ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΣΤΑΥΡΟΥ!!
ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ ΜΙΚΡΑΣ ΑΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰσιδώρας μοναχῆς)
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.
Ἱστῶμεν στίχους δ´, καὶ ψάλλομεν τὰ ἑπόμενα Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν
Σύναξιν αἰνέσωμεν, Νεομαρτύρων στηρίξασαν, ἐν δυνάμει
τῆς πίστεως, τὰ πάτρια τρόπαια, ἐν χροαῖς βαφέντα, θείου μαρτυρίου καὶ τοὺς
θεμέθλους τῆς σεπτῆς, ὀρθοδοξίας εὐναματίσασαν καὶ γὰρ ἐν θλίψει ἤστραψε, τῆς
Ἰωνίας ἑπτάφωτος, λυχνιῶν ἡ εὐπρέπεια, ἐν ἀστράσι χρυσίζουσα.
Ἐν ἔργοις ἐκλάψαντες, φιλαδελφίας τὸ πρότερον, τῇ
δουλείᾳ στενάζουσι, παράκλησις ὤφθητε, σεπτὸν μαργαρίτην, πόθων αἰωνίων, μὴ
παραδόντες τοῖς κυσί, τῆς Ἰωνίας Ποιμένες πάντιμοι, διὸ καὶ ὡραΐσθητε, τῇ
ὁμοιώσει τοῦ Κτίσαντος, ἀκανθόπλοκον στέφανον, ὡς ἀρτίως φοινίξαντες.
Χρυσίῳ πλουτίσαντες, μαρτυρικὴν εἰς πανήγυριν, ἐν
σμαράγδῳ ὡράθητε, σαρδίνῳ τε πίστεως, κατηγλαϊσμένοι, δῆμε ἀρτιθύτων, τῆς
Ἰωνίας θαυμαστέ, ἶρις καθάπερ τοῦ θρόνου ἔνθεος, Χριστοῦ τοῦ Παντοκράτορος, τοῦ
ὡς χιόνος αὐγάζοντος, ᾧ ὰπαύστως πρεσβεύετε τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.
Τοὺς συνανυψώσαντας, τὸ τοῦ σταυροῦ τροπαιούχημα, καὶ
σημαίαν τὴν πάτριον, καὶ περιπατήσαντας, ποσὶν ᾑμαγμένοις, μέσῳ τῶν παγχρύσων,
τῆς Μικρασίας λυχνιῶν, ὕμνοις τιμῶμεν, ὡς Γένους στήριγμα, Χρυσόστομον τὸν
πάντιμον, Κυδωνιῶν τε Γρηγόριον, καὶ τὸν θεῖον Ἀμβρόσιον, σὺν ὁμάθλων στρατεύματι.
Δόξα. Ἦχος α´.
Θεοῦ παρεμβολή, ἥν Ἰακὼβ πάλαι κατεῖδεν, ἄρνες ὁμοῦ
καὶ Ποιμένες τῆς Μικρασίας θεόθυτοι, ἀπαρχαὶ τῆς ἡμῶν γενεᾶς, ὑμεῖς
παρακλήτορές ἐστε, ὀδυνωμένης πατρίου καρδίας. Καὶ γὰρ ἀνυψωθέντες εἰς ὄρη
αἰώνια δαυϊτικῶς, ἐκεῖθεν ὄμβρους σων δωρεῶν ὑετίζετε τῇ Φυλῇ, χειμαζομένῃ τῶν
ἀλλοπίστων τῇ ῥαγδαιότητι. Ὅθεν ἱκετεύσατε τὴν Παναγίαν Τριάδα, ὑπὲρ τῶν
τιμώντων τὴν ἱερὰν ὑμῶν ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἐν τῷ μικρῷ Ἑσπερινῷ Δογματικὸν τοῦ ἤχου.
ΑΠΟΣΤΙΧΑ. Πρῶτον
τὸ Αναστάσιμον τοῦ ἤχου, εἰτα τὰ ἑξῆς τῶν Ἁγίων; Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄσωμεν μυστικῶς τοὺς θείους ἀριστέας τῆς Ἰωνίας δόξαν,
ἐσχάτως μετασχόντας, τῇ ἄίγλῃ τῆς σταυρώσεως.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ·
ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ
Θεός.
Χαίροις θεοτερπές, ὁμήγυρι Μαρτύρων, πορείαν
μιμουμένη, φλογὸς τῆς ἀπροσίτου, ἐνθέου ὁμοιώσεως.
Στίχ:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Λάμποντες ἐν Χριστῷ, Χρυσόστομε· τρισμάκαρ, Ἀμβρόσιε
θεόφρον, Γρηγόριε τε μύστα, ὑπὲρ ἡμῶν πρεσβεύσατε.
Δόξα. Τριαδικόν.
Αἶνον θεοπρεπῆ, ἐν ῥείθροις μαρτυρίου, χορεία Ἰωνίας,
προσῆξε τῇ Τριάδι, Πατρὶ Υἱῷ καὶ Πνεύματι.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τὸν ἐκ Πατρός, ἀῤῥήτως γεννηθέντα, πρὸ πάντων
τῶν αἰώνων, ἐκ σῶν ἁγνῶν λαγόνων, σεσαρκωμένον τέτοκας.
Νῦν Ἀπολύεις, τὸ Τρισάγιον.
Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ ἤχου.
Καὶ τῶν Ἁγίων τὸ ἑξῆς. Ἦχος α´. Τῆς
ἐρήμου πολίτης.
Στρατιὰν ἀθλοφόρων ὀρθοδόξως τιμήσωμεν, τῶν
λαμπαδουχούντων τοῦ Γένους τὴν ψυχὴν νέοις ἔτεσι. Σεπτῶν Ἱεραρχῶν παρεμβολήν,
σὺν στίφει Ἱερέων θεαυγεῖ, καὶ ἁπάντων συνοδείαν ἀρτιφανῆ, μαρτύρων
ἀναμέλποντες: Χαίροις τῆς Μικρασίας προμαχών, χαίροις πατρίδος καύχημα, χαίροις
τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, θεῖον ἀγλάϊσμα.
Ἕτερον, Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὸν Σμύρνης Χρυσόστομον, ἀνευφημοῦμεν πιστῶς, καὶ
μύστην Ἀμβρόσιον, Μοσχονησίων ταγόν, καὶ θεῖον Γρηγόριον· Χαίρετε ἐκβοῶντες,
Αἰολίδος τὸ κλέος, σύμπασιν Ἱεράρχαις, ἱερεῦσι καὶ σμήνει, κλεινῶν Νεομαρτύρων
Χριστοῦ, γνωστῶν ἀνωνύμων τε.
Ἕτερον, Ἦχος γ´. Τὴν ὡραιότητα.
Σμύρνης τὸν Πρόεδρον, ὕμνοις τιμήσωμεν, θεῖον
Χρυσόστομον καὶ τὸν Γρηγόριον, Κυδωνιέων φωτισμόν, καὶ μύστην Μοσχονησίων,
ἔκλαμπρον Ἀμβρόσιον, νεοθύτῳ στρατεύματι, τῶν Μαρτύρων χαίρετε, ἐκβοῶντες
ἀνώνυμοι, γνωστοί τε Ἰωνίας φωστῆρες, Γένους αἱ νέαι φρυκτωρίαι.
ΕΝ Τῼ ΜΕΓΑΛῼ
ΕΣΠΕΡΙΝῼ
Μετὰ
τὸ Προοιμιακόν, τὸ Α´ κάθισμα τοῦ ψαλτηρίου. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν του
τυχόντος ἤχου Ἀναστάσιμα δ´. Καὶ τῶν Ἁγίων στ´. Ἦχος α´. Ὢ τοῦ παραδόξου
θαύματος.
Στῖφος τοῦ Χριστοῦ φωτόλουστον, τῆς Μικρᾶς Ἀσίας, οἱ
πιστοὶ δοξάσωμεν, ἐν ἔτεσι χαλεποῖς, καὶ γὰρ ἐφαίδρυναν, τοῦ Γένους τὴν ἱεράν,
καὶ ὰκλυδώνιστον πίστιν προσάδοντες, σταύρωσιν ἰαχήν, τῷ Ἀρχιποίμενι δόξης
ἀτέρμονος, καὶ τὴν σελασφόρον γαῖαν, τῶν Ἑλλήνων ἅπασαν, κατηγλάϊσαν ἄρτι,
μαρτυρίου ἐν λαμπρότησι.
Χαίρετε Χριστοῦ νεόβροχοι, ἀγλαεῖς Ποιμένες,
ναματοποτίσαντες, τὸν ἔκδιψον τῆς Φυλῆς, ἐν πίστει σύνδεσμον, Χρυσόστομε
φωτιστά, τῆς Ἰωνίας καὶ Σμύρνης ὡράϊσμα, Γρηγόριε ποθητέ, Κυδωνιῶν καὶ τῶν
Ζήλων Εὐθύμιε, σὺν Μοσχονησίων μύστῃ, Ἀμβροσίῳ θέλγοντι, στρατιὰν τῶν Μαρτύρων,
τῶν γνωστῶν καὶ ἀνωνύμων τε.
Σύστημα Χριστοῦ θεόπλοκον, στεῤῥοψύχως ῥύμην ἐνεγκὸν
τῆς λαίλαπος, ἀπίστων Ἀγαρηνῶν, πιστῶς ὑμνήσωμεν, συνδούμενοι μυστικῶς, καὶ γὰρ
ἑνώσει ἀγάπης τῆς κρείττονος, ἐφώτισαν ζοφεράν, τοῦ δούλου Γένους τὴν ὄψιν ἐν
χάριτι, θείᾳ τῇ τοῦ μαρτυρίου, ῾1εράρχαι ἔνθεοι, Ἱερεῖς τε σὺν πᾶσιν, Ἰωνίας
Νεομάρτυσι.
Ἕτερα Στιχηρὰ. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς νεφέλαι ὁλόφωτοι, τὴν πατρίδα σκιάζουσαι, ὀρθοδόξων
θεῖοί τε ἀντιλήπτορες, ἀρτιφανεῖς ἀνεδείχθητε, ἰσχὺν καταργήσαντες, μισοχρίστων
ἀπειλῶν, κανδηλῶν τε χρυσώσαντες, ἀμαρύγματα, τῆς ὁλβίου ἐν πίστει Ἰωνίας, τοῦ
σταυροῦ φωτοχυσίαις, Νεαθλοφόροι πανάριστοι.
Δαπανώμενοι χάριτι, διὰ ποίμνην θεόσδοτον, ὁ κλεινὸς
Χρυσόστομος καὶ Ἀμβρόσιος, Μοσχονησίων ὁ ἔφορος, καὶ ἔνθους Γρηγόριος, ὁ Ποιμὴν
Κυδωνιῶν, καὶ τῶν Ζήλων Εὐθύμιος, σὺν θεόφρονι, Προκοπίῳ κλυτῷ τοῦ Ἰκονίου, καὶ
πανδήμῳ Συνοδείᾳ, μαρτυρικῶς ἐδοξάσθησαν.
Πανευώδεις ὡς ἥλιοι, Μικρασίαν φωτίσαντες, λαμπηδόσι
πάνσοφοι τῆς θεώσεως, χριστοειδῶς ἐνεδύθητε, μαρτύρων τὴν ἔλλαμψιν, καὶ
πατρίδος γλυκασμόν, ὡς ἐνθέως ἑνώσαντες, ταῖς αἰσθήσεσι, μυστικαῖς τῆς ἁγίας
λειτουργίας, τὴν τοῦ Ἔθνους εὐστοργίαν, ἐν ᾧ Χριστὸς καταγγέλλεται.
Δόξα. Ἦχος πλ. β´.
Τὴν ἐλεήμονα λευκότητα ἐνδεδυμένοι, σεπτοὶ Νεομάρτυρες
τῆς Μικρᾶς Ἀσίας, παρίστασθε μεθ᾿ ἡμῶν σήμερον ἀγαλλόμενοι ἐν χαρμοσύνῳ ἡμέρᾳ
ἑορτῆς· Ὅθεν ἐν κατανύξει πρὸς ὑμᾶς βοῶμεν: Χαίρετε ἱερογενῆ στελέχη τοῦ
Βυζαντίου, Ἱεράρχαι θεῖοι, Γρηγορίου τοῦ Πέμπτου ἐκτυπώματα, Χαίρετε
οὐρανομήκεις κατάσκιοι κυπάρισσοι, οἱ τῆς κτίσεως τῇ παναρμονίῳ δοξολογίᾳ,
συνάψαντες τὴν ὑμετέραν θεοδίψαστον αἴνεσιν. Διὸ τῆς πίονος Ἰωνίας, οἱ
πνευματόῤῥυτοι ποταμοί, Ἱερεῖς πανσέβαστοι, Μοναχοὶ μακάριοι καὶ Χορὲ
ἁγνολαμπὲς Ἀνδρῶν καὶ Γυναικῶν μετὰ Παιδίων καὶ ἀρτιτόκων Βρεφῶν, ἐν αἵμασιν
ἐστομώσατε μισοχρίστων τὸν χειμάῤῥουν. Ὅθεν ἄφεσιν ἡμῖν δωρήσασθε καὶ χαρὰν τὴν
αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ Δογματικὸν τοῦ ἤχου.
Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ.
Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς
ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν
μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ
ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι,
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα, (Κεφ. Ξγ΄ 15-19, Κεφ. ξδ´. 7-11)
Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ
ἁγίου σου καὶ δόξης ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος
τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; Σὺ γὰρ εἶ πατὴρ ἡμῶν,
ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε, πατὴρ
ἡμῶν ῥῦσαι ἡμᾶς, ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς ἐστιν. Τί ἐπλάνησας ἡμᾶς,
Κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε;
Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν
κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ
ἁγίασμά σου. Ἐγενόμεθα ὡς τὸ ἀπ΄ ἀρχῆς, ὅτε οὐκ ἧρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ
ὄνομά σου ἐφ’ ἡμᾶς. Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς
ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν καὶ παρέδωκας ἡμᾶς
διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν Κύριε πατὴρ ὑμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν
χειρῶν σου πάντες, μὴ ὀργίζου ἡμῖν σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῆς ἁμαρτιῶν
ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. Πόλις του ἁγίου σου ἐγενήθη
ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν. Ὁ οἶκος, τὸ ἅγιον ἡμῶν,
καὶ ἡ δόξα, ἥν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος καὶ πάντα τὰ
ἔνδοξα συνέπεσεν. Καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας καὶ
ἐταπείνωσας ἡμᾶς σφόδρα,
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄.
1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται.
Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἐνδύθητι σήμερον πορφύραν εὐφρόσυνον, ἡ ἁγιοτόκος
Ἰωνία, ἡ εὔκαρπος ἐν ἀρεταῖς, ὅτι ἀρτίως προσετέθη δόξα τῇ δόξῃ σου,
φωταυγείαις μαρτυρικαῖς. Ἀγάλλου δὲ Τριγλία τῆς Βιθυνίας, ὅτι ἐκ σοῦ
ἀνεβλάστησεν ὁ τῶν πάλαι Καππαδοκῶν ἰσοστάσιος, ό μέγας τῆς Σμύρνης
Χρυσόστομος, τοῦ Γένους ὀ πάγχρυσος μύστης. Ἐν θλίψει γὰρ καὶ πτωχείᾳ πλούσιος
ὤν, ἐν θησαυρῷ πολυποικίλῳ διὰ γραφίδος καὶ λόγου ὤφθη Εὐαγγέλιον ζῶν τοῦ
Χριστοῦ. Ὅθεν ὀ Ποιμὴν ὁ καλός, ἀπηνήνατο καταλεῖψαι αὐτοῦ τὴν ποίμνην, τυθεὶς
ὑπὲρ αὐτῆς. Καὶ νῦν τὴν φωτόβρυτον αὐτοῦ μίτραν, φορῶν ὡς στέφος μαρτυρικόν,
ὥσπερ προεπηγγείλατο, ἡμᾶς διεγείρει βοῆσαι; Κύριε δόξα Σοι.
Ἦχος β´.
Πανηγυρίζει σήμερον, ἅπασα ἡ φωτόλευκος γαῖα τῆς
Ἰωνίας, καὶ ἡ ταύτης Μαγνησία συγχαίρει, σὺν Χάλκης τῇ ἁγίᾳ Σχολῇ, ὅτι ἐξ αὐτῶν
ἀνέθαλε βότρυς περκάζων, ὀ Ποιμὴν Κυδωνιῶν, ό πάνσοφος Γρηγόριος. Οὗτος τῶν
πεινώντων ἐγένετο τροφή, τῶν γυμνῶν ἔνδυμα θάλπους θείου, καὶ τῶν διωκομένων
διάσωσις. Ὅθεν καρτερήσας ἐν δεινοῖς ποικίλοις, καὶ μὴ χωρισθεὶς τῆς ποίμνης
αὐτοῦ ἄχρι θανάτου, εὗρε θάλαμον ὑπερκόσμιον, ἀντὶ τοῦ ὑπὸ τῶν μισοθέων
ἡτοιμασμένου αὐτῷ, λάκκου κατωτάτου. Καὶ νῦν ἀπαύστως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος γ´.
Δεῦτε ἁγιοπρεπῶς τιμήσωμεν ἐν ὕμνοις, τοὺς πυρφόρους
ἄνθρακας τοῦ ὀρθοδόξου Γένους, τοὺς ἐκκαυθέντας τῇ ἀγαπήσει τῆς Ἐκκλησίας.
Οὗτοι γὰρ ἐδείχθησαν τῶν Ἑλλήνων παραμυθία καὶ ἱερὸν στήριγμα. Ὅθεν βοήσωμεν·
Χαίροις Πάτερ Ἀμβρόσιε, ὁ μαγίστωρ τῆς Θεολογίας, τῶν Μοσχονησίων ἄρτος
παρακλήσεως καὶ ἐπούλωσις πληγῶν. Πληγὴ ὅλος οὖν γενόμενος, ὑπὸ τῶν λυσσωδῶν
Ἀγαρηνῶν ἐν φρικτοῖς βασάνοις, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, τοῦτον δυσωπεῖς, ποιμενικαῖς
ἱκεσίαις σου, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.
Ἦχος δ´.
Προεξάρχων τῆς χιονοφεγγοῦς παρατάξεως, ὡς πρόδρομος
τῶν Ἱερομαρτύρων, ὶδοὺ παραγέγονεν ὁ ἀξιόθεος Εὐθύμιος, τῶν Ζήλων τῆς Ἀμασείας
ὁ Ποιμήν. Σκιρτᾷ ἡ νῆσος Λέσβος ἡ τοιοῦτον ῥάδαμνον ἐξανθήσασα, καὶ χαίρει ἡ
Μονὴ Λειμῶνος, ἡ τοῦτον τιθηνήσασα. Ὅθεν τοῦ Γένους ὁ ἱεροφάντωρ, κηρύσσων τὴν
ὰναστάσιμον χαράν, ἐν τῇ ἡμέρᾳ τοῦ Πάσχα, εὗρε τὴν διάβασιν πρὸς κόσμον ἀΰλου
ὡραιότητος, γηθοσύνως ὑπομείνας ἀνυποίστους αἰκισμούς. Καὶ νῦν πρεσβεύει μετὰ
τοῦ συμψύχου, ἀρχιποίμενος τοῦ Ἰκονίου Προκοπίου, ὑπὲρ τῶν ὑμνούντων αὐτῶν τὴν
λαμπρότητα.
Δόξα. Ἦχος πλ. α´.
Τῆς Χριστοφόρου Ἰωνίας, ἡδύφωνε συναυλία Νεομαρτύρων,
ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, τὴν τεθλιμμένην ὁδὸν συμβαδίσαντες τῷ Γένει,
τὰς ψυχὰς μυσταγωγεῖτε εἰς τὸ μέγα μυστήριον τῆς Δεσποτικῆς θυσίας. Διὸ
ὁμολογοῦντες ὑμῶν τὴν χάριν σήμερον συνήλθομεν, χαίρετε βοῶντες, οἱ καλοὶ
Ποιμένες, ἔσοπτρα πολυτελῆ τοῦ Ἀρχιποίμενος Χριστοῦ, καὶ τούτου Ἐσταυρωμένου.
Ὅθεν θεοδόξαστε συναγωγὴ τῆς Σμύρνης καὶ τῶν αὐτῆς περιχώρων, φέροντες τῆς
μαρτυρίας Χριστοῦ τοὺς μώλωπας ὡς μυριπνόους λαμπηδόνας, ἡμᾶς πάντας ἁγιάζετε,
τῇ μνήμῃ ὑμῶν. Καὶ νῦν ζῶντες τῇ ἀῤῥήτῳ μετοχῇ, τῷ Κυρίῳ δεήθητε, δωρηθῆναι τῇ
Ἐκκλησίᾳ εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ο αὐτός.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Πρῶτον τὸ Ἀναστάσιμον τοῦ ἤχου
Εἶτα τὰ ἑξῆς τῶν Ἁγίων. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν,
Χαίροις, τῆς Ἰωνίας δρυμός, ὡραϊσμένος ἐν τοῖς κέδροις
τῆς χάριτος, ἐσχάτως κατακοπεῖσιν, ἐν τῷ πελέκει δεινῆς, μισοχρίστων ῥύμης καὶ
ἐκχέασι, ναμάτων τοῦ Πνεύματος, πανευώδη χαρίσματα, σὺν Μελετίῳ, ὁ τρισμάκαρ
Θεόκλητος, καὶ Γρηγόριος, Ἰωσήφ τε ό ἔνδοξος. Θεῖοι Ἱερομάρτυρες, διττῆς
ἀγαπήσεως, ὤφθη ὑμῖν συμφωνία, διὸ τοῦ Γένους γεγόνατε, πυρσοὶ μαρτυρίας, καὶ
Χριστοῦ ὁμολογίας, κρουνοὶ θεόῤῥυτοι.
Στίχ: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις τούτου,
Φάλαγξ, μαρτυρικὴ τοῦ Χριστοῦ, ἐν ἱματίοις ἐρυθροῖς πῶς
ἐνδέδυσαι, βαστάζουσα θείας δόξης, φοινίκων κλάδους τερπνούς, ἔχουσα προδρόμους
τοὺς Ποιμένας σου, τὸν Σμύρνης Χρυσόστομον, Ἰκονίου Προκόπιον, Μοσχονησίων,
Ἱεράρχην Ἀμβρόσιον καὶ Εὐθύμιον, Ἀμασείας τὸ σφάγιον, ὅθεν σεπτὴ συνέλευσι, τῷ
Γένει εὐήρατε, ἱλαστικὰς εὐλογίας, ἡμῖν εὐστόργως ἐκχέατε, ἀνώνυμοι πάντες,
Νεομάρτυρες Κυρίου σὺν ἐπωνύμοις τε.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν…
Χαίροις ἡ τοῦ Χριστοῦ στρατιά, ἐν ὁμοπνόῳ τῇ ψυχῇ
ἀριστεύσαντες, ἐν Σμύρνῃ καὶ περιχώροις, καὶ Γένει ὄντως κλεινῷ, δόντες τῆς
σοφίας ἀντικέρασμα· Πατέρες θεόσεπτοι, λειτουργοὶ ἐνθεώτατοι, Κυδωνιέων, σὺν
Ποιμένι ἀθλήσαντες, ὁ Νεόφυτος, καὶ στεῤῥὸς Ἀμφιλόχιος. Χαίροις σοφὲ Καλλίνικε,
παμμάκαρ Εὐγένιε, σὺν Μητροφάνῃ τιμίῳ, Ναθαναὴλ θεσπεσίῳ τε. Χριστὸν δυσωπεῖτε,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Φωτίζου Ἰωνία ἡμεροφαές, φωτίζου Βυζαντίου ἡ δόξα,
νεομαρτυρικοῖς σου ἁγιάσμασιν. Ὡραϊσθεῖσα γὰρ λίθοις ὑπὲρ ἴασπιν πολυτίμοις,
ἐκχέεις αἴγλην τὴν πάτριον ἐξ ὀφθαλμῶν τοῦ Χριστοῦ, αὐγαζομένη καὶ μέλπουσα·
Κλῆρε καὶ λαὲ τοῦ Θεοῦ, νεοπαγεῖς τῆς ὀρθοδόξου πίστεως ναοί, ἐντὸς ὑμῶν
ἱερουργεῖται ἡ ὑπερτάτη θυσία. Διὸ ἐν θερμαῖς ἱκεσίαις ἐνδυναμοῦντες τοὺς
πόθους τῶν πιστῶν χαρμονὴν βραβεύετε καὶ τὸ μέγα ἔλεος, τοῖς ὑμᾶς ἀνυμνοῦσιν ὡς
ἁρμονίαν νεοσύνθετον.
Καὶ νῦν, Θεοτοκίον,
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν Ἀπολύεις, τὸ Τρισάγιον.
Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ ἤχου.
Καὶ τῶν Ἁγίων τὸ ἑξῆς. Ἦχος α´. Τῆς
ἐρήμου πολίτης.
Στρατιὰν ἀθλοφόρων ὀρθοδόξως τιμήσωμεν, τῶν
λαμπαδουχούντων τοῦ Γένους τὴν ψυχὴν νέοις ἔτεσι. Σεπτῶν Ἱεραρχῶν παρεμβολήν,
σὺν στίφει Ἱερέων θεαυγεῖ, καὶ ἁπάντων συνοδείαν ἀρτιφανῆ, μαρτύρων
ἀναμέλποντες: Χαίροις τῆς Μικρασίας προμαχών, χαίροις πατρίδος καύχημα, χαίροις
τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, θεῖον ἀγλάϊσμα.
Ἕτερον, Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὸν Σμύρνης Χρυσόστομον, ἀνευφημοῦμεν πιστῶς, καὶ μύστην
Ἀμβρόσιον, Μοσχονησίων ταγόν, καὶ θεῖον Γρηγόριον· Χαίρετε ἐκβοῶντες, Αἰολίδος
τὸ κλέος, σύμπασιν Ἱεράρχαις, ἱερεῦσι καὶ σμήνει, κλεινῶν Νεομαρτύρων Χριστοῦ,
γνωστῶν ἀνωνύμων τε.
Ἕτερον, Ἦχος γ´. Τὴν ὡραιότητα.
Σμύρνης τὸν Πρόεδρον, ὕμνοις τιμήσωμεν, θεῖον
Χρυσόστομον καὶ τὸν Γρηγόριον, Κυδωνιέων φωτισμόν, καὶ μύστην Μοσχονησίων,
ἔκλαμπρον Ἀμβρόσιον, νεοθύτῳ στρατεύματι, τῶν Μαρτύρων χαίρετε, ἐκβοῶντες
ἀνώνυμοι, γνωστοί τε Ἰωνίας φωστῆρες, Γένους αἱ νέαι φρυκτωρίαι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α ΄ Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα τοῦ ἤχου.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Καθίσματα τῶν Ἁγίων. Ἦχος α´. Τὸν Τάφον Σου Σωτήρ.
Ὑμνείσθωσαν ὑμῖν, νεοπλόκοις ἐν ὕμνοις, θεόλεκτοι
Χριστοῦ, ἀθλοφόροι τῆς Σμύρνης, ἁπάσης περιγείου τε, Ἰωνίας ἡδύφρονος, οἱ
συνάξαντες, τῶν ὸρθοδόξων τοὺς δήμους, εἰς ἀνάμνησιν, τῆς τούτων νέας θυσίας,
καὶ Γένους ἐφέσεως.
Δόξα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἰωνίας οἱ πυρσοί, ὰρχιποιμένες καὶ ταγοί,
εὐφημείσθωσαν ἡμῖν, φιλανθρωπίας οἱ κρουνοί, σὺν Χρυσοστόμῳ τῆς Σμύρνης καὶ
Ἀμβροσίῳ, θάλπος τῶν πιστῶν, Κυδωνιέων Ποιμήν, σέλας τε ἡμῶν, κλεινὸς
Προκόπιος, σὺν Εὐθυμίῳ τῶν Ζήλων καὶ ἅπαντι, Νεομαρτύρων συστήματι, καὶ γὰρ
Τριάδα ἐκδυσωποῦσιν, ὑπὲρ ἡμῶν οἱ ἀήττητοι.
Καὶ νῦν. Ὅμοιον Θεοτοκίον.
Ἐξαστράπτουσα Ἅγνή, οἰκονομίας τῆς φρικτῆς, τοῦ Υἱοῦ
σου καὶ Θεοῦ, μαρμαρυγὰς θεολαμπεῖς, συνεκαλέσω ἐνθέων Νεομαρτύρων, σύνδεσμον
ἡδύν, τῆς Μικρασίας φαιδρῶς, ὕμνους τῷ Πατρί, ἐναρμονίζοντας, δόξα τῷ Παθόντι
κραυγάζοντας, καὶ λευκοπύρῳ Παντάνακτι, τῷ δωρουμένῳ ἡμῶν τῷ Γένει, Παρακλήτου
τὰς χάριτας.
Ἀντὶ
Ἀμώμου τὸν Πολυέλεον, μεθ’ ὅν τὰ Εὐλογητάρια, Συναπτὴ μικρά, ἡ Ὑπακοὴ τοῦ ἤχου
καὶ το:
Κάθισμα τῶν Ἁγίων. Ἦχος πλ. δ´. Τὴν
Σοφίαν καὶ Λόγον.
Οὐρανόφρονα σύλλογον εὐκλεῆ, ἀναμέλψωμεν σήμερον οἱ
πιστοί, τοῦ Γένους τὴν ἄχραντον, λειτουργίαν γὰρ ἔσπευσαν, ὡς θύματα καὶ θύται,
τελέσαι δι’ αἵματος, Ἀρνίου Ἐσφαγμένου, τὴν χάριν ζηλώσαντες· σὺν τῷ Τιμοθέῳ,
καὶ τερπνῷ Ἰγνατίῳ, Ματθαῖον ἐράσμιον καὶ Ματθίαν τὸν ὄρπηκα, τῆς Σιὼν
ὡραιότατον· καὶ γὰρ ὑπὸ τῆς Ἄγαρ υἱῶν, ὡς ἀρνία ἄκακα ἐσφάγησαν, τῆς Ἰωνίας οἱ
νέοι, καλλίβλαστοι ῥάδαμνοι.
Ὅμοιον, Θεοτοκίον.
Τὴν τρισόκλεον χάριν Θεοῦ Πατρός, ὦ Παρθένε ἑλκύσασα
μυστικῶς, δυσὶν ἐν θελήσεσι, σαρκοφόρον ἐκύησας, ἐν μιᾷ ὑποστάσει, διτταῖς δὲ
ταῖς φύσεσι, τὸν ἕνα τῆς Τριάδος, Θεόν τε καὶ ἄνθρωπον. Ὅθεν συμφωνίαν, ὡς τοῦ
κόσμου ἡδεῖαν, Ἁγνή σε δοξάζομεν, Θεοτόκε Πανάμωμε, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πόθῳ, τὴν ἄφατον χάριν
σου.
Τὰ
ἀντίφωνα τοῦ ἤχου, τὸ Ἀναστάσιμον Προκείμενον, τὸ Ἐωθινὸν Εὐαγγέλιον καὶ τὰ
λοιπά, ὡς συνήθως ἐν ταῖς Κυριακαῖς.
Εἶτα οἱ κανόνες· ὀ Αναστάσιμος, τῆς
Θεοτόκου, καὶ τῶν Ἁγίων οὗ ἡ ἀκροστιχίς: Ἰωνίας μέλπω μαρτύρων στῖφος. Ισιδώρα.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ἴδοιμοι
φάος διαυγὲς τοῦ Πνεύματος, λαμπαδηφόροι σεπτοί, θεῖοι Ποιμενάρχαι, Μικρασίας
πάμφωτοι, καὶ σύναξι πανεύφημε, χριστοφόρου ποιμνίου, ὅπως τολμήσω τὴν αἴνεσιν,
ἄθλων ἱερῶν ὑμῶν ἅγιοι.
Ὤφθητε
μύσται Ἰωνίας ἄριστοι, καὶ τὴν τοῦ Γένους ψυχήν, τοῖς τοῦ μαρτυρίου νάμασιν
ἠρδεύσατε, σοφοὶ λευΐται ἔνδοξοι, ἐκκοπέντες μανίᾳ, Ἄγαρηνῶν καὶ παρέχοντες,
χάριν τοῖς πιστοῖς καὶ τὸ ἔλεος.
Νεομαρτύρων
φαεινὸν προσᾴδομεν, τῆς Μικρασίας χορόν, τὰ της Ἐκκλησίας, κλήματα σταλάζοντα,
παράκλησιν χαρμόσυνον, τὸν γλυκύτατον οἶνον, τῆς τοῦ Χριστοῦ ὁμοιώσεως, καύσει
τῇ τοῦ Γένους ἡδύφρονι.
Θεοτοκίον.
Ἱλαστηρίοις
σου λιταῖς Πανάχραντε, ἐξ ἐπαισχύντου βυθοῦ, ἡμᾶς ἐφελκύεις, θείαν πρὸς
ἐπίγνωσιν, Υἱοῦ σου τῆς χρηστότητος, Θεοτόκον γὰρ πάντες, ὁμολογοῦμέν σε
νέμοντες ὕμνους μητρικῇ σου τερπνότητι.
ᾨδὴ γ´. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀνευφημήσωμεν
πιστοί, της Ἰωνίας τὸ εὖχος, τὸν Χρυσόστομον Ποιμένα τῆς Σμύρνης καὶ Ἀμβρόσιον
ὁμοῦ, Μοσχονησίων Πρόεδρον, κλέος Κυδωνιῶν τε, τὸν θεοφόρον Γρηγόριον.
Συνασπισμῷ
σὺν ἱερῷ ἄρχιποιμένα τῶν Ζήλων, τὸν Εὐθύμιον ὡς βότρυν ὡραῖον, ἀνυμνῶ καὶ γὰρ
πιστοῖς, τὸν γλυκασμὸν ἐξέχεε, φέγγους θεογνωσίας, πᾶσι τὴν χάριν δωρούμενος.
Μυσταγωγὸν
θεοστεφῆ, νῦν ἑορτάσωμεν πόθῳ, τὸν Προκόπιον ταγὸν Ἰκονίου, ἀνυμνήσαντα πιστῶς,
Τριάδος τὸ ὁμότιμον, δόξαν τε τῆς Πατρίδος, πίστει Χριστοῦ ἁγιάσαντα.
Θεοτοκίον.
Ἐνδυσαμένη
τὸν Χριστόν, ἐν ὑψιλύχνοις ἀκτῖσι, τὴν ἀνθρώπειον ἐφώτισας φύσιν, τὴν ἀσχήμονά
ποτε, ἐνδυσαμένην κάλυψιν, φύλλων συκῆς ἐκ πλάνης, ἥν ό κακοῦργος ἐπήγαγε.
Τὸ Κοντάκιον καὶ ό Οἶκος τῆς Κυριακῆς
καὶ τὸ
Κάθισμα τῶν Ἁγίων, Ἦχος πλ. α´. Τὸν
συνάναρχον Λόγον.
Ἀναφέρετε πόθῳ σιγὴν τὴν πάτριον, προσδοκιῶν αἰωνίων,
μυσταγωγοὶ ἀκλινεῖς, λετουργίαν εἰς καινήν, χάριν δεξάμενοι, χαίρειν ἀπαύστως
τῷ Πατρί, Ἰωνίας φωτουργοί, οἱ στίλβοντες λαμπηδόσι, τῶν μετώπων ὑμῶν
στεφθέντων, ἐν ἡμαγμένοις σταλαγμοῖς φαιδροῖς.
Θεοτοκίον.
Ἡλιόκαλε Κόρη θεοχαρίτωτε, ἡ δυναμώσασα κτίσιν, ἐν
συμφωνίᾳ μιᾷ, τὴντμηθεῖσαν μου ψυχήν, πάθεσι πρόσδεξαι, πάλιν ἑνοῦσα τῷ Ἑνί, ἐν
ἁγίᾳ Χαρμονῇ, τοῦ μέλπειν σὴν προστασίαν, πανεράσμιος γὰρ εἰρήνη, σύ μου
ὑπάρχεις καὶ προσφύγιον.
ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Λάμψει
φαιδρᾷ αγιοι, θείων ἐντεύξεων, τὴν ἀγάπην Γένους συνενώσαντες, Ναθαναὴλ σὺν
Ἰωακείμ, καὶ τῷ Τιμοθέῳ, ὀθνείῳ κάλλει ὡράθητε, Χριστοῦ ὰναπληροῦντες,
παθημάτων τὴν χάριν, μαρτυρίου καινὴν εἰς πανήγυριν.
Πῶς
ἱερῶς ᾄσωμεν, θύτας τοὺς κρείττονας, καὶ Πατέρας, ἄρτι τοὺς συντρίψαντας, διὰ
σταυροῦ πάγας τοῦ σατάν, σὺν Ἀμφιλοχίῳ, Νεόφυτον καὶ Γρηγόριον, τοὺς πόθῳ τοῦ
Δεσπότου, ἐσφαγμένους ὡς ἄρνας, καὶ Φανάριον αἴγλῃ φαιδρύναντας.
Ὡς
κοινωνούς, μέλπομεν δόξης ἀρτέρμονος, τοὺς μεγάλους, Γένους ἀντιλήπτορας,
ἐρατεινοὺς μάρτυρας Χριστοῦ, πάσης Ἰωνίας, Δημήτριον καὶ Γεώργιον σὺν τῷ
Παναγιώτῃ καὶ κλεινῷ Θεοκλήτῳ τὴν ζοφώδη δουλείαν φωτίσαντας.
Θεοτοκίον.
Μητροπρεπῶς,
φάνον μοι Μῆτερ Ἀνύμφευτε, τὰς ἐλλάμψεις, θείας οὶκειώσεως ὅτι αἰσχρῶς, ἤχθην
ἐν σπουδῇ, ἕλξει τῆς ἀπάτης, εὶς ἀπευκτότατα βάραθρα, διὸ τῇ Σῇ εὐνοίᾳ, ὡς
πυκάζουσα σκέπη, σωτηρία γενοῦ μοι Πανάμωμε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀθανάτῳ
εὐκλείᾳ χλαῖναν Ιερέως ἐνθέως φοινίξαντες, Γένους αἱ λαμπάδες, Ἀγαθάγγελοι
τρεῖς οἱ θεόφωτοι, τῆς Τριάδος αἴγλην, ἐν ἀγαθαῖς ταῖς ἀγγελίαις, μαρτυρίας
πιστῶς ἐδοξάσατε.
Ῥαντισμοῖς
τῶν αἱμάτων, δόντες ὰγαπήσεως νᾶμα σωτήριον, εἰς μυσταγωγίαν, τῆς ὀθνείας
μεθέξεως χαίρουσιν, Ἰωσὴφ ό θεῖος, καὶ Γαβριὴλ ὁ Ἰβηρίτης, Ἰωνίας τὰ νέα
προπύργια.
Τὴν
σεπτὴν Μικρασίαν, τὴν εὐωδιάζουσαν μύροις τοῦ Πνεύματος, πόθῳ εὐφημοῦμεν,
ὡραιότατα φέρουσα τραύματα, ἱερομαρτύρων, μεθ᾿ ὧν γεραίρομεν τὸ κῦδος, Εὐγενίου
σεπτοῦ Καλλινίκου τε.
Θεοτοκίον.
Ὑπερβάλλουσα
Κόρη πάντα τῶν ἁγίων θεόθεν χαρίσματα, τῆς ψυχῆς μου βάθη, σὺ διάβροχα ποίησον
νέκταρι, φιλανθρώπου Μῆτερ, πρὸς συγγενεῖς σου συμπαθείας, καταργοῦσα παθῶν μου
τὸν καύσωνα,
ᾨδὴ στ´. Ἱλάσθητί μοι, Σωτήρ.
Ῥαδάμνων
νεοδρεπῶν, τὴν χάριν ἐγκωμιάσωμεν, ὀσμὴν γὰρ μαρτυρικήν, τῷ Γένει ἐκχέουσιν ὁ
μύστης Ἀρτέμιος, σὺν τῷ Γεωργίῳ, Μικρασίας τὰ καρπώματα.
Ὡράθητε
μυστικαί, ἱερουργίαι αἰνέσεως, πατρίδος λευκολαμποῦς, κρατῆρές τε χάριτος,
Ἰγνάτιε ἔνδοξε, σὺν τῷ Ποσειδῶνι, ἱερέων καλλωπίσματα.
Νεόῤῥυτον
γλυκασμόν, προσάξωμεν τοῖς ἐγγίσασιν, Ἠλίῳ τῷ νοητῷ, Οὐσίᾳ τῇ κρείττονι, στεῤῥῷ
Ἱλαρίωνι, ἐκ τῶν μοναζόντων, Ἀρκαδίῳ διακόνῳ τε.
Θεοτοκίον.
Συνάξει
τῇ παμφαεῖ, Θεόνυμφε πῶς εἰσάξομαι, στολῆς γὰρ ἀποῤῥηθείς, φοβοῦμαι τὸ ὄνειδος·
διό με ἐνδύσασα, τῷ ἀκτίστῳ φέγγει, τοῦ Υἱοῦ σου κατακόσμησον.
Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Μαρτυρίου ἤνεγκαν, τὰς πολυτρόπους βασάνους, διὰ
πίστιν ἄμωμον, τῆς Μικρασίας οἱ δῆμοι, μάστιγας, ἐγκαρτερήσαντες γηθοσύνως,
ὤφθησαν, διὸ θελκτήριος λειτουργία, ἐπωνύμων συνοδεία Νεομαρτύρων, καὶ νέφος
ἀνώνυμον.
Ὁ Οἶκος.
Νόστον ποθοῦντες εἰς μεγάλην πατρίδα, διεπλεύσατε τὸ
τοῦ μαρτυρίου πέλαγος, Ποιμένες τοῦ Χριστοῦ, Ἅγιοι Ἱερομάρτυρες. Καὶ ἐν τῷ
λατρεύειν σταυρικῶς εἰς ἡμέραν νυμφεύσεως, τὴν βασιλικὴν σφραγῖδα ἐδέχθητε καὶ
ἀῤῥαβῶνα μυστικῆς καινουργίας. Ὅθεν ἐγκύπτοντες εἰς μαρτύριον ὑμῶν, φωταγωγοὶ
τῆς Μικρασίας καὶ Φαναρίου θαλπωρή, ἅπασα πληθύς τε αἱμάθλου λαοῦ, τῇ μνήμῃ
ὑμῶν ἁγιαζόμεθα. Διὸ ὑμᾶς γεραίροντες, τὸν Χριστὸν δοξάζομεν, ἐπωνύμων συνοδεία
Νεομαρτύρων καὶ νέφος ἀνώνυμον.
Συναξάριον.
Τῇ Κυριακῇ πρὸ τῆς τοῦ Τιμίου Σταυροῦ Ὑψώσεως μνήμην
ἐπιτελοῦμεν τῶν ἑκατοντάδων χιλιάδων ἐνδόξων
Νεομαρτύρων, Ἱεραρχῶν, Ἱερέων, Ἱερομονάχων καὶ Μοναχῶν, προσέτι δὲ Ἀνδρῶν,
Γυναικῶν καὶ Παιδίων, τῶν ἐν Μικρᾷ Ἀσίᾳ μαρτυρησάντων κατὰ τὰ ἔτη 1918 – 1922.
Μὲ ὕπατον Ἱερομάρτυρα τὸν Ἅγιον Χρυσόστομον Σμύρνης.
Στῖφος νεόλεκτον ἱερῶν μαρτύρων
ᾄδω Ἰωνίας σὺν Ποιμέσιν ἄρνας.
Πληθὺς τῶν νεάθλων θώκῳ θεοῖο πάρα ἔστη,
Ταῖς
τῶν σῶν Νέων Ἁγίων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Θεοῦ συγκατάβασιν.
Τρωθέντες
τῷ ἔρωτι, Θεοῦ τρωθέντος ἐπιποθήσει βροτῶν, τοῦ Πάσχειν τε χάριν, ἀντιλαβόντες
ἱερουργοὶ διαυγεῖς, σὺν Κωνσταντίνῳ, Δημήτριος ἔψαλλον· Εὐλογητὸς ὁ Θεὸς, ὁ τῶν
Πατέρων ἡμῶν,
Ἰδὼν
τὴν ἀπόῤῥητον, Χριστοῦ Οὐσίαν ἐν κυπαρίσσῳ σοφέ, καὶ ἐν πεύκῃ καὶ κέδρῳ,
συσταυρωθῆναί τε προσδραμῶν λειτουργέ, εἰς τὴν σὴν πεύκην Μελέτιε ἔψαλλες:
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φιλεῖς
με τοῦ Κτίστου σου, πυνθανομένου ἐν διακόνοις λαμπρέ, άποκέκρισο πόθῳ, ἐν
πυριφλέκτῳ καὶ τοῦ ἐνύλου πυρός, οὐκ ἐλογίσω κραυγάζων Γρηγόριε· Εὐλογητὸς ὁ
Θεός, ὀ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον,
Ὁμόστοχον
σύναξιν, τριακοσίων καὶ τεσσαράκοντα, λειτουργῶν τοῦ Υἱοῦ σου, προσδεχομένη καὶ
μυριάθλων χορόν, Νεομαρτύρων Παρθένε ἐπόμβρησον, τὸν ὑετὸν ἱλασμῶν, τοῖς σὲ
ὑμνοῦσι πιστῶς,
ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.
Συνασπισμὸν
όμόγνωμον, Ἰωνίας τιμήσωμεν, τὸν ὡραϊσμένον τῆς Πατρίδος χάρισι διττοὺς δὲ
όμαίμονας, ὑφηγητὴν τῆς Χάλκης σχολῆς, σὖν Διονυσίῳ Ἰωάννην βοῶντας· Οἱ Παῖδες
εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνα;
Ἱερουργοὺς
αὶνέσωμεν, χαρμοσύνως βαδίσαντας, τὸν μαρτυρικὸν φωτοχυσίας δίαυλον· δυνάμει
γὰρ κρείττονι, ὁ Γαβριὴλ ἐν αἴγλῃ φαιδρᾷ, σὺν τῷ Ἀβερκίῳ, μυστικῶς ἀνεβόων: Οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στεφηφορῶν
εὶσέδυσας, Ἀδαλῆ ἱερώτατε, εἰς πεφοινιγμένην τῶν θυτῶν ὁμήγυριν Τριάδι προσᾴδων
σου, σὺν τῷ Ματθαίῳ τῷ θαυμαστῷ καὶ τῷ Ἰακώβῳ ἐπινίκιον ὕμνον· Οἱ Παῖδες
εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἵνα
Θεὸν τὸν ἄνθρωπον, ό Σωτὴρ ἀπεργάσηται, σάρκα προσλαβὼν ἐκ τῆς ἁγνῆς νηδύος
σου, ὡράθη ὡς νήπιον, παρθενικαῖς σου Μῆτερ, χερσί, τὴν προγονικὴν ἀπαμφιάζων
με χλεύην, διὸ σὲ Θεοτόκον, τὴν ἐλπίδα ἁπάντων, πιστῶς ὁμολογοῦμεν εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Δεξάμενοι
θεόθεν τὴν μυστικήν, εὐωδίαν τοῦ Λόγου καὶ Πνεύματος, τὴν ἀστραπήν, γένος
ἠγλαΐσατε τὸ λαμπρόν, σὺν Γερμανῷ Γρηγόριος, αἵματος λουσάμενοι τῇ βροχῇ, τῇ
Ἄγαρ τῶν ἐκγόνων, εὐτόλμῳ μαρτυρίᾳ, τὴν δειλανδρίαν θριαμβεύσαντες.
Ὡς
κρῆναι χαρισμάτων θεοτερπῶν, τὴν Ἑλλάδα Πατέρες ἀρδεύετε, οἱ νεωστί, νῦν σὺν
τοῖς πάλαι θεοπρεπῶς, σὺν Πολυκάρπῳ ἄμα τε, ὀ νέος Χρυσόστομος ό σεπτός, καὶ
Ματθίας ό μύστης, σκηναῖς ταῖς σελασφόροις, Ἱερομάρτυρες στεψάμενοι.
Ῥιγῶσαν
τὴν ψυχήν μου ἐκ τοῦ δεινοῦ, τῶν παθῶν μου χειμῶνος ἐνδύσατε, τῇ θαλπωρῇ,
μάρτυρες λιτῶν ἐξιλαστικῶν, καὶ ὡς νηπίου ψέλλισμα, δέξασθε ἐφύμνιον πενιχράν,
καὶ γὰρ ἐν κατανύξει, ὑμῶν τὴν εὐλογίαν, ἐπιποθῶ τὴν αἰωνίζουσαν.
Θεοτοκίον.
Τὸ γένος περιείλησας τῶν βροτῶν, μαφορίῳ σου δόξης
Πανάχραντε, καὶ τοῦ Ἀδάμ, ἔσβεσας θεώσεως τῇ τρυφῇ, τὴν τοῦ ἀπείρου δίψησιν, ἐν
ἀπειροῤῥύτῳ άγιασμῷ, διὸ σὲ Θεοτόκε, αἰτίαν σωτηρίας, ὁμολογοῦντες
μεγαλύνομεν,.
Ἅγιος
Κύριος... καὶ τὸ
Ἀναστάσιμον Ἐξαποστειλάριον.
Εἶτα τῶν Ἁγίων τὰ ἑξῆς: Τοῖς μαθηταῖς
συνέλθωμεν,
Τῆς Ἰωνίας ᾄσωμεν, θεοφόρους Ποιμένας, καρπώματα
νεόφυτα, ἐν ἀγάπῃ τελείᾳ, καὶ θεοστράτευτον στῖφος, πανολβίων μαρτύρων, τὴν
ὑμνῳδὸν τοῦ σύμπαντος, αἰσθομένους λατρείαν, τὸ ἱερόν, Φαναρίου κλέος καὶ
Ἐκκλησίας, αἰώνιον ἀγλάϊσμα, καὶ ἡμῶν ἀντιλήψεις.
Θεοτοκίον, ὅμοιον.
Ἀγάλλει Θεονύμφευτε, μυριάσιν ἀγγέλων, καὶ θείαις
παρατάξεσιν, ἀθλοφόρων ἁγίων, τῆς Μικρασίας Παρθένε, σὸν Υἱὸν ἀνυμνούντων,
θεοειδέσι χάριτος, λευκοπύροις χιτῶσι καὶ τὴν ἡμῶν, ἐξαιτούντων λύσιν τῶν
ἐγκλημάτων, ἥν Μῆτερ πᾶσι δώρησαι, μητρικαῖς σου πρεσβείαις.
ΕΙΣ
ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν Ἀναστάσιμα τοῦ ἤχου δ´· καὶ τῶν
Ἁγίων τὰ ἑξῆς δ´. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίρει, Ἰωνία σήμερον, ἡ φωτισθεῖσα ὑμῶν, σταυρωσίμῳ
βαπτίσματι, φρυκτωροὶ νεόφωτοι, δούλου Γένους στενάζοντος, τοῦ Φαναρίου οἱ
παρακλήτορες, οἱ τῶν ἀθέων, κύδος μὴ πτήξαντες, ποίμνην θεόσδοτον, λύκων
λυτρωσάμενοι τῶν μυσαρῶν, πᾶσιν ἀναβρύοντες, τὸ νέκταρ πίστεως.
Πάτερ, Ἱερὲ Χρυσόστομε, ὤφθης τοῦ Γένους Ποιμήν, καὶ
πατρίου ὁράματος, χρυσαυγίζον μήνυμα, σταφυλή τε σταλάζουσα, τοῦ μαρτυρίου,
οἶνον σωτήριον, τὴν Ἐκκλησίαν, πᾶσαν μεθύοντα, ὅθεν γεραίρομεν, Σμύρνης τὴν
νεότρωτον συναγωγήν, ἔλεος παρέχουσαν, καὶ φῶς χαρμόσυνον.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ,
αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.
Σύναξιν, λαῶν ποθήσαντες, ἀπειραρίθμων σοφοί, ταῖς
ληνοῖς προσεδράμετε, νεωστὶ εἰσδέξασθαι, τὴν σφραγῖδα τοῦ αἵματος, τῆς
Μικρασίας αἱμάθλων σύνδεσμε, τῶν αἰωνίων βωμῶν στεφάνωμα, Ἔθνους θεόφρονος,
ὅθεν ἐδοξάσατε θεοπρεπῶς, βίῳ μεγαλόφρονι, Τριάδα ἄναρχον.
Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Δεῦτε, τὴν κλεινὴν ὁμήγυριν, Νεομαρτύρων Χριστοῦ, τὴν
πολύστονον στέρξασαν, τῆς πατρίδος ἄχραντον, ἐν βασάνοις λαμπρότητα, τῆς Ἰωνίας
καρποὺς μελίφρονας, ὀρθοδοξίαν ὄντως γλυκαίνοντας, νέφος πορφύριον, ὕμνοις
ἐπαινέσωμεν πανευλαβῶς, πᾶσιν τὸ σωτήριον, αἰτοῦντας ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Δῆμε πολυσύνθετε, ἕνωσι θεόγνωστε, τίς σε ἐπαξίως
ἐπαινέσειε; Και γαρ ὑμεῖς, τῇ θείᾳ καὶ κοσμικῇ σοφίᾳ λαμπρυνόμενοι, ὤφθητε
Κυριακῆς θυσίας σελαγίσματα. Διὸ γλυκασμὸν πηγάζοντες φιλόπατριν καὶ ὄμβρους
θείων οἰκτιρμῶν, τῷ Δεσπότῃ Χριστῷ παρίστασθε, ἐν πληγαῖς πεποικιλμένοι καὶ
πάσῃ καθαρότητι. Ὅθεν σεπτοὶ Νεομάρτυρες τῆς Σμύρνης καὶ τῶν αὐτῆς περιχώρων,
τὸ Γένος ἡμῶν σκεπάσατε, σαῖς φωτοφόροις ἱκεσίαις, αἰτοῦντες ἡμῖν τὸ μέγα
ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα…
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις Μικρασίας συνασπισμέ, καὶ τῆς Ἐκκλησίας
νεοδώρητε ἀσπασμέ, χαίροις τῆς Ἑλλάδος, φαιδρύνασα τὴν δόξαν, ἀκτῖσι μαρτυρίου,
πλειὰς νεόφωτε.
Χαίροις Ἰωνία πανευκλεής, ὄμβροις πιανθεῖσα,
χαρισμάτων θεουργικῶν, σεπτῶν μυριάθλων, γνωστῶν καὶ ἀνωνύμων, ἀρτίως
φαυλισάντων, βαρβάρων φρύαγμα.
ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΜΥΡΝΗΣ
ΠΑΡΑΚΛΗΣΙΣ
(Ἰσιδώρας
μοναχῆς)
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱεραρχῶν
τὸ εὐπρεπέστατον κάλλος, τῆς Μικρασίας θεοστήρικτον στῦλον, τὸ τῆς Ἑλλάδος καύχημα
τῆς Σμύρνης τὸ φῶς, δάφναις νίκης στέψωμεν, τὸν Χρυσόστομον πάντες, χαίροις
ἀνακράζοντες, ἐθελόθυτον θῦμα, τοῦ Ἰησοῦ τελεία ποσφορά, τοὺς ἐν τῷ Ξύλῳ, τὸ
Αἷμα κενώσαντος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Σμύρνης ἄγγελον, Χρυσόστομον ἀνευφημῶ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκός σου τὰ μέλη τὰ ἱερά, Χριστοῦ τῇ ἀγάπῃ,
ὑπομείναντα ἀγλεινά, Χρυσόστομε ἄγγελε τῆς Σμύρνης, ἐν εὐλαβείᾳ πολλῇ
κατασπάζομαι.
Μυρίπνοον αἴνεσιν τῷ Θεῷ, προσῆγες ἐν βίῳ ὦ Χρυσόστομε
ἱερέ, Αὐτοῦ ἐκτελέσας θεῖον νόμον, καὶ πολιτείαν Ἀγγέλων μιμούμενος.
Ὑψώσεις ἐν λάρυγγι τοῦ Θεοῦ, Χρυσόστομε φέρων, ἐν τῷ
θρόνῳ τῷ ὑψηλῷ, ἀνῆλθες ποιμάνας θεαρέστως, τὰ λογικὰ τοῦ Κυρίου σου πρόβατα.
Θεοτοκίον.
Ῥητόρων πολύφθογγοι λαλιαί, ἐν Σοὶ σιωπῶσιν, ἀειπάρθενε
Μαριάμ, Θεὸν γὰρ ἐγέννησας ἀφράστως· καὶ μετὰ τόκον παρθένος διέμεινας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νουνεχῶς τὸ τῆς Σμύρνης
καθοδηγῶν ποίμνιον, ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, μαάκρ Χρυσόστομε, τοῦτο
ἐξέθρεψας, εὐαγγελίου τῇ χλόῃ, καὶ εἰς μάνδραν ἴθυνας, τὴν ἐπουράνιον.
Ἡ φωνὴ τοῦ Κυρίου ἡ ἐν
γραφαῖς λέγουσα, ὅστις ἀγαπᾷ με γνησίως, οὗτοις καὶν θύεται, ὑπὲρ τῶν φίλων
αὐτοῦ, ἐν σοὶ Χρυσόστομε ὄντως, εὗρε τὴν ἀλήθειαν, βίου σου πράξεσιν.
Συνῳδὰ τῷ λαῷ σου ἀπὸ ψυχῆς
κράζομεν, χαίροις τῆς ἀγάπης ταμεῖον, φίλτρου ἀλάβαστρον, ὁ ἐκκενώσας αὐτό,
Χριστοῦ ποσὶ τοῖς ἁγίοις, μίξας σου τῷ αἵματι, θεῖε Χρυσόστομε.
Θεοτοκίον.
Ἀσυγκρίτως τῇ δόξῃ τῶν
Σεραφὶμ γέγονας, καὶ τῶν Χερουβὶμ Θεοτόκε πλέον ὑπέρτιμος, ὅτι ἐν μήτρᾳ τῇ Σῇ,
μέγας Θεὸς ἐσαρκώθης, ὃν ὁρᾶν οὐ σθένιυσι, τάξεις οὐράνιαι.
Ἀξίωσον,
ἡμᾶς προσμένειν Χρυσόστομε ἀκλονήτους, ἐν ταῖς βίου ἐπιφοραῖς καὶ πάσαις
κακώσεσι, μαρτύριον μέγα ὁ ὑπομείνας
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν θρόνον λαμπρῶς τῆς
Σμύρνης κατεκόσμησας, τῇ σῇ βιοτῇ, Χρυσόστομε μακάριε, ἀγαπῶν ἐξ ὅλης σου τῆς
ἰσχύος Κύριον εὔσπλαγχνον, καὶ τὸν πλησίον ὥσπερ ἑαυτόν, ὡς τύπος καὶ μέτρον
ἀγαθότητος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γηπονήσας Χρυσόστομε, πόνοις σου μυρίοις ψυχῆς τὴν
αὔλακα, ἐναπέδωκας Κυρίῳ σου, μαρτυρίου στάχυν πολυπλάσιον.
Σεληνόμορφον πρόσωπον, σοῦ τοῦ μαρτυρίου βαφὲν ἐν
αἵμασι, μετὰ δέους εὐλαβούμενος, καταστέφω ἄνθεσι Χρυσόστομε.
Ἐνεώρας τὰ μέλλοντα, καὶ τὰ
εἰς αἰῶνας μὴ σαλευόμενα· ὅθεν ἔφερες Χρυσόστομε, ἐν ψυχῇ γενναίᾳ τὰ φερέποντα.
Θεοτοκίον.
Λυτρωθέντες τῷ τόκῳ Σου, τῆς τῶν προπατόρων ἀρᾶς
πανάχραντε, εὐλογίας ἀπολαύομεν, ἐκβοῶντες· χαῖρε Σοι Θεόνυμφε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄρθρου καὶ νυκτός, τοῦ Κυρίου τὰ προστάγματα, ἐμελέτας
ὦ Χρυσόστομε σοφέ· διὸ καὶ εὗρες αἰωνίζουσαν ἀπόλαυσιν.
Ναίων ἐν ναῷ, τοῦ Δεσπότου σου Χρυσόστομε, τούτῳ
ἔνειμας λατρείας λογικάς, ὡς ἀρχιθύτης ἐν τῇ Σμύρνῃ θεοπρόβλητος.
Χοῦν τε καὶ σποδόν, ἐλογίσω τὸ σαρκίον σου, ὦ
Χρυσόστομε· διὸ εἰς τὴν σφαγήν, ψυχῇ προθύμῳ τοῦτο ἔδωκας θεόπροβλητε.
Θεοτοκίον.
Ῥάβδος Ἀαρών, Σὲ Παρθένε προετύπωσε, ἀνηρότως ὡς
βλαστήσασα Χριστόν, ἀθανασίας τὸν καρπὸν ἡμῖν δωρούμενον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑδάτων σε, ὡς φωνὴν ἐπέγνωκεν, ἡ τῆς Σμύρνης
θεοσύστατος ἕδρα, ὅτι Χριστοῦ, τὸν σωτήριον λόγον, ἐν τοῖς ὠσὶ τῶν πιστῶν
κατεβρόντησας, Χρυσόστομε καὶ τὰς ψυχάς, ἐκ φλογὸς τῆς ἀγνοίας ἐδρόσισας.
Σμυρναίων σε, ἡ λαμπρὰ μητρόπολις, κατεπλούτησε σοφὸν
ποιμενάρχην, τὴν τοῦ Χριστοῦ, λογικὴν ἐκλογάδα, καθοδηγήσας νομὴν εἰς σωτήριον,
καὶ θύσας ὅλην σου ψυχήν, ὑπὲρ ταύτης προθύμως Χρυσόστομε.
Ὁλόφωτον, σὲ πυρσὸν ἐπέγνωμεν, ἀπο θρόνου τοῦ Χριστοῦ
δαδουχοῦντα, τὸ ἱλαρόν, καὶ ἀνέσπερον φέγγος, καὶ διαλύοντα πλάνην Χρυσόστομε,
λυχνίαν Σμύρνης δὲ καλῶς, εὐπρεπείᾳ λαμπρύνων τῶν ἔργων σου.
Θεοτοκίον.
Σοφία Σε, τοῦ Θεοῦ ἡ ἄπειρος, ἐκ πασῶν τῶν ἐπὶ γῆς
θυγατέρων, τοῦ κατοικεῖν, ἠρετίσατο μόνην, καὶ σαρκοφόρος γενέσθαι ἐν μήτρᾳ
Σου, Θεὸς τῶν ὅλων Μαριάμ, τῶν θαυμάτων τὸ μέγιστον ἄκουσμα.
Ἀξίωσον,
ἡμᾶς προσμένειν Χρυσόστομε ἀκλονήτους, ἐν ταῖς βίου ἐπιφοραῖς καὶ πάσαις
κακώσεσι, μαρτύριον μέγα ὁ ὑπομείνας
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀληθείας τὴν μακρὰν ὁδὸν
ἐπεραίωσας, πλείστας θλίψεις χαίρων τῇ ψυχῇ καθυπέμεινας, καὶ ἀξίως τὴν ἱερὰν
ἐλάμπρυνας στολήν, Θεῷ σφάγιον ὡς λογικόν, ἐθελουσίως προσαχθείς, ἀρχιθύτα
Χρυσόστομε, μέλη οὖν τῆς σαρκός σου, ἐν αἵμασι φοινιχθέντα, εἰς ἱλασμὸν ὑπὲρ
ἡμῶν, τῶν τιμώντων σε γενέσθωσαν.
Προκείμενον: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Ἀκούσατε ταῦτα
πάντα τὰ ἔθνη, ἐνωτίσατε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ιε΄, 8-16)
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν
φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί. καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα
ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε
ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ
ἐν τῇ ἀγάπῃ. Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ καὶ ἡ χαρὰ
ὑμῶν πληρωθῇ. αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς
ἠγάπησα ὑμᾶς. μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ
θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ
ἐντέλλομαι ὑμῖν. οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ
αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου
ἐγνώρισα ὑμῖν. οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ
ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα
ὅ,τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Σμύρνη ἐπαγάλλεται, τῇ
σεβασμίᾳ σου μνήμῃ, καὶ Ἑλλὰς ἡ σύμπασα, εὐκλεῶς Χρυσόστομε μεγαλύνεται, τῶν
αὐτῆς πάλαι γάρ, θαυμαστῶν ἡρώων, ἐμιμήσω τὸ ἀκέραιον, Μαρτύρων ἴχνεσι, γνώμῃ
ἀκλινεῖ ἠκολούθησας, αὐτῶν τὰ κατορθώματα, πόνοις σου μυρίοις ἀντέγραψας,
στέφος οὖν τῆς δόξης, χερσὶν ἀγωνοθέτου σου Χριστοῦ, λαβὼν εἰς θεῖα σκηνώματα,
φωτὸς μεταβέβηκας.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τείνας Πάτερ τὸ οὖς σου εἰς τοὺς λόγους Κυρίου Θεοῦ τοῦ
λέγοντος, ὁ θέλων αἰωνίαν, ζωὴν κληρονομῆσαι, ἀπολέσει τὴν πρόσκαιρον, χαίρων
θυσίας ὁδόν, Χρυσόστομον διέβης.
Ὁμονοίας ὁ φίλος τῆς εἰρήνης ἐργάτης πίστεως πρόβολος,
διδάσκαλος ἀγάπης, εἰκὼν τῆς ἐγκρατείας, καὶ σφραγὶς τῆς σεμνότητος, ὑπογραμμὸς
δὲ καλῶν, Χρυσόστομε ὑπάρχεις.
Μετὰ δόξης τιμίας τῶν Ἀγγέλων χορεῖαι σὲ ὑπεδέξαντο,
Χρυσόστομε παμμάκαρ, καὶ γὰρ τοῦ Πολυκάρπου, τὴν πορείαν ἐζήλωσας, οὗ διεδέχθης
ἐν γῇ, τὸν θρόνον ἐπαξίως.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα καὶ τῆς γῆς ἀνωτέρα καὶ πάσης
κτίσεως, ὑπερενδοξοτέρα, ὑπάρχεις Παναγία, Μαριὰμ παντευλόγητε, ὅτι τὸν πάντων
Θεόν, ἐκύησας ἀφράστως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοός σου Πάτερ, καὶ τῆς καρδίας τὰς βάσεις, εἰς Χριστοῦ
ἐπεστήριξαν πέτραν· ὅθεν οὐκ ἐσείσθης, Χρυσόστομε ἐν μάχαις.
Ἀνυποστόλως, τὸ τοῦ Σταυροῦ μέγα κέρας, καὶ πατρίδος
τὴν θείαν σημαίαν, ὕψωσας ἐν Σμύρνῃ, Χρυσόστομε γενναῖε.
Νεκρὸν ἐν ξύλῳ, Χριστὸν σαρκὶ γεγονότα, ἠκολούθεις
Χρυσόστομε πόθῳ· ὅθεν Τούτου χάριν, δεινῶς ἐσφαγιάσθης.
Θεοτοκίον.
Ἐσφραγισμένην, καὶ ἀδιόδευτον πύλην, ὁ Θεὸς Μαριὰμ
εὑρηκώς Σε, ὤκησε τὴν μήτραν, τὴν Σὴν φθορὰν μὴ γνοῦσα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑψόθεν βράβευσόν μοι, σθένος ἐν τῇ πάλῃ, κατὰ παθῶν
πολυτρόπων καὶ πάσης ἀρχῆς, τοῦ πολεμοῦντος ἐχθροῦ με, θεῖε Χρυσόστομε.
Φωστὴρ ἐκ τῆς ἑώας, ἄρτι ἀνατείλας, τὴν οἰκουμένην
αὐγάζεις ἀκτίσι φαιδραῖς, τῆς ἱερᾶς σου θυσίας, μάκαρ Χρυσόστομε.
Ἡμέρας ἀνεσπέρου, ἔγνωμεν υἱόν σε, καὶ τοῦ φωτὸς
κληρονόμον καὶ φίλον Χριστοῦ, θεῖε Χρυσόστομε· ὅθεν σὲ μακαρίζομεν.
Μερόπων ἅπαν γένος, πλήθη τῶν Ἑλλήνων, καὶ οἱ χοροὶ
Μικρασίας αἰσίαις φωναῖς, τοῦ Χρυσοστόμου τὴν μνήμην, δεῦτε τιμήσωμεν.
Θεοτοκίον.
Ὡς κλίμακα προεῖδε, Κόρη Ἰακώβ Σε, ἀπὸ τῆς γῆς εἰς τὰ
ἄνω ὑψοῦσα ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ὡς τῶν Ἀποστόλων ἐκμιμητήν,
καὶ Ἀρχιερέων, πανσεβάσμιον καλλονήν, κλέος τε Μαρτύρων, Χρυσόστομον τῆς
Σμύρνης, τὸν ἄγγελον τὸν μέγαν, ἐγκωμιάσωμεν.
Δάφναις καταστέψωμεν
ἱεραῖς, τὸν ὑπὲρ πατρίδος, καὶ τῆς πίστεως τοῦ Χριστοῦ, σφάγιον ἀχθέντα,
Χρυσόστομον τὸν ἄρτι, πορφύρᾳ τε και βύσσῳ, αἱμάτων λάμποντα.
Ἥλιος Χρυσόστομος θεαυγής,
ἐκ τῆς Προποντίδος, ἐξανέτειλας θαυμαστῶς, ἐν τῇ Μικρασίᾳ, ἐμπρέψας τῷ φωτί
σου, Ἑλλάδος δὲ εὐφραίνεις, Μητρὸς τὸ πλήρωμα.
Ἱστίῳ τῶν κόπων σου τῶν
μακρῶν, εἰς ἄκλυστον ὅρμον, καὶ γαλήνιον τοῦ Χριστοῦ, ἔφθασας· διό σε,
Χρυσόστομε λιτάζω, εἰρήνην μοι βραβεύειν, τὴν ὑπὲρ ἔννοιαν.
Σαγήνῃ τῶν λόγων σου ὡς
ἰχθεῖς, ἐξώγρεις τὰ πλήθη, ὦ Χρυσόστομε ἱερέ, Σμύρνης τε ὁλκάδα, συνέσει
σταθηρᾷ σου, εἰς θείαν Βασιλείας, λιμένας ἴθυνας.
Ἰδὼν τῆς ψυχῆς σου τὸ
καθαρόν, καὶ τῆς σῆς καρδίας, τὸ ἀθόλωτον ὁ Χριστός, μύρῳ ἔχρισέ σε, τῆς
ἀρχιερωσύνης, Χρυσόστομε καὶ οἶκον, Αὐτοῦ ἐποίησεν.
Δάκρυσιν ἐνέσπειρας εἰς
ἀγρούς, καρδιῶν τὸν σπόρον, ὦ Χρυσόστομε τὸ καλόν· ὅθεν νῦν θερίζεις, αἰῶνας
εἰς ἀπείρους, χαρᾶς διαμενούσης, τὴν ἀγαλλίασιν.
Ὤφθης πενομένων διατροφεύς,
ῥάβδος βακτηρίας, καπτομένων ἐν λυπηροῖς, αὔρα τῆς ἐλπίδος, πενθούντων
παρακλήτωρ, φιλάγαθος πατήρ τε, πᾶσι Χρυσόστομε.
Ῥήμασι καὶ γράμμασιν
ἱεροῖς, ἐνουθέτεις Σμύρνης, ὦ Χρυσόστομε τὸν λαόν, ὡς ὁ Χρυσοῤῥήμων, οὗ ἔλαβες
τὴν κλῆσιν, γενόμενος τῇ πράξει, στόμα παρήγορον.
Ἄνερ θειοτάτων νοσταλγιῶν,
πνεύματος ἐργάτα, τῆς θυσίας τε ἐραστά, δίδου μοι τὸ στέργειν, Χρυσόστομε τὰ
ἄνω, Χριστοῦ δὲ προσταγμάτων φίλον γενέσθαι με.
Σὺν χοροστασίαις
ἀγγελικαῖς, ἄγγελον τῆς Σμύρνης, ἐπαινέσωμεν ἐν ᾠδαῖς, ἄρτι μαρτυρίου,
ὁδεύσαντα τὴν τρίβον, Χρυσόστομον τὸν πάνυ, Ἑλλάδος καύχημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις εὐτολμίας ὁ κανών,
μεγαλοψυχίας τὸ μέτρον, ἀνδρείας πύργος στεῤῥός, λύχνος εὐπρεπέστατος, Χριστοῦ
Χρυσόστομε, τοῖς Αὐτοῦ παραγγέλμασιν, ἀκούσας εἰπόντος, ὅστις μου τὸ Ὄνομα, οὐκ
ἀπαρνήσεται, οὗτος, τῆς ζωῆς ἀπολαύσει, ἔσπευσας προθύμως θανάτου, τοῦ ὑπὲρ
Χριστοῦ πιεῖν ποτήριον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου