ΜΑΪΟΣ
ΙΒ΄.
ΕΙΡΗΝΗΣ
ΠΑΡΘΕΝΟΜΑΡΤΥΡΟΣ ΛΕΣΒΟΥ
ΕΥΡΕΣΙΣ
ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου
Κογεράκη Ῥόδου)
ΕΙΣ
ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄.
Τριήμερος ἀνέστης Χριστέ.
Προσέλθωμεν
ἐκ πόθου πιστοί, Εἰρήνην τὴν πανεύφημον εὐφημοῦντες, καὶ προσπέσωμεν αὐτῆς,
λειψάνοις τοῖς τιμίοις, ἐξ ὧν ἐκβλύζει χάρις, τὴν Ἐκκλησίαν καταρδεύουσα.
Ἀθλήσασα
τὸ πάλαι καλῶς, Εἰρήνη παμμακάριστε Ἀθληφόρε, ἐπεγνώσθης τοῖς πιστοῖς, διὰ τῶν
σῶν λειψάνων, ἐξ ὧν παρέχεις πᾶσι, τῆς χάριτός σου τὰ γνωρίσματα.
Μετὰ
τῶν συμμαρτύρων τῶν σῶν, Εἰρήνη εἰρηνώνυμε Παιδομάρτυς, Νικολάου τοῦ κλεινοῦ,
καὶ Ῥαφαὴλ τοῦ θείου, εἰρήνην ἡμῖν αἴτει, τοῖς προσκυνοῦσί σου τὰ λείψανα.
Προσπίπτοντες
Εἰρήνη σεμνή, τῇ θήκῃ τῶν λειψάνων σου ἐκβοῶμεν· Μὴ παρώσῃ τὰς φωνάς, τῶν ἐπικαλουμένων,
προστάτιν σε ἑτοίμην, ἐν ταῖς τοῦ βίου περιστάσεσι.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε
πιστοί, τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, τοῖς ᾄσμασιν ἐπαινέσωμεν, καὶ τοῖς
λειψάνοις αὐτῆς, προσπέσωμεν λέγοντες· Εἰρήνη μακαρία, μετὰ τῶν συνάθλων σου,
Θεὸν τὸν ἐν Τριάδι καθικέτευε, ἵνα ῥυσθῶμεν πειρασμῶν, καὶ παντοίων κινδύνων οἱ
τιμῶντές σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
τοῦ Ἰησοῦ, ὀλβία Παιδομάρτυς, Εἰρήνη μακαρία, ἡ βρύουσα ἰάσεις, ἐκ τῶν σεπτῶν
λειψάνων σου.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὤφθησαν
ἐκ τῆς γῆς, τὰ θεῖα λείψανά σου, Εἰρήνη ὥσπερ ῥόδα, πιστῶν ψυχῶν αἰσθήσεις,
τερπνῶς ἀρωματίζοντα.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Πρέσβευε
τῷ Θεῷ, μετὰ τῶν σῶν συνάθλων, Εἰρήνη Παιδομάρτυς, ὑπὲρ ἡμῶν τιμώντων, τὴν
θήκην τῶν λειψάνων σου.
Δόξα. Τριαδικόν.
Ἄναρχε
παντουργέ, ὑπέρθεε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Εἰρήνης ταῖς πρεσβείαις, εἰρήνην
δὸς τῷ κόσμῳ σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
Μαριάμ, μετὰ τῆς Ἀθληφόρου, Εἰρήνης τῆς ἐνδόξου, ἐξαίτει τὴν εἰρήνην, τοῖς
μέλπουσιν τὸν τόκον Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
θεῖον θησαύρισμα ἐκ τῶν ταμείων ταῆς γῆς, φρικτῶς ἐφανέρωσας τὰ λείψανά σου ἡμῖν,
Εἰρήνη πανεύφημε· ὅθεν σε εὐφημοῦμεν, τὴν ἀνεύρεσιν τούτων, ἄγοντες ἑορτίως, τῇ
παρούσῃ ἡμέρᾳ. Ἀλλ’ αἴτει παῤῥησίᾳ ἡμῖν, πταισμάτων τὴν ἄφεσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
γ΄ καὶ τῆς Ἁγίας γ’. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Εἰρήνη
πανεύφημε τῶν σῶν, λειψάνων τὴν εὕρεσιν, οἱ εὐσεβεῖς ἑορτάζοντες, ἐκ πόθου
σήμερον, τῷ Θεῷ συμφώνως, αἶνον ἀναπέμπομεν, τῷ οὕτω δι’ ἡμᾶς εὐδοκήσαντι· Ὃν
καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εἰρήνη
πανεύφημε ἐκ γῆς, ταμείων ἀνέθοραν, ὡς θησαυρὸς τὰ σὰ λείψανα, ψυχὰς
πλουτίζοντα, τῶν ἀνευφημούντων, τὴν λαμπράν σου ἄθλησιν, καὶ δόξαν τῷ Θεῷ ἀναπέμποντα,
τῷ σὲ δοξάσαντι, καὶ πρεσβείαις σου παρέχοντι, τῶν πταισμάτων ἡμῖν τὴν
συγχώρησιν.
Εἰρήνη
πανεύφημε τῶν σῶν, λειψάνων ἡ εὕρεσις, τῶν εὐσεβῶν τὰ συστήματα, χαρᾶς ἐπλήρωσε,
ὅτι ἐκ λαγόνων, τῆς γῆς ἀνεφύησαν, ὡς κρῖνα μυστικὰ θείας χάριτος, ἀρωματίζοντα,
τὰς καρδίας τῶν ὑμνούντων σε, ὡς Μαρτύρων θεῖον ἐγκαλλώπισμα.
Δόξα. Ἦχος πλ. β΄.
Μαρτυρικῶς
ἐν ἡλικίᾳ ἀώρῳ, πρὸς τὸν νυμφῶνα τῆς ζωῆς ἐκδημήσασα, ἐν χρόνων περιόδοις ἄγνωστος
διέμεινας, Εἰρήνη Παρθενομάρτυς ἀοίδιμε. Ἀλλ’ ἐπ’ ἐσχάτων τῶν χρόνων, τῇ ἀποκαλύψει
τῶν τιμίων λειψάνων σου, τῇ Ἐκκλησίᾳ τῶν πιστῶν ἐπεγνώσθης, καὶ πάντας εὐφροσύνης
ἐπλήρωσας· ὅθεν σήμερον εὐσεβῶς, ἑορτὴν φαιδρὰν συγκροτοῦντές σοι, τὴν ἄθλησίν
σου μακαρίζομεν, καὶ τὰ παράδοξα τῶν θαυμάτων σου, ἐν ἀγαλλιάσει διηγούμενοι,
δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην καὶ ταῖς ψυχαῖς
ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ᾿ 10-26).
Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη,
θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ
ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη
ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ
ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται
ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα
γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε
κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας
αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται
ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,
τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι,
καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας
ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα,
περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε,
καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ᾿, 1-3)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία, σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες,
μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι
λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.᾿ 15.)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν
παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει
αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται,
καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται
αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Εὐφραίνεται
ἐν Κυρίῳ καὶ ἀγάλλεται, ἡ ἐν Καρυαῖς τῆς Θεομήτορος Μονή, ὡς ὄλβον ἀσύλητον καὶ
θησαυρὸν πολυτάλαντον, ἐν κόλποις τὰ λείψανά σου κατέχουσα, Εἰρήνη Παιδομάρτυς ἀοίδιμε.
Ἐν αὐτοῖς γὰρ ἡ χάρις τοῦ Πνεύματος, ἀνεκφοίτητος μένουσα, θαυμάτων ἐνεργεῖ τὰ
παράδοξα, καὶ σωτηρίαν παρέχει, τοῖς ἐκ ψυχῆς ἀνακράζουσιν· Ἅγιος, Ἅγιος, Ἅγιος
εἶ ὁ Θεὸς ἡμῶν, ὁ θαυμαστὸς ὑπάρχων, ἐν τοῖς Ἁγίοις Κύριος.
Ἦχος β΄.
Μαρτυρικαῖς
ἠγλαϊσμένη φαιδρότησιν, ἐν οὐρανοῖς τῷ νυμφίῳ Χριστῷ, σὺν τοῖς ἐνδόξοις
συνάθλοις σου, Ῥαφαὴλ καὶ Νικολάῳ παρίστασαι, Εἰρήνη Παρθενομάρτυς πολύαθλε· διὸ
καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, χορείαν συστησάμενοι, τὴν ἄθλησίν σου μακαρίζομεν, καὶ τοῖς
λειψάνοις σου προσπίπτοντες, ἐξ αὐτῶν πᾶσαν δόσιν ἀγαθὴν κομιζόμεθα, καὶ
θαυμάτων τὰς ἐνεργείας καρπούμεθα, πρὸς θεραπείαν παντοίων παθῶν, καὶ σωτηρίαν τῶν
ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Πνευματικὴν
πανδαισία, προτίθεται σήμερον, πρὸς μυστικὴν ἀγαλλίασιν, καὶ ψυχικὴν σωτηρίαν, τῶν
εὐσεβῶν τὰς χορείας συγκαλοῦσα. Ἡ Παιδομάρτυς γὰρ Εἰρήνη, ἐν τῇ Μονῇ τῶν Καρυῶν,
τῆς ἀπειράνδρου Παρθένου καὶ Θεομήτορος, τὰ τίμια λείψανα αὐτῆς, ἐκ τῶν ταμείων
τῆς γῆς, μετὰ πολυχρόνιον κατάκρυψιν, παραδόξῳ τρόπῳ ἀπεκάλυψε, καὶ ἄγνωστος οὖσα
τὸ πρότερον, τῆς Ἐκκλησίας τῷ πληρώματι ἐφανερώθη. Προσέλθωμεν οὖν πιστοί, ἐξ αὐτῶν
τὰς ἰάσεις κομιζόμενοι, καὶ ὡς ἐξ ἑνὸς στόματος, τὸν ἐν Τριάδι Θεὸν
μεγαλύνομεν, τῷ σώζοντι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε
σήμερον οἱ πιστοί, ἐν ἀγαλλιάσει προσέλθωμεν, τῇ ἐν Καρυαῖς τῆς Παρθένου Μονῇ,
καὶ τοῖς τιμίοις λειψάνοις προσπέσωμεν, Εἰρήνης τῆς πανευφήμου, τοῦ Χριστοῦ
Παιδομάρτυρος. Κρίμασιν οἷς οἶδεν γὰρ Κύριος, ἐπὶ ἔτων πολλῶν περιόδοις, τῷ
μοδίῳ τῆς σιγῆς καλυφθέντα, θαυμασίῳ τρόπῳ, ἐν τοῖς ἐσχάτοις καιροῖς ἀπεκαλύφθησαν,
καὶ ἡ τούτων φανέρωσις, εὐλογίας πρόξενος τῇ Ἐκκλησίᾳ ἐγένετο, ὅτι ἐν αὐτοῖς ἡ
χάρις τοῦ Πνεύματος, ἀνεκφοίτητος μένουσα, ἐνεργεῖ τὰ ἰάματα, καὶ τῆς μελλούσης
δόξης, ἐκφαίνει τὴν λαμπρότητα, πρὸς σωτηρίαν τῶν ψυχῶν, τῶν εὐσεβῶς ἀναβοώντων·
Θαυμαστὸς εἶ Κύριε, ὁ θαυμαστώσας τοῖς Ἁγίοις Σου, καὶ παρέχων δι’ αὐτῶν, τὴν εἰρήνην
ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ἐκ τῶν λαγόνων τῆς γῆς, ἐπινεύσει τῇ ἄνωθεν, τὰ σεπτά
σου λείψανα, θαυμαστῶς ἀνατείλαντα, τῆς ἐνοικούσης ἐν τούτοις χάριτος, τῇ
φωταυγείᾳ κόσμον αὐγάζουσιν· ὥνπερ τὴν εὕρεσιν, νῦν πανηγυρίζοντες οἱ εὐσεβεῖς,
ὕμνοις εὐφημοῦμέν σε, Εἰρήνη ἔνδοξε.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μάρτυς
Εἰρήνη πανεύφημε, Ἀγαρηνῶν δυσσεβῶν, ὑποστᾶσα τὴν ἔφοδον, μαρτυρίου ἔλαβες, τὸν
ἀκήρατον στέφανον, καὶ ὁλοκαύτωμα εὐαπόδεκτον, Θεῷ προσήχθης τῷ Παντοκράτορι· Ὃν
καθικέτευε, δοῦναι τὰ συμφέροντα ὡς ἀγαθός, τοῖς ἀσπαζομένοις σου, τὰ θεῖα
λείψανα.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Μάρτυς
Εἰρήνη πανεύφημε, τῶν Καρυῶν ἡ Μονή, τῆς ἁγνῆς Θεομήτορος, ἐπὶ τοῖς λειψάνοις
σου, χαίρει σφόδρα καὶ γάννυται, ὁτι ἡ χάρις σου ἀνεκφοίτητος, θείᾳ προνοίᾳ ἐν
αὐτοῖς μένουσα, ἐργάζῃ θαύματα, καὶ φρικτὰ τεράστια τοῖς εὐσεβῶς, ἐπικαλουμένοις
σε, θεομακάριστε.
Δόξα. Ἦχος β΄.
Ὄλβον
ὥσπερ ἀτίμητον, καὶ οὐράνιον θησαύρισμα, τὰ τίμια λείψανά σου, ἡ Λέσβος
κεκτημένη, τὴν φανέρωσιν αὐτῶν, ἑορτάζει τιμῶσά σε, καὶ τῆς Ἐκκλησίας τὸ
πλήρωμα, προσκαλεῖται κομπάζουσα, χάριν, ἔλεος καὶ ἁγιασμόν, λαβεῖν ἐκ τούτων ἀφθόνως,
Εἰρήνη Παιδομάρτυς πανεύφημε. Θεὸς γὰρ ἐδόξασέ σε, ὁ θαυμαστὸς ὡς γέγραπται, ἐν
τοῖς Ἁγίοις Αὐτοῦ πάντοτε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
θεῖον θησαύρισμα ἐκ τῶν ταμείων ταῆς γῆς, φρικτῶς ἐφανέρωσας τὰ λείψανά σου ἡμῖν,
Εἰρήνη πανεύφημε· ὅθεν σε εὐφημοῦμεν, τὴν ἀνεύρεσιν τούτων, ἄγοντες ἑορτίως, τῇ
παρούσῃ ἡμέρᾳ. Ἀλλ’ αἴτει παῤῥησίᾳ ἡμῖν, πταισμάτων τὴν ἄφεσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἄνθη μυστικά, ὡς μυρίπνοα ῥόδα, ἐφάνησαν ἡμῖν, τὰ σεπτὰ λείψανά σου, ψυχὰς εὐωδιάζοντα,
τῶν ἐκ πόθου βοώντων σοι· Χαίροις ἔνδοξε, Παρθενομάρτυς Εἰρήνη, ἡ ἀθλήσασα, καὶ
τοῦ ἀρχαίου δυνάστου, τὸ θράσος συντρίψασα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
τῶν τιμίων σου, λειψάνων εὕρεσιν, πανηγυρίζοντες, Εἰρήνην σήμερον, ἀνευφημοῦμέν
σε πιστοί, καὶ πόθῳ ἀναβοῶμεν· Παιδομάρτυς ἔνδοξε, θεοδέκτοις πρεσβείαις σου, ἱλασμὸν
καὶ ἔλεος, καὶ εἰρήνην πρυτάνευσον, ἡμῖν τοῖς ἐκ καρδίας φωνοῦσι, τὴν εἰρηνώνυμόν
σου κλῆσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Βαρβαρικὴν
ἐπιδρομὴν ὑποστᾶσα, πρὸς τὴν αἰώνιον ζωὴν μετετέθης, σὺν τοῖς κλεινοῖς
συνάθλοις σου, Εἰρήνη θαυμαστή, ἔνθα τῷ ὡραίῳ σου, παρεστῶσα Νυμφίῳ, πρέσβευε
δωρήσασθαι, τῶν πταισμάτων τὴν λύσιν, τοῖς ἐκτελοῦσι νῦν τὴν ἑορτήν, τῆς τῶν
σεπτῶν σου λειψάνων εὑρέσεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῇ Ε’ Δεκεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Ἐν
μαρτυρίου τῷ σκάμματι, ἁγιασθέν σου τὸ σῶμα, ὡς χρυσίον πολύτιμον, παραδόξῳ
τρόπῳ, τῇ Ἐκκλησίᾳ πεφανέρωται, μετὰ πολυχρόνιον ἐν τάφῳ κατάκρυψιν, Εἰρήνη
παμμακάριστε· ὅθεν ἐν τῇ τούτου εὑρέσει, ἑορτὴν οἱ πιστοὶ συστησάμενοι, δόξα τῷ
Θεῷ ἀναπέμπομεν, τῷ ἐν οὐρανοῖς σε δοξάσαντι. Αὐτὸν ἱκέτευε, ἐν παῤῥησίᾳ
δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ ἐρυθραῖον.
Ἐκ
τάφου, τὰ τῆς Εἰρήνης λείψανα, ὡς ῥόδα ἤνθησαν, εὐφραντικαῖς τῆς χάριτος ὀσμαῖς,
καταθέλγοντα πάντα πιστούς· διὸ Θεὸν δοξάσωμεν, τὸν ἐν Ἁγίοις θαυμαζόμενον.
Βαρβάρων,
καθυποστᾶσα ἔφοδον, Εἰρήνη πάνσεμνε, μαρτυρικῶς μετέστης πρὸς Θεόν, καὶ
παρέστης ἐνδόξως Αὐτῷ, ὑπὲρ ἠμῶν πρεσβεύουσα, τῶν καυχωμένων τοῖς λειψάνοις
σου.
Ἡ
Λέσβος, πνευματικῶς ἀγάλλεται, Εἰρήνη ἔνδοξε, ὡς θησαυρὸν ἐν κόλποις μυστικόν,
καὶ θαυμάτων ἀπείρων κρουνόν, τὸ ἱερόν σου λείψανον, θείᾳ προνοίᾳ θησαυρίζουσα
Θεοτοκίον.
Κακίας,
τὸν εὑρετὴν ἐνέκρωσας, Παρθένε ἄχραντε, ὑπερφυῶς τεκοῦσα τὸν Θεόν, ἐξ ἁγνῶν Σου
αἱμάτων σαρκί· διὸ τοῖς μεγαλείοις Σου, πιστοὶ τὸν αἶνον ἀναπέμπομεν.
ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Εὐφραίνονται
οἱ πιστοί, τὴν τῶν λειψάνων σου ἐκ γῆς εὕρεσιν, Μάρτυς Χριστοῦ σήμερον, ὕμνοις
καὶ ᾠδαῖς ἑορτάζοντες.
Ἀθλήσασα
ὑπὲρ νοῦν, Εἰρήνη ἔνδοξε ἐχθροὺς ᾔσχυνας· διὸ Χριστὸς ἔδωκε, χάριν σοι πολλὴν τῶν
ἰάσεων.
Τῇ
ἄνωθεν δωρεᾷ, ἐκ τῶν λειψάνων σου ἀεὶ πάνσεμνε, θαυματουργεῖς σώζουσα, νόσων
χαλεπῶν τοὺς καλοῦντάς σε.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε οἱ πιστοί, χαῖρε κραυγάζοντες ἁγνὴ Δέσποινα, ἡ τὸν Θεὸν τέξασα, κόσμου εἰς
παντὸς ἀπολύτρωσιν.
Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὑπόθεσις
ἡμῖν, ἑορτῆς λαμπρὰ ὤφθη, ἡ εὕρεσις τῶν σῶν, παναγίων λειψάνων, ἐν ᾗ σὲ
μακαρίζοντες, ἐκ καρδίας δεόμεθα· Δεῦρο πρόφθασον, ἐκ πειρασμῶν καὶ κινδύνων,
διασώζουσα, τοὺς ἐπὶ σοὶ πεποιθότας, Εἰρήνη πανεύφημε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μαρτυρίου
δεξαμένη, ταὸν ἀκήρατον στέφανον, θεϊκῇ παλάμῃ, Μάρτυς τοῦ Χριστοῦ εἰρηνώνυμε, τὴν
Ἐκκλησίαν εὐφραίνεις ἀναβλύζουσα, ἐκ λειψάνων σου, χάριν ἀεὶ τῶν ἰάσεων.
Τῶν
λειψάνων σου ἡ θήκη, χορηγίᾳ τῇ ἄνωθεν, καθαγιασθεῖσα, βλύζει δαψιλῶς τὰ χαρίσματα,
τῆς πρὸς ἡμᾶς σου προνοίας εἰρηνώνυμε, διασώζουσα, πάντας δεινῶν περιστάσεων.
Θησαυρὸς
οἷα ἐκ τάφου, ἀνεφάνη ἀτίμητος, θεϊκῇ προνοίᾳ, τὰ χαριτωθέντα σου λείψανα, ὧν ἑορτάζοντες
Μάρτυς τὴν φανέρωσιν, μεγαλύνομεν, Θεὸν τὸν σὲ θαυμαστώσαντα.
Θεοτοκίον.
Ῥυπωθέντα
με ἀθλίως, ταῖς πολλαῖς ἁμαρτίαις μου, τῆς καθαρτικῆς Σου, χάριτος κρουνοῖς ἀποκάθαρον,
καὶ τὰ θεάρεστα πράττειν καταξίωσον, ἵνα κράζω Σοι· Χαῖρε Θεοῦ Μῆτερ ἄσπιλε.
ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Σὺ
ᾔσχυνας ἐχθροῦ, τοῦ ἀρχαίου τὴν ἔπαρσιν, ἐν πίθῳ κατακαυθεῖσα, τὸ σαρκίον Εἰρήνη,
ἀγάπῃ τοῦ Νυμφίου σου.
Λειμὼν
ὡς εὐανθής, εὐωδίαν τοῦ Πνεύματος, λειψάνων σου ὦ Εἰρήνη, ἀποπνέει ἡ θήκη, τοῖς
πίστει προσπελάζουσι.
Ἁγίων
τῆς ζωῆς, κοσμουμένη ταῖς χάρισι, τῆς χάριτος πρυτανεύεις, ὦ Εἰρήνη τὰς δόσεις,
ἡμῖν ἐκ τῶν λειψάνων σου.
Θεοτοκίον.
Ἱλέωσαι
ἡμῖν, τὸν Υἱόν Σου καὶ Κύριον, τοῖς πόθῳ Σοι ἐκβοῶσι· Χαῖρε Μῆτερ Παρθένε, τοῦ
κόσμου καταφύγιον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τὴν
θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τῆς εὑρέσεως, Εἰρήνη ἔνδοξε, τῶν
μυριπνόων λειψάνων σου, Χριστὸν δοξολογοῦμεν, τὸν σὲ δοξάσαντα.
Καυθεῖσα
Μάρτυς τὸ σῶμά σου, τῆς δρόσου τοῦ Θεοῦ ἐκοινώνησας, καὶ δρόσον χάριτος, ἐκ τῶν
τιμίων λειψάνων σου, παρέχεις τοῖς τελοῦσι, τὸ σὸν μνημόσυνον.
Ἰδοὺ
Εἰρήνη προσήλθομεν, τῇ θήκῃ εὐσεβῶς τῶν λειψάνων σου, καὶ ἱκετεύομεν· Ῥύου ἐκ
πάσης κακώσεως, καὶ χαλεπῶν κινδύνων, τοὺς ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Λαμπὰς
Παρθένε ὐπάρχουσα, φωτὸς τοῦ ἀνεσπέρου τῆς γνώσεως, τῇ φωταυγείᾳ Σου, ἐσκοτισμένη
τοῖς πάθεσι, τὴν ταπεινὴν ψυχήν μου, φώτισον ἄχραντε.
Κοντάκιον. Ἦχος β΄. Πρεσβεία θερμή.
Λειψάνων
τῶν σῶν, συμφώνως ἑορτάζοντες, τὴν εὕρεσιν νῦν, Εἰρήνη εἰρηνώνυμε, ἐκ ψυχῆς βοῶμέν
σοι· Ἀσινεῖς ἐκ νόσων καὶ θλίψεων, ταῖς σαῖς πρεσβείαις φύλαττε ἡμᾶς, τοὺς ὕμνους κροτοῦντας ἐκ καρδίας σοι.
Ὁ Οἶκος.
Τίς
ἐξιχνιάσει φιλάνθρωπε Σῶτερ, τὰ βάθη τῶν κριμάτων σου, ἢ τίς κατανοήσει, τὸν
πλοῦτον τῆς εὐσπλαγχνίας σου; Πάντα γὰρ πρὸς τὸ συμφέρον, τῶν ἐπὶ σοὶ
πεποιθότων οἰκονομῶν, ἀποκαλυφθῆναι παραδόξως ηὐδόκησας, μετὰ πολυχρόνιον ἐν
τάφῳ κατάκρυψιν, τὰ λείψανα τῆς Ἀθληφόρου σου, δεικνύων ὅτι μέγας εἶ σύ, ὁ ἐν Ἁγίοις
θαυμαστὸς Θεὸς ἡμῶν, ὁ σώζων τὸν λαόν σου, καὶ εὐλογίαν παρέχων τῇ κληρονομίᾳ
σου· ὅθεν συναθροισθέντες οἱ πιστοί, ἐν ἀγαλλιάσει ἑορτάζομεν, καὶ ἱκετικῶς ἀνακράζομεν·
Ὡς παῤῥησίαν ἔχουσα πολλήν, Εἰρήνη πάνσεμνε ταῖς πρεσβείαις σου, ἐκ πειρασμῶν καὶ
κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ὕμνους
κροτοῦντας ἐκ καρδίας σοι.
Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, ἡ εὕρεσις
τῶν λειψάνων τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης.
Γῆθεν
ὡς χρυσὸς Μάρτυς ἀνεκομίσθη,
λείψανον
τὸ σὸν κόσμον πληροῦν χαρίτων.
Τῇ
δυσκαιδεκάτῃ Εἰρήνης λείψανον ἐφανερώθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐπιφανίου
ἀρχιεπισκόπου Κύπρου
Φανεὶς
Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,
κλέος
παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γερμανοῦ Πατριάρχου Κωνσταντινουπόλεως
Χαίρων ἀφεὶς γῆν
Γερμανὸς καὶ γῆς θρόνον,
γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Θεοδώρου τοῦ ἐν Κυθήροις.
Χριστοῦ
δωρεῶν ἐπωνυμίαν φέρων,
βροτοῖς
ἴασιν ἀεὶ πηγάζεις Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας
Καλλιτρόπου, ἀδελφῆς τοῦ Ἁγίου Ἐπιφανίου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Φιλίππου τοῦ Ἀργυρίου, τοῦ ἐκ Σικελίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου
Πατριάρχου Ἱεροσολύμων
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Νικήτα τοῦ Σιναΐτου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας
Μάρτυρος Δομιτίλλας τῆς Ῥωμαίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Παγκρατίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Θεοφάνους ἀρχιεπισκόπου Κύπρου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Γερμανοῦ τοῦ Ἁγιορείτου τοῦ Μαρουλή.
Γερμανέ,
ἀφάτου ὑπακοῆς κέρας,
ἡγίασας
Ἄθωνα ἱδρώτων ῥείθροις.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης
ὁ Βλάχος, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1662ῳ, ἀγχόνῃ τελειοῦται.
Σώφρων
ὑπάρχων ὦ Ἰωάννη Bλάχε,
ἀθλεῖς
ἄριστα δι’ ἀγάπην Kυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Νεομάρτυρος Ἰωάννου τοῦ Σεῤῥαίου
Ἔχαιρεν ὑμνῶν Ἰωάννης ἐν μέσῳ
Θεόν καμίνου ὡς πάλαι νεανίαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου
τοῦ Ῥαντονὲζ τῆς Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Διονυσίου τοῦ Ῥαντονὲζ τῆς Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων
Νεομάρτυρων ἐν Μπουτόβῳ Μόσχας, τῶν ὑπὸ τῶν κομμουνιστῶν τελειωθέντων ἐν ἔτει
1917ῳ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Νεκταρίου τῆς Ὄπτινα τοῦ Ῥώσσου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἑρμογένους Πατριάρχου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ἀβραμιαίοι ποτέ.
Θεὸς
φυλάξας ἐν γῇ, τὰ λείψανά σου ἄρτι, ταῦτα Εἰρήνη ἀπεκάλυψεν, ᾯ πάντες
κραυγάζομεν· Ὁ τῶν Μαρτύρων Θεός, εὐλογητὸς εἶ.
Ἁγιασμοῦ
δωρεᾶς, τὸ λείψανόν σου πᾶσι, δωροφορεῖται τοῖς προστρέχουσι· διό σε
γεραίρομεν, τὰ θαύματά σου, κηρύττοντες Εἰρήνη.
Ἐν
Καρυῶν τῇ Μονῇ, μαρτυρικὸν ἀγῶνα, Εἰρήνη Μάρτυς ἐκτελέσασα, Νυμφίον ἀθάνατον,
Χριστὸν ἐκτήσω, ζωῆς ἐν τῷ νυμφῶνι.
Θεοτοκίον.
Λελυτρωμένοι
τῷ Σῷ, ἀκαταλήπτῳ τόκῳ, τῆς ἁμαρτίας τοῦ προπάτορος, ἐν ὕμνοις βοῶμέν Σοι· Χαῖρε
Παρθένε, βροτῶν ἡ σωτηρία.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ἑορτὴν
οἱ πιστοὶ ἑορτάζοντες, σῶν λειψάνων τανῦν τῆς εὑρέσεως, τὴν πρὸς ἡμᾶς σου
πρόνοιαν, ἀνυμνοῦμεν βοῶντες· Χαῖρε Εἰρήνη, τὸ τῆς Λέσβου τερπνὸν καλλιέρημα.
Ἰαμάτων
πηγὰς ἀναβλύζουσι, καὶ χαρίτων κρουνοὺς ἀποῤῥέουσι, τὰ ἱερά σου λείψανα,
καλλιμάρτυς Εἰρήνη, ὧν τῇ εὑρέσει, τοὺς πιστοὺς εὐφροσύνης ἐπλήρωσας.
Καταιγίδι
παθῶν χειμαζόμενος, καὶ ἐφόδοις κακῶν ἀπειλούμενος, τῇ δραστικῇ σου χάριτι,
καταφεύγω Εἰρηνη· Μη με παρίδῃς, ἀλλ’ ἐλθέ μοι προστάτις καὶ σύμμαχος.
Θεοτοκίον.
Ὁ
τὴν σάρκα λαβὼν ἐξ αἱμάτων Σου, σωτηρίαν ἡμῖν ἐδωρήσατο, Ὃν εὐλογοῦντες
κράζομεν, Σοὶ τῇ μόνῃ Παρθένῳ· Χαῖρε Μαρία, οὐρανῶν τε καὶ γῆς ἡ βασίλισσα.
ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Δεῦτε
εὐσεβῶν αἱ χορεῖαι, τὴν καλλιμάρτυρα Εἰρήνην, ἐν ἀγαλλιάσει ὑμνοῦντες· Χριστὸς
γὰρ ταύτην, ὁ Λυτρωτὴς δοξάζει, θαυμάτων ταῖς δυνάμεσιν, εἰς Ὀρθοδόξων
περιποίησιν.
Βρύεις
δαψιλοῦς ὡς ἐκ κρήνης, τῶν μυριπνόων σου λειψάνων, ῥεῖθρα ἰαμάτων τῷ κόσμῳ, Εἰρήνη
Μάρτυς, καὶ θεραπεύεις πάθη, ψυχῆς ὁμοῦ καὶ σώματος· διό σε πάντες μακαρίζομεν.
Ἆρον
νῦν ἱκέτιδας χεῖρας, πρὸς τὸν φιλάνθρωπον Δεσπότην, χάριν αἰτουμένη Εἰρήνη, καὶ
σωτηρίαν, τοῖς ἐκτελοῦσιν ὕμνοις, ἡμέραν τὴν ἑόρτιον, τῆς τῶν λειψάνων σου εὑρέσεως.
Θεοτοκίον.
Ὕμνους
ἐκ βαθέων καρδίας, προσφέρομέν Σοι Θεοτόκε, ὅτι ἐξ ἁγνῶν Σου αἱμάτων, Πατρὸς τὸν
Λόγον, ὑπερφυῶς τεκοῦσα, ἐῤῥύσω τοῦ Προπάτορος, τῆς καταδίκης τὸ ἀνθρώπινον.
Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Παρθενομάρτυς
Εἰρήνη, σὺν τοῖς συνάθλοις σου θερμῶς, εἰρήνην αἴτει καὶ χάριν, ταῖς ἱκεσίαις
σου ἡμῖν, ἐκ πόθου ἀσπαζομένοις, τὸ ἱερὸν λείψανόν σου.
Θαυμαστωθεῖσα
ἐν πόλῳ, ὡς Μάρτυς ἔνδοξος Χριστοῦ, εὐεργετεῖς τοὺς ἐν κόσμῳ, θαυμάτων βλύζουσα
κρουνούς, ἐκ τῆς πηγῆς ὦ Εἰρήνη, τῶν ἱερῶν σου λειψάνων.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε
φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν εὕρεσιν τιμῶντες, τῶν τιμίων λειψάνων, Εἰρήνης
τῆς ἐνδόξου καὶ ἐξ αὐτῶν, ὡς ἐκ κρήνης ἀντλήσωμεν, τῶν ἰαμάτων τὰ νάματα εἰς
ψυχῶν, καὶ σωμάτων περιποίησιν.
Ἡ
νῆσος Λέσβος Εἰρήνη πᾶσα εὐφραίνεται, λειψάνων σου τὴν θήκην, ἐν τοῖς κόλποις
πλουτοῦσα, καὶ χάριτος ἐκ ταύτης τὰς δωρεάς, δρεπομένη γεραίρει σε, σὺν Νικολάῳ
τῷ θείῳ καὶ Ῥαφαήλ, τοῖς συνάθλοις σου πανεύφημε.
Ἐν
Καρυῶν τῇ ἁγίᾳ Μονῇ ἀθλήσασα, ἐν ταύτῃ ἀεὶ μένεις, τῷ σεπτῷ σου λειψάνων, ἐξ οὗ
καὶ πρυτανεύεις τὰς δωρεάς, τῶν θαυμάτων τοῖς χρήζουσι· διὸ Εἰρήνη ἐν ὕμνοις
χαρμονικῶς, οἱ πιστοί σε μακαρίζομεν.
Παρθενομάρτυς
Εἰρήνη τοὺς καταφεύγοντας, τοῖς θείοις σου λειψάνοις, καὶ πιστῶς σε ὑμνοῦντας, ἐκ
πάσης ἐπηρείας τοῦ πονηροῦ, νοσημάτων τε θλίψεων, καὶ πειρασμῶν ἀνωτέρους τήρει
ἀεί, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
εὐσεβῶν αἱ χορεῖαι, ἐν ἀγαλλιάσει προσέλθωμεν, τῇ ἐν Καρυαῖς τῆς Θεοτόκου Μονῇ,
καὶ τοῖς τιμίοις λειψάνοις προσέλθωμεν, Εἰρήνης τῆς Παρθενομάρτυρος· ἰδοὺ γὰρ
πρόκεινται ἡμῖν, ὡς κιβωτὸς μυστικοῦ ἁγιάσματος, καὶ κρήνη ἀνεξάντλητος
θαυμάτων, ψυχῶν τὰ πάθη θεραπεύοντα, σωματικὰς ἀσθενείας ἰώμενα, καὶ χάριν
πλουσιόδωρον παρέχοντα, τοῖς προσιοῦσι μετ’ εὐλαβείας. Ἀλλ’ ὦ εὔσπλαγχνε Κύριε,
ὁ φυλάσσων τὰ ὀστὰ τῶν ἐκλεκτῶν σου, καὶ δοξάζων αὐτοὺς εἰς τοὺς αἰῶνας, τῆς
Βασιλείας σου ἀξίωσον ἡμᾶς, πρεσβείαις αὐτῆς ὡς φιλάνθρωπος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε
ἀσπασώμεθα ἀδελφοί, λειψάνων τὴν θήκην, τῆς Εἰρήνης τῆς εὐκλεοῦς· θαυμάτων γὰρ
βλύζει, τὰ νάματα ἀφθόνως, καὶ πάθη ἀποπλύνει, ψυχῆς καὶ σώματος.
http://www.imr.gr/article/596/akoloythia-ths-eyresews-twn-leipsanwn-ths-agias-parthenomartyros-eirhnhs-ths-en-thi-monhi-twn-karywn-athlhsashs
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου