Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 10. ΕΥΦΡΟΣΥΝΟΣ ΟΣΙΟΣ ΚΕΦΑΛΛΗΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΥ 10!!
ΕΥΦΡΟΣΥΝΟΥ ΟΣΙΟΥ,
ΤΟΥ ΕΝ ΜΟΝΗ ΚΗΠΟΥΡΑΙΩΝ ΚΕΦΑΛΛΗΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Νικολάου Α. Ε. Καλοσπύρου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ πρῶτον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Μοναζόντων τὸ κλέος, ἐν Κηπουραίων Μονῇ, ὁ θεῖος ποδηγέτης, ὦ Εὐφρόσυνε Πάτερ· τὰ ῥεῖθρα σῶν χαρίτων δῴης ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσί σε, σὺν τῶ κλεινῷ Γερασίμῳ νεοφανεῖ, ὡς τῆς νήσου ἀντιλήπτορας. (Δίς).

Τὸ ἀκροθίνιον πέλεις, τῶν προσφιλῶν ἀρετῶν· τὴν ἔνθεον ἀγάπην, ὦ Εὐφρόσυνε Πάτερ, ἐδίδασκες ἐμπράκτως πᾶσι τοῖς σήν, ἐκζητοῦσι βοήθειαν, πρὸς σωτηρίαν κηρύττων φόβον Θεοῦ, ἐν καρδίαις τῶν τιμώντων σε.

Καταταχθεὶς ἐν Ὁσίων, χορείαις δίκαιος ὤν, τοὺς λόγους σου ἐμφρόνως, οἰκτιρμοὺς καταλείπεις, ἡμῖν τοῖς ὀρθοδόξοις, τοῖς ἐν καιροῖς, χαλεποῖς παροδεύουσι, καὶ δεομένοις ἐκ βάθους ψυχῆς ὁμοῦ, τὴν σὴν χάριν ἔχειν Ἅγιε.

Δόξα, ἦχος δ΄.
Εἰς μετάρσιον πορείαν ἀναπτερωθείς, μεγίστην διαλογὴν ἤνεγκας τῶ Κυρίῳ ἡμῶν, Εὐφρόσυνε Ὄσιε, Πατὴρ ἡμῶν· καὶ καταφρονήσας τὰ ἐγκόσμια, θεόληπτος προσέφερες ἄμωμον βίον, λογικὴν τῶ Θεῷ λατρείαν, θυσίαν ζῶσαν. Διὸ οὐρανίαις δωρεαῖς ἐτίμησέ σε ὁ Νυμφίος Χριστός, καὶ μετὰ τὴν παντευλόγητόν σου κοίμησιν, σὴν κάραν ἔχοντες τρόπαιον, κατὰ τῶν νοητῶν ἐχθρῶν, ἐλπίζομεν τυχεῖν τῆς ἄνω δόξης, πρεσβείαις σου, Πάτερ, καὶ μεσιτείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.






Στιχηρὰ ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔστηκας ἐν Χριστῷ, τὸν ἀῤῥαβῶνα δόντι, τοῦ Πνεύματος τὸν σπόρον, Εὐφρόσυνε τρισμάκαρ, τὸ σκότος ἀπωσάμενος.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Πίστεως θυρεόν, ἀνέλαβες ἐνθέως, ὡς δοῦλος τοῦ Κυρίου, ὀσφὺν ἐν ἀληθείᾳ, δικαιοσύνης Ὅσιε.

Στ.: Οἱ ἱερεῖς σου Κύριε...
Πλήρωμα λογικόν, τῆς Ἐκκλησίας κόλπῳ, τῇ σῇ εὐχαριστίᾳ, Εὐφρόσυνε ἐν κόσμῳ, εὐφρόνως ὐπεστήριξας.

Δόξα. Τριαδικόν.
Πατέρα, καὶ Υἱόν, σὺν Πνεύματι τῷ θείῳ, ὑμνήσωμεν βοῶντες· Τριὰς Ὑπεραγία, ἐλέησον τοὺς δούλους σου.

Καὶ νῦν. Θεοτοκίον.
Μόνη ἐν γυναιξί, Παρθένε Παναγία, Παρθένος Μήτηρ πέλεις· ὑπὲρ τῶν σὲ τιμώντων, Υἱόν σου καθικέτευε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κηπουραίων τὸ ἄνθος, μοναζόντων τὸ σύνδημον, τῆς ἀγγελικῆς πολιτείας τὸν ἐργάτην τὸν ἔνθεον, αἰνέσωμεν Εὐφρόσυνον πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῶ, δόξα τω σὲ χαριτώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Κηπουραίων μονῆς, ἀσκητικῶς τῆς εὐφροσύνης ὁμώνυμος, ἐκλάμψας ἐνθέως Πάτερ, Ἁγίων σύσκηνος ὤν, καὶ Χριστὸν κηρύξας βίου πράξεσι· τοῖς πένησι εὔσπλαγχνος, παραστάτης ἐν θλίψεσι, κενώσας κόσμῳ ῥεῖθρα τῶν χαρισμάτων σου, ἡσυχίας δὲ ὁδηγὸς κραταιότατος· χάριτι γὰρ ἐξέχεας, ποιμνίῳ βοήθειαν, καὶ πρὸς ἀΰλους ἀνοίξας, τοὺς ὀφθαλμοὺς ὁμοζύγων σου. Μὴ παύσῃ πρεσβεύων, ὑπὲρ πάντων τῶν αἰτούντων, τὴν μεσιτείαν σου.

Χαίροις, τῶν μοναζόντων ἀστήρ, τῆς οἰκουμένης οἰκονόμος ἁπλότητος, τῆς θείας ἐπαγγελίας, Εὐφρόσυνε ἀγαστέ, σύναθλε πατράσιν πάλαι ἔνδοξε· τοῦ Πνεύματος ἄμπελος, προκοπῆ ἁγιότητος, χειμαζομένων ἐν τῷ κλύδωνι στήριγμα, ἀπεκάλυψας εὐκρινῶς χρείαν μέλλοντος· ὅθεν ἀγγέλων σύμψυχος, νηστείαν ἐβίωσας, καὶ ἐγκρατείας ὁ μύστης, ὡς ἀγλαῶς ἐχρημάτισας. Προσδέχου, ὦ Πάτερ, ἱλαρότητι καρδίας, πρὸς σὲ προστρέχοντας.

Χαίροις, σὺ μιμητὰ τοῦ Χριστοῦ, ᾧ τὴν σὴν σάρκα εὐγενῶς καθυπέταξας, ἀντέστης τῷ διαβόλῳ, ἐν ταπεινώσει πολλῇ, ἀγρυπνίαις θείαις γόνυ ἔκλινας· τιμᾶσθαι ἀρνούμενος, ὑστερεῖσθαι δεξάμενος, τῇ προσευχῇ σου, στεναγμοῖς τε κατάκαρπος, κατεφρόνησας ἐπιγείων τὴν ἄνεσιν· ῥήμασι γὰρ ἐξέχεας, ὡραῖα διδάγματα, τῶ Κτίστῃ τὴν κτίσιν πᾶσαν, πρὸς ἀρετὰς ἐναπέδωκας, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων τῶν τιμώντων ἀεὶ τὴν μνήμην σου.

Δόξα, ἦχος πλ. β΄.
Εὐφράνθητι σήμερον, τῆς νοητῆς τοῦ Κυρίουν νηὸς τὸ πλήρωμα, συμπανηγυριζέτω ἅμα ἡ Κηπουραίων μονή, ὅτι ὁ ἐν μονασταῖς μέγας ποιμὴν Εὐφρόσυνος, ἐνδόξως τῆς σαρκὸς τοὺς πειρασμοὺς καταφρονήσας, Πνεύματι τὴν αὐτοῦ ἐβεβαίωσε καρδίαν, καὶ θυσίαν αἰνέσεως τῷ Θεῶ προσφέρων τὴν ταπεινώσεως ὁδόν, φιλανθρωπίας ἐυλογίᾳ κοινωνὸς ἐγένετο. Αὐτῷ οὖν καὶ ἡμεῖς μετ’ εὐσεβείας βοήσωμεν· Πάτερ Ὅσιε, μετὰ τῆς Θεοτόκου καὶ τοῦ θεοδέγμονος Σταυροῦ, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν τῶν τιμώντων σε.






Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Ἀληθῆ διδάσκαλον, λόγων ἐναρέτων πρακτικὸν μυσταγωγόν, ἔχουσα εὐφραίνεται σήμερον, ἡ ἱερὰ τῶν Κηπουραίων μονή· ἐν Κυρίῳ ὁ μισθὸς Εὐφροσύνου τοῦ δικαίου, σκεύους ἐκλογὴς ἐν ὀσιότητι· διὸ τελειωθέντος αὐτοῦ, βόησον ἅπασα ἡ οἰκουμένη, μνηστευσαμένη τοῖς ἔργοις αὐτοῦ· Κύριε δόξα σοι.

Ἦχος β΄.
Ἐπόμενος τοῖς διδασκάλοις ῥήμασι, ἐκ νεότητος περιέτρεψας τοῦ μισοκάλου ὀργήν, τὸ τῆς ταπεινώσεως σχῆμα ἐνδυσάμενος, καὶ ἐαυτὸν εἰς τὸ ὑπομονῆς χωνευτήριον ἀποκαθάρας. Ἐγεώργησας δέ, Εὐφρόσυνε Ὅσιε, τῆς ὐπακοῆς τὰ διαβήματα, ἄριστος ἐν Κυρίῳ γεγονώς· ὅθεν χαριτωθεῖσα θείῳ Πνεύματι ἡ κάρα σου, ὀσμὴν ζωῆς καὶ εὐωδίας ἀῤῥήτου, ἀποπνέει πᾶσι τοῖς κραυγάζουσι· πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν μνήμην σου.

Ἦχος γ΄.
Νέος τῆς Χριστοῦ ἀστὴρ ἐκκλησίας, θείᾳ καταυγάζεις ἐλλάμψει, τὴν τῶν Ὀρθοδόξων διάνοιαν. Κεφαλλήνων ἀγλάϊσμα, τῶν Πατέρων ὁμόσκηνε, Εὐφρόσυνε θεόφρον. Ηὔφρανας τοῖς λόγοις σου, τῶν πιστῶν τὰς καρδίας, καὶ τῆς κατ’ οἶκον ἐκκλησίας ἐδείχθης, Πάτερ, ἀρωγός, θεοφιλῶν ψυχαῖς ὑποδείξας, τὰς ἀπαρχὰς τῆς μελλούσης δόξης. Διὸ πρέσβευε Χριστῶ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.







Δόξα. Ἦχος δ΄.
Εὐφρόσυνε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ἡ ἄῤῥητος τῆς προσευχῆς σου ἐνέργειαι, διὸ πᾶσι νέμεις τοῦ Κυρίου τὰ χαρίσματα. Λόγῳ διορθούμενος, τὴν κατάστασιν τῶν ψυχῶν, τοῦ Παρακλήτου τὸ φῶς ἔχων, τῇ πολυτρόπῳ ἐκφάνσει τῆς θείας χάριτος, παρέχεις ἡμῖν ἁγιασμοῦ δωρεάς, τοῖς κραυγάζουσι· ἀπαύστως Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Κηπουραίων ἀπαύγασμα, οὐρανίου λαμπρότητος, τοὺς πιστοὺς φαιδρύνει εὐχαῖς, μακάριε, εὐφροσύνης φερώνυμε· εἰς κρίσιν τὴν ἔνθεον καὶ θαυμάτων δωρεᾷ, ἀνυψοῖς τοὺς ὑμνοῦντάς σε, ἀξιάγαθε, καὶ ζητοῦντας τὴν ἄφεσιν πταισμάτων, σῇ μονῇ καταφυγόντας, οἷα κρύπτῃ θείας χάριτος.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Τὸ Ἰλλάρων ἐκβλάστημα, ὀρθοδόξων τὸ καύχημα, καὶ τῶν μοναζόντων τὸ ἐγκαλλώπισμα, θεοφόρον Εὐφρόσυνον, τῆς θείας φερώνυμον, γλυκυτάτης ἀρετῆς, ἧς ἀφθόνως ἀπήλαυσας, Πάτερ Ὅσιε· διὰ κάρας τῆς σῆς, μὴ διαλίπῃς, τῶν παθῶν ἡμῶν τὴν ῤῶσιν, προσπαρέχειν ἐις τὰ κρείττονα.

Στ.: Μακάριος ἀνὴρ...
Βλασφημούντων διόρθωσις, ἀφρονούντων ἠ παίδευσις, χορηγεῖς ἐν πᾶσιν ἡμῖν δωρήματα, σωτηρίαν τοῖς μέλπουσι καὶ πόθῳ κραυγάζουσι· ὦ Εὐφρόσυνε σοφέ, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν τὴν μνήμην σου ἐκτελούντων μὴ παύσῃ θεραπεύειν, καὶ ὑπακοὴν βραβεύειν ὡς εὐφροσύνης ὁμώνυμος.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ Εὐφρόσυνε, ἐν τῇ τῶν Κηπουραίων μονῇ πολιτευσάμενος, τὸ τοῦ Δεσπότου ὄνομα ἐκράτησας, τὸ Εὐαγγέλιον τῷ κόσμῳ διερμηνεύσας· ὅθεν ἡμεῖς πάντες ἐν Χριστῷ ἠλπικότες, εὐσχημόνως τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἐν κατανύξει βοῶντες· σκέπασον τῶν ὀρθοδόξων τὸν δῆμον, καὶ διαφύλαξον ἀπὸ πάσης ἁμαρτίας, καὶ τῆς δεινῆς ἀκηδίας, τοὺς τιμῶντάς τὴν μνήμην σου.



Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κηπουραίων τὸ ἄνθος, μοναζόντων τὸ σύνδημον, τῆς ἀγγελικῆς πολιτείας τὸν ἐργάτην τὸν ἔνθεον, αἰνέσωμεν Εὐφρόσυνον πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῶ, δόξα τω σὲ χαριτώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.




















ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Τάχυ Προκατάλαβε.
Σοὶ Πάτερ Εὐφρόσυνε, τῶν μοναστῶν εὐκλεῶς, συστήματα γέγηθε, τῆ σῆ φαιδρᾶ ἑορτῆ, τοὺς ὕμνους προσοίσοντα· ὅθεν σε καὶ προστάτην, ἡ μονὴ Κηπουραίων, στεῤῥὸν κεκτημένη, ἀγάλλεται καὶ χαίρει· χαίροις μονῆς σου καύχημα, σεπτὸν ἐγκαλλώπισμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκὶ ὡς ηὐδόκησεν, ὁ τῶν ἀπάντων Θεός, τεχθεὶς ἐν τῇ μήτρᾳ σου, ὑπερφυῶς σαρκωθείς, ἀνθρώπους ἐκαίνισε· ὅθεν ὡς αἰτίαν, σωτηρίας Παρθένε, ὕμνοις δοξολογοῦντες, ἀσιγήτως βοῶμεν· μεσιτείαις σου ἡμᾶς κολάσεως λύτρωσαι.

Μετὰ τὴν β΄ στιχολογίαν. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ταῖς σοφίας ἀκτῖσι καταυγασθείς, τῆς ἀγάπης προστάγμασι λαμπρυνθείς, ἐδείχθης Εὐφρόσυνε, καλλονῇ ἐν ταῖς πράξεσι, ἱκετῶν σου φαιδρύνας, καρδίας ἐν πίστει σου, ἐγκρατείᾳ μετέχων, ζεούσῃ νηστείᾳ τε· ὅθεν καὶ προῤῥήσεις, ἡ τοῦ Πνεύματος χάρις, ἐδώρησε Ὅσιε, σοὶ τὸ ἔνθεον φρόνημα, ἀπαγγέλειν εὐπρέπειαν. Πρέσβευε Χριστῶ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.













Ὁ κανὼν τῆς Θεοτόκου. Καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Εὐφροσύνης φερώνυμον ᾄδω. Νικολάου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Εὐφρόσυνον Ὅσιον, τὸν ἐκ Θεοῦ ἀφορμώμενον, λαοὶ ἐν πραότητι ἅμα δακρύων σπορᾷ, ἑορτάζοντες πόθῳ καὶ γηθοσύνῃ, τὸ κλέος τὸ ἄμεμπτον προσκυνησάτωσαν.
δωρ τὸ θεσπέσιον, τὸ ἐκ θαυμάτων ἀρύεται, τοῖς θείοις λειψάνοις σου, ὁ προσιὼν εὐλαβῶς, καὶ ἀγάλλεται ἀῤῥήτῳ εὐωδίᾳ, προσέχων τοῖς κάλλεσι τοῦ μεγαλείου σου.
Φυλάσσων αἰσθήσεις σου, ὡς ἐντολὴ κραταιότητος, τῶν δαιμόνων τὰς φάλαγγας, Πάτερ ἀπήλασας, συνετήρεις δέ, τὸν θεῖον μαργαρίτην, ψυχαῖς ἑπομένων σοι καὶ δεομένων σου.
Θεοτοκίον.
οὴν τῶν θαυμάτων σου, τίς ὑπεμφαίνει ἐβούλετο; Χαρίσματα δόξης σου τίνες ἐμέτρησαν ἄν; καὶ τὰς χάριτας, ἅς σὺ ἡμῖν προχέεις, Παρθένε Πανάμωμε, τίς διηγήσεται;

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
σίων τῶν πάλαι θιασώτης, μονὴν Κηπουραίων εὐκοσμῶν, λαμπρᾷ προσκατερίᾳ σου, φωσφόρῳ διαλάμψει σου, τῶν ὀρθοδόξων ηὔφρανας, συλλόγους τε καὶ διάνοιαν.
Σαρκὸς ματαιότητα θεόφρον, ἐσκέδασας χάριτι Χριστοῦ, καὶ ὡς θυσίαν ἄμεμπτον, παρέσχες Λόγῳ Ἅγιε, καὶ ταπεινόν σου φρόνημα, καὶ ἀρετῶν τὴν προαίρεσιν.
μνῶ θείοις ᾄσμασι τὸ κράτος, τῆς σῆς εὐσπλαγχνίας, ἀριστεῦ· ἡδείαις μεσιτείαις σου, τὸν νοῦν μου περιφρούρησον, εἰς πλησμονὴν τῆς θείας σου, εἰρηνικῆς ἐπισκέψεως.
Θεοτοκίον.
Ναὸς οὖσα τοῦ Παμβασιλέως, Ἁγνὴ προσενήνοχας βροτοῖς, βυθὸν παραμυθίας σου, παθῶν τὴν ἀπολύτρωσιν, καὶ ἀφθαρσίαν ἔβλαστες, ἐπουρανίοις ἀκήρατον.

Κάθισμα, ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ὑψωθεῖς ἐν ἀληθῇ ταπεινώσει, τοῦ Παρακλήτου εὐλογίαν παρέχεις, θεουργικῶς τοῖς μέλπουσι τὰς θείας ἀρετάς· κάρα χαριτόβρυτος, εὐωδίαν ἐκπνέει, τέρατά τε καὶ θαύματα, τοῖς ἐν πίστει βοῶσι· μὴ διαλίπῃς Πάτερ ἀκριβῶς, ἡμῖν προσφέρειν, ζωὴν τὴν αἰώνιον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε Παρθένε Μαρία, ἐπωνυμίας σου μονὴν Κηπουραίων, ταῖς σαῖς πρεσβείαις τήρησον κινδύνων μακράν, θάλλουσαν καὶ αὔξουσαν, τὰς πρὸς Λόγον θυσίας, ἐν αὐτῇ ἐγκρύπτουσαν, τῶν ἀγώνων τὸ τέρμα, καὶ ὀρθοδόξων χάριτι ἀεί, καρποφορήσουσα διακυβέρνησον.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
δυνθεὶς ἐν εὐθυτάτῃ συνειδήσει μακάριε, ἐκ νεότητός σου, πᾶσαν ἀνομίαν κατέλιπες, καὶ τῶν ναμάτων τῆς πίστεως ἐδρόσισας, Πάτερ Ὅσιε, διαλογὴν τὴν Ὀρθόδοξον.
Σπόρον ῥῖψαι γεωργίῳ, σωτηρίαν ἐδίδασκες, καὶ ἀνθρωπαρέσκων τὰς βουλὰς τῷ σκότει ἐκρήμνιζες, τῶν ἐγκοσμίων κηρύσσων τὴν ἀπόταξιν, τοῖς ἐλπίζουσι πρὸς τὴν ζωὴν τὴν αἰώνιον.
Φαεσφόρον ἀμπελῶνα, τὴν μονήν σου ἀνάδειξον, οὗ Ἁγίων πόδες, ἔστησαν ἐν εἴδει λαμπρότητος, καὶ δωρεῶν κρήνην πέρασι ἐφάπλωσον, εἰς ἐπήκοον πάντων ἡμῶν τῶν τιμώντων σε.
Θεοτοκίον.
κ γαστρὸός σου σωτηρίαν, τοῖς ἐν σκότει ἀνέτειλας, καὶ τῇ σῇ νηδύϊ τῶν παθῶν ὀδύνας συνέτριψας, ἡ ἀῤῥαγὴς προστασία θλιβομένων τε, ἀναξίων δέ, καὶ ὑψωθέντων τῷ Τόκῳ σου.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
ανίσι σοὶ τῶν καμάτων σου, βαπτίσαι ὄμμα βούλομαι, πάντων ἡμῶν τῶν σοὶ προσπιπτόντων, πρὸς τὸ ἐμβλέψαι, τοῦ οὐρανοῦ ἀρετάς, καὶ πρὸς τὸ ζηλοῦν τὴν γλυκεράν, χάριν μετανοίας σου, καὶ καρδίας ἀνάστασις.
ς ἥλιος ἔλαμψας, τῶ κλήρῳ σου πανόλβιε ἔχων, θεοφόρε εὐφροσύνην, στοιχούσης ταύτης ἀνερμηνεύτῳ ῥοπῇ, ἧς λαμπρυνομένης ἐν σιγῇ, δείκνυσαι Εὐφρόσυνε, ἐνδιαίτημα Πνεύματος.
Νοός σου κατηύθυνας ἐνδόξως αἰσθητήρια, ἔχων ἐν καρδίᾳ παθοκτόνον, ἀγάπης τέκνον τὴν πρὸς ἀλλήλους βουλήν· δι’ ἧς λογισμοὺς καινοποιεῖς, τοῖς πανηγυρίζουσι τὴν πανέντιμον μνήμην σου.
Θεοτοκίον.
πάρχων παράδεισος Κυρίου τοῦ Παντάνακτος, θρόνος τῷ Υἱῶ τε καὶ Θεῷ σου, ἔσχες ἀγκάλαις τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον βλαστόν, ὅν ὡς Μητροπάρθενος, δι’ ἡμᾶς καθικέτευε.













Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.
Μονῆς σου ἔνθερμος πρόμαχος, λαμπρότητος παρθένων ἐχόμενος, θεῖε Εὐφρόσυνε, πάντες ᾠδαῖς εὐφημοῦμέν σε, καὶ τὴν σὴν μνήμην φέρειν, Πάτερ αἰτούμενοι.
μοναζόντων πανίερος χορός, μελωδικῶς ἀνεφώνει σοι· χαίροις Εὐφρόσυνε, Πάτερ τοὺς δούλους σου φύλαττε, θαυματουργοῖς λειψάνοις ἀσπαζομένους σου.
Νοσοῦσι πᾶσι τὴν ἴασιν, ψυχαῖς συντετριμμένων ἀνάνηψιν, προσφέρεις Ὅσιε, ὡς κιβωτὸς ἀγιάσματος, καὶ θαυμασίων πλήθους τὸ ἐντευκτήριον.
Θεοτοκίον.
γνὴ πασῶν ὑπερέχουσα, Ὁσίων ὐπερτάτη Πανάμωμε, Θεοκυήσασα, πρὸς σὲ θερμῶς ἐκβοήσωμεν· Παμβασιλέως χαῖρε, νυμφὼν ὁλόφωτε.

Κοντάκιον, ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐορτάζει σήμερον, τῶν Κεφαλλήνων ἡ νῆσος, τὴν ἁγίαν μνήμην σου, εὐφραινομένη ὁσίως· ἔγνω γὰρ ὡς θεοφόρον σὴν σκηνοδόχον, ὕμνοις δὲ προσφερομένη ἀγαλλιᾶται, καὶ θαυμάτων ἐμπλησθεῖσα ἀνυμνεῖ σε, Εὐφρόσυνε θαυμαστέ.
Ὁ Οἶκος.
Δι’ ἀφθαρσίας τὸ φθαρτὸν μεταβάλλεις, Δέσποτα Κύριε Παντοκράτορ, ἀποθανατίζων τῆς σαρκὸς τὸ πρόσλημμα καὶ τῆ προγεύσει τῆς τῶν Ὁσίων σου θαυματουργοῦ ἐνεργείας ἰθύνεις σκολιὰς γενεὰς βροτῶν· τῷ ἔργῳ δέ σου προσιὼν καὶ τῆς τοῦ ἐλέους σου γλυκυτάτης χαρμονῆς ἐφιέμενος ὁ δίκαιος Εὐφρόσυνος, μεγίστας δωρεὰς ἐν μονασταῖς ἐκτήσατο, μεγίστην δὲ τὴν προόρασιν καὶ τὴν τῶν ἐξεζητημένων θελημάτων σου τὴν ἀποκάλυψιν· ὅθεν συμνύνεται ἱλαρῷ φωτὶ ἡ τῶν Κηπουραίων μονή, θησαυρίζουσα τὴν εὐωδεστάτην κάραν σου, καὶ ἀνυμνοῦσά σε Εὐφρόσυνε θαυμαστέ.














Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ νέου, τῆς Μονῆς Κηπουραίων Κεφαλληνίας.
Εὐφρόσυνος θεῖος μυρίπνοον ἔχει τὸν βίον πάντα,
Μυριζόντων ἅμα τοῖς θαυμασίοις τῶν ἀρετῶν σου.
Ὁσίως ἀγάλλεται Κεφαλληνία.
Εὐφρόσυνε, ἔχουσα σὴν θείαν σκέπην.
Εὐφρόσυνος δεκάτῃ Χριστῷ ὅλον χριστώσας εὐσχήμως δῶκεν.
Οὗτος ὁ θεοφόρος ἀνὴρ ἦν Κεφαλλήν, γεννηθεὶς ἐν τῇ κώμῃ τῶν Ἰλλάρων ἐν ἔτει ᾳψλζ΄, ἤ ὠς τινες λέγουσι ᾳψλη΄. Γενομένου δεκαεξαετοῦς ἀπέθανον οἱ γονεῖς αὐτοῦ, ἔκτοτε, συντρεφομένου τῇ οἰκογενείᾳ τοῦ πατραδέλφου Ἱλαρίου, ὅς καὶ δίκην κηδεμόνος προέτρεπεν τὸν Ὅσιον (κατὰ κόσμον Εὐάγγελον τὴν κλῆσιν Πυλαρινόν-Μαρκαντωνᾶτον) εἰς τὸ νυμφευθῆναι. Ὁ δὲ Ὅσιος, μὴ βουλόμενος λυπῆσαι τὸν συγγενῆ αὐτοῦ καὶ ἀμαυρῶσαι τὸ εἰλικρινὲς τοῦ συγγενικοῦ συναισθήματος, οὐδέποτε ἀπεκάλυψεν ἑτέρῳ τὴν εἰλημμένην ἀπόφασιν τοῦ ἀφιεροῦσθαι τῷ τῶν ἁπάντων Πλαστουργῷ ψυχῇ καὶ σώματι. Πλησίον τῆς οἰκίας ὅπου διέμενον, ἦν ἐπ’ ὀνόματι τοῦ Ἁγίου Νικολάου ναός τις, οὗ τινος παρὰ τὴν δυτικὴν θύραν ἐφοίτα ὁ Ὅσιος καθ’ ἐκάστην νύκτα προσευχόμενος καὶ ἐξομολογούμενος τὰς εὐχαριστίας αὐτοῦ τῷ Θεῷ. Ἡ συνεχιζομένη παννύχιος ἐκ τῆς κλίνης ἐξανάστασις καὶ ἀναχώρησις τοῦ Ὀσίου οὐ διέλαθεν τῆς προσοχῆς τοῦ συγγενοῦς, ὅστις ποτὲ λίαν πρωΐ θεωρήσας τὴν κενὴν κλίνην ᾤετο πρόδρομον ἀνηθικότητος εἶναι, τη ἐπιούσῃ νυκτὶ παραφυλάξας, εἶδεν τὸν Ὅσιον προσευχόμενον, καὶ κατανοήσας τὴν διάνοιαν, παρεκίνησε αὐτὸν μετελθεῖν, τὸ ἀγγελικὸν πολίτευμα τῆς μοναστικῆς κοινότητος,.
Ὀ δὲ Ὅσιος, ὑπετάχθη τῶ Κυρίῳ καὶ τῶ κτήτορι τῆς Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Εὐαγγελισμοῦ τῆς Θεοτόκου τῶν Κηπουραίων Χρυσάνθῳ καὶ ἐν ἔτει ᾳψξ΄ ἐνεδύθη τὸ ἀγγελικὸν Σχῆμα κατόπιν τριετοῦς δοκιμασίας, μετονομασθεὶς Εὐφρόσυνος. Καταταγεὶς οὖν ἐν τῇ ἱερᾷ μονῇ, ἐβίου βίον ἀγγελόμορφον, γενόμενος χωρητικὸς τῆς θείας ἐνεργείας, εὐφραινόμενος τῇ δόξῃ τῶν θελημάτων τοῦ Ὑψίστου, χαριτούμενος τῇ ὑψοποιῷ ταπεινώσει καὶ τῆ πρὸς πάντας ἐν ἀπλότητι ὐπακοῇ, τρεφόμενος τῇ ἀδιακόπῳ νοερᾷ προσευχῇ καὶ ἀλήκτῳ ἐγκρατείᾳ, ἐνισχυόμενος ταῖς γονυκλισίαις καὶ ταῖς ὀλονυκτίοις στάσεσι, καὶ ὠς ἔπος εἰπεῖν, διαχέων τὸ εὐαγγελικὸν φῶς διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης. Προκόπτων δὲ εἰς τοσοῦτον τῶν ἀρετῶν, καὶ ἐν πάσῃ ἀγαθοεργίᾳ διαλάμπων, εἴληφεν οὐρανόθεν παρὰ τοῦ τὰ νήπια σοφίζοντος Κυρίου τὸ προορατικὸν χάρισμα, ἀποκαλύπτων πολλῶν καρδιῶν διαλογισμοὺς καὶ χρείας εἰς ἔκπληξιν πάντων καὶ εἰς δόξαν τοῦ Δεσπότου Χριστοῦ. Καὶ γράμματα μὴ μεμαθηκώς, ἐκ καρδίας ἐγίνωσκε τὴν θείαν Γραφήν, διδάσκων καὶ ὀδηγῶν εἰς μετάνοιαν ἕκαστον τῶν αὐτῶ ἐντυγχανόντων. Ταῖς εὐχαῖς τοῦ Ὀσίου Εὐφροσύνου τοῦ νέου, ἐλύετο ἡ ἀτοκία τῶν πίστει προσερχομένων αὐτῷ γυναικῶν, ἐκουφίζετο δὲ καὶ ἡ ἔνδεια τῶν πενήτων, καὶ ἡ τῶν ἀδικουμένων ἀπελπισία εἰς παραμυθίαν στεῤῥὰν μετεβάλλετο. Τῇ προσκλήσει τοῦ Ὁσίου, αἱ τῶν Ἀσωμάτων δυνάμεις πῖθον ὑπερμεγέθη ἐν μιᾷ νυκτὶ μετήνεγκον ἔνδον τῆς μονῆς καὶ τῇ σημειώσει ὑπ’ αὐτοῦ τοῦ σημείου τοῦ Τιμίου Σταυροῦ ἐπί τινος πέτρας τεραστίων διαστάσεων, διὰ μικροῦ κτύπου μετὰ πελέκεως διέῤῥηξεν ταύτην εἰς τεμάχια, τοῦ θειοτάτου ἀνδρὸς βουλομένου ὑποτυπῶσαι τὴν ἐκ Θεοῦ ἀρχομένην ἐργασίαν. Ὅτε ὑπὸ φιλέριδος βλασφήμου τινὸς ὑπέμενε λοιδορίας καὶ ἀπειλὰς μετὰ ψόγων, ἐνουθέτει τὸν ὐβριστικὸν μείρακα τῇ ὑπομνήσει τῆς μεταμελείας καὶ τῆς ὑψίστης τοῦ Κυρίου δυνάμεως, καὶ ἐν τέλει διήλεγξεν ἐκεῖνον τῇ βλασφημίᾳ ἐπιμένοντα προλέγων θάνατον οἰκτρόν, ὅσπερ αἴφνης μετ’ ὀλίγον ἐπῆλθεν διά τινος σφαίρας πυροβόλου ὅπλου διαπερασάσης τὰς βλασφήμους παρειάς. Τῇ προσάψει τῶν ἐνδυμάτων ἤ τοῦ σώματος τοῦ Ὀσίου, ἐδύναντο οἱ συμμονασταὶ αὐτοῦ καθορᾶν τὰς ἀπαισίους ὄψεις τῶν δαιμόνων τῶν ἐπελαυνόντων ἐκ παρακειμένου ὄρους κατὰ τῆς μονῆς, οὕς αἱ πανίεραι εὐχαὶ τοῦ Ὁσίου Εὐφροσύνου, καὶ ἡ διαπρύσιος ὑπόδειξις τῆς μεταξὺ τῶν μοναχῶν ὁμονοίας καὶ τηρήσεως τῶν Κυριακῶν ἐντολῶν ἐσκέδαζεν κατὰ κράτος.
Προϊδὼν δὲ ὁ Ὅσιος τὸ μακάριον αὐτοῦ τέλος καὶ ἐν κατανύξει συμβουλεύσας τοῖς ἀδελφοῖς μακροθυμεῖν, φεύγειν τὴν ἀνθρωπαρέσκειαν, καλλιεργεῖν τὴν ταπείνωσιν καὶ ὑπεράνω ὅλων ἐλεεῖν τοὺς πλησίον, ἔργῳ καὶ οὐχὶ μόνον λόγῳ δεικνύειν καὶ βιοῦν τὴν εἰς ἀλλήλους ἀγάπην, ἐκοιμήθη ὑμνῶν τὴν πεφιλημένην αὐτῶ Παντάνασσαν Δέσποιναν Θεοτόκον τῇ δεκάτῃ τοῦ μηνὸς Σεπτεμβρίου, τοῦ ἔτους ᾳωια΄. Μετὰ τρία ἔτη, ἐγένετο ἡ ἀνακομιδὴ τῶν Ἁγίων αὐτοῦ λειψάνων, καθ’ ἥν ἅπαντες οἰ παριστάμενοι ᾔσθοντο τὴν δι’ αὐτῶν ἐκπεμπομένην ἄῤῥητον εὐωδίαν, δι’ ἧς στέφει ὁ Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων Αὐτοῦ. Τὰ λείψανα τοῦ Ὁσίου, μετὰ τῆς τιμίας Κάρας αὐτοῦ, φυλάττονται ἐν τῇ λάρνακι τοῦ ναοῦ τῆς Ἱερᾶς Μονῆς τῶν Κηπουραίων, εὐωδίαν ἀναπέμποντα καὶ θαυματουργοῦντα εἰς τοὺς μετὰ πίστεως προσερχομένους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας.
Ἡγοῦντο Μηνοδώρα καὶ Μητροδώρα,
Καὶ Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.
Αὗται αἱ Ἅγιαι Γυναῖκες, ἦσαν εἰς τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἐν ἔτει τδ΄ (304), ἀδελφαὶ μὲν κατὰ σάρκα, πατρίδα δὲ ἔχουσαι τὴν Βιθυνίαν, καὶ διαλάμπουσαι μὲ παρθενίαν καὶ κάλλος ψυχῆς καὶ σώματος. Διὰ δὲ τὴν τοῦ Χριστοῦ ἀγάπην, ἄφησαν μὲν τὴν πατρίδα των, ὑπῆγαν δὲ καὶ ἐκατοίκησαν εἰς ἕνα ὑψηλὸν τόπον, εὑρισκόμενον πλησίον εἰς τὰ θερμὰ ὕδατα, τὰ ἐπονομαζόμενα Πύθια· καὶ ἐκεῖ ἐπολιτεύοντο μὲ σωφροσύνην καὶ πᾶσαν ἄλλην ἄσκησιν. Διὰ τοῦτο ἠξιώθησαν νὰ λάβουν ἐγκάτοικον εἰς τὴν ψυχὴν αὐτῶν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος. Ὅθεν, καὶ φανερωθεῖσαι εἰς πολλούς, ὅτι εἶναι τοιαῦται πνευματοφόροι καὶ κεχαριτωμέναι ὑπὸ Θεοῦ, ἠλευθέρωναν τοὺς πάσχοντας ἀπὸ διαφόρους ἀσθενείας, καὶ ἀπὸ τὴν ἐνέργειαν τῶν πονηρῶν δαιμόνων.
Ταῦτα δὲ μαθῶν Φρόντων ὁ ἡγεμών, στέλλει τὸν συγκάθεδρόν του μὲ πολλὴν παράταξιν καῖ δορυφορίαν, διὰ νὰ ἐξετάσῃ τὰ περὶ τῶν Παρθένων· ἐκείνου δὲ παραστήσαντος αὐτὰς ἐνώπιόν του, κατεπλάγη μὲ τὴν τούτων φρόνησιν καὶ σύνεσιν. Βλέπων δὲ πῶς αἱ Ἅγιαι ἐστέκοντο πᾶσαι ἄφοβοι, προστάζει παρευθὺς νὰ ξεγυμνωθῇ ἡ πρώτη ἀδελφὴ Μηνοδώρα, καὶ νὰ καταξέηται ἀπὸ τοὺς δημίους εἰς δύο ὁλοκλήρους ὥρας. Ἐπειδὴ δὲ ὁ δικαστὴς ἐπρόσταξε αὐτὴν νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, ἐπεριγέλασεν αὐτὸν ἡ Ἀγία. Ὅθεν τόσον πολὺ ἔδειραν αὐτὴν μὲ τὰ ῥαβδία, ὥστε ἐτρίβησαν τὰ κόκκαλά της, καὶ λιποθυμήσασα παρέδωκε τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ, καὶ ἔλαβε τὸν στέφανον τῆς ἀθλήσεως.
Τότε ὁ δικαστὴς δεικνύει εἰς τὰς ἄλλας δύο ἀδελφὰς τὸ ὡραῖον ἐκεῖνο σῶμα τῆς ἀδελφῆς των, γυμνὸν καὶ ἐξωγκωμένον ἀπὸ τὰς πληγάς, θέλων μὲ τοῦτο καὶ μὲ ἄλλους φοβερισμούς, νὰ ψυχράνῃ τὴν θερμότητα τῶν Παρθένων, καὶ τὴν ἀνδρείαν αὐτῶν νὰ ὀλιγοστεύσῃ. Ἐπειδὴ ὅμως εἶδεν, ὅτι ἀδύνατα ἐπιχειρεῖ, διὰ τοῦτο προστάζει νὰ κρεμάσουν ἐπάνω εἰς ξύλον τὴν δευτέραν ἀδελφὴν Μητροδώραν, καὶ νὰ κατακαίουν αὐτὴν ἀπὸ πᾶν μέρος τοῦ σώματος μὲ λαμπάδας ἀναμμένας, ἔπειτα βάλλει αὐτὴν ὑποκάτω εἰς βαρυτάτους λοστούς, καὶ μὲ τὸ βάρος ἐκείνων συντρίβει ὅλον τὸ σῶμά της, καὶ οὕτω μὲ τὴν τιμωρίαν αὐτὴν ἀπῆλθεν ἡ μακαρία πρὸς τὸν Νυμφίον της Χριστόν, ὅν ἠγάπησε. Τὰ ἴδια δὲ βάσανα καὶ ἡ Τρίτη ἀδελφὴ Νυμφοδώρα ὑπομείνασα, συνηριθμήθη μὲ τὰς δύο της ἀδελφὰς εἰς τοὺς αὐτοὺς οὐρανίους θαλάμους.
Τόσην δὲ μεγάλην ἀνδρείαν ἔδειξαν αἰ τρεῖς αὗται ἀδελφαὶ εἰς τὸ μαρτύριον, ὥστε οὐδὲ ψιλὸν ἀναστεναγμὸν ἐξέπεμψαν αἱ ἀοίδιμοι εἰς ὅλα τὰ δεινὰ βάσανα, ὅπου ἐδοκίμασαν· ἀλλὰ μένουσαι ὡς στῆλαι ἀκίνητοι, εἰς μόνον τὸν Θεὸν ἔβλεπον καὶ μὲ τοὺς αἰσθητοὺς ὀφθαλμοὺς καὶ μὲ τοὺς νοητούς, καὶ μὲ μόνον τὸν Θεὸν συνωμίλουν. Ὀ δὲ παράνομος δικαστὴς ἤναψε κάμινον δυνατήν, καὶ μέσα εἰς αὐτὴν ἔῤῤιψε τὰ τῶν Παρθένων μαρτυρικὰ λείψανα· ἀλλ’ εὐθὺς ἔγιναν ἄνωθεν ἀστραπαὶ καὶ βρονταὶ καὶ ῥαγδαία βροχή· καὶ τὸν μὲν ἄδικον δικαστὴν δικαίως κατέκαυσαν, τὰ δὲ ἅγια λείψανα ἀβλαβῆ διεφύλαξαν, κατέσβεσαν δὲ τὸ πῦρ τῆς καμίνου. Ὅθεν, λαβόντες αὐτὰ τινὲς Χριστιανοί, ἐνεταφίασαν μεγαλοπρεπῶς εἰς τὸν τόπον ὅπου ἐτελειώθησαν ἐν Χριστῷ.




Τῆ αὐτῆ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῆς Εὑρέσεως τῆς Ἁγίας καὶ Εἰκόνος τῆς Θεοτόκου, τῆς εὑρεθείσης ἐν τῇ νήσῳ παλαιᾶ Τρίκερα τοῦ Μαγνησιακοῦ Κόλπου, ὑπὸ τὰς ῥίζας ἐλαίας.
Εἰκὼν ἡ θεία τῆς Πανάγνου τῶ κόσμῳ,
ὀφθεῖσα δῶκε, νῦν χάριν τῶν θαυμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρυψαβᾶ.
Βαρυψαβᾶς δι᾿ αἷμα θεῖον Δεσπότου,
Οἰκεῖον αἷμα συντριβεὶς ξύλοις χέει.
Οὗτος ὁ Ἄγιος, λαβὼν ἀπὸ ἕναν ἐρημίτην τὸ τίμιον αἷμα, ὅπου ἔτρεξεν ἀπὸ τὴν πλευρὰν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ μέσου αὐτοῦ πολλὰς ἰατρείας ἐποίει. Διὰ τοῦτο καὶ ἀπὸ τοὺς ἀπίστους, μὲ ξύλα φονεύεται κατὰ τὸν καιρὸν τῆς νυκτός· ὁ δὲ τίμιος θησαυρὸς τοῦ δεσποτικοῦ αἵματος ἔμεινεν πάλιν σῷος καὶ ἀκέραιος, φυλαττόμενος ἀπὸ τὸν μαθητὴν τοῦ Ἁγίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Πουλχερία, ἡ Βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὄντως παρέστη ψαλμικῶς Πουλχερία,
Ἐκ δεξιῶν σου Βασίλισσα Χριστέ μου.
Αὕτη ἦτον ἀδελφὴ τοῦ Βασιλέως Θεοδοσίου τοῦ μικροῦ, καὶ διαδεξαμένη τὴν τοῦ ἀδελφοῦ βασιλείαν ἐν ἔτει υν΄ (450), ὑπανδρεύθη μὲν τὸν εὐσεβέστατον Μαρκιανὸν γέροντα ὄντα, ἵνα αὐτὸς διοικῇ τὴν βασιλείαν καλῶς, ἀλλ’ ὅμως τὴν παρθενίαν αὐτῆς μέχρι τέλους ἄφθορον καὶ καθαρὰν διεφύλαξεν. Ἀφ’ οὗ λοιπὸν ἡ μακαρία αὕτη ἔζησε μὲ εὐσεβῆ καὶ θεοφιλῆ πολιτείαν, καὶ ἔκτισε πολλοὺς Ναοὺς καὶ Νοσοκομεῖα, καὶ συνεκρότησε τὴν ἐν Χαλκηδόνι Ἁγίαν καὶ Οἰκουμενικὴν Τετάρτην Σύνοδον, καὶ ἁπλῶς εἰπεῖν, ἀφ’ οὗ αὕτη διέλαμψε μὲ πλεῖστα κατορθώματα, ἐν εἰρήνῃ ἐξεδήμησε πρὸς τὸν παρ’ αὐτῆς ποθούμενον Νυμφίον Χριστόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος.
Λουκᾶς ὁ θεῖος σὺν Ἀπελλῇ καὶ Κλήμης,
Ἀπόστολοι σύνεισι τοῖς Ἀποστόλοις.
Ἄλλος εἶναι ὁ Ἀπόστολος οὗτος Ἀπελλῆς, καὶ ἄλλος ὁ Ἀπελλῆς ἐκεῖνος, ὅστις ἔγινεν Ἐπίσκοπος τῆς ἐν Θρᾴκῃ Ἡρακλείας, καὶ ἑορτάζεται κατὰ τὴν λα΄ τοῦ Ὀκτωβρίου· τοῦτον δὲ ἀναφέρει ὁ Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγων· Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ (ιστ΄, 10). Οὗτος λοιπὸν γενόμενος τῆς Σμύρνης φωστήρ, καὶ τῶ Χριστῷ ὁσίως δουλεύσας, πρὸς αὐτὸν ἐξεδήμησεν.
Ὁ δὲ Λουκᾶς οὗτος, εἶναι ἄλλος ἀπὸ τὸν Εὐαγγελιστήν· ἀναφέρει δὲ καὶ αὐτὸν ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ Ἐπιστολῇ λέγων: Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ (δ΄, 11). Οὗτος λοιπόν, γενόμενος πρῶτος ἐπίσκοπος τῆς ἐν Συρίᾳ Λαοδικείας, καὶ καλῶς ποιμάνας τὸ λογικὸν αὐτοῦ ποίμνιον, ἀπῆλθε πρὸς Κύριον.
Καὶ ὁ Κλήμης δὲ οὕτος, ἄλλος εἶναι ἀπὸ τὸν Κλήμεντα τὸν Ῥώμης ἐπίσκοπον. Τοῦτον δὲ ἀναφέρει ὁ ἴδιος Παῦλος ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ λέγων: Ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου (δ΄, 3). Οὗτος λοιπόν, γενόμενος ἐπίσκοπος τῶν Σαρδέων, καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ περιφέρων, πρὸς Αὐτὸν ἐξεδήμησεν.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.
Ἐκ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καὶ σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον.
Καταγόταν ἀπὸ τὸ Κάστρο τοῦ λεγομένου Βιζάλης. Συνελήφθηκε αἰχμάλωτη μαζὶ μὲ 9.000 χριστιανοὺς καὶ ὁδηγήθηκε στὴν Περσία. Ἐκεῖ ἀπὸ τὸν βασιλιὰ τῶν Περσῶν Σαβώρ, παραδόθηκε στοὺς σοφοὺς τῆς Περσίας προκειμένου νὰ τὴν πείσουν ν᾿ ἀρνηθεῖ τὸν Χριστό. Ἐπειδὴ ὅμως δὲν τὸ κατάφεραν, τὴν φυλάκισαν καὶ μετὰ 15 μῆνες τὴν ἔβγαλαν, καὶ ἀφοῦ τὴν βασάνισαν σκληρὰ τελικὰ τὴν ἀποκεφάλισαν.

Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος ἐπίσκοπος Νικαίας, ἐν εἰρήνῃ τελειοῦται.
Νικαέων πρόεδρος ὤν πρώην Πέτρε,
ἀλιέων σύνεδρος ἐκθανὼν γίνῃ.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Εὐδοκίας τῆς παιδός.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ς θεράπων, διαλάμπων ἐν τοῖς θαύμασιν, προῤῥήσεις ἔφησθαι, καὶ δι’ αὐτῶν ἀκριβῶς, ψυχὰς μὲν ὠχυρώσας περὶ τοῦ ὄρους Χριστοῦ, ὦ Εὐφρόσυνε, ἐν δὲ σεμνῇ κοιμήσει σου, θεῖον στέφανον ἐκτήσω.
Ναῦταις κλύδωνος, ἀκόλουθος πανόλβιε, οἷς ὤφθης Ὅσιε, θαλάσσης κῦμα ὁδόν, ἐπάτησας Ἅγιε, στῖβον τ’ ἐπράϋνας οὕτως φύλαττε, ἀπὸ χειμῶνος πλέοντος, ἐν θαλάσσῃ τοὺς σοὺς δούλους.
σοστάσιος πατέρων χαῖρε Ὅσιε, πολιτευσάμενος, ὁράσει τῶν θαυμαστῶν, ὑψώθης μακάριε θεοφροσύνης ποιμήν· ὅθεν χαίροντες, δεῦτε νῦν εὐφρανθείημεν, διαβάσει οὐρανίῳ.
Θεοτοκίον.
Καὶ διῆλθέ σου, ψυχὴν ῥομφαία, Ἄχραντε, ὁρώσης σπλάγχνον σου ἐπὶ ξύλον τοῦ Σταυροῦ, Μητέρων ἐκαίνισας, τὴν φύσιν ἅπασαν· ὅθεν φύλαττε, ἀπὸ παθῶν ἀλάστορος, νεολαίαν Θεοτόκε.












Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.
λος ἐν ζωῆ τῆ μακαρίᾳ, ἐθρέφθης πυρὶ τῶ τῆς θεότητος καὶ ἐργάτης Ὅσιε, οἷα πρακτικώτατος, Ἀγγέλους ὑπηρέτας σοι, πῖθον ἐκφέροντας, μονῆ σου πρὸς εὐκόλυνσιν πάντων πρὸς τὸ καθυμνεῖν σε οὐράνιε θεόπτα.
Λέγων πρὸς λαὸν πεπιστευμένον, κελεύσματα Πνεύματος Εὐφρόσυνε, θεοφόρος γέγονας, νηστευτὴς θεσπέσιος· ὅθεν μονήν σου ἅπασαν πέτρᾳ ἐστήριξας, ὁράσεων τῷ πλήθει θαυμάτων, βοηθῶν σου Πάτερ, ἀΰλων δορυφόρων.
ῶσιν πάσης σώματος ἐνέδρας, ψυχῆς δὲ δωρίζεις πᾶσιν ἴασιν, χάριτος λειψάνοις σου, ἐδρευούσης Ὅσιε, τὴν θείαν κάραν εὔοσμον μονῆς κειμήλιον, σημεῖον ἐπιστήριξιν, φαῖνον Πάτερ, τῶν αἰτούντων, τὴν ἄνω Βασιλείαν.
Θεοτοκίον.
χραντε Παρθένε Θεοτόκε, Βασίλισσα Μῆτερ παντευλόγητε, καὶ Παρθένος ἔμεινας, καὶ τεκεῖν ἴσχυσας, μωροὺς σοφοὺς ἐμφαίνουσα τοὺς φιλοσόφους δέ, ἀπίστους τε πρὸς Γέννησιν θεῖαν, τοῦ Υἱοῦ σου Κόρη, καὶ Κτίστου τῶν ἁπάντων.
Ὠδὴ θ΄. Ἅπας γηγενής.
χουσα σκιρτᾶ σὴν κάραν Εὐφρόσυνε, ἡ εὐκλεής σου μονή, πανηγυριζέτω νῦν, πιστῶν τὰ πλήθη, πίστει προφέροντα, τὴν ἐκ βαθέων ὕψωσιν πρὸς ἀθλουργίαν σου, εἰληφότα μετουσίαν ἔνθεον, ἐκ λειψάνων ἀῤῥήτως πηγάζουσαν.
νωθεν ἐν σοί, τὴν κλῆσιν Εὐφρόσυνε, τρυφερωτάτῳ οὐδῷ, γένει τ’ ἀπιστοῦντί σου, ἔσχες κρυφίως· ὅθεν τὴν κλίνην κενήν, νυχθημερὸν κατέλιπες, ὠς μοναζόντων ὑφή, καὶ Ἀγγέλων Ὄσιε, συμβίωσιν, σὺ προείλου ὡς γένους τερπνότερον.
ρους θαυμαστῶς, τὸν δαίμονα Ὅσιε πᾶσιν ὑπέδειξας, ἀπειλοῦντα τάξεσι, τῶν συμμοναζόντων σοι διχαζομένων, διχονοούντων τε, προλέγων πᾶσιν ὅλεθρον ἐν ἀδελφοῖς φοβερόν, διὰ πλῆθος φθόνου παραπτώσεων, τῶν θελόντων ζηλοῦν κατ’ ἀνθρώπινα.
Στέφος ἐκ Θεοῦ, καὶ δόξαν ἀΐδιον Πάτερ ἀπέλαβες, ταῖς Πατέρων τάξεσι, ὥσπερ Χριστός σε, πολλοῦ ἐτίμησε θείαν σου κάραν θαύματα κόσμῳ προχέειν ἐξ ὧν, καὶ νοσοῦσι εὐχερῶς τὴν ἴασιν, τοῖς καθαπτομένοις τῶν λειψάνων σου.
Θεοτοκίον.
ψωσον Ἁγνή, ψυχήν μου τὴν ῥάθυμον πρὸς ἀνακαίνισιν, καὶ παθῶν σκοτόμαιναν, ἡ προστασία σου διαλύουσα, ἐν σαῖς ἀπείραις χάρισι, τῶν ὀρθοδόξων λαόν, ἐπιφαύσοι κλῆρον προσκυνούντων σε, καὶ ἐχόντων σε σκέπην ἀκοίμητον.



Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῶν ἱερέων ὁ χορός, τῶν μοναστῶν τὰ τάγματα, αἰνεῖτε ἐν πανηγύρει, Εὐφρόσυνον νέον κλέος, ἐσχάτως διαλάμψαντα, ἐν Κηπουραίων τῇ μονῇ, πεπυρωμένον Πνεύματι, καὶ προσευχῇ καὶ νηστείᾳ, ὑμνολογοῦντα τὸν Λόγον.
Θεοτοκίον.
Μητέρα Ἀειπάρθενον, σὲ Θεοτόκε ἔγνωμεν, Παράδεισον οὐρανόθεν, πρὸς ἀσπασμὸν Ἀρχαγγέλου· ἐν σῇ μονῇ ἀνεδείχθη, Εὐφρόσυνος ὁ δοῦλός σου· ὀνομασίαν δ’ εἴληφε, λαμπρυνομένη τιμᾶται, εὐαγγελίῳ σου μνήμῃ.

Εἰς τοὺς αἴνους. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Χαίροις Εὐφρόσυνε Ὅσιε, ὁ ἐραστὴς τοῦ καλοῦ, τοῦ Κυρίου ὁ ἔνθεος, ὑπηρέτης μέγιστος, μαθητὴς ἐν ἀπλότητι. Πάντα τὸν κόσμον ἀπαρνησάμενος, χειρὶ Κυρίου αὐτὸν ὑπέστειλας, ὦ τῶν χαρίτων σου! διὸ σῴζεις κλύδωνος αἰρετικῶν, τὰς ψυχὰς τῶν δούλων σου, τῶν ἀνυμνούντων σε. (Δίς)

Ὦ, οἵας χάριτος Ὅσιε, ἠξίωσαι θαυμαστῶς, τοῦ παρέχειν καθάψει σου, τῶν πνευμάτων ἔνδοξε, τὸ ὁρᾶν φύσιν πρός τινας. Τῆς προοράσεως δῶρον ἕνειμε, σῇ ὁσιότητι ὁ Νυμφίος Χριστός, ὅθεν γεγένησαι τοῖς προσκαλουμένοις σε πρὸς τὸν Θεόν, πρεσβευτὴς οὐράνιος καὶ χαριτόβρυτος.

Ὦ τοῦ παραδόξου θαύματος! Ἡ ἱερά σου Μονή, τὴν σὴν κάραν ἡ ἔχουσα, χαίρει καὶ ἀγάλλεται, τὴν φθορὰν ἐκδιώκουσα, τοῖς εὐσεβέσι βρύουσα δύναμιν. Σὺν Γερασίμῳ ἱκέτευε ἐκτενῶς, Κύριον εὔσπλαγχνον Μέγαν Πανοικτίρμονα, τυχεῖν ἡμᾶς, δεξιᾶς Παντάνακτος καλὴν ἀλλοίωσιν.

Δόξα. Ἦχος πλ. α΄.
Εὐφρόσυνε Πάτερ Ὅσιε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἡ φήμη τῶν κατορθωμάτων σου· πολλάκις μεσούσης τῆς νυκτός, σωτήριον ἀνέπεμπες εὐχὴν ὑπὲρ ποντιζομένων , καὶ ἐν χρείᾳ δεινῶς ἐχόντων, βίον ὡς ἔλεος διάγων. Διὸ τῷ ἱερῷ σου ἱδρῶτι, ἐσόφισας μοναστῶν τὸ βῆμα, καὶ ἡ κάρα σου τὴν ἱερὰν κοσμεῖ τῶν Κηπουραίων μονήν. Μετὰ τῆς Ἁγίας Θεοτόκου καὶ πάντων τῶν Ἀγίων, πρέσβευε πρὸς τὸν Σωτῆρα Χριστόν, διαφυλάξαι καὶ σῶσαι, ἀπὸ πάσης ἐναντίων προσβολῆς τὴν νεολαίαν σου





Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις μοναζόντων θεῖος καρπός, καὶ τῶν Κηπουραίων ἀντιλήπτωρ καὶ βοηθός, χαίροις τοῦ Κυρίου, Εὐφρόσυνε παμμάκαρ, διάθερμος ἱκέτης, ὑπὲρ τιμώντων σε.
Χαίροις εὐλογίας ὁ χορηγός, καὶ τῶν μοναζόντων ὁ προστάτης καὶ ἀρωγός, Εὐφρόσυνε θεῖε, τῶν Κηπουραίων κλέος, μὴ παύσῃ μεσιτεύων, ὑπὲρ τῶν δούλων σου.
Τῆς Ὀρθοδοξίας γόνον λαμπρόν, καὶ Κεφαλληνίας ἀρετοῦχον θεῖον καρπόν, Εὐφρόσυνον τὸν θεῖον, Ἀγγέλων θιασώτην, αἱ τῶν πιστῶν χορεῖαι, ὕμνοις τιμήσωμεν.
Χαίροις εὐφροσύνης θείας πηγή, οὗ ἡ θεία κάρα τεθησαύρισται σῇ μονῇ, καὶ παρέχει πᾶσιν, τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς εὐσεβῶς τιμῶσι αὐτὴν ἐκ πίστεως.
Χαίροις εὐφροσύνης μυσταγωγέ, μοναστῶν τὸ κλέος, ὦ Εὐφρόσυνε θαυμαστέ. Σκεῦος τῶν χαρίτων, οὐράνιε θεόπτα, πρέσβευε τῷ Δεσπότῃ, ὑπὲρ τιμώντων σε.

Σημείωσις: Το χειρόγραφο σε κάποια σημεία, είναι φθαρμένο. Με αποτέλεσμα να μην μπορούμε να βάλουμε τον Πολυέλεον, όπως και ένα τροπάριον εις τοὺς Αίνους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου