Πέμπτη 22 Αυγούστου 2019

ΠΕΜΠΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ. ΑΓΙΑ ΕΥΠΡΕΠΕΙΑ ΑΚΟΛΟΥΘΙΑ

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
ΕΥΠΡΕΠΕΙΑ ΑΓΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου Κογεράκη Ῥόδου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε... Ἀμήν
Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ Ἱερέως, καὶ τρὶς ὑπὸ τῶν Χορῶν ἄνευ στίχων. Εῖθ' οὕτω λέγει τοὺς ἑπομένους Στίχους ὁ Ἱερεὺς ἢ ὁ Διάκονος καθ' ἕκαστον δὲ Στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Στίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Δόξα... Χριστὸς ἀνέστη...
Καὶ νῦν... τὸ αὐτὸ
Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ φωνῇ: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...
Ὁ Χορὸς: Καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ γ’ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. α΄
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς ἐκ τῶν πυλῶν τοῦ θανάτου· Δοξάζομέν σε Μονογενές.

Ὁ τὴν Ἀνάστασιν διδούς, τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Καὶ γ’ τῆς Ἁγίας. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ ἡλίου αὐγάς, μυστικῶς ἐξανέτειλεν, Εὐπρεπείας σήμερον, ἡ ἁγία πανήγυρις, τὰς διανοίας πιστῶς φωτίζουσα, τῶν ἐκβοώντων αὐτῇ ἐκ πίστεως· Χαίροις πανεύφημε, ἡ Χριστὸν δοξάσασα τὸν ἐκ νεκρῶν, ἀναστάντα Κύριον, τῇ πολιτείᾳ σου.

Νύμφη τοῦ Χριστοῦ Εὐπρέπεια, σὺ ὁλοτρόπως αὐτόν, ὡς Νυμφίον ποθήσασα, τῶν προσκαίρων ἔλιπες, τὴν ματαίαν ἀπόλαυσιν, καὶ εὐσεβείας τοῖς ἀγωνίσμασιν, αὐτῷ προφρόνως κατηκολούθησας· οὗ καὶ ἠξίωσαι, τῆς χαρᾶς πανεύφημε ἐν οὐρανοῖς, πάντων μνημονεύουσα, τῶν εὐφημούντων σε.

Νύμφη τοῦ Χριστοῦ Εὐπρέπεια, σὺ ὡς θυσία Αὐτῷ, καθαρὰ προσενήνεξαι, ἔργοις ἁγιότητος, εὐσεβῶς διαπρέψασα, καὶ ἐκομίσω στέφος ἀμάραντον, ἐν Παραδείσου τῷ πλάτει φθάσασα· ὅθεν ἱκέτευε, ἵνα χάριν λάβωμεν οἱ ἐπὶ γῆς, σήμερον τὴν μνήμην σου, πανηγυρίζοντες.

Δόξα... Ἦχος πλ. β'
Σήμερον τῇ τοῦ Χριστοῦ Ἀναστάσει, ἡ τῆς Ἁγίας Εὐπρεπείας μνήμη, ὡς φωστὴρ λαμπρὸς συνεξανέστειλε, τῶν εὐσεβῶν τὰς ψυχὰς καταυγάζουσα, τῶν πρὸς αὐτὴν ἀναβοώντων· Χαίροις ἡ Εὐαγγελίου τὴν ὁδόν, ἐπὶ τῆς γῆς πορευθεῖσα, καὶ ἐν τοῖς ὑψίστοις καταπαύσασα· χαίροις, ἡ τὸν ἀρχέκακον ἐχθρόν, ἐν ἀσθενείᾳ φύσεως νικήσασα, καὶ ἀθανασίας στέφει καταστεφθεῖσα· χαίροις, ἡ τῷ ἀθανάτῳ Νυμφίῳ, μυστικῶς ἁρμοσθεῖσα, καὶ τούτῳ ἐν οὐρανοῖς παρεστῶσα. Αὐτῷ οὖν πρέσβευε πανεύφημε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.

Καὶ νῦν... Ἦχος πλ. α'
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.




Προκείμενον Ἦχος βαρὺς: Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.
Στίχ. Πρόσχες μοι καὶ εἰσάκουσόν μου.
Στίχ. Ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν.
Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα.

Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων. Ἦχος πλ. α'
Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον, κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν. Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στ.: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. α'
Ὡς ἐρασθεῖσα θερμῶς, τὸν ἐκ νεκρῶν τριήμερον ἀναστάντα, εἰς ὀσμὴν μύρων αὐτοῦ, δαυϊτικῶς ἠκολούθησας, καὶ εἰς τὸν οὐράνιον νυμφῶνα, πεποικιλμένη εἰσελήλυθας, Εὐπρέπεια παναοίδιμε· ὅθεν ἐν Αὐτῷ χοροβατοῦσα, καὶ ἐκλεκτῶν τῆς χαρᾶς ἀπολαύουσα, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων ἐν ὕμνοις, τὴν σεβασμίαν μνήμην σου.

Καὶ νῦν... Ὁ αὐτός
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀπολυτίκιον τοῦ Πάσχα. Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (γ΄)
Τὸ Ἀπολυτίκιον τῆς Ἁγίας. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐπρεπείας τὴν μνήμην πανηγυρίσωμεν, τὸν ἐν νεκρῶν ἀναστάντα, δοξολογοῦντες Χριστόν, τὸν στεφάνῳ τῆς ζωῆς, αὐτὴν κοσμήσαντα, καὶ ἀνακράξωμεν ὁμοῦ· Τῶν ἐν ναῷ σου τῷ σεπτῷ, ἐκ πόθου συναθροισθέντων, προστάτευε τῇ δυνάμει, τῆς χάριτός σου παμμακάριστε.
Καὶ πάλιν τό· Χριστὸς ἀνέστη

Ἀπόλυσις.

















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ Ἱερέως, καὶ τρὶς ὑπὸ τῶν Χορῶν ἄνευ στίχων. Εῖθ' οὕτω λέγει τοὺς ἑπομένους Στίχους ὁ Ἱερεὺς ἢ ὁ Διάκονος καθ' ἕκαστον δὲ Στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Στίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Δόξα... Χριστὸς ἀνέστη...
Καὶ νῦν... τὸ αὐτὸ
Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ φωνῇ: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...
Ὁ Χορὸς: Καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος α' Εἱρμός
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καὶ, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.








Εἶτα, ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Εὐπρεπείας τὴν ἁγίαν, δεῦτε μνήμην πιστοί, ἄγοντες χαρμοσύνως, τὸν ἀναστάντα ἐκ νεκρῶν, προσκυνήσωμεν Χριστόν, τὸν χάριν ἡμῖν, αὐτῆς ταῖς δεήσεσι, φιλανθρώπως παρέχοντα.
Ἐρασθεῖσα ταὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, ὡς ποθητὸν νυμφίον σεμνὴ Εὐπρέπεια αὐτῷ, συνηρμόσθης μυστικῶς, καὶ ὤφθης φωτός, τοῦ θείου ἀνάπλεως· διὰ τοῦτο τιμῶμέν σε.
Ὁ ναός σου ἀνεδείχθη, ἰατρεῖον παθῶν, χάριτι τοῦ Κυρίου· διὸ προστρέχοντες αὐτῷ, οἱ ἐν Λέσβῳ εὐσεβεῖς, κροτοῦμεν τανῦν, φαιδράν σοι πανήγυριν, θεοφόρε Εὐπρεπεία.
Θεοτοκίον.
Κυριώνυμε Παρθένε, Θεοτόκε ἁγνή, χαῖρε καὶ πάλιν χαῖρε· ὁ γὰρ ἐκ Σοῦ σωματωθείς, ἀναστὰς ἐκ τῶν νεκρῶν, θανάτου πικρῶν, κευθμώνων ἐλύτρωσεν, ὡς Θεὸς τὸ ἀνθρώπινον.
Καταβασία
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι σὸν τὸ κράτος...

ᾨδὴ γ' Ὁ Εἱρμός
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Τῆς Ἁγίας. Ὁ αὐτός.
Δεῦτε πάντες ᾄσωμεν πιστοί, τὸν ἐκ τάφου φανέντα, Χριστὸν δοξάζοντες, καὶ ἀνυμνοῦντες φαιδρῶς, Εὐρπέπειαν νύμφην τὴν αὐτοῦ, γυναίων τὸ καύχημα.
Ζήλῳ ἀγαπήσασα Χριστόν, τῶν ἡδέων τοῦ κόσμου, σεμνὴ ἠλόγησας, καὶ ἀρετῶν τῷ φωτί, Εὐπρέπεια κόσμῳ ὡς φωστήρ, ἀνέτειλας χάριτος.
Ῥόδον ἐξανθήσασα τερπνόν, νοητῷ ἐν λειμῶνι, Χριστοῦ τῆς πίστεως, εὐωδιάζει ἀεί, Εὐπρέπεια πάντων τὰς ψυχάς, τῶν ὑμνολογούντων σε.
Θεοτοκίον.
μνοις μεγαλύνομεν Χριστόν, τὸν ἐκ Σοῦ ἀποῤῥήτως ἐνανθρωπήσαντα, καὶ τῇ Ἐγέρσει Αὐτοῦ, θανάτου λυτρώσαντα δεσμῶν, τοὺς Σὲ μακαρίζοντας.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

Ἡ Ὑπακοή Ἦχος δ'
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

ᾨδὴ δ' Ὁ Εἱρμός
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.










Τα
Δοξολογοῦντες τὸν Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν, ὕμνον τῇ σεμνῇ Εὐπρεπείᾳ, οἱ πιστοὶ προσοίσωμεν, καὶ ἐκ καρδίας κράξωμεν· χαῖρε τῆς εὐσεβείας ἡ δόξα, τῆς Ἐκκλησίας χαρά, καὶ Λέσβου καύχημα.
Τὸν παλαμναῖον πτερνιστήν, ἀῤῥενωθεῖσα ταῖς φρεσί, πίστει ἀῤῥαγεῖ καθελοῦσα, θαυμαστὴ Εὐπρέπεια, δικαιοσύνης ἄφθαρτον, στέφανον ὑπεδέξω θεόθεν, καὶ εἰσωκίσθης αὐλήν, εἰς τὴν βασίλειον.
Ὡς κεκτημένη ἐκ Θεοῦ, χάριν Εὐπρέπεια πολλήν, δεῦρο πρὸς ἡμᾶς ἀοράτως, τοὺς ἐπιτελοῦντάς σου, τὴν ἱερὰν πανήγυριν, νόσων πειρατηρίων κινδύνων, ἐκλυτρουμένη ἡμῶν, τὸν βίον πάνσεμνε.
Θεοτοκίον.
εύσεως θέλων τοὺς βροτούς, ἐπανορθῶσαι ὁ ἐκ Σοῦ, Μῆτερ σαρκωθεὶς ἀποῤῥήτως, τῷ Σταυρῷ προσπήγνυται, καὶ ἐν μνημείῳ τέθηται· ἀλλ’ ὅμως ἀντεξουσίως ἀνέστης, τριήμερος ὡς Θεός, σώζων τὰ σύμπαντα.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...

ᾨδὴ ε' Ὁ Εἱρμός
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.








Τα
Ὀρθρίσωμεν πάντες πρὸς ὕμνον, τοῦ Ἀναστάντος ἐκ τάφου, Εὐπρέπειαν τὴν Ἁγίαν, εὐσεβῶς γεραίροντες, καὶ πρὸς αὐτὴν κραυγάζοντες· Χαίροις Ἀγγέλων οἱ σύσκηνοι.
Εὐπρέπεια νύμφη Κυρίου, τὸν ἐκ νεκρῶν ἀναστάντα, ποθήσασα ἀκορέστως, τὰ τῆς γῆς παρέδραμες, καὶ πρὸς αὐτὸν κατέσπευσας· ὢ τῆς στεῤῥᾶς καρτερίας σου!
Προσέλθωμεν πάντες πρὸς ὕμνον, τῆς θαυμαστῆς Εὐπρεπείας, βοῶντες ἐν εὐφροσύνῃ· χαίροις παμμακάριστε, τῶν γυναικῶν εὐπρέπεια, καὶ εὐσεβῶν περιτείχισμα.
Θεοτοκίον.
λέωσαι Μῆτερ Παρθένε, τὸν σαρκωθέντα ἀφράστως, αἱμάτων Σου ἐξ ἁγίων, τοῖς πιστῶς Σοι ψάλλουσι· Χαῖρε ἁγνὴ Μητρόθεε, θαῦμα τὸ μέγα τῆς κτίσεως.
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι ἡγίασται...

ᾨδὴ ς' Ὁ Εἱρμός
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.










Τα
Αἰνοῦντες νῦν τὸν ἀναστάντα Χριστόν, τὸν λυτρώσαντα ἡμᾶς τοῦ θανάτου, τιμήσωμεν τὴν Ἁγίαν Αὐτοῦ, τὴν συντρίψασαν, δι’ ἀγώνων ἀρετῆς, τοῦ βελίαρ τὰς πάγας.
Θυσία ὡς τελεσθεῖσα Θεῷ, ἁγιότητος Εὐπρέπεια ἔργοις, παρίστασαι μετὰ δόξης Αὐτῷ, Ὃν ἱκέτευε, διασώζεσθαι κακῶν, τοὺς πιστούς σου ἱκέτας.
Προστάτις Εὐπρέπεια ἔσο ἀεί, τῶν τὴν μνήμην σου χαρᾷ ἐκτελούντων, ἐκ θλίψεων ῥυομένη αὐτούς, καὶ κακώσεων, εὐπροσδέκτοις σου λιταῖς, πρὸς Χριστὸν τὸν Σωτῆρα.
Θεοτοκίον.
Λαός Σου ἡμεῖς Θεομῆτορ ἐσμέν, διὰ τοῦτό Σοι πιστῶς ἐκβοῶμεν· Πανύμνητε μὴ ἀπώσῃ ἡμᾶς, δεομένους Σου, καὶ αἰτοῦντας Σὴν θερμήν, πρὸς Θεὸν μεσιτείαν.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Σὺ γὰρ εἶ ὁ βασιλεύς...

Κοντάκιον Ἦχος δ'.  Ἦχος πλ. δ'
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.






Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐπρεπείας σήμερον, τὴν θείαν μνήμην, οἱ πιστοὶ τελέσωμεν, ἀνακραυγάζοντες αὐτῇ· Χριστὸν δυσώπει τὸν Κύριον, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Ὁ Οἶκος.
Εὐπρεπείας ἐξέλαμψε σήμερον, ὡς φωστὴρ ἡ φωσφόρος πανήγυρις, τηλαυγῶς ταῖς ἀκτῖσι τῆς χάριτος, τὰς καρδίας πιστῶν σελαγίζουσα. Δεῦτε οὖν πάντες συνδράμωμεν, αἰσίως αὐτὴν μακαρίζοντες, ὡς πάγκαλον νύμφην, τοῦ οὐρανίου Βασιλέως Χριστοῦ, καὶ θυγατέρα ὡραιόμορφον, τῆς Αὐτοῦ Ἀναστάσεως πεποικιλμένην, ὡραϊσμένην, τῷ κάλλει τῶν ἔργων τῆς πίστεως· διὸ καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν, ἐνώπιον τῆς πανσέπτου εἰκόνος αὐτῆς, ψυχῆς καὶ σώματος γόνατα ὑποκλίνοντες· Μὴ διαλλίπῃς Ἁγία, ἐκδυσωποῦσα τὸν Κύριον, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, τῇ Πέμπτῃ τῆς Διακαινησίμου, Μνήμη τῆς Ἁγίας Εὐπρεπείας.
Εὐπρεπῶς βιώσασα Θεοῦ τῷ νόμῳ,
τῆς Αὐτοῦ ἐπέτυχες, Ἁγία, δόξης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Μαυρουδής, ἐκ Γρανίτσης Εὐρυτανίας, ἐν Θεσσαλονίκη, ἐν ἔτει 1544, πυρὶ τελειοῦται
Οὐ Μάρτυς ἁπλοῦς ἀλλὰ καὶ θείων λόγων,
ῥήτωρ ἐδείχθης ὦ Μιχαὴλ παμμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πέντε Νέων Ἱερομαρτύρων τῶν ἐν Ναούσῃ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἰωάννου, τῆς Μονῆς Πέτρας τοῦ Ὀλύμπου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. γ'.
ᾨδὴ ζ' Ὁ Εἱρμός
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Τα
Θανάτου ὁ νεκρώσας τὴν δύναμιν, Εὐπρέπεια πάνσεμνε, καὶ ἐξαναστάς, ἐκ τοῦ μνημείου ὡς Θεός, ἐν τῇ δόξῃ Αὐτοῦ σε εἰσήγαγεν, ἐκλάμπουσαν τῷ φωτὶ ὑπὲρ λόγον, Αὐτοῦ τῆς Ἀναστάσεως.
Ὡς κρῖνον ἐν κοιλάσι τῆς πίστεως, Εὐπρέπεια ἤνθησας, θείων ἀρετῶν, τῇ γεωργίᾳ τῇ καλῇ, εὐωδίᾳ ἀπλέτῳ τῆς χάριτος, εὐφραίνουσα μυστικῶς τὰς καρδίας, ἡμῶν τῶν εὐφημούντων σε.
Ἀγάπῃ πρὸς τὸν Κτίστην ἠρίστευσας, Εὐπρέπεια ἔνδοξε, καὶ ἐν τῷ φωτί, περιεπάτησας Αὐτοῦ, καὶ φωτὸς ἐν θαλάμοις ἐσκήνωσας, πρεσβεύουσα ἐκτενῶς ὑπὲρ πάντων, ἡμῶν τῶν ὑμνολόγων σου.
Θεοτοκίον.
Λόγος Σε οὐκ ἰσχύει ἀνθρώπινος, ὑμνῆσαι πανύμνητε· Σὺ γὰρ τοῦ Πατρός, τὸν Λόγον ἔτεκες φρικτῶς, τὸν διδόντα ἁγνὴ τὴν Ἀνάστασιν, καὶ σώζοντα ἐκ φθορᾶς τοῦ θανάτου, πιστοὺς τοὺς ἀνυμνοῦντάς Σε.
Καταβασία
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Εἴη τὸ κράτος...







ᾨδὴ η' Ὁ Εἱρμός
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τα
Δεῦτε οἱ πιστοί, Εὐπρεπείας τὴν μνήμην, τελέσωμεν αἰνοῦντες, τὸν Ἀναστάντα ἐκ τάφου· τῷ φωτὶ γὰρ Αὐτοῦ, λαμπρυνθεῖσα τὴν ψυχὴν κατεφρόνησεν, αὕτη ὁλοτρόπως, τερπνῶν τῶν ἐπιγείων.
Πτέρυγας χρυσάς, ἀρεταῖς κεκτημένη, πρὸς ὕψος ἐπετάσθης, περιστερὰ ὡς ἁγία, καὶ καλὴν καλλιάν, Βασιλείας τοῦ Θεοῦ τὰ σκηνώματα, Εὐπρέπεια εὗρες, ἀεὶ δοξαζομένη.
Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, Τριὰς ἡ παναγία, ταῖς δραστικαῖς ἱκεσίαις, Εὐπρεπείας τῆς σῆς, θεραπαίνης τὸν λαόν σου κυβέρνησον, τοῦ θελήματός σου, ὁδὸν πρὸς τὴν εὐθεῖαν.
Θεοτοκίον.
μβρισον ἡμῖν, τὸ ζωήῤῥυτον ὕδωρ, Θεόνυμφε Παρθένε, τῆς μητρικῆς χάριτός Σου, τὰς καρδίας ἡμῶν, ἁμαρτίας φλογισμοῦ ἀπαλλάτουσα· πιστῶν γὰρ Σὺ πέλεις, ἐλπὶς καὶ προστασία.
Καταβασία
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι ηὐλόγηται...







ᾨδὴ θ΄. Ὁ Εἱρμός.
Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ Ἐγέρσει τοῦ τόκου σου.
Μεγάλυνον ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν Ζωοδότην.
Φωτίζου, φωτίζου...
Τροπάρια.
Χριστὸς τὸ καινόν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων, τὴν ἁμαρτίαν κόσμου...
Ω῍ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γὰρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ Ἅιδης ἐσκυλεύθη.
Ω῍ θείας, ὢ φίλης...
Μαγδαληνὴ Μαρία, προσέδραμε τῷ τάφῳ, καὶ τὸν Χριστὸν ἰδοῦσα, ὡς κηπουρὸν ἠρώτα.
Ω῏ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ! ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ, τῆς Βασιλείας σου.
Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε Εὐλογημένη, χαῖρε Δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
Ω῏ Πάσχα τὸ μέγα...

Τῆς Ἁγίας. Ὁ αὐτός.
Ἀγάλλου λαμπρύνου, ἡ νῆσος Λέσβος εὐσεβῶς, Εὐπρεπείας τὴν μνήμην, ἐκτελοῦσα σήμερον· αἴνει Θεόν, ἐν μεγάλῃ φωνῇ, τὸν δι’ αὐτῆς, πᾶσι χορηγοῦντα, τὰς δωρεὰς τῶν ἰάσεων.
Συνοῦσα ἐν πόλῳ, Ἁγίων πάντων τοῖς χοροῖς, καὶ χαρᾶς ἐντρυφῶσα, τῆς ὑπὲρ κατάληψιν, αἴτει ἡμῖν, δυναταῖς σου εὐχαῖς, παρὰ Θεοῦ, ἄφεσιν τελείαν, παραπτωμάτων Εὐπρέπεια.
Εὐπρέπεια νύμφη, τοῦ Ἀναστάντος ἐκ νεκρῶν, Ἐκκλησίας ἡ δόξα, εὐσεβῶν τὸ στήριγμα, τοὺς ἐπὶ σοί, πεποιθότας πιστῶς, ῥύου τῇ σῇ, χάριτι κινδύνων, καὶ πειρασμῶν καὶ κακώσεων.
Θεοτοκίον.
ψίστου ἐδείχθης, καθέδρα Μῆτερ ὑψηλή, καὶ πυρίμορφος θρόνος, τοῦ τὰ πάντα φέροντος· τοῦτον ἀεί, ἐκδυσώπει θερμῶς, ἵνα ἡμᾶς, ῥύσηται γεέννης, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καταβασία
Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι σὲ αἰνοῦσι...

Ἐξαποστειλάριον αὐτόμελον. Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Τῆς Ἁγίας. Γυναῖκες ἀκουτίσθητε.
Ζωῆς τῆς ὑπὲρ ἔννοιαν, ἐν πόλῳ ἀπολαύουσα, σὺν τῶν Ἁγίων ἁπάντων, Εὐπρέπεια ταῖς χορείαις, τοὺς ἐν ναῷ ἁγίῳ σου, ᾀσματικῶς τελοῦντάς σε, τῶν πρεσβειῶν σου χάριτι, ἐκ πειρασμῶν καὶ κινδύνων, διάσωσον πολυτρόπων.
Καὶ πάλιν τὸ τοῦ Πάσχα.

Εἰς τοὺς Αἵνους, ἱστῶμεν Στὶχ η', καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἁγίας δ’.
Τοῦ Χριστοῦ τὴν Ἀνάστασιν, οἱ πιστοὶ ἑορτάζοντες, γηθοσύνως δεῦτε πανηγύρισωμεν, τῆς Εὐπρεπείας τῆς σώφρονος, τὴν μνήμην τὴν πάντιμον, καὶ βοήσωμεν αὐτῇ, ἐν καρδίας εὐθύτητι· Χαῖρε πάνσεμνε, ἡ τὰ κόσμου φθαρτὰ παρωσαμένη, καὶ τυχοῦσα ἐν ὑψίστοις, τῶν ἐκλεκτῶν τῆς μεθέξεως.

Τὴν καρδίαν ὑψώσασα, πρὸς Θεὸν διὰ πίστεως, τῶν γηΐνων ἔνδοξε κατεφρόνησας, καὶ ἁγιότητος ἤνθησας, τὴν χάριν Εὐπρέπεια, καταθέλγουσα ἀεί, τὰς ψυχὰς τῶν τιμώντων σε, καὶ βοώντων σοι· Χαῖρε νύμφη Κυρίου πανωραῖα, ἡ ζωῆς εἰς τὸν νυμφῶνα, χοροβατοῦσα αἰώνια.

Εὐπρεπείᾳ τῆς χάριτος, φερωνύμως Εὐπρέπειᾳ, ἐν τῷ στερεώματι διαλάμπουσα, τῆς Ἐκκλησίας ὡς ἥλιος, φωτίζεις ἀοίδιμε, τὰς καρδίας τῶν ἐκ πόθου βοώντων σοι· Χαῖρε θύγατερ, τῆς Χριστοῦ Ἀναστάσεως ὀλβία, ἡ πατήσασα τὸ θράσος, τοῦ πτερνιστοῦ τῆς Προμήτορος.

Ἐν αὐλαῖς τοῦ Κυρίου σου, μετ’ Ἁγίων χορεύουσα, εὐκλεῶς Εὐπρέπεια παμμακάριστε, τῶν ἐν ναῷ τῷ πανσέπτῳ σου, τελούντων ἐκ πίστεως, τὴν σεπτήν σου ἑορτήν, ταῖς εὐχαῖς σου προστάτευε, διασώζουσα, ἐκ παντοίων αὐτοὺς πειρατηρίων, συμφορῶν τε νοσημάτων, καὶ τῆς κακίας τοῦ δράκοντος.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.  Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡμέρα, ἣν ἐποίησεν Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα. Ἦχος πλ. α ΄.
Ἀντεχομένη εὐσεβῶς, Εὐαγγελίου τοῦ λόγου, ὡς κρῖνον πανεύοσμον, ἐν Ἐκκλησίας Θεοῦ, τῷ μυστικῷ λειμῶνι ἐξήνθησας, Εὐπρέπεια παμμακάριστε· ὅθεν σήμερον οἱ πιστοί, τῆς δοθείσης σοι χάριτος, τῇ εὐωδίᾳ εὐφραινόμενοι, ἐκ πόθου σοι κροτοῦμεν τὴν πανήγυριν, καὶ ὡς ἐξ ἑνὸς στόματος, ἱκετικῶς ἀναβοῶμέν σοι· Πρέσβευε πανεύφημε, τῷ Ἀναστάντι ἐκ τάφου Χριστῷ, τοῦ σωθῆναι τᾶς ψυχὰς ἡμῶν.






Καὶ νῦν... Ὁ αὐτός.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
 Εἶτα, τὸ Χριστὸς ἀνέστη... ἐκ τρίτου

Μεγαλυνάριον.
Εὐπρέπειαν δεῦτε οἱ εὐσεβεῖς, τὴν πάγκαλον νύμφην, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τιμήσωμεν πάντες, Αὐτὸν δοξολογοῦντες, τὸν χάριτι θαυμάτων, αὐτὴν δοξάσαντα.

http://www.imr.gr/article/592/akoloythia-ths-agias-eyprepeias

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου