ΑΥΓΟΥΣΤΟΣ
ΙΗ΄.
ΔΗΜΗΤΡΙΟΣ
ΝΕΟΜΑΡΤΥΣ ΛΕΣΒΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Κύριλλος
Κογεράκης Ῥόδου)
ΕΙΣ
ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄.
Τριήμερος ἀνέστης.
Μαρτύρων
τοῦ Χριστοῦ μιμητής, γενόμενος Δημήτριε θεομάκαρ, συναγάλλῃ νῦν αὐτοῖς, ἐν
πόλει πρωτοτόκων, ὑπὲρ ἡμῶν πρεσβεύων, εὐφημούντων σου τὴν ἄθλησιν.
Ὀρθρίσας
πρὸς Χριστὸν τὸν Θεόν, τῷ θείῳ σου Δημήτριε μαρτυρίῳ, ἐξανέτειλας φωστήρ,
μέγιστος εὐσεβείας, φωτίζων ὑπὲρ λόγον, τῶν Ὀρθοδόξων τὰ συστήματα.
Εἰκόνος
τοῦ Σωτῆρος Χριστοῦ, σὺ σύμμορφος Δημήτριε ἀνεδείχθης, μαρτυρίου τὸν καλόν, ἀγῶνα
ἐκτελέσας· δι’ Αὐτῷ μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων Ἅγιε.
Ἱκέτευε
ἀπαύστως Χριστόν, Δημήτριε πανεύφημε Ἀθλοφόρε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν
πόθῳ σοι βοώντων· Χαῖρε Μαρτύρων κλέος, καὶ Μυστεγνῶν τὸ ἐγκαλλώπισμα.
Δόξα. Ἦχος α’.
Δημήτριε
Χριστοῦ Νεομάρτυς, σὺ τὴν καλὴν ὁμολογίαν φυλάξας, μαρτυρικῶν δωρεῶν
κατηξίωσαι, καὶ Χριστῷ παρέστης, ἐν οὐρανοῖς εὐφραινόμενος· διὸ πρέσβευε ὑπὲρ ἡμῶν,
τῶν ἐν ὕμνοις τελούντων, τὴν παναγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἔπρεπε
τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, την Κοίμησιν
ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ
Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς Τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι.
Διόπερ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν
ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς
προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
οἱ εὐσεβεῖς, Χριστοῦ τὸν Ἀθλοφόρον, τιμήσωμεν βοῶντας· Δημήτριε παμμάκαρ, εὐχαῖς
σου ἡμᾶς στήριζε.
Στ.:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ἤθλησας
ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, Δημήτριε παμμάκαρ, καὶ ἔθραυσας εἰς τέλος,
τυράννων θράσος βλάσφημον.
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Πρέσβευε
τῷ Χριστῷ, ὡς ἔχων παῤῥησίαν, ὑπὲρ τῶν ἱκετῶν σου, Δημήτριε παμμάκαρ, τῶν Μυστεγνῶν
ἀγλάϊσμα.
Δόξα. Ἦχος πλ. α΄.
Πανηγυρίζει
σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τὴν παναγίαν μνήμην σου, Δημήτριε Νεομάρτυς
σεβάσμιε. Χριστὸν γὰρ ἀγαπήσας, εὐσέβειαν ἐξήσκησας, καὶ ὑπὲρ ταύτης τὸ αἷμά
σου ἐξέχεας· ὅθεν ἐν ὑψίστοις δοξασθείς, ὑπὲρ ἡμῶν μὴ παύσῃ πρεσβεύων, ἵνα
λάβωμεν διὰ σοῦ, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Τῆς Ἑορτῆς.
ᾌσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς
ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν
Μαρτύρων εὐκλείας ὡς κλεϊζόμενος, ὁ ἐν δουλείας τοῖς χρόνοις, ἐν Μυστεγνοῖς ὑπελθών,
μαρτυρίου τὴν ὁδόν, μάκαρ Δημήτριε, πρέσβευε πάντοτε Χριστῷ, σὺν αὐτοῖς ἀνελλιπῶς,
ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ψυχικῆς σωτηρίας, τῶν ἐκτελούντων σου τὴν μνήμην
πιστῶς.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν
τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε.
Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, καὶ ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
γ' Ἦχος δ' Ἔδωκας σημείωσιν
Οὐχ
ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον· ἀλλ' αὐτὸς ὁ Ἥλιος,
τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον
προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε Ἄχραντε, μεταστήσας ἐτίμησεν,
ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε
ὦ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἑορτάσωμεν· ἐν
χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ' ἐσχάτων ἐκ
τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθετο χαίρουσα, Ἰησοῦ τοῦ
Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.
Θαῦμα
φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται,
καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτῆς, τὸ θεοδόχον Σῶμα
καὶ τίμιον, καὶ τοῦτο δὲ μετάρσιον, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς,
καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τοῦ Ἁγίου γ’. Ὢ τοῦ παραδόξου θαύματος,
Μάρτυς
τοῦ Χριστοῦ Δημήτριε, πρὸς τὸν Δεσπότην Χριστόν, ἔχων πᾶσαν τὴν ἔφεσιν, καὶ Αὐτοῦ
τῇ χάριτι, μυστικῶς δυναμούμενος, τοῦ μαρτυρίου τὸν δρόμον ἤνυσας, καὶ ἐν Ἁγίων
σκηναῖς κατέπαυσας· ἔνθα θεούμενος, παῤῥησίᾳ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων
σου, μνήμην τὴν πάντιμον.
Μάρτυς
τοῦ Χριστοῦ Δημήτριε, τῆς πατρικῆς εὐσεβῶς, ἀντεχόμενος πίστεως, τὸν Χριστὸν ἐκήρυξας,
τῶν τυράννων ἐνώπιον, καὶ ὑπὲρ ταύτης ὁπλίτης ἄριστος, ἐν μαρτυρίου εὑρέθη
σκάμματι· ὅθεν τιμῶμέν σε, σήμερον ἐν ᾄσμασιν οἱ εὐσεβεῖς, τὴν πλουσίαν χάριν
σου, ἀπεκδεχόμενοι.
Μάρτυς
τοῦ Χριστοῦ Δημήτριε, ἐν Μυστεγνοῖς τὸ καλόν, διαθλήσας ἀγώνισμα, ἐν ὑψίστοις ἔλαβες,
ἐπαξίως τὰ ἔπαθλα, χοροῖς Μαρτύρων συναυλιζόμενος, καὶ τοῦ ἀκτίστου φωτὸς
πληρούμενος· ὅθεν δεόμεθα, μὴ ἐλλίπῃς Ἅγιε πᾶσιν ἡμῖν, τὸν Σωτῆρα Κύριον, ἐξιλεούμενος.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
φιλομάρτυρες σήμερον, ὕμνον ἑόρτιον ᾄσωμεν, τῷ Νεομάρτυρι τοῦ ἐν Τριάδι Θεοῦ,
Δημητρίῳ τῷ μακαριωτάτῳ· ἐν χρόνοις γὰρ τοῖς ζοφεροῖς, Ἀγαρηνῶν τῆς δουλείας, ὑπὲρ
πίστεως ὡς ἄμωμος ἀμνός, τὴν σφαγὴν ὑποδεξάμενος, τῆς ἀθανάτου ζωῆς, τὴν χάριν ἐθησαύρισε,
καὶ Μαρτύρων κοινωνός, ἐν πόλει πρωτοτόκων ἐγένετο, πρεσβεύων σὺν αὐτοῖς ἐκτενῶς,
ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε
φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τὴν,
Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς
κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν
τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι
σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς
τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος
μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.
Λιτή. Ἦχος α’.
Τῆς
Λέσβου τὸ καύχημα, τῶν Μυστεγνῶν τὸ ἀγλάϊσμα, καὶ Ἐκκλησίας ἐγκαλλώπισμα,
Δημήτριον τὸν Χριστοῦ Νεομάρτυρα, τοῖς ἄνθεσι τῶν ᾀσμάτων, δεῦτε πιστοὶ ἅπαντες,
σήμερον καταστέψωμεν. Πίστεως γὰρ ὑπεροπλίᾳ, ἐν μαρτυρίου συμπλοκῇ, ἀσεβείας
καθελὼν τὴν παράταξιν, τῶν πρόπαλαι Μαρτύρων, τῆς δόξης ἐκοινώνησε· μεθ’ ὧν καὶ πρεσβεύει ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ
κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Νεομάρτυς
τοῦ Κυρίου, στεφανίτα Δημήτριε, χαῖρε καὶ εὐφραίνου, ὅτι ὑπὲρ Χριστοῦ, τὸν
θάνατον καταδεξάμενος, τῆς Ἀναστάσεως Αὐτοῦ, τὴν δόξαν ἐκληρονόμησας, καὶ ἐν
σκηναῖς τῶν Ἁγίων κατέπαυσας· διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις,
τὸ σεπτόν σου μνημόσυνον.
Ἦχος β΄.
Τοῦ
Παρακλήτου Πνεύματος, τῇ χάριτι ῥωννύμενος, μαρτυρικὴν ἐξήνθησας εὔκλειαν, καὶ
εὐσεβῶν τὰς καρδίας εὐωδίασας, Νεομάρτυς ἔνδοξε Δημήτριε· ὅθεν σήμερον τὴν
μνήμην σου, ἐν ἀγαλλιάσει ἑορτάζοντες, πρέσβυν σε τῷ Κυρίῳ προσάγομεν, τῷ
παρέχοντι διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Δεῦτε
πιστοί, τὸν θαυμαστὸν Ἀθλοφόρον, Δημήτριον τιμήσωμεν. Οὗτος γὰρ φαιδρὰν ἀλουργίδα,
τοῦ ὑπὲρ τῆς πίστεως μαρτυρίου, τὰ αἵματα ἐνδυσάμενος, ἐν οὐρανοῖς Χριστῷ
συμβασιλεύει, Μαρτύρων τοῖς χοροῖς συναυλιζόμενος, καὶ κατὰ μέθεξιν θεούμενος·
διὸ καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Νεομάρτυς ἀήττητε, ὡς παῤῥησίαν ἔχων, τῶν
τιμώντων σε, ἔσο προϊστάμενος, λυτρούμενος αὐτοὺς ταῖς πρεσβείαις σου, ἐκ
πειρασμῶν καὶ περιστάσεων.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὴν
πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ,
καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν
ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς
σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.
Εἰς τὸν Στίχον. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε
Μάρτυς τοῦ Χριστοῦ, ἔνδοξε Δημήτριε, ὡς στρατιώτης ἀχείρωτος, τῆς θείας
πίστεως, εὐσεβείας νῖκος, τῇ στεῤῥᾷ ἀθλήσει σου, κατὰ τῆς ἀσεβείας ἐποίησας· διὸ
τὴν μνήμην σου, ἐκτελοῦμεν ἀγαλλόμενοι, καὶ Θεῷ σε μεσίτην προσάγομεν.
Στ.:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πανεύφημε
Μάρτυς τοῦ Χριστοῦ, κράτιστε Δημήτριε, νικήσας ὄφιν τὸν δείλαιον, τῷ μαρτυρίῳ
σου, τῆς ἀθανασίας, στέφος ἀμαράντινον, χειρὶ τῇ ζωηφόρῳ ἀπέλαβες, καὶ
κατεσκήνωσας, ἐν Ἁγίων τοῖς σκηνώμασι, μνημονεύων τῶν μακαριζόντων σε.
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Πανεύφημε
Μάρτυς τοῦ Χριστοῦ, πάντιμε Δημήτριε, τὸν ἐπουράνιον ἔρωτα, ἐνστερνισάμενος, ἀσεβῶν
τυράννων, φρύαγμα ἐπάτησας, Μαρτύρων διαπρέψας ἐν σκάμματι· μεθ’ ὧν ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Ὁ
τῶν πάλαι Μαρτύρων ὁμότροπος, καὶ ἐν ὑψίστοις συνόμιλος, Δημήτριε Χριστοῦ
Νεομάρτυς, τῶν Μυστεγνῶν τὸ καύχημα, καὶ Λέσβου τὸ ἀγλάϊσμα, ὁ τὴν καλὴν ὁμολογίαν
φυλάξας, καὶ τυράννων αἰσχύνας τὴν αὐθάδειαν, πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν
τῶν τελούντων, τὴν ἀεισέβαστον μνήμην σου
Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ἡ
τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως
τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη,
ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ
πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν
Μαρτύρων εὐκλείας ὡς κλεϊζόμενος, ὁ ἐν δουλείας τοῖς χρόνοις, ἐν Μυστεγνοῖς ὑπελθών,
μαρτυρίου τὴν ὁδόν, μάκαρ Δημήτριε, πρέσβευε πάντοτε Χριστῷ, σὺν αὐτοῖς ἀνελλιπῶς,
ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ψυχικῆς σωτηρίας, τῶν ἐκτελούντων σου τὴν μνήμην
πιστῶς.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν
τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε.
Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Δημήτριον
πιστοί, τὸν Χριστοῦ στρατιώτην, καὶ Μάρτυρα στεῤῥόν, τῆς Αὐτοῦ ἀληθείας,
τιμήσωμεν ἐν ᾄσμασι, πρὸς αὐτὸν ἀνακράζοντες· Παναοίδιμε, αἴτει εἰρήνην καὶ
χάριν, ταῖς πρεσβείαις σου, τοῖς εὐσεβάστως τελοῦσι, τὴν μνήμην σου σήμερον.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ὁ
πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως,
τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ
πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ' Ταχὺ προκατάλαβε.
Τῇ
ὅπλοις τῆς πίστεως νῖκος ποιήσας λαμπρόν, τρισμάκαρ Δημήτριε, κατὰ τῶν πλάνων ἐχθρῶν,
ἐν πόλῳ δεδόξασαι· σὺ γὰρ ὁμολογήσας, τὴν χριστώνυμον κλῆσιν, ἤθλησας ὑπὲρ
φύσιν, ἐν δουλείας τοῖς χρόνοις· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Κελεύσει
τοῦ Κτίστου Σου τοῦ γεννηθέντος ἐκ Σου, νεφέλῃ συνήθροισας, τοὺς Ἀποστόλους τὴν
Σήν, ἱδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες,
τὸ πανάχραντον σῶμα, τῆς Σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς
τραφεὶς τῷ γάλακτι, τῆς εὐσεβείας, ἀσεβείας ἔλυσας, τὴν ψυχολέτειρα ἀχλύν, τῷ
μαρτυρίῳ Δημήτριε· ὅθεν σε πάντες, τοῖς ὕμνοις γεραίρομεν.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Τῇ
ἐνδόξῳ μνήμῃ Σου, ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ
κραυγάζει Σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΚΓ’ Ἀπριλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα...
Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Νεομάρτυς
Δημήτριε, τὰ παθήματα Χριστοῦ, τῇ ἀθλήσει μορφωθείς, τῆς Ἀναστάσεως τὴν δόξαν, ἐν
οὐρανοῖς ἐκληρονόμησας, καὶ παρίστασαι Αὐτῷ, διαπαντὸς εὐφραινόμενος· διὸ
πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον, ἐν δὲ οῖς
Θεοτοκίοις:
Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Ἀνατολῇ
μαρτυρίου ὥσπερ φωστήρ, φωτοβόλος ἔλαμψας, Ἐκκλησίας τῷ λαῷ, Ἀθλητὰ Δημήτριε·
διό, φῶς μοι αἴτει τῷ νοΐ, ὡς ἂν ὑμνήσω σε.
Βεβαιωθεὶς
εὐσεβείας τῆς πατρικῆς, θεοπνεύστοις ῥήμασι, ὁμολόγησας Χριστόν, ἐπ’ ἐχθρῶν
Δημήτριε σοφέ, καὶ Μαρτύρων μιμητής, εὑρέθης ἄξιος.
Γνώσεως
θείας τῷ ὕψει ἀναδραμών, θαυμαστὲ Δημήτριε, εὐσεβείας ὡς υἱός, ἀσεβῶν ἠδάφισας ὀφρύν,
ἐν τοῖς ἄθλοις τῆς καλῆς, ὁμολογίας σου.
Θεοτοκίον.
Καταιγιζόμενον
πλήθει τῶν πειρασμῶν, καὶ εἰς ἀπογνώσεως, ἐξελκόμενον βυθόν, τῇ γαλήνῃ σώσόν με
ἁγνή, μητρικῶν Σου πρεσβειῶν, πρὸς τὸν φιλάνθρωπον.
ᾨδὴ γ’. Οὐκ ἔστιν ἅγιον.
Δοχεῖον
ἕμψυχον Θεοῦ, χάριτος ὡς ὑπάρχων, τοῖς τυράννοις ἀντέστης, ὦ Δημήτριε στεῤῥῶς,
καὶ μαρτυρίῳ καλῷ, τὴν ἐκείνων, πλάνην ἐξεφαύλισας.
Ἐνθέῳ
στόματι Χριστοῦ, κλῆσιν τὴν μακαρίαν, τοῖς ἀπίστοις κηρύξας, μετετέθης πρὸς Αὐτόν,
ἐκλάμπων κάλλει τοῦ σοῦ, μαρτυρίου, κράτιστε Δημήτριε.
Ζεούσῃ
ἔνδοξε ψυχῇ, χρόνοις ἐν δυσχειμέροις, τῷ Κυρίῳ λατρεύων, προσηνέχθης λογική,
θυσία ζῶσα Αὐτῷ, μαρτυρίου, σκάμματι Δημήτριε.
Θεοτοκίον.
Ὑμνοῦμεν Δέσποινα
ἁγνή, τὴν φρικτήν Σου λοχείαν, δι’ ἧς ὤφθη ταῷ κόσμῳ, σαρκοφόρος ὁ Θεός, τοῦ
παλαμναίου ἐχθροῦ, τῆς δουλείας κόσμον ἐκλυτρούμενος.
Κάθισμα. Ἦχος πλ. δ' Τὴν Σοφίαν
Δυναμούμενος
σθένει τῷ θεϊκῷ, ὡς τὴν ἔφεσιν ἔχων μόνῳ Χριστῷ, σαφῶς κατεφρόνησας, τῶν
προσκαίρων Δημήτριε, καὶ χαίρων τῶν Μαρτύρων, τὸν δρόμον διήνυσας, ἐν Μυστεγνοῖς
ἀθλήσας, στεῤῥῶς ὑπὲρ πίστεως· ὅθεν ἀθανάτου, κοινωνήσας εὐκλείας, Ἁγίων εἰσέδραμες,
εἰς τὴν ἄνω λαμπρότητα, ἔνθα νῦν ἀγαλλόμενος, πρέσβευε ἀπαύστως Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Ἡ
Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι,
ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν
ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα,
τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.
ᾨδὴ δ’. Χριστός μου δύναμις.
Ἡλίου
ἔλαμψας, τῷ μαρτυρίῳ σου, φαεινότερον Μάρτυς καὶ δυσμενῶν, ἔλυσας σκοτόμαιναν·
διὸ Δημήτριε πιστοί, εὐλαβῶς σε μακαρίζομεν.
Θεοῦ
προστάγματα, φυλάττων Ἅγιε, καὶ τερπνῶν ἀλογήσας τῶν γεηρῶν, θάνατον ὑπέμεινας·
διὸ ἐκέρδησας ζωήν, τὴν ἀθάνατον Δημήτριε.
Ἰχνῶν
Δημήτριε, ἐπιλαβόμενος, τῶν ἀρχαίων Μαρτύρων ἐν Μυστεγνοῖς, τρόπαιον ἀνέστησας,
τῆς εὐσεβείας ἐν Χριστῷ, καὶ ἀσέβειαν κατήσχυνας.
Θεοτοκίον.
Ῥοαῖς θεόνυμφε, τῶν
χαρισμάτων Σου, τὴν ψυχήν μου ἀνάψυξον μυστικῶς, θλίψεων τῷ καύσωνι, καταυχμωθεῖσαν
χαλεπῶς, ἵνα πόθῳ μακαρίζω Σε.
ᾨδὴ ε’. Τῷ συνδέσμῳ τῆς ἀγάπης.
Καταιγίδι
οὐκ ἐσείσθης, ἀπειλῆς θανάτου Δημήτριε, καὶ ἐβάδισας μαρτυρίου, τὴν ὁδὸν λαμπρῷ
παραστήματι· διὸ Χριστός σε ζωῆς εἰσήγαγεν, εἰς τὴν ἐπουράνιον Μάρτυς γαλήνην.
Λαμπρυνόμενος
σοφίᾳ, τοῦ Σταυροῦ τελείως διήλεγξας, τὴν μωρίαν τῆς ἀσεβείας, ἐν μαρτυρικῇ
γενναιότητι, καὶ Ὀρθοδόξων πιστῶν τὸ φρόνημα, ὕψωσας Δημήτριε Μάρτυς Κυρίου.
Μεγαλύνας
τὸν Δεσπότην, ὦ Δημήτριε τῇ ἀθλήσει σου, Ἀναστάσεως τῆς δόξης, ἐν τῷ φωτισμῷ εἰσελήλυθας,
ἀεὶ πρεσβεύων σωθῆναι ἅπαντας, τοὺς ἐπιτελοῦντάς σου Μάρτυς τὴν μνήμην.
Θεοτοκίον.
Ἱλαρότητος ὑψόθεν,
βλέψον ὄμματι ἱκετεύομεν, ἐφ’ ἡμᾶς κεχαριτωμένη, τὴν ζωὴν ἡμῶν διασώζουσα,
κινδύνων νόσων και περιστάσεων· ἀγαθὴ ὑπάρχεις γὰρ ὡς Θεοῦ Μήτηρ.
ᾨδὴ στ’. Τοῦ βίου τὴν θάλασσαν.
Ναμάτων
τῆς χάριτος, ἀναβλυζεις δωρεάς, τῷ εὐσεβεῖ πληρώματι, Ἐκκλησίας Δημήτριε, Ἀθλητά·
διό σε, γεραίρομεν εὐσεβῶς, ἐκτελοῦντες νῦν τὴν μνήμην σου.
Ξενίας
ἠξίωσαι, αἰωνίου ἐν Ἐδέμ, μαρτυρικῶς τὸν βίον σου, ἐκτελέσας Δημήτριε, ὡς
Χριστοῦ τῷ πόθῳ, Μαρτύρων καρτερικῶς, διαθλήσας τὸ ἀγώνισμα.
Ὁράσει
Δημήτριε, μυστικῶν θεωριῶν, ἐν οὐρανοῖς λαμπόμενος, τοὺς τελοῦντας τὴν μνήμην
σου, ἐπὶ γῆς ἀξίως, ἐκ ζόφου ἁμαρτιῶν, σαῖς πρεσβείαις ἐλευθέρωσον.
Θεοτοκίον.
Λαόν Σου
θεόνυμφε, τὸν δοξάζοντα τὸ Σόν, ὑπερφυὲς μυστήριον, δι’ οὗ γένος τὸ βρότειον, τῆς
ἀρᾶς ἐῤῥύσθη, προνοίᾳ Σου μυστικῇ, πολεμίων ῥῦσαι μήνιδος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Νικηφόρος
πέφηνας, κατὰ δαιμόνων, διαπρέψας ἄριστα, ἐν μαρτυρίου συμπλοκαῖς, Σταυροῦ
δυνάμει Δημήτριε· ὅθεν σε ὕμνοις, πιστοὶ
μακαρίζομεν.
Ὁ Οἶκος.
Ἐν
δουλείας τοῖς χρόνοις ἠγώνισαι, μιμητὴς ὡς Μαρτύρων πανάριστος, καὶ τυράννων
κατέβαλες ἔπαρσιν, Ἀθλοφόρε θεόφρον Δημήτριε, τῶν Μυστεγνῶν τὸ τίμιον βλάστημα,
καὶ τῆς Λέσβου τερπνῶν ἐγκαλλώπισμα· διὸ εὐάρεστος τῇ ἐνστάσει σου, τῷ ἐπὶ
πάντων γενόμενος Θεῷ, παρ’ Αὐτοῦ σφόδρα ἠγαπήθης, καὶ ἐν ζωῆς τοῖς σκηνώμασι,
στεφανηφόρος μετετέθης, μετὰ τῶν ἀπ’ αἰῶνος Ἁγίων, διαπαντὸς εὐφραινόμενος· ὅθεν
σήμερον εὐσεβῶς, ἐν τῇ μνήμῃ σου συνελθόντες, καὶ ἀπολαύοντες τῶν δωρεῶν, τῆς
δεδομένης σοι χάριτος, ἑορτίως σε ὕμνοις,
πιστοὶ μακαρίζομεν.
Συναξάριον.
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου, τοῦ
ἐκ Μυστεγνῶν τῆς Λέσβου.
Φερωνύμως
τῷ κλεινῷ Δημητρίῳ,
αὐτὸν
ἀθλήσει ἀνδρικῶς ἐμιμήσω.
Δεκάτῃ
καὶ ὀγδόῃ Δημήτριος ᾠδαῖς ὑμνείσθω λιγυρῶς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου.
Δίψει τελευτῆς τῆς
ὑπὲρ Θεοῦ Λόγου,
Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ
Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα,
πυρὶ ἐτελειώθη
Πένητες
ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
Τὸ
σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἕρμου, Σεραπίωνος καὶ
Πολυαίνου.
Ἕρμῳ
βιαίως ἐν πέτραις συρομένῳ,
Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος.
Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,
Καὶ Σεραπίων, ὁ πλέον στεῤῥὸς πέτρας.
Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.
Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος.
Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,
Καὶ Σεραπίων, ὁ πλέον στεῤῥὸς πέτρας.
Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ
Στροβίλου.
Ἰουλιανὴν
ἦραν ἐντεῦθεν νόες,
τῷ
μαρτυρίου αἵματι κοσμουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ
τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας.
Λέων
κατὰ θάλασσαν ἀθλήσας κάτω,
θάλασσαν
εὗρεν ἀγαθῶν ἐν τῷ πόλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῇ ἐρήμῳ τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Ἀδελφότης
τέθνηκεν ἀνδρῶν τεσσάρων,
τὰ
κῶλα θέντες εἰς ἐρημίαν μίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου
καὶ Γεωργίου.
Ὁ Γεώργιος «Ὡς
κελεύεις Χριστέ μου»,
Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω».
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας.
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω».
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας.
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Βαρνάβα, Σωφρονίου καὶ
Χριστοφόρου, κτητόρων τῆς Μονῆς Σουμελᾶς Πόντου
Τὴν γῆν
λιπόντες, ἐν τάχει πρὸς τὸν Πόλον,
ἔβητε Σωφρόνιε, σύ τε Βαρνάβα.
Χριστοῦ ὁ Μύστης ἐν μοναῖς ἀκηράτοις,
Χαίρων ἀνῆλθε, τῶν πόνων λαβεῖν γέρα.
ἔβητε Σωφρόνιε, σύ τε Βαρνάβα.
Χριστοῦ ὁ Μύστης ἐν μοναῖς ἀκηράτοις,
Χαίρων ἀνῆλθε, τῶν πόνων λαβεῖν γέρα.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Σωφρονίου τοῦ Ἁγιορείτου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Κωνσταντῖνος, ὁ ἐκ Καππούας, ἐν
ἔτει 1610ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ματθαῖος, ὁ ἐκ Γερακαρίου
Κρήτης, ἐν Ῥεθύμνῃ, ἐν ἔτει 1697ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος νέος Ἱερομάρτυς Ἀγάπιος, ὁ ἐκ Γαλατίστης,
ἐν ἔτει 1752ῳ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων, τοῦ Ὁσίου
Ἀρσενίου τοῦ ἐξ Ἰωαννίνων.
Ἁγίων
Ἀρσένιε τὸν βίον ζήσας,
Σὺν
Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Πατήσας
θεοεχθρίας, τυράννων θράσος μετέωρον, στεφανίτης φαιδρὸς ἀνεδείχθης, μυστηρίου
τῆς πίστεως· διὸ Χριστὸς δοξάζει σε, εἰς αἰῶνας Δημήτριε.
Ῥοαῖς
σου τῶν ἀτμοπνόων, αἱμάτων Μάρτυς Δημήτριε, φοινχθεὶς τὴν ψυχὴν ἐν Μαρτύρων, τῇ
σκηνῇ εἰσελήλυθας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τελούντων τὴν μνήμην σου.
Σαρκός
σου καταφρόνησας, Μαρτύρων τέλους ἠξίωσαι, καὶ ἐγένου πιστῶν τῶν ἐν θλίψει, τῆς
δουλείας Δημήτριε, ἀναψυχὴ καὶ ἴαμα, καὶ ἰσχὺς ἀκαταγώνιστος.
Θεοτοκίον.
Λαμπάδα
τῆς μητρικῆς Σου, προνοίας Κόρη ἀνάψασα, τοὺς ἐν σκότει παθῶν πολυμόρφων, ἡμᾶς
δεῦρο φωτίζουσα· Σὺ γὰρ τὸ φῶς ἐκύησας, τὸν Χριστὸν θεομακάριστε.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Τῶν
τυράννων πατήσας, θράσος τὸ βλάσφημον, μαρτυρίου τοῖς ἄθλοις, θεῖε Δημήτριε,
δόξῃ καὶ τιμῇ Χριστός, σὲ ἐστεφάνωσε· τοῦτον οὖν δυσώπει, ὑπὲρ τῶν ὑμνητῶν σου.
Ὑπερήρθης
τῶν κάτῳ, τῷ μαρτυρίῳ σου, καὶ ζωῆς ἐν νυμφῶνι, Μάρτυς κατώκησας, ἔνθα ἐκλεκτῶν
συνών, δήμοις Δημήτριε, πρέσβευε δοθήναι πταισμάτων ἡμῖν λύσιν.
Φαεινόν
σε φωστῆρα, μέγαν ἄνέδειξεν, οὐρανοῦ Ἐκκλησίας, ἐν στερεώματι, Μάρτυς ὁ Χριστὸς
φαιδρῶς, χάριτι λάμποντα, καὶ τῶν Ὀρθοδόξων, λαμπρύνοντα καρδίας.
Θεοτοκίον.
Ὁλοθύμῳ καρδίᾳ, Σὲ
μακαρίζομεν· τοῦ Πατρὸς γὰρ τὸν Λόγον, ἐκ τῶν αἱμάτων Σου, ἔτεκες ἁγνὴ φρικτῶς·
κόσμον λυτρούμενον, Ἀδὰμ τοῦ γενάρχου, κατάρας τῆς ἀρχαίας.
ᾨδὴ θ’. Τὴν τιμιωτέραν.
Χαίροις
τῶν Μαρτύρων ὁ κοινωνός, καὶ αὐτῶν τῆς δόξης, ἐν ὑψίστοις συγκοινωνός· μετ’ αὐτῶν
οὖν Μάρτυς, Δημήτριε δυσώπει, ἐλεηθῆναι πάντας, τοὺς εὐφημοῦντάς σε.
Ψάλλομεν
σοι ὕμνους χαρμονικῶς, ὅτι μαρτυρίου, τῇ εὐκλείᾳ στεφηφορῶν, ἐν τῶν πρωτοτόκων,
σκηναῖς ἐπουρανίοις, ὑπὲρ ἡμῶν πρεσβεύεις, Χριστῷ Δημήτριε.
Ὦ
ἡγιασμένε Μάρτυς Χριστοῦ, Δημήτριε μάκαρ, θεῖον βλάστημα Μυστεγνῶν, προστάτης
καὶ ῥύστης, ἐν βίου ταῖς ἀνάγκαις, τοῖς πόθῳ σε τιμῶσί σε, εὐχαῖς σου φάνηθι.
Θεοτοκίον.
Ὕψιστον
τεκοῦσα Κόρη Θεόν, τῇ χρηστότητι σου, ἀναβάσεις πρὸς ἀρετῶν, ὕψωσον καρδίας, τῶν
Σὲ ὁμολογούντων, κυρίως Θεοτόκον, καὶ ἀνυμνούντων Σε.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ
μαρτυρίου δόξης, στέφος ἀμάραντον λαβών, καὶ Βασιλεῖ τῶν αἰώνων, ἐν τοῖς ὑψίστοις
παρεστώς, ὑπὲρ ἡμῶν αὐτῷ ποίει, Δημήτριε ἱκεσίαν.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι
ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα,
καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
τοῦ Χριστοῦ Ἀθλοφόρον, θεῖον Δημήτριον, τιμήσωμεν ἐν ὕμνοις, ὦ φιλέορτοι
πάντες· οὗτος γὰρ Μαρτύρων ἐπὶ τῆς γῆς, ἐκτελέσας τὸν διαύλον, ἐν τοῖς ὑψίστοις
χορεύει τὸν Λυτρωτήν, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.
Ὢ
τῆς στεῤῥᾶς σου ἀνδρείας, Μάρτυς Δημήτριε, ἐν ᾗ ἐχθρῶν κάθεῖλες, τὸ ὑψάχευνον
θράσος· διό σε εὐφημοῦμεν οἱ εὐσεβεῖς, ἐν ψαλμοῖς ἐκβοῶντές σου· Μὴ διαλλίπῃς
πρεσβεύειν ὑπὲρ ἡμῶν, τῷ Θεῷ τῷ Παντοκράτορι.
Ἐκ
Μυστεγνῶν ἀνατείλας, τῷ μαρτυρίῳ σου, Χριστοῦ τὴν Ἐκκλησίαν, μυστικῶς καταυγαύζεις,
Δημήτριε θεόφρον ὥσπερ φωστήρ, παμφαέστατος χάριτος· διὸ πιστοὶ εὐφημοῦμέν σε ἐν
χαρᾷ, ἐκτελοῦντες νῦν τὴν μνήμην σου.
Τοὺς
ἐν θαλάσσῃ τοῦ βίου, θλίψεων κύμασι, καὶ συμφορῶν τῷ σάλλῳ, κινδυνεύοντα
Μάρτυς, ἱστίῳ τῶν εὐχῶν σου πρὸς τοῦ Χριστοῦ, τὴν γαλήνην ὁδήγησον, ἧς καὶ αὐτὸς
μαρτυρίου περιφανοῦς, τῷ ἱστίῳ κατηξίωσαι.
Δόξα. Ἦχος γ΄.
Μαρτυρικῶς
ἀνδραγαθήσας, τυραννικὴν μανίαν ἐξεφαύλισας, καὶ τὸν ἀρχέκακον ἐχθρόν, τοῖς
ποσί σου κατεπάτησας, Δημήτριε Ἀθλοφόρε πανθαύμαστε· διό σε ὁ οὐρανός,
στεφανίτην ὑπεδέξατο, καὶ Χριστός σε ὁ ἀθλοθέτης, τῆς δεξιᾶς παραστάδος, ὡς
νικητὴν κατηξίωσιν. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν
μακαρίαν σου ἄθλησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε
ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν· ἐν
χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο· ὅθεν τῇ Ἁγίᾳ Κοιμήσει αὐτῆς,
ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων,
καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
ὦ Δημήτριε θαυμαστέ, Μυστεγνῶν ἡ δόξα, καὶ τῆς Λέσβου κλέος λαμπρόν· χαίροις τῶν
Μαρτύρων, τῶν πάλαι συμπολίτης, καὶ εὐσεβῶν προστάτης, ἀκαταμάχητος.
http://www.imr.gr/article/591/akoloythia-toy-agioy-neomartyros-dhmhtrioy-toy-ek-mystegnwn
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου