐτοῦ καὶ συνασκητῆς ἐν Ἄθωνι Ὅσιος Φιλόθεος ὁ Κόκκινος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Βλάχος, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1662, ἀγχόνῃ τελειοῦται.
Σώφρων ὑπάρχων ὦ Ἰωάννη Bλάχε,
ἀθλεῖς ἄριστα δι’ ἀγάπην Kυρίου.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ Σεῤῥαίου
Ἔχαιρεν ὑμνῶν Ἰωάννης ἐν μέσῳ
Θεόν καμίνου ὡς πάλαι νεανίαι.
Οὗτος ἐκ πόλεως ἧν Φεῤῥῶν, ἥτις καὶ Βέργα παρὰ Κλαυδίῳ, Πτολεμαίῳ ὠνόμαστο, ἐπισήμων καὶ εὐγενῶν γονέων υἱός. Ἐν κομιδῇ δὲ πάνυ νέᾳ τῇ ἡλικίᾳ ἱματίοις εἴθιστο κοσμεῖσθαι λαμπροῖς καὶ ἵπποις ἀγαθοῖς τε καὶ καλοῖς χρῆσθαι καὶ τῇ ὁμοίᾳ παραπλησίως περιαυγάζεσθαι πολυτελείᾳ. Ὅθεν διὰ φθόνον ὑπὸ τῶν ἐκ τῆς Ἄγαρ διεβλήθη ὡς εἰς τὴν σφῶν αὐτῶν θρησκείαν ἐξυβρικώς. Ἀμέλει καὶ πρὸς τὸν δικαστήν, οἱ διαβολεῖς ἕλκουσι, καὶ ἔφασαν: ὦ δικαστά, οὗτος συγκατανεύσας ὅμοιος κατὰ τὴν θρησκείαν ἡμῖν γενέσθαι, νῦν ἀπαναινόμενος καὶ τὴν ὑπόσχεσιν παντάπασιν ἀθετῶν χριστιανὸν ἑαυτὸν εἶναι βούλεται. Ἐπεὶ δὲ ὁ δικαστής, αὐτὸν ἐρωτήσας οὐδὲν ἄλλο παρ’ αὐτοῦ ἠκηκόει εἰ μὴ τὸ χριστιανὸν εἶναι καὶ Χριστοῦ δοῦλον καὶ τοὺς ἀνθεστηκότας αὐτῷ υἱοῦς διαβόλου καὶ τοῦ ψεύδους δημιουργούς, εἰς φυλακὴν ἐμβληθῆναι κελεύει ὅ καὶ γέγονε. Ἔχαιρεν οὖν ὁ Ἅγιος διὰ Χριστόν, οἰκῶν τὴν εἱρκτήν.
Καιροῦ δέ τινος παρωχηκότος ἐξάγεται ὑπ’ αὐτῶν καὶ τοῦτο μὲν θωπείαις τε καὶ δώροις καὶ ὑποσχέσεσιν ἀξιωμάτων, τοῦτο δὲ ἀπειλαῖς μεθελκόμενος ὑπ’ αὐτῶν οὐδ’ ἄκροις ὠσὶν τοὺς αὐτῶν ἐδέχετο λόγους. Διὸ καὶ τὴν ἀλωπεκῆν ἀποθέμενοι σφόδρα μαστίζουσι καὶ κατὰ γῆς σύρουσι καὶ τὰς τρίχας τῆς κεφαλῆς ἐκτίλλουσι καὶ ἀναρτήσαντες ῥάβδοις ἅπαν τὸ σῶμα κατέξαινον καὶ ἀνηλεῶς συνέτριβον. Ἐκεῖθεν δὲ ὡς ἄγριοι θῆρες βίᾳ καθέλκοντες ἀπῆγον εἰς τὴν εἱρκτήν. Ὁ δὲ Ἅγιος ἑλκόμενος καὶ μαστιζόμενος ὑπό τε τῶν προαγόντων καὶ ἑλκόντων καὶ τῶν ἐφεπομένων καὶ τὸ Κύριε Ἰησοῦ Χριστέ, καθ’ ἑαυτὸν λέγων βοήθεί μοι, ὁρᾷ πρὸς τὸ δεξιὸν αὐτοῦ μέρος συνοδεύοντα αὐτῷ ἄνδρα φοβερώτατον ἔφιππον καὶ ὡς τὰς ἡλιακὰς ἀκτῖνας ἀνδρίζεσθαι καὶ μηδὲν δεδιέναι.
Ὥρα δὲ ἧν ὡς ἑβδόμη τῆς ἡμέρας. Συνοδεύσας δ’ αὐτῷ ὁ τοιοῦτος ἐφ’ ἱκανὸν ἐξ ὀφθαλμῶν αὖθις γέγονε. Καὶ ἡ μὲν εἱρκτὴ πάλιν τὸν Ἄγιον διεδέξατο ἡμίθνητον ὡς εἰπεῖν ἔκ τε τῶν μαστίγων καὶ πληγὼν τῶν ἀφορήτων ἐκείνων πλὴν νοερῶς ἀγαλλόμενον ἄγαν ἐπὶ τῇ τοῦ φανέντος θαρσοποιήσει. Τὸ δὲ ἀνήμερον πλῆθος ἐκεῖνο οὐδόλως ἐφησύχαζον ἧν, ἀλλὰ τῷ κρατοῦντι διὰ γραφῆς τὰ κατὰ τὸν Ἅγιον δηλοποιοῦσιν κατὰ τὸν ἑαυτῶν δήπου σκοπόν. Ὁ δὲ εἰς τοιαῦτα ταχὺς ὤν, ἀπεφήνατο, ἤ τὴν εὐσέβειαν μεταβαλεῖν ἤ ξίφει ἀναιρεθῆναι καὶ τὸ σῶμα οἱ πυρί, παραδοθῆναι.
Τὴν ἀπόφασιν οὖν τὴν τοιαύτην δεξάμενοι, τῆς φυλακῆς τὸν Ἅγιον ἐξάγουσι καὶ πρὸς τὸν δικαστήν, ἀπάγουσιν. Ὁ δὲ πάλιν σαίνειν ἀπήρξατο τιμῶν καὶ δωρεῶν ὑποσχέσεσι καὶ μυρίαις χρησάμενος θωπείαις πρὸς αὐτὸν ὁμοῦ δὲ πρὸς αὐτὸν ὁμοῦ δὲ σὺν αὐτῷ καὶ τὸ περιστὼς ἅπαν πλῆθος καὶ πολλὰ τεχνευσάμενοι καὶ μηδὲν ἀνύσαντες τὴν ἀπόφασιν τοῦ κρατοῦντος αὐτῷ ἐμφανίζουσιν. Ὁ δὲ Ἅγιος μετὰ χαρᾶς ὅ,τι πολλῆς δεξάμενος τὴν ἀπόφασιν καὶ τῷ δικαστῇ προσηκόντως εὐχαριστήσας ἠκολούθει τοῖς ἕλκουσιν ὡς πρόβατον ἐπὶ σφαγήν. Οἱ οὖν δήμιοι, ἵνα τὸ τοῦ θανάτου τέλος αὐτῷ δριμύτερόν τε καὶ ἀλγεινότερον προξενήσωσι τὴν τάξιν ἐνήλλαξαν τῆς ἀποφάσεως καὶ δὴ κάμινον πεποιηκότες μεγάλην, ἐν μέσῳ ταύτης δεσμοῦσιν αὐτὸν ἐν πασσάλοις τέσσαρσι τοῖς ποσὶν αὐτοῦ πρῶτον τὸ πῦρ παραθέντες. Νεμόμενον δὲ τοὺς πόδας κατ’ ὀλίγον τὸ πῦρ μέχρι τῶν γονάτων ἀνῆλθεν. Ὁ δὲ ὡς ἄλλου πάσχοντος δήπου διακείμενος, πρὸς τοὺς παρεστηκότας δημίους εἶπε: Ἁρά γε, παρεδώκατέ με πυρί; Τῶν δὲ χλεύην τὸν λόγον ὑπολαβόντων εἷς ἐξ αὐτῶν πάσσαλον κατὰ τὸ στόμα τῷ ἁγίῳ ἐπέῤῥιψεν, ὅς πρὸς τὸ ἕτερον διελάσας μέρος τὸ μαρτυρικόν, καὶ μακάριον αὐτῷ τέλος ἐπήγαγε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τῶν λειψάνων τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ῥαντονὲζ τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Διονυσίου τοῦ Ῥαντονὲζ τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομάρτυρων ἐν Μπουτόβῳ Μόσχας, τῶν ὑπὸ τῶν κομμουνιστῶν τελειωθέντων ἐν ἔτει 1917

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεκταρίου τῆς Ὄπτινα τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμογένους Πατριάρχου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Σὲ νοητήν, Θεοτόκε κάμινον
κ θεϊκῆς, δεδεγμένος χάριτος, τὴν τῶν θαυμάτων δωρεάν, τοῖς αἰτοῦσί σε δωρεάν, Πάτερ τὰ ἰάματα, ἅπασι διένειμας, ὡς ὁ Δεσπότης προσέταξεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Πίπτει ποδῶν, σοῦ προκυλινδούμενος, ὁ Ἀσσυρίων βασιλεύς· εὐλαβεῖσθε γὰρ ἀρετήν, οἶδε καὶ πολέμιος· ἅπας ὑποπίπτει δέ, οἷς ἐνοικῶν Χριστὸς ἀναπαύεται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Λόγος σιγᾷ, τῶν κατορθωμάτων σου, καὶ τῶν θαυμάτων τὴν πληθύν, τὸ κατ' ἔπος οὐ δυνηθείς, φράσαι Παμμακάριστε· ψάμμον ὑπερέβη γάρ, ὧν ὁ Χριστὸς σοι δεδώρηται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Τριαδικόν
τριφεγγής, ἑνιαία ἄληπτος, ἀπείρου ἄβυσσος φωτός, ἐποπτεύοις σοὺς ὑμνητάς, ὁ ὑπερυψούμενος, ἄναρχος ἀρχή, Πατήρ, Υἱὸς καὶ Πνεῦμα συναΐδιον, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ· διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοῖς ἀνθρώποις τε, συνανεστράφη ὡς ηὐδόκησεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.










ᾨδὴ η'. Ἐν καμίνῳ παῖδες
Σὺ τῷ λόγῳ ἤλεγξας σαφῶς, αἱρέσεων τὴν πλάνην, καὶ φέγγει τῆς εὐσεβείας, ἐφυγάδευσας αὐτήν, βοῶν Ἐπιφάνιε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
πὶ θρόνου ἤρθης ὑψηλοῦ· παθῶν γὰρ βασιλεύσας, σαρκός τε ἐπικρατήσας, σὺ ἐποίμανας Χριστοῦ, κραυγάζων τὸ ποίμνιον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Χορευέτω πᾶσα νοερά, καὶ λογικὴ οὐσία, τῇ μνήμῃ τοῦ Ἱεράρχου, καὶ θεράποντος Χριστοῦ, πιστῶς ἀνακράζουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεαρέστως σὺ θεολογῶν, ὡς ἄγκυραν δογμάτων, τοῖς πᾶσι θεολογίαν, καταλέλοιπας τὴν σήν, δι' ἧς ἀναμέλπομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Χαῖρε θρόνε ἔνδοξε Θεοῦ, πιστῶν χαῖρε τὸ τεῖχος, δι' ἧς φῶς τοῖς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοῖς σὲ μακαρίζουσι καὶ βοῶσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Τύπον ἁγνῆς
ρος πρακτικῆς ὁ βίος σου, καὶ θεωρίας θείας Πάτερ οἱ λόγοι σου, τῷ θεόφρονι, ὄντως λαῷ κατελείφθησαν, Ἐπιφάνιε μάκαρ ἀοίδιμε· διὸ σε ἐπαξίως, ἀνευφημοῦντες μακαρίζομεν.
Νύμφης τοῦ Χριστοῦ προΐστασο, τῆς Ἐκκλησίας ἔνδοξε ἐπιφάνιε, καὶ κατεύνασον, τὸν κατ' αὐτῆς ἐγειρόμενον, ταῖς πρεσβείαις σου ἄγριον κλύδωνα, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Δεσπότην καὶ φιλάνθρωπον.
ναξ τῶν ἀνακτων Ἅγιε, μοναρχικὴ Τριάς, ἡ πάντων δεσπόζουσα, τοῖς ὑμνοῦσί σε, τὴν τῶν πταισμάτων συγχώρησιν, καὶ τοῦ βίου παντὸς τὴν κατάστασιν, ἀπείραστον παράσχου, Ἐπιφανίου ταῖς ἐντεύξεσι.
Θεοτοκίον
Ἅπας ἐγκωμίων πάναγνε, νόμος ἡττᾶται τῷ μεγέθει τῆς δόξης σου· ἀλλὰ Δέσποινα, παρ' οἰκετῶν ἀναξίων σου, ἐξ εὐνοίας δὲ σοι προσφερόμενον, προσδέχου Θεοτόκε, μέτ' εὐμενείας τὸ ἐφύμνιον.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὰς δωρεὰς τῆς ἁγάπης, ὡς πολυχεύμων ποταμός, καὶ ἀνεπίσχετον ῥεῦμα, Πάτερ ἀνάβλυσον κἀμοί, καὶ φλογομόρφου κακίας, κατάσβεσον ταῖς λιταῖς σου.
Ὅμοιον.
Ἀναγωγὸς ἀληθείας, καὶ ποιμανσίας ὁ κανών, καὶ ἱλαρόφωτος λύχνος, πᾶσαν σκεδάζων τὴν ἀχλύν, κακοδοξούντων ἐφάνης, ὦ Ἐπιφάνιε μάκαρ.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ, Ἐπιφάνιε σοφέ, τοὺς περιτραπέντας εἰς κότη, κακοδοξίας ποτέ, ὡς ποιμὴν ἀνέσυρας, ταῖς ὀρθοδόξοις σου, ὑποθήκαις πανάριστε, καὶ ἔργοις ἐνθέοις, σὺ γὰρ αἰσθητήρια τὰ τῆς ψυχῆς σου καλῶς, πάντα, πρὸς ἀλήθειαν ἔχων, ἐκγεγυμνασμένα θεόφρον· διὸ καὶ κατήσχυνας τὸν δράκοντα.

Δεῦτε, τῶν Ὁσίων ὁ χορός, καὶ τῶν Ἀσωμάτων ὁ δῆμος, Ἱεραρχῶν δὲ ὁμοῦ, σύλλογος ὁ πάντιμος, καὶ τῶν βροτῶν ἡ πληθύς, τὸν σοφὸν Ἐπιφάνιον, τιμήσωμεν πάντες, ὕμνοις τε καὶ ᾄσμασι ἐπὶ τῇ μνήμῃ αὐτοῦ, Πάτερ θεοφόρε βοῶντες· μὴ παρίδῃς πρέσβυς γενέσθαι, ὑπὲρ τῶν ἐν πίστει δοξαζόντων σε.

Ἔχων, τῆς καρδία ςὀφθαλμούς, σὺ πεφωτισμένους τρισμάκαρ, τῶν μυστηρίων Χριστοῦ, θύτης πάλαι γέγονας, καὶ οἰκονόμος πιστός, καὶ τὸν πλοῦτον τῆς χάριτος, διένειμας μάκαρ, εἰς τὸν ἀπορούμενον πιστὸν λαὸν ἀφειδῶς, πᾶσαν, τὴν σκοτόμαιναν Πάτερ, τῶν αἱρετικῶν διαλύων, καὶ σκεδάζων τούτων τὰ φρυάγματα.

Στέφει, ἀνθοπλόκῳ οἱ πιστοί, ὑμνολογιῶν καὶ ἐπαίνων, τὸν Ἱεράρχην Χριστοῦ, δεῦτε καταστέψωμεν, ἐν εὐλαβείᾳ πολλῇ· ὥσπερ φέγγος ἀνέσπερον, φαιδρῦνον τὸν βίον, ὤφθης καὶ λυσίπονον, ἀσθενειῶν χαλεπῶν· ὅθεν, καὶ νυνὶ προσεδρεύεις, τῷ Κυρίῳ χεῖρας ἐκτείνων, ὑπὲρ τῶν ἐν πίστει γεραίροντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν τῷ πνεύματι, καὶ ἐν ὕμνοις πανηγυρίσωμεν, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ Ἱεράρχου Χριστοῦ. Οἱ βροτοὶ καὶ Ἄγγελοι συντρεχέτωσαν, καὶ τῆς Ἐκκλησίας τὸν πρόβολον τὸν θεῖον, τῶν δεινῶν αἱρέσεων ἀποκρούσαντα τὰ κύματα, τῇ δυνάμει τοῦ Κυρίου ἀνυμνείτωσαν. Τὰ πλήθη τὰ φιλέορτα, τὸν μέγαν ποιμενάρχην τῆς Κύπρου γηθοσύνως, συνδραμόντα εὐφημήσωμεν. Τῆς ἐρήμου τὸν θησαυρόν, τῶν μοναζόντων τὸ κλέος, τὴν τῶν ἀρετῶν λαμπηδόνα, τὸν ἔλεγχον τῶν ἀσεβῶν, τὸ ἀείῤῥοον τῶν χαρίτων ῥεῦμα, τῶν πενομένων τὴν θείαν σκέπην, τῶν ἀλγηδόνων ταχεῖαν λύσιν, ἱερωσύνης λαμπρὸν δοχεῖον, ἁπάντων τῶν Ὀρθοδόξων τὴν προστασίαν, ἔνδοξον θεοόγον, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Ἐπιφάνιε θεόφρον, ῥῦσαι καὶ ἡμᾶς, θείαις λιταῖς σου, ἐκ τῶν δεινῶν καὶ τῶν στόνων, καὶ πάσης ἀνάγκης τε καὶ περιστάσεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια
Φύλαττε και σκέπε ταις σαις ευχαίς, Επιφάνιε θείε, εκ κινδύνων και χαλεπών νόσων τους τιμώντας, την ένδοξόν σου μνήμην και λύτρωσαι του Άδου φρικτών κολάσεων.
Χαίροις τῆς ἐρήμου ἄνθος λαμπρόν, καὶ τῆς Σαλαμῖνος, ἐγκαλλώπισμα ἱερόν· χαίροις Ἐκκλησίας, προπύργιον τὸ μέγα, Ὁσίων ἡ ἀκρότης, ὦ Ἐπιφάνιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου