ΙΟΥΛΙΟΣ ΙΔ!!
ΝΙΚΟΔΗΜΟΣ ΟΣΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεράσιμος μοναχὸς
Μικραγιαννανίτης)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ
τοῦ ξύλου.
Δεῦτε οἱ ἐν
Ἄθῳ μονασταί, ἐν ἀγαλλιάσει καρδίας πανηγυρίσωμεν, μνήμην τὴν ἐπέτειον τοῦ
διδασκάλου ἡμῶν, Νικοδήμου τοῦ μάκαρος, τοῦ λόγοις καὶ ἔργοις, ἡμᾶς
κατευθύνοντος πρὸς ἀρετῶν τὴν ὁδὸν· οὗτος γὰρ ὁσίως βιώσας, τύπος ἡμῖν ἄριστος ὤφθη,
καὶ λαμπρὸν ὑπόδειγμα ἐν ἅπασι.
Λόγῳ καὶ
σοφίᾳ ἀληθεῖ, πάτερ θεοφρόνως ἐμπρέπων καὶ πολιτείᾳ σεμνῇ, λύχνος φαεινότατος ὢφθης
τοῦ Πνεύματος, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ πάντας φωτίζεις, οἷα ἐνθεώτατος καὶ ὑπηρέτης
Χριστοῦ, θείων συγγραφῶν ταῖς ἀκτῖσι, καὶ πρὸς θεῖον πόθον θερμαίνεις, τῶν πιστῶν
τάς φρένας ὦ Νικόδημε.
Ὥσπερ
θησαυρὸν πνευματικόν, πάτερ καὶ οὐράνιον πλοῦτον τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὴν τῶν
συγγραμμάτων σου πληθὺν κατέλιπες, τὴν ὀσμὴν τὴν τῆς γνώσεως καὶ τὴν εὐωδίαν,
τοῦ ἁγίου Πνεύματος ἀρωματίζοντα, οἷς περ ἀκορέστως τρυφῶντες, σοῦ τὴν
παναοίδιμον μνήμην, ὅσιε Νικόδημε γεραίρομεν.
Κάραν σου
ὁρῶντες τὴν σεπτήν, καὶ κατασπαζόμενοι ταύτην ἐν κατανύξει ψυχῆς, τὸ φαιδρόν
σου πρόσωπον καὶ πλῆρες χάριτος, βλέπειν πάτερ νομίζομεν, στόματι ἁγίῳ, ἱλαρῶς
φθεγγόμενον ζωῆς τὰ ῥήματα, νέμον τοῖς σοῖς τέκνοις εἰρήνην, καὶ τὰς πατρικὰς
παραινέσεις, ἡμῖν ἀπευθῦνον τοῖς ποθοῦσί σε.
Δόξα. Ἦχος α΄.
Θείῳ φωτὶ
καταυγασθεὶς τὴν καρδίαν, θεόληπτος ἐδείχθης ἐν βίῳ, θέοφρον Νικόδημε· ἐν Χριστῷ
γὰρ τῷ Κυρίῳ σου ζῶν, καὶ ἐν αὐτῷ γράφων καὶ φθεγγόμενος, πνευματικῶν νοημάτων ὤφθης
θησαυρός, καὶ τῆς Ἐκκλησίας θεοφόρος διδάσκαλος. Ἀλλ’ ὡς
τὸν καλὸν ἀνύσας ἀγῶνα, ἐν τούτῳ καὶ ἡμᾶς ἐνίσχυσον, εὐαρεστῆσαι Θεῷ, ταῖς
ὁσίαις εὐχαῖς σου δεόμεθα.
Καὶ νῦν.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν
λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.
ΑΠΟΣΤΙΧΑ Ἦχος β΄. Οἶκος
τοῦ Ἐφραθᾶ.
Πνεύματι
πτερωθείς, Νικόδημε ἁγίῳ, ἁγιωσύνης σκεῦος, καὶ ῥήτωρ εὐσεβείας, θεοειδὴς
γεγένησαι.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Γνώμονα ἀκριβῆ,
τοὺς λόγους σου πλουτοῦντες, πρὸς κτῆσιν τῶν ἀρίστων, ὑμνοῦμέν σου τὰ θεῖα,
θέοφρον προτερήματα.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δῆμος τῶν
μοναστῶν, τὴν ἱεράν σου μνήμην, Νικόδημε γεραίρει, ταῖς σαῖς διδασκαλίαις, ἀπαύστως
φωτιζόμενος.
Δόξα. Τριαδικόν.
Στόματι εὐσεβεῖ,
ὀρθῶς θεολογῶν σε, Τρισήλιε θεότης, Νικόδημος ὁ θεῖος, τῆς δόξης σου ἠξίωται.
Καὶ νῦν. Θεοτοκίον.
ᾌσμασι
μελιχροῖς, ὑμνολογῶν σε Κόρη, Νικόδημος ὁ θεῖος, ἔνθους σοι ἀνεβόα, χαῖρε
Παρθένε ἄχραντε.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Σοφίας
χάριτι πάτερ κοσμούμενος, σάλπιγξ θεόφθογγος ὤφθης τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής,
Νικόδημε θεηγόρε· πᾶσι γὰρ παρέθηκας σωτηρίας διδάγματα, βίου καθαρότητος
διεκφαίνων τὴν ἔλλαμψιν, πλούτῳ τῶν ἐνθέων σου λόγων, δι ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.
Δόξα. Ἕτερον, Ἦχος α΄.
Τῆς ἐρήμου πολίτης
Τὸν τοῦ Ἄθω
φωστῆρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν
διδάσκαλον, Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς· διδαχὰς γὰρ οὐρανίους
καὶ δαψιλεῖς βλυστάνει τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ
φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν
σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθευρώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´. καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ
Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.
Τὸ τῆς χάριτος σκήνωμα, ὑποφήτην τὸν ἔνθεον, τὸν Ἁγίῳ
Πνεύματι ὑφηγούμενον, Θεοῦ τὴν δόξαν τὴν ἄῤῥητον, καὶ βίου λαμπρότητος, τὰς
ἀΰλους δωρεάς· τὴν θεόπνευστον σάλπιγγα, τὴν σαλπίζουσαν, ἐν τῷ κόσμῳ τῆς
Χάριτος τὸν λόγον, ἀνυμνήσωμεν ἀξίως, τὸν θεηγόρον Νικόδημον.
Λαμπρυνθεὶς θείῳ Πνεύματι, τὴν καρδίαν Νικόδημε, διδαγμάτων
πέλαγος ἐκ χειλέων σου, τῇ Ἐκκλησίᾳ ἐπήγασας, καὶ ταύτης τὰς αὔλακας, ταῖς
ἀρδείαις δαψιλῶς, τῆς δοθείσης τῷ λόγῳ σου, Πάτερ χάριτος, ὡς φησὶν ὁ Δαβὶδ
ἀεὶ μεθύσκεις, καὶ εὐφραίνεις τὰς χορείας, τῶν εὐσεβῶν τῇ σοφίᾳ σου.
Ὡς φωστῆρα νεόφωτον, Ἐκκλησίας ὑμνοῦμέν σε, ταύτην
καταυγάζοντα θείοις λόγοις σου, ὡς εὐσεβείας διδάσκαλον, ὡς στόμα θεόσοφον,
ἀρετῶν θεουργικῶν, ὡς ἐκφάντορα ἔνθεον, βίου κρείττονος, καὶ κιθάραν ᾀσμάτων
μελιῤῥύτων, ἐκτελοῦντές σου τὴν μνήμην, τὴν παναγίαν Νικόδημε.
Προσόμοια
ἕτερα. Ἦχος πλ.δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Χάρις δαψιλὴς τοῦ Πνεύματος, τοῦ Παναγίου σοφέ, τῇ ψυχῇ σου
σκηνώσασα, ταύτην προκαθάραντος, ἀρετῶν ἐπιδόσεσιν, ὄργανον θεῖόν σε ἀπειργάσατο,
καὶ θεοῤῥήμονα ἐνθεώτατον· ὦ τῶν πανσόφων σου, διδαχῶν Νικόδημε! δι᾿ ὧν ἀεί,
πάντες ῥυθμιζόμεθα, πρὸς βίον κρείττονα.
Ῥεῖθρα διδαγμάτων ἔβλυσας, οἷα πηγὴ λογική, ὑπὲρ μέλι γλυκάζοντα,
καὶ πιστῶν ἡδύνοντα, τὰς καρδίας Νικόδημε· ὅτι ὡς δρόσος πέλει οὐράνιος, καὶ
ζωῆς μάννα Πάτερ ὁ λόγος σου, τρέφων πρὸς αὔξησιν, νοητὴν ἑκάστοτε, τοὺς
εὐσεβῶς, μελετῶντας Ὅσιε, τὰς θείας βίβλους σου.
Χῦμα σοφίας καὶ γνώσεως, παρὰ Θεοῦ εἰληφώς, ὡς πλατύνας τὸ
στόμα σου, τῆς ψυχῆς Νικόδημε, θεωρίαις καὶ πράξεσι, ταμεῖον ὤφθης πάσης
φρονήσεως, καὶ πρυτανεῖον θείων ἐλλάμψεων, νέμων διόρθωσιν, καταλλήλως ἅπασι,
τοῖς εὐλαβῶς, τῇ διδασκαλίᾳ σου, Πάτερ ἐγκύπτουσι.
Δόξα. Ἦχος
πλ.β´.
Σήμερον ἡμῖν ἐξέλαμψεν, ὡς ἀστὴρ ἑωθινός, ἡ τοῦ Ὁσίου
διδασκάλου μνήμη, Νικοδήμου τοῦ οὐρανόφρονος, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα·
δεῦτε οὖν, οἱ τῶν λόγων αὐτοῦ ἐρασταί, ἐν πνεύματι καὶ ἀληθείᾳ ἑορτάσωμεν, πρὸς
αὐτὸν βοῶντες· χαίροις ὁ δι᾿ ἐναρέτου ζωῆς, τοῦ Ἁγίου Πνεύματος κατοικητήριον,
τὸν νοῦν ἐργασάμενος· χαίροις θησαυροφυλάκιον ἔμπνουν, ἐν ᾧ πολυποικίλου
σοφίας, θησαυροὶ ἀκένωτοι· χαίροις ὁ τῆς Νάξου θεῖος βλαστός, τοῦ Ἁγιωνύμου Ὄρους
κοσμήτωρ, καὶ πάσης Ἐκκλησίας ὑφηγητὴς θεόσοφος. Πρέσβευε δεόμεθα Πάτερ, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ
αὐτός. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου
τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς
ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει
γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι
φύσεων, ἀσυγχύτως γνωριζόμενος· αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος
μεγάλη. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν
ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿
ἡμῶν πορεία, σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ
ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας,
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην· καὶ
περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ
κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ
ἐκλιμκήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει
θρόνους δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων
γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι
ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ
τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις
ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν
Λιτήν. Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ ὁ περίβλεπτος Ἄθως, ὁ ἐκλεκτὸς τῆς
Θεομήτορος, καὶ ἐξάκουστος κλῆρος· ἰδοὺ γὰρ ὡς οὐρανομήκης στύλος φωτός, ἐν σοὶ
ἀναδέδεικται, ὁ θεοφόρος Νικόδημος, ὁ ἐν σοφίᾳ θεόληπτος καὶ ἐν ἀρεταῖς
θεοειδής· πολιτείᾳ γὰρ ἀμέμπτῳ, τῆς ἄνωθεν ἐπιπνοίας τὰς ἐλλάμψεις ἐκληρώσατο·
καὶ πανταχοῦ τὰς ἀκτῖνας τῶν χαρίτων αὐτοῦ ἐκπέμπων, πρὸς τὰ ἔργα τοῦ φωτὸς
ἰθύνει, τοὺς ἐν κατανύξει Θεῷ, βοῶντας· Κύριε, δόξα σοι.
Ἦχος β´.
Ἀσκητικῶς πολιτευσάμενος, τὸ χεῖρον τῷ κρείττονι ὑπέταξας,
καὶ τῷ Θεῷ ἡνώθης Νικόδημε, τῇ ἀεννάῳ προσευχῇ· καὶ ἐκ τῆς μακαρίας ἑνώσεως,
τὰ θεῖα ἀμέσως μεμύησαι καὶ κατὰ Παῦλον τὸν θεῖον, ῥήματα ἄῤῥητα ἤκουσας καὶ
γράμμασιν ἐξέθηκας, ἃ πείρᾳ μεμάθηκας· ὅθεν ὡς φῶτα θεουργὰ τὰ σὰ λόγια, ἀπὸ
ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐκλάμπουσι, πρὸς φωτισμὸν τῶν βοώντων· Κύριε, δόξα
σοι.
Ἦχος γ´.
Φιλοσοφίᾳ ἐκλάμπων, θεολογίας ὤφθης ὄργανον, καὶ τῆς ἐν
πνεύματι ζωῆς, μυστογράφος πανάριστος· ὡς γὰρ πράξας διδάσκεις· καὶ τὸν ἐν Πατράσι
συντετμημένον λόγον, ὡς φησὶν Ἡσαΐας, πολλαχῶς ἀνέπτυξας, ἐν δυνάμει λόγου
πρακτικοῦ καὶ θεοσδότου σοφίας κάλλει, πολύσοφε Νικόδημε· θεία γὰρ χάρις τοῖς
χείλεσί σου ἐξεχύθη, καὶ τῶν ἀῤῥήτων γραμματέα σε ἔδειξεν, εἰς σωτηρίαν τῶν
βοώντων· Κύριε, δόξα σοι.
Δόξα. Ἦχος
δ´.
Ὡς κρίνα ἑαρινὰ τῇ αὔρᾳ τοῦ Πνεύματος, ὀσμὴν ζωῆς
διαπνέουσιν, ὡς ἐξ Ἐδὲμ προερχομένην, αἱ σαὶ θεόπνευστοι βίβλοι, παμμακάριστε
Νικόδημε· εὐωδία γὰρ Χριστοῦ ἐγένου, τῇ καθαρᾷ πολιτείᾳ σου, καὶ τῶν παθῶν τὸ
δυσῶδες διώκεις, τοῖς ἄνθεσι τῶν λόγων σου· ὡς γὰρ φιάλαι ἀρωμάτων, γραφικῶς αἱ
σιαγόναι σου, ἀρωματίζουσιν ἡμῖν πλουσίως τῶν ἀρετῶν τὴν γνῶσιν, καὶ τῶν θείων
δογμάτων τὴν ἀκρίβειαν, πρὸς σωτηρίαν τῶν βοώντων· Κύριε, δόξα σοι.
Καὶ νῦν.
Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη
Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν
Στίχον. Ἦχος πλ.α´. Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν Μοναστῶν καλλονή, τῆς νήσου Νάξου τὸ ἐξαίρετον
βλάστημα, τοῦ Ἄθω ἡ εὐκοσμία· ὁ διαυγὴς ὀφθαλμός, γλῶσσα ἡδυτάτη καὶ θεόφθογγος·
ἡ θείῳ ἐν Πνεύματι, φθεγγομένη καὶ γράφουσα, διδασκαλίας, οὐρανίου τὰ ῥήματα,
καὶ νοήματα, τῶν Ἁγίων δυσνόητα, ἅπασιν ἑρμηνεύουσα, καὶ νοῦν διανοίγουσα,
θεωριῶν ἀποῤῥήτων, εἰς πλάτος γνώσεως κρείττονος, Νικόδημε Πάτερ, ἐπιπνοίας
θεοσδότου, ταμεῖον ἔμψυχον.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν.
Χαίροις ὁ τῆς σοφίας κρατήρ, θεολογίας ἀληθοῦς τὸ
θησαύρισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ὁ θριαμβεύσας σοφῶς, τῶν αἱρετιζόντων τὰ
σοφίσματα· κιθάρα ἡ εὔσημος, τῶν δογμάτων τῆς πίστεως, ἠθῶν ἀμέμπτων, φυτοκόμος
θεόληπτος, καὶ διδάσκαλος, εὐσεβῶν ἐπιδόσεων· ὕψος ἐνθέου γνώσεως, καί βάθος
φρονήσεως, πνευματικῶν νοημάτων, τὸ ἀνεξάντλητον πέλαγος, Νικόδημε Πάτερ, ὁ
αἰτούμενος τοῖς πᾶσι, τὴν θείαν ἔλλαμψιν.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Χαίροις τῆς Ἐκκλησίας Χριστοῦ, φωστὴρ ὁ νέος ὁ λαμπρὸς καὶ
πολύφωτος, τὸ στόμα τῶν θεολόγων, ὁ ζηλωτὴς ὁ θερμός, τῶν τῆς εὐσεβείας παραδόσεων·
Γραφῶν ἡ ἀνάπτυξις, ἀποῤῥήτων σαφήνεια, ὁ θεραπεύων, ἐν τῷ λόγῳ τῆς χάριτος,
ἀῤῥωστήματα, τῶν ψυχῶν τὰ ὀλέθρια. Λύρα ἡ παναρμόνιος, καὶ νάβλα ἡδύφωνος,
ὕμνων καὶ θείων ᾀσμάτων, Ὅσιε Πάτερ Νικόδημε· Χριστὸν ἐκδυσώπει, τοῖς τιμῶσί
σε δοθῆναι, πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος
πλ.δ´.
Διδασκαλίας τὸν λόγον, γεωργήσας καλῶς, καρποὺς ζωῆς
ἀθανάτου, τῇ Ἐκκλησίᾳ καρποφορεῖς, θεηγόρε Νικόδημε· ὡς γὰρ δένδρα ἀειθαλῆ, ἐν
διεξόδοις τῶν ὑδάτων τῆς χάριτος, τὰ σὰ θεοτύπωτα τεύχη, διὰ παντὸς προσάγουσιν
ἡμῖν, γνῶσιν τὴν σωτήριον, ὡς γλυκασμὸν οὐράνιον· δι᾿ οὗ τῶν παθῶν τῆς πικρίας
ῥυόμενοι, κομιζόμεθα παρὰ Χριστοῦ, εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί,
Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε· ἡ πᾶσι
χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Σοφίας
χάριτι πάτερ κοσμούμενος, σάλπιγξ θεόφθογγος ὤφθης τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής,
Νικόδημε θεηγόρε· πᾶσι γὰρ παρέθηκας σωτηρίας διδάγματα, βίου καθαρότητος
διεκφαίνων τὴν ἔλλαμψιν, πλούτῳ τῶν ἐνθέων σου λόγων, δι ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.
Δόξα. Ἕτερον, Ἦχος
α΄. Τῆς ἐρήμου πολίτης
Τὸν τοῦ Ἄθω
φωστῆρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν
διδάσκαλον, Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς· διδαχὰς γὰρ οὐρανίους
καὶ δαψιλεῖς βλυστάνει τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ
φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν
σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθευρώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν
α´. Στιχολογίαν. Καθίσματα. Ἦχος α´. Χορὸς ἀγγελικός.
Χοροὶ τῶν Μοναστῶν, τὴν ἁγίαν σου μνήμην, συνῆλθον εὐλαβῶς,
ἑορτάσαι προθύμως, Νικόδημε Ὅσιε, εὐσεβείας διδάσκαλε· οὓς εὐλόγησον, ἐπισκοπῇ
σου ἀΰλῳ, μετὰ πίστεως, προσπτυσσομένους θεόφρον, τὴν πάντιμον κάραν σου.
Δόξα. Ὅμοιον.
Σοφίας θεϊκῆς, ἐλλαμφθεὶς ταῖς ἀκτῖσι, ῥημάτων ἱερῶν,
θησαυρὸν ἐξηρεύξω, Νικόδημε Ὅσιε, εὐσεβείας διδάσκαλε, δι᾿ ὧν πάντοτε, ἡμᾶς
παιδεύεις παμμάκαρ, πρὸς ἀνάβασιν, τῆς ἐν Χριστῷ κεκρυμμένης, ζωῆς καὶ λαμπρότητος.
Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Τῆς δόξης σου Ἁγνή, τὰ πολλὰ μεγαλεῖα, ὑμνῶν δαβιτικῶς, ἐν
ᾠδαῖς ἡδυφθόγγοις, Νικόδημος ὁ Ὅσιος, ἀνεβόα τὸ χαῖρέ σοι, ἀπειρόγαμε, εὐλογημένη
Μαρία, κόσμου γέφυρα, πρὸς τὸν Θεὸν καὶ Σωτῆρα, καὶ Ἄθω ἀντίληψις.
Μετὰ τὴν
β´. Στιχολογίαν. Καθίσματα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Λειμὼν εὐωδέστατος, τῶν θεοπνεύστων Γραφῶν, ἐδείχθης
Νικόδημε, τῇ καθαρᾷ σου ζωῇ, καὶ μύστης θεόληπτος· τούτων γὰρ τῇ μελέτῃ,
ἐντρυφῶν καθ᾿ ἑκάστην, γνώσεως οὐρανίου, τὴν ὀσμὴν ἐκομίσω, δι᾿ ἧς Πάτερ εὐφραίνεις,
τοὺς σὲ μακαρίζοντας.
Δόξα. Ὅμοιον.
Ὁσίως ἐβίωσας, καὶ ἐναρέτως σοφέ, καὶ πάντας ἐξέπληξας, ἐν τῇ
σοφίᾳ τῇ σῇ, Νικόδημε Ὅσιε· εὔφρανας Ὀρθοδόξων, τοὺς χοροὺς τῷ σῷ λόγῳ, ἔλυσας
κακοδόξων, τὰς μωρὰς σοφιστείας· διό σου τὴν ἐτήσιον μνήμην γεραίρομεν.
Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Ἀσπόρως συνέλαβες, τὸν Ποιητὴν τοῦ παντός, ἀφθόρως δὲ
τέτοκας, ἐκ τῶν αἱμάτων τῶν σῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅθεν σε σωτηρίας, ἀπαρχὴν
κεκτημένοι, ὑμνοῦμέν σε Θεοτόκε, ὡς ἡμῶν προστασίαν, καὶ πίστει μεγαλύνομεν,
τὴν δόξαν σου Ἄχραντε.
Μετὰ τὸν
Πολυέλεον. Καθίσματα. Ἦχος πλ.δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν θείαν πεπλουτηκώς, πάσης γνώσεως πλοῦτον πνευματικόν,
ἠρεύξω μακάριε, ἐκ θησαυροῦ τῆς καρδίας σου, καὶ τροφοδότης ὤφθης, τῷ λόγῳ τῆς
χάριτος, τῶν εὐσεβῶν ἐκτρέφων, ψυχὴν καὶ διάνοιαν· ὅθεν καὶ τὰ ἤθη, τῶν
ἀνθρώπων ῥυθμίζων, τοῖς πᾶσιν ὑπέδειξας, σωτηρίας τὴν ἔλλαμψιν, θεοφόρε
Νικόδημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Σωματώσασα Κόρη δίχα τροπῆς, ἐξ ἁγνῶν σου αἱμάτων ὑπερφυῶς,
Χριστὸν τὸν Θεόν ἡμῶν, διὰ σπλάγχνα χρηστότητος, ἡμᾶς πρὸς ἀρχαίαν, ζωὴν ἐπανήγαγες,
νεκρώσασα τὸν ὄφιν, τῷ τόκῳ σου ἄχραντε. Ὅθεν εὐγνωμόνως, εὐχαρίστους ᾠδάς
σοι, ἀεὶ ἐξυφαίνομεν, τὴν σὴν χάριν δεχόμενοι, Θεοτόκε βοῶντές σοι· Πρέσβευε
τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πόθῳ τῇ
σκέπῃ σου Δέσποινα.
Τὸ
α´. Ἀντίφωνον τοῦ δ´. Ἤχου.
Στίχ. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Τὸ
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ
Ν´. Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον.
Ἦχος πλ. β´. Στ.: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ὁ τῆς Ἐκκλησίας νεοφανὴς ἑωσφόρος, καὶ τῶν Μοναστῶν θεοειδὴς
διδάσκαλος, Νικόδημος ὁ θεόληπτος, τὸν τῆς ἀρετῆς κάλλιστον τελέσας δρόμον,
πρὸς οὐρανίους σκηνὰς ἀνίπταται· τοὺς δὲ τὴν σεπτὴν αὐτοῦ μνήμην ἑορτάζοντας,
ταῖς πατρικαῖς εὐλογίαις ἀμοίβεται, καὶ πᾶσιν αἰτεῖται τὸ μέγα ἔλεος.
Ὁ Κανὼν
πρῶτος τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς· Τὸν ἱερὸν Νικόδημον μέλπω. Γερασίμου.
ᾨδὴ α´. Ἦχος
δ’. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς ὁμοούσιε, Πάτερ
Υἱὲ Πνεῦμα Ἅγιον, σοφίαν παράσχου μοι, ἵνα ὑμνήσω φαιδρῶς, τὸν ἐν λόγοις σε,
καὶ δόγμασι καὶ ἔργοις, δοξάσαντα Κύριε, θεῖον Νικόδημον.
Ὁ νοῦς ὁ οὐράνιος, ἡ
μυροθήκη τοῦ Πνεύματος, ὁ θεῖος Νικόδημος, πάντας καλεῖται ἡμᾶς, τὴν ἐτήσιον,
αὐτοῦ τελέσαι μνήμην· συνδράμωμεν ἅπαντες, τοῦτον γεραίροντες.
Νεκρώσας τὸ φρόνημα, τὸ
τῆς σαρκός σου Νικόδημε, τὸ χεῖρον ὑπέταξας Πάτερ τῷ κρείττονι, δι᾿ ἀσκήσεως,
φιλοσοφίας θείας, καὶ ὤφθης τῆς χάριτος σκεῦος πολύτιμον.
Θεοτοκίον.
Ἰσχὺν καὶ κραταίωμα, καὶ
φωτισμὸν τὴν σὴν εὔνοιαν, ὁ θεῖος Νικόδημος, πλουτήσας Δέσποινα, ἐνθεώτατος,
καὶ ὅλος θεοφόρος, ἐσχάτοις ἐν ἔτεσιν, ὤφθη ἐν Ἄθωνι.
Κανὼν
δεύτερος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Τὴν Νικοδήμου ἄγαμαι χάριν. Γερασίμου.
ᾨδὴ α´. Ἦχος
πλ.δ´. Ἁρματηλάτην Φαραώ.
Τῇ σῇ ἐλλάμψει Φωτοδότα
Κύριε, τὸν νοῦν μου φώτισον, καὶ λόγον μοι δίδου, Λόγε ἐν τοῖς χείλεσιν, ὡς ἂν
ὕμνον ἐπάξιον, Νικοδήμῳ τῷ θείῳ, καὶ θαυμαστῷ σου θεράποντι, μέλψω ἐν εὐσήμῳ
φαιδρότητι.
Ἡ καθαρά σου πολιτεία Ὅσιε,
φωτός σε σκήνωμα, ἔδειξεν ἐν Ἄθῳ, καὶ στύλον ὁλόφωτον, καὶ λύχνον φαεινότατον,
δᾳδουχοῦντα ἐν κόσμῳ, ἀθανασίας διδάγματα, Πάτερ θεοῤῥῆμον Νικόδημε.
Νόμου τοῦ θείου
ἀναπτύσσων Ὅσιε, λόγον τὸν ἔνθεον, θεολήπτῳ γλώσσῃ, νοημάτων πέλαγος, καὶ
πλοῦτον θείας γνώσεως, ἐν ποικίλῃ σοφίᾳ, τῇ Ἐκκλησίᾳ ἐπώμβρησας, Πάτερ ὥσπερ
μάννα οὐράνιον.
Θεοτοκίον.
Ναμάτων θείων ψυχοτρόφων
Δέσποινα, πηγὴ ἀκένωτε, βλῦσον τῇ ψυχῇ μου, ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν τὴν
αἰώνιον, ὡς ἂν σβέσω Παρθένε, τῆς ἁμαρτίας τοὺς ἄνθρακας, καὶ πλησθῶ ἀΰλου
ἐλλάμψεως.
ᾨδὴ γ´. Τοὺς
Σοὺς ὑμνολόγους.
Ἐπλήσθης φωτὸς
ἐπουρανίου, καθάρας Νικόδημε τὸν νοῦν, καὶ ὡς φωστὴρ πολύφωτος, ἐν τοῖς
ἐσχάτοις ἔτεσι, τῇ Ἐκκλησίᾳ ἔλαμψας, εἰς εὐσεβῶν περιποίησιν.
Ῥημάτων τῶν θείων σου ἡ
χάρις, εἰς πᾶσαν ἐξέλαμψε τὴν γῆν, ὡς ἀστραπὴ οὐράνιος, ἤθη ψυχῶν καθαίρουσα,
καὶ πρὸς φῶς ἰθύνουσα, τῶν ἐνταλμάτων τοῦ Κτίσαντος.
Ὁ λύχνος τῆς θείας
ἐπιπνοίας, ἡ σάλπιγξ ἡ εὔσημος Θεοῦ, ἡ γλῶσσα ἡ θεόφθογγος, ὑμνείσθω θείοις
ἄσμασιν, ἀξιοχρέως σήμερον, ὁ θεηγόρος Νικόδημος.
Θεοτοκίον.
Ναὸς φωτοφόρος καὶ
καθέδρα, πυρίμορφος ὤφθης τοῦ Θεοῦ, εὐλογημένη Δέσποινα, τοῦτον σαρκὶ
κυήσασα· διὸ κἀμὲ καταύγασον, τῇ ἀγλαΐᾳ τῆς δόξης σου.
Ἕτερος. Ὁ
στερεώσας κατ᾿ ἀρχάς.
Ἰλύος πάσης ἐμπαθοῦς,
ψυχὴν καὶ σῶμα καθάρας, τῇ συντόνῳ ἐγκρατείᾳ θεόφρον, ἀπαθείας γεωργεῖς, Νικόδημε
τὰς χάριτας, καὶ πρὸς τὴν κτῆσιν τούτων, πάντας προτρέπεις τῷ λόγῳ σου.
Κεκοσμημένος ἀρεταῖς,
μυσταγωγὸς θεοφόρος, τῆς ζωῆς τῆς ἐν Χριστῷ κεκρυμμένης, ἀναδέδειξαι ἡμῖν,
Νικόδημε μακάριε, πρὸς θείας ἀναβάσεις, μυσταγωγῶν τὰς ψυχὰς ἡμῶν.
Ὁ νοῦς σου Πάτερ
ἐλλαμφθείς, τοῦ Παρακλήτου τῇ αἴγλῃ, ἡ δὲ χείρ σου ὑπ᾿ αὐτοῦ κινουμένη,
διέτυπωσεν ἡμῖν, οὐράνια διδάγματα, ἐν τεύχεσιν ἁγίοις, καὶ πλείσταις βίβλοις
Νικόδημε.
Θεοτοκίον.
Δεδοξασμένη Μαριάμ,
Παντοβασίλισσα Κόρη, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, τὴν φθαρεῖσάν μου ψυχήν,
τοῖς πάθεσιν ἰάτρευσον, καὶ δίδου μοι ὁσῶραι, ἐπιστροφὴν τὴν σωτήριον.
Κάθισμα. Ἦχος
πλ.α´. Τὸν συνάναρχον Λόγον.
Τὸ θεόπνευστον στόμα τοῦ θείου Πνεύματος, ἡ παναρμόνιος λύρα
τῶν οὐρανίων ᾠδῶν, τῶν ἐν Ἄθῳ Μοναστῶν ἐγκαλλώπισμα, ὁ θεοφόρος γραμματεύς,
τῆς σοφίας τοῦ Θεοῦ, Νικόδημος ὁ θεόφρων, χαρμονικῶς ἐπαινείσθω, ὡς Χριστοῦ
θεράπων γνήσιος.
Δόξα. Τὸ
αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Θεοτόκε Παρθένε κόσμου βοήθεια, ἐν καιρῷ τῆς ἀνάγκης βοήθει
πάντοτε, τοῖς προστρέχουσι θερμῶς τῇ προστασίᾳ σου, καὶ τὴν παροῦσάν σου Ἁγνή,
κληρουχίαν τὴν σεπτήν, διάσωζε πάσης βλάβης, ὅτι τῇ σῇ ἀντιλήψει, διὰ παντὸς
προστρέχει Δέσποινα.
ᾨδὴ δ´. Ὁ
καθήμενος ἐν δόξῃ.
Νόμου θείου τῇ μελέτῃ,
καὶ λογίων τοῦ Πνεύματος, νουνεχῶς σχολάσας, νυκτὸς καὶ ἡμέρας Νικόδημε, ξύλον
ὡράθης παρ᾿ ὕδατα κατάκαρπον, θείας χάριτος, καρποφοροῦν γνῶσιν κρείττονα.
Ἱλαρὸς Πάτερ τοῖς
τρόποις, καὶ τῇ ὄψει μειλίχιος, καὶ ἡδὺς τῷ λόγῳ, καὶ τῇ παραινέσει θεόσοφος,
τοῖς ἐρχομένοις πρὸς σὲ ἐφαίνου Ἅγιε, νέμων ἅπασι, σωτηριώδη διδάγματα.
Καταπλήττει τὰς ἐννοίας,
τῶν πιστῶν Πάτερ Ὅσιε, τὸ ὕψος καὶ βάθος, καὶ μῆκος καὶ πλάτος Νικόδημε, τοῦ
θησαυροῦ τῆς σοφίας σου τῆς χάριτος· ὅτι πέλαγος, παντοδαποῦς ὤφθης γνώσεως.
Θεοτοκίον.
Οὐρανὸς ἐν γῇ ἐφάνης,
οὐρανῶν ὑψηλότερος, Κόρη Παναγία, ἐν χερσὶ κρατοῦσα ὡς νήπιον, τὸν Ποιητὴν οὐρανοῦ
καὶ γῆς δι᾿ ἔλεος, πρὸς οὐράνιον, ὑμᾶς ὑψοῦντα πολίτευμα.
Ἕτερος. Σύ
μου ἰσχύς.
Ἡ μελουργός, καὶ λιγυρὰ
καὶ θεόφθογγος, τῆς σῆς γλώσσης, κιθάρα Νικόδημε, ἐμπνεομένη ὑπὸ Θεοῦ, ὕμνησεν
Ὁσίων, τὰ εὐκλεῆ κατορθώματα, ἐν φθόγγοις ἡδυτάτοις, καὶ ᾠδαῖς ἁρμονίοις,
εὐσεβῶν τὰς καρδίας εὐφραίνουσα.
Μάννα ζωῆς, μέλι ἐκ
πέτρας θεόβρυτον, δρόσος θεία, ἐξ Ἁγίου Πνεύματος, κατερχομένη ἐπὶ τῆς γῆς,
πέλει ὁ σὸς λόγος, οὐρανομύστα Νικόδημε, ἐκτρέφων καὶ εὐφραίνων, καὶ δροσίζων
καρδίας, τῶν πιστῶς ἐγκυπτόντων ταῖς βίβλοις σου.
Ὁ γλυκασμός, τῆς θείας
χάριτος Ὅσιε, τῇ ἀμέμπτῳ, ἐκχυθεὶς καρδίᾳ σου, διὰ χειλέων σου τῶν σεπτῶν, τεύχεσιν
ἁγίοις, ἐθησαυρίσθη Νικόδημε, καὶ ἅπαντας γλυκαίνει, καὶ ἡδύνει καὶ τέρπει,
τοὺς πιστῶς μελετῶντας τὰς βίβλους σου.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν, διὰ παντὸς καθικέτευε, Θεοτόκε, μόνη ᾈειπάρθενε,
τὸν προελθόντα ἐκ τῶν ἁγνῶν, αἱμάτων σου Κόρη, κατοικτειρῆσαι οὓς ἔπλασε, καὶ
δοῦναι ἡμῖν πᾶσαν, τῶν πταισμάτων τὴν λύσιν, καὶ φωτὸς αἰωνίου τὴν μέθεξιν.
ᾨδὴ ε´. Ἐξέστη
τὰ σύμπαντα.
Διδάγματα ἔνθεα, ἀνέβλυσας Νικόδημε, οἷα ποταμὸς Θεοῦ τοῦ
ζῶντος, καὶ ὡς χειμάῤῥους τρυφῆς εὐφραίνεις ἀεί, ῥεύμασι τῶν λόγων σου σοφέ, Ἐκκλησίαν
ἅπασαν, τοῦ Χριστοῦ τὴν Ὀρθόδοξον.
Ἡσύχως ἐβίωσας,
στοιχειωθεὶς Νικόδημε, νήψει τοῦ νοὸς καὶ ἐγκρατείᾳ, καὶ τῇ μελέτῃ τῶν
θεοπνεύστων Γραφῶν, καὶ ἀνεπτερώθης νοερῶς, πρὸς τὰς ὑπὲρ ἔννοιαν, ἐπιλάμψεις
τοῦ Πνεύματος.
Μαρτύρων ἀνύμνησας, τοὺς
ἄθλους καὶ τὰ σκάμματα, καὶ τὰς τῶν Ὁσίων ἀριστείας, ὧν καὶ τοῖς ἴχνεσιν ἠκολούθησας,
βίῳ ἐπὶ γῆς ἀγγελικῷ, καὶ σὺν τούτοις Ὅσιε, ἐπαξίως δεδόξασαι.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα, Θεοῦ
τοῦ Παντοκράτορος, Κεχαριτωμένη Θεοτόκε, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον,
καὶ ταύτην δοχεῖον καθαρόν, τοῦ ἐκ σοῦ ἐκλάμψαντος, Θεομῆτορ ἀνάδειξον.
Ἕτερος. Ἵνα
τί με ἀπώσω;
Ἀρετῶν ἐπιδόσεις, καὶ
πνευματικῶν ἀγώνων γυμνάσματα, καὶ μελέτας θείας, προσφυῶς διαγράφεις
Νικόδημε, ἐν ἁγίῳ βίβλῳ, ᾗ καταλλήλως ἐκ τῶν ἔργων, τὴν φερώνυμον κλῆσιν ἐπέθηκας.
Γεωργίᾳ τοῦ λόγου, τῶν
παθῶν ἐκτέμνεις τὰς ῥίζας Νικόδημε, καὶ τὸν σπόρον Πάτερ, ἐντολῶν τοῦ Θεοῦ τὸν
σωτήριον, ἐν ψυχῶν ἀρούραις, καλλιεργεῖς μετὰ σοφίας, ὡς θεράπων Θεοῦ
ἐνθεώτατος.
Ἀοράτου πολέμου, πρὸς
τὰς ἐξουσίας τοῦ σκότους Νικόδημε, πᾶσιν ἀναπτύσσεις, ὡς ἐν τούτῳ νικήσας τὴν
μέθοδον, καὶ ἡμᾶς ἀλείφεις, κατὰ παθῶν τε καὶ δαιμόνων, πρακτικαῖς ὑποθήκαις
θεόπνευστε.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ τὸν
Θεὸν Λόγον ἀφράστως κυήσασα, ταύτην σου τὴν ποίμνην, τὸ περίβλεπτον Ὄρος τοῦ Ἄθωνος,
φύλαττε καὶ σκέπε, πάσης ἀνάγκης τε καὶ βλάβης, ὡς ὑπέσχου τῇ σῇ ἀγαθότητι.
ᾨδὴ στ´. Τὴν
θείαν ταύτην.
Νεοφανὴς ὤφθης ἥλιος,
Χριστοῦ τῇ Ἐκκλησίᾳ Νικόδημε, φωτίζων πάντοτε, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἀκτῖσι τῶν σῶν λόγων, καὶ παραινέσεων.
Μέγας ἐδείχθης
διδάσκαλος, ὡς πράξας καὶ διδάξας Νικόδημε, τὸ θεῖον θέλημα· διὸ μεγάλων
ἠξίωσαι, τιμῶν παρὰ Κυρίου, τοῦ σὲ δοξάσαντος.
Ἐν ἀρεταῖς ἐνθεώτατος,
καὶ λόγῳ καὶ σοφίᾳ θεόσοφος, ἐν Ἄθῳ πέφηνας, τῶν Μοναστῶν τὴν διάνοιαν, μυσταγωγῶν
θεόφρον, τὰ τελεώτατα.
Θεοτοκίον.
Λυχνία χαῖρε ἑπτάφωτε,
φωτὸς θεαρχικοῦ Ἀειπάρθενε, ἡ καταυγάζουσα, ταῖς μυστικαῖς ἐπιλάμψεσι, τοὺς εὐλαβῶς
τὸ χαῖρε, ἀναβοῶντάς σοι.
Ἕτερος. Ἱλάσθητί
μοι Σωτήρ.
Ἀμέμπτως σου τὴν ζωήν,
διατελέσας Νικόδημε, ἐν ἡσυχίᾳ νοός, καὶ θείαις καθάρσεσι, Γραφῶν ἐνδιαίτημα,
καὶ διδασκαλίας, τῆς Πατρῴας στόμα πέφηνας.
Ἰσχύϊ τῆς πρὸς Θεόν,
ἀγάπης Πάτερ ῥωννύμενος, τὸ ἀσθενὲς τῆς σαρκός, τὴν ζωὴν ἠνάλωσας, Νικόδημε Ὅσιε,
ὑπὲρ τοῦ πλησίον, ζωῆς γράφων διδάγματα.
Χυθέντων τῶν λογικῶν,
ῥευμάτων ἐκ τῶν χειλέων σου, Νικόδημε κρουνηδόν, ἀεὶ καταρδεύονται, ἡμῶν αἱ
διάνοιαι, πρὸς καρποφορίαν, ἐναρέτων Πάτερ πράξεων.
Θεοτοκίον.
Ἀγγέλων ἡ χαρμονή, καὶ τῶν ἀνθρώπων βοήθεια, εὐλογημένη Ἁγνή,
μόνη Ἀειπάρθενε, βοήθει ἑκάστοτε, ἡμῖν ἐν ἀνάγκαις, καὶ παντοίαις περιστάσεσι.
Κοντάκιον.
Ἦχος πλ.δ´. Τῇ Ὑπερμάχῳ.
Ὡς ἐναρέτου πολιτείας μύστην ἄριστον, καὶ εὐσεβείας
θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σε Ἐκκλησία. Οὐρανόθεν γὰρ τὸ χάρισμα
δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τοὺς βοῶντάς σοι· Χαίροις, Πάτερ Νικόδημε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν τοῖς τρόποις, καὶ πολὺς ἐν τῇ γνώσει, Νικόδημε ἐν Ἄθῳ
ἐδείχθης· ἀγγελικὴν γὰρ ἔχων ζωήν, ἀγγελοπρεπεῖ φωνῇ διεσάφησας, τὰ ἐν Πατράσι
κείμενα, δι᾿ ὧν φωτίζεις τοὺς βοῶντας·
Χαῖρε, τῆς Νάξου ἡ εὐκοσμία,
χαῖρε, τοῦ Ἄθω ἡ δᾳδουχία.
Χαῖρε, τῶν πατρῴων δογμάτων ἀνάπτυξις,
χαῖρε, τῶν Ἁγίων ῥημάτων ἀνάλυσις.
Χαῖρε, ὕψος φρονήσεως καὶ σοφίας ποταμός,
χαῖρε, βάθος θείας γνώσεως καὶ ἀγάπης θησαυρός.
Χαῖρε, ὅτι ἐδείχθης γραμματεὺς θεοφόρος,
χαῖρε, ὅτι τυγχάνεις ἑρμηνεὺς θεηγόρος.
Χαῖρε, λαμπὰς ἠθῶν τῆς σεμνότητος,
χαῖρε, πυρσὸς τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι᾿ οὗ οἱ πιστοὶ βεβαιοῦνται,
χαῖρε, δι᾿ οὗ οἱ ἐχθροὶ ἐκπτοοῦνται.
Χαίροις, Πάτερ Νικόδημε.
Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνὸς (Ἰουλίου) μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου
Πατρὸς ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου, τοῦ πολυσόφου τῆς Ἐκκλησίας Διδασκάλου.
Νίκη ὦ Νικόδημε τῷ
πιστῷ δήμῳ
Δίδωσιν ὁ λόγος σου
Πνεύματι θείῳ.
Νικόδημος δεκάτῃ γε
τετάρτῃ ἱρὸς ἔνθεν ἤρθη.
Ταῖς τῶν
σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ
ἐλάτρευσαν
Πρὸς ἀνάβασιν, βαθμῶν
ἀνάγεις Ὅσιε, βίου λαμπρότητος, κλίμακι λόγων τῶν σῶν, πανσόφως ἣν ἔπηξας,
Πάτερ Νικόδημε, τοὺς ἐκ πίστεως, προστρέχοντας τῇ βίβλῳ σου, ἣν καλεῖς κλίμακα
νέαν.
Ὡς πανεύοσμος, λειμὼν
τοῦ θείου Πνεύματος, Πάτερ Νικόδημε, κῆπον χαρίτων ζωῆς, δικέλλῃ τῆς γλώσσης
σου, τῆς θεοῤῥήμονος, τὴν θεόπνευστον, βίβλον σου ἡμῖν ἔδειξας, ἣν καλεῖς
κῆπον χαρίτων.
Γλῶσσαν ἔνθεον,
πεπλουτηκὼς Νικόδημε, καὶ νοῦν θεόληπτον, ὑφηγητὴς ἱερός, τοῦ λόγου τῆς
πίστεως, ἐσχάτοις ἔτεσιν, ὤφθης Ὅσιε, καὶ διεγείρεις ἅπαντας, πρὸς τὴν κτῆσιν
τῶν κρειττόνων.
Θεοτοκίον.
Ἔνθους ᾔνεσεν, ὁ ἱερὸς
Νικόδημος, τὰ μεγαλεῖά σου, τὰ θαυμαστὰ ἀληθῶς, Παρθένε Πανύμνητε, ὃν
κατηγλάϊσας, τῆς εὐνοίας σου, ταῖς μυστικαῖς ἐκφάνσεσιν, ὡς θεράποντά σου
θεῖον.
Ἕτερος. Θεοῦ
συγκατάβασιν.
Ῥημάτων τῶν θείων σου, τὸ κράτος Πάτερ καὶ τὴν λαμπρότητα, καὶ
τὴν ἄνωθεν χάριν, καὶ τὴν πλουσίαν ὄντως ἀνάβλυσιν, οὐδόλως ἴσχυον φέρειν
Νικόδημε, δοκησισόφων χοροί· ὅθεν ἡττῶντο ἐν σοί.
Ἰλύος ἐκάθηρας, πάσης
προσύλου Πάτερ Νικόδημε, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν·
ὅθεν ἰθύνεις ἡμᾶς πρὸς τὴν κάθαρσιν, καὶ φυλακὴν τοῦ νοός, διδασκαλίᾳ σοφῇ.
Νοὸς καθαρότητι, καὶ
διανοίας Πάτερ ὀξύτητι, τῶν Ἁγίων Πατέρων, τοὺς θεοφθόγγους λόγους ἐτράνωσας,
καὶ θησαυρὸν ψυχοτρόφον κατέλιπες, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὰς θείας βίβλους σου.
Θεοτοκίον.
Γαλήνην οὐράνιον, καὶ
εὐκατάνυκτον ἦθος δίδου μοι, Θεοτόκε Παρθένε, καὶ φῶς ψυχῆς μου τοῖς διαβήμασιν,
ὡς ἂν τὰς τρίβους καλῶς τὰς φερούσας με, ἐπὶ τὴν ἄνω ζωήν, βαδίσω Κόρη Ἁγνή.
ᾨδὴ η´. Παῖδας
εὐαγεῖς
Ῥύψιν ἐκ παθῶν τῆς
ἁμαρτίας, καὶ ἴασιν ταῖς πασχούσαις ψυχαῖς Ἅγιε, ἀθυμίας λύτρωσιν, καὶ βίου
σεμνότητος, ἀκτῖνας νέμει πάντοτε ὁ θεῖος λόγος σου, λαμπόμενος φωτὶ οὐρανίῳ,
τοῖς προσερχομένοις, αὐτῷ μετ᾿ εὐλαβείας.
Ἄκακος εὐθὺς καὶ πρᾶος
ὤφθης, ἐν πάσῃ δικαιοσύνῃ σεμνυνόμενος, Ὅσιε Νικόδημε, καὶ τῆς ὁσιότητος,
ἐκφαίνων τὰς λαμπρότητας ἐν τῷ προσώπῳ σου, μειλίχιος ἐφαίνου τοῖς πᾶσιν, ὡς
πεπληρωμένος, ἐλλάμψεως τῆς θείας.
Στόματι πανσόφῳ σου
τρανώσας, δογμάτων τῶν Ὀρθοδόξων τὴν ἀκρίβειαν, Ὅσιε Νικόδημε, τοὺς ἀπὸ τῆς
Δύσεως, ἐλθόντας σοι κατέπληξας καὶ τούτους ἔδειξας, ἀφώνους ἀληθῶς ὡς ἰχθύας,
τῷ χειμάῤῥῳ Πάτερ, τῶν θείων σου ῥημάτων.
Θεοτοκίον.
Ἴασαι ψυχήν μου τὴν
νοσοῦσαν, τῷ πάθει τῆς ἁμαρτίας καὶ πυρέσσουσαν, λογισμοῖς ἀλάστορσι, καὶ
βεβήλοις Πάναγνε, καὶ μετανοίας αὔγασον φῶς τῇ καρδίᾳ μου· πρὸς σὲ γὰρ καταφεύγω
ὁ τάλας· μὴ οὖν ὑπερίδῃς, τὴν δέησίν μου Κόρη.
Ἕτερος. Ἑπταπλασίως
κάμινον.
Ἐπιφανῶς διέπρεψας, ἐν Ἄθῳ
Νικόδημε, λόγῳ καὶ σοφίᾳ, καὶ ζωῆς λαμπρότησι, καὶ τύπος γεγένησαι, καὶ ὁδηγὸς
σωτήριος, πᾶσι Μονασταῖς, πρὸς ἀρετῶν ἐπιδόσεις, βοῶν ἀδιαλείπτως· Ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥῆμα Θεοῦ ζωσάμενος, ὡς
ῥομφαίαν οὐράνιον, καὶ ἐνδεδυμένος Πάτερ, ὥσπερ θώρακα, τὴν χάριν τοῦ Πνεύματος,
τὰς παρατάξεις ἔτρεψας, τῶν αἱρετικῶν, καὶ νοουμένων πνευμάτων, βοῶν ἐν
εὐφροσύνῃ· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἁγιασμοῦ θησαύρισμα,
καθορᾶται ἡ κάρα σου, θείαν εὐωδίαν, Πάτερ ἀποπνέουσαν· φιάλαι γὰρ ὤφθησαν, τῶν
ἀρωμάτων Ὅσιε, σοῦ αἱ σιαγόνες, ὡς φησὶν ἡ Σοφία, ὀσμὴν ἀθανασίας, καὶ πόμα
εὐφροσύνης, τὸ ἐκ τῆς ἀπαθείας, ἡμῖν ἀεὶ κιρνῶσαι.
Θεοτοκίον.
Σωματικῶς κυήσασα, τὸν
ἀσώματον Κύριον, τὸν ἐν τοῖς Πατρῴοις, κόλποις ἐνυπάρχοντα, Υἱὸν τὸν
συνάναρχον, Πατρί τε καὶ τῷ Πνεύματι, ἄνευθεν φθορᾶς, ἀνακαινίζοντα κόσμον, φθαρεῖσαν
τὴν ψυχήν μου, σωματικῇ κακίᾳ, ἐγκαίνισον Παρθένε, γνησίᾳ μετανοίᾳ.
ᾨδὴ θ´. Ἅπας
γηγενής.
Μύστης ἀκριβής, τοῦ
Πνεύματος γέγονας νοὸς λαμπρότησι, Ὅσιε Νικόδημε, καὶ τῶν Πατέρων τῶν πάλαι Ἅγιε,
ταῖς ἱεραῖς μελέταις σου λαμπρὸν ἀπάνθισμα, ἐκ τῶν λόγων, τούτων παραθέμενος,
τοῖς πιστοῖς πανευώδη νοήματα.
Ὅλην τὴν ζωήν, τὴν σὴν
ὡς θυμίαμα ἀπὸ νεότητος, καὶ θυσίαν ἄμωμον, τῷ Ζωοδότῃ Λόγῳ προσήγαγες, ἀκολουθήσας
Ὅσιε αὐτοῦ τοῖς ἴχνεσι· διὰ τοῦτο, σοφίας στεφάνῳ σε, ὁ Χριστὸς ἱερῶς
ἐστεφάνωσε.
Ὕμνοις ἱεροῖς, Νικόδημε
πάνσοφε πανηγυρίζομεν, τὴν ἁγίαν μνήμην σου, ἁγιαζόμενοι τῇ σῇ χάριτι· ἀλλ᾿ ὡς
δῶρον εὐσπρόδεκτον δέχου τὴν αἴνεσιν, ἡμῶν Πάτερ, τῶν θερμῶς φιλούντων σε,
ὡς πατέρα ἡμῶν καὶ διδάσκαλον.
Θεοτοκίον.
Ὕψιστον Θεόν, ἀφράστως κυήσασα, δι᾿ ἀγαθότητα, μόνη
Παντευλόγητε, τὸν ἐκ τοῦ ᾍδου ἡμᾶς ὑψώσαντα, πεσόντα με εἰς βόθυνον παθῶν
ἀνύψωσον, πρὸς ὑψώσεις, βίου καθαρότητος, Θεοτόκε ἡμῶν ἡ βοήθεια.
Ἕτερος. Ἐξέστη
ἐπὶ τούτῳ.
Ἰδεῖν κατηξιώθης
ἀπολυθείς, τῆς σαρκός σου Νικόδημε Ὅσιε, τὰς ὑπὲρ νοῦν, τῆς ἀγαθαρχίας τῆς
Τριφαοῦς, μαρμαρυγὰς καὶ χάριτας, ὧν καὶ κληρονόμος καὶ κοινωνός, ἐγένου θεηγόρε,
ὡς πεπολιτευμένος, βίον ἐν πᾶσιν ἐνθεώτατον.
Μυρίζουσιν οἱ λόγοι σου
οἱ σεπτοί, ὥσπερ ἄνθη τοῦ ἔαρος εὔοσμα, ὀσμὴν ζωῆς, καὶ τὴν εὐωδίαν τὴν ἐκ
Θεοῦ· παντοδαποῦς γὰρ πέφηνας, σὺ διδασκαλίας Πάτερ λειμών, Νικόδημε θεόφρον,
φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.
Οὐράνιον ἀπόλαυσιν
εἰληφώς, ἐκ Θεοῦ θεοφόρε Νικόδημε, καὶ τῆς ζωῆς, τῆς ἀκαταλύτου κατατρυφῶν,
τοὺς πόθῳ σε γεραίροντας, φύλαττε καὶ σκέπε ταῖς σαῖς εὐχαῖς, κἀμὲ δὲ τὸν
προθύμως, ὑμνήσαντά σε Πάτερ, τῷ φωτισμῷ σου καταλάμπρυνον.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία
χρυσοφαής, τοῦ Πατρῴου Ἁγνὴ ἀπαυγάσματος, θρόνε Θεοῦ, ὃν περικυκλοῦσι δέει
πολλῷ, Δυνάμεις αἱ οὐράνιαι, μόνη ᾈειπάρθενε Μαριάμ, καταύγασον τὸν νοῦν μου,
φωτὶ τῶν προσταγμάτων, τοῦ ἐκ νηδύος σου ἐκλάμψαντος.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Φιλοσοφίας ἔρωτι, τῆς θεϊκῆς τρεφόμενος, σοφίας τῆς ἀνωτάτω,
ἐδρέψω Πάτερ τὸν πλοῦτον, Νικόδημε θεόσοφε, θεολογίας ὄργανον, καὶ τῶν Ὁσίων
σύσκηνε· μεθ᾿ ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν θεοφόρε.
Θεοτοκίον.
Θεὸν τὸν Ὑπερούσιον, Παρθένε σωματώσασα, ἀνέτρεψας τῷ σῷ
τόκῳ, τὴν καταδίκην τῆς Εὔας, καὶ εὐλογίας ἔβλυσας, πηγὴν τοῖς σὲ δοξάζουσι,
καὶ εὐσεβῶς κηρύττουσι, σὲ Πάναγνον Θεοτόκον, καὶ ᾈειπαρθένον Κόρην.
Αἶνοι. Ἦχος
α´. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ ἱεροῦ Νικοδήμου καὶ διδασκάλου ἡμῶν, τὴν φωτοφόρον
μνήμην, ἑορτάσωμεν πόθῳ· ὁσίως γὰρ βιώσας ἐν ἀρεταῖς, τῷ Χριστῷ εὐηρέστησε,
καὶ διδαγμάτων ἁγίων ὑφηγητής, ἀνεδείχθη θείῳ Πνεύματι.
Ἅπας ὁ Ἄθως σκιρτάτω ἀγαλλιώμενος, τοῦ θείου Νικοδήμου, καὶ
σοφοῦ ἐν Ὁσίοις, πλουσίαις δᾳδουχίαις καὶ δωρεαῖς, μυστικαῖς λαμπρυνόμενος·
ὡς γὰρ λαμπρὸς ἑωσφόρος φωταγωγεῖ, οἰκουμένης τὰ πληρώματα.
Ἐν τοῖς λειμῶσι τῶν θείων Γραφῶν ἱπτάμενος, εὐθείᾳ διανοίᾳ,
ὥσπερ μέλισσα Πάτερ, συνήθροισας ἐκεῖθεν τὸν γλυκασμόν, καὶ τὸ μέλι τῆς χάριτος,
καὶ θεοφθόγγοις νοήμασιν ἱεροῖς, κατευφραίνεις τὰς ψυχὰς ἡμῶν.
Τὴν παναγίαν σου κάραν καὶ πανσεβάσμιον, πιστῶς περικυκλοῦντες,
προσπτυσσόμεθα πόθῳ, Νικόδημε παμμάκαρ καὶ ἐξ αὐτῆς, θείαν χάριν καρπούμεθα,
καὶ τῆς ζωῆς τῆς ἀγήρω τὴν δωρεάν, ὀσφραινόμεθα ἐν Πνεύματι.
Δόξα.
Ἦχος πλ.α´.
Σαλπίσωμεν ἐν σάλπιγγι
ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν εὐφραινόμενοι, τῇ φωτοφόρῳ μνήμῃ,
τοῦ διδασκάλου ἡμῶν. Ἱερεῖς καὶ Μονάζοντες συντρεχέτωσαν, καὶ τὸν θεοφόρον
κροτείτωσαν ἐν ὕμνοις, ὡς τῷ κόσμῳ βλύσαντα, διδαγμάτων ἱερῶν πηγάς, ὡς ἐξ Ἐδὲμ
πελαγιζούσας ἅπασιν. ᾿Ορθοδόξων τὰ συστήματα, τὸν τῆς ᾿Ορθοδοξίας νεόφωτον
φωστῆρα, συνελθόντες ἀνυμνήσωμεν· τῆς σοφίας τὸν θησαυρόν, τῶν ἀρετῶν τὸ ταμεῖον,
τὸ τοῦ Παρακλήτου στόμα, τὴν στήλην τῶν σεμνῶν ἠθῶν, τὴν θεόφθογγον τῶν
θεολόγων γλῶσσαν, τὸν θεαυγῆ τῆς ἐγκρατείας λύχνον, τὴν τῶν ὀρθῶν δογμάτων
λύραν, τῶν πάντων τῶν εὐσεβῶν ὁδηγὸν ἔνθεον, ἄσμασι θεηγόροις, ἐγκωμιάζοντες
οὕτως εἴπωμεν· Νικόδημε θεόσοφε, συνέτισον ἡμᾶς, τῇ σῇ διδασκαλίᾳ, καὶ
πρέσβευε ἀεὶ τῇ Τριάδι, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν.
Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ τῶν Ὀρθοδόξων, ἐγκαλλώπισμα
ἱερόν· χαίροις μοναζόντων, ὁ φωτοφόρος λύχνος, Νικόδημε παμμάκαρ, Ἄθωνος
καύχημα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου