Τετάρτη 29 Μαρτίου 2023

ΜΑΪΟΣ 7. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΨΥΧΑΪΤΗΣ ΚΑΝΩΝ

ΜΑΪΟΣ Ζ΄.

ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΨΥΧΑΪΤΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς, ἄνευ Θεοτοκίων: Ἰωάννην τὸν θεῖον ὑμνῶ προφρόνως. Θεοφάνους.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Ἴθυνάς σου τὸν βίον, Πάτερ Ἰωάννη δι’ ἀσκήσεως, πρὸς τὴν ἄνω πορείαν, καὶ τῶν θείων βραβείων ἠξίωσαι.

Ὤριμος ὥσπερ στάχυς, τῇ ἐπουρανίῳ Πάτερ ἅλωνι, προσηνέχθης ἀξίως, ἀρετῶν ταῖς ἰδέαις κοσμούμενος.

Ἄμωμον ἱερεῖον, νῦν καὶ ὁλοκαύτωμα πανίερον, τὴν ἱεράν Σου Πάτερ, πολιτείαν Χριστῷ προσενήνοχας.

Τριαδικόν.

Ἄναρχον τὸν Πατέρα, καὶ Υἱὸν καὶ Πνεῦμα τὸ πανάγιον, ἀνυμνῶ καὶ δοξάζω, ἐν Τριάδι μονάδα Θεότητος.

Θεοτοκίον.

Βότρυν Σε ζωηφόρον, τὸν τῆς παγκοσμίου ἀποστάζοντα, γλυκασμὸν σωτηρίας, ἡ Παρθένος Χριστὲ ἀπεκύησεν.

 

ᾨδὴ β΄. Πρόσεχε, οὐρανὲ καὶ λαλήσω.

Νενίκηκας, τῶν λεόντων τὸ θράσος, ἀθετησάντων Χριστοῦ, τὸν σεπτὸν χαρακτῆρα, θεόφρον ἀξιοθαύμαστε.

Νενίκηται, προσβαλών σοι τὸ στῖφος, αἱρετιζόντων σοφέ, διπλοΐδα καθάπερ, αἰσχύνην περιβαλλόμενοι.

Ἠρίστευσας, ἐξορίαις ποικίλαις, καὶ φυλακαῖς καρτερῶν, ὑπομείνας τρισμάκαρ, τῷ φίλτρῳ Χριστοῦ θαλλόμενος.

Τριαδικόν.

Δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸν πανάγιον, καὶ ὁμοούσιον Πνεῦμα, Τριάδα τὴν ἀδιαίρετον.

Θεοτοκίον.

Ἀσύλητε, θησαυρὲ τῶν ἐκ πόθου, ἀνευφημούντων Σε, σῷζε τὴν ποίμνην Σου ταύτην, ἐκ πάσης Θεογεννῆτορ ὀργῆς.

 

 

 

 

 

 

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Νόμων προϊστάμενος, καὶ παραδόσεων ἔνδοξε, τῶν πατρικῶν, νόμων παρανόμων, βασιλέων ἠλόγησας.

Τόνοις τῆς ἀσκήσεως, ἐγγυμνασάμενος πρότερον, ἀθλητικοῖς, ὕστερον στεφάνοις, ὡραιώθης πανόλβιε.

Ὅλην τὴν περίγειον, καταλιπὼν ζωὴν Ὅσιε, πρὸς τὴν ζωήν, ὄντως τὴν ἀγήρω, εὐκλεῶς μεταβέβηκας.

Θεοτοκίον.

Ζῶσαν δυναστείαν με, ἡ ἀληθῶς Θεὸν πάναγνε, τὴν τοῦ Πατρός, ἐν σαρκὶ τεκοῦσα, ἐνυπόστατον δύναμιν.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἰωάννου τοὺς τρόπους τοῦ Βαπτιστοῦ, Ἠλιοὺ τοῦ θεοζήλου τὰς ἀρετάς, ἀσκήσει μιμούμενος, ἀσωμάτως ἐβίωσας, σὺν Ἀγγέλοις δοξάζων, Τριάδα τὴν ἔνθεον, καὶ τῶν δαιμόνων πολέμους, νικῶν ἀνδρειότητι· ὅθεν καὶ ἀθλήσει, καρτερῶς ἠγωνίσω, Χριστοῦ τὸ ἐκτύπωμα, προσκυνεῖν ὡς σεβάσμιον, Ἰωάννη μακάριε· διὸ καὶ μετὰ τέλους, ὡς ζῶν τὰς ἰάσεις, παρέχεις ἐν χάριτι, τοῖς προσιοῦσι τῷ θείῳ λειψάνῳ σου.

 

ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου Λόγε ὁ Προφήτης.

Νυσταγμὸν τοῖς σοῖς οὐκ ἔδωκας βλεφάροις, ἕως καὶ ψυχῆς καὶ σώματος κηλίδας, τῆς ἁμαρτίας ἀπέπλυνας θεοφόρε, διὰ δακρύων καθαιρώμενος.

Θεῖος γεγονὼς παμμάκαρ τὴν εἰκόνα, ἔσεβες Χριστοῦ τὸν θεῖον χαρακτῆρα, καὶ τὰς ἁγίας εἰκόνας τὰς τῶν Ἁγίων, ὧν καὶ τὸν βίον ἐμιμήσω σοφέ.

Εὗρες ἀμοιβὰς τῶν θείων σου ἀγώνων, ἀντὶ τῶν φθαρτῶν στεφάνων ἀφθαρσίας, ἀντὶ δὲ λύπης προσκαίρου καὶ ἀθυμίας, τὴν εὐφροσύνην τὴν αἰώνιον.

Τριαδικόν.

Ἄναρχε Τριὰς ἀμέριστε οὐσία, σύνθρονε μονὰς ἀχώριστε τῇ δόξῃ, ὑπεράρχιος φύσις καὶ βασιλεία, σῷζε τοὺς πίστει προσκυνοῦντάς σε.

Θεοτοκίον.

Σὲ τὴν τοῦ φωτὸς μητέρα καὶ παρθένον, ᾄσμασι πιστοὶ δοξάζομεν ἀπαύστως· διὰ γὰρ Σοῦ ἐξανέτειλε τοῖς ἐν σκότει, καθεζομένοις φῶς ἀπρόσιτον.

 

 

 

 

 

 

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Ἰκμάδα σὺ προχέων πανάριστε, τῶν δακρύων, ποταμὸν ἐξήρανας, τὸν τῆς αἱρέσεως ἔνδοξε.

Ὀρθρίζων διετέλεις τῷ πνεύματι, θεοφόρε, φωτισμὸν δεχόμενος, καὶ δρόσον θείας ἐλλάμψεως.

Νεκρώσας τὰς ὁρμὰς τοῦ σώματος, ἀσκητικῶς, τὴν ψυχὴν ἐζώωσας, ὁμολογίας λαμπρότητι.

Τριαδικόν.

Τριάδα ἐν Μονάδι δοξάζομεν, ὀρθοδόξως, σὺν Ἀγγέλοις κράζοντες, Ἅγιος Ἅγιος Ἅγιος.

Θεοτοκίον.

Μὴ παύσῃ δυσωποῦσα Ὃν ἔτεκες, Θεοτόκε, σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν ὀρθοδόξως ὑμνούντων Σε.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.

Ὑμνῳδίας παννύχους ἐκτελῶν, καρτερῶς ὡς ἄσαρκος, ἰσάγγελος γέγονας, προαιρέσει τοὺς Ἀγγέλους ἐκμιμούμενος.

Μαρτύρων σὺ τοὺς τρόπους πρακτικῶς, ζηλώσας θεόσοφε, Μάρτυς ἀήττητος, συνειδήσει ἀληθείας ἐχρημάτισας.

Νοσοῦντα καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ἁφῇ ἐθεράπευσας, τὴν χάριν δεξάμενος, παρὰ Θεοῦ θεοφόρε τῶν ἰάσεων.

Τριαδικόν.

Δοξάσωμεν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, Τριάδα ἀμέριστον, ἐν μονάδι προσκυνοῦντες οὐσιότητος.

Θεοτοκίον.

Τὸν Λόγον συλλαβοῦσα τοῦ Πατρός, ἀνάνδρως πανάχραντε, ἀτρέπτως ἐκύησας, σεσαρκωμένον ἐπὶ γῆς Θεὸν καὶ ἄνθρωπον.

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ.

Ὡς φαεινός, ὁ βίος σου τρισμάκαρ, καὶ θαυμαστὸν τὸ τέλος τῆς ζωῆς σου, εὐλογητὸς εἶ βοῶν ἀπαύστως, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Πᾶσαν ἐν γῇ, κατέλιπες φροντίδα, καὶ οὐρανὸν τὸν νοῦν σου ἀπειργάσω, βοῶν ἀπαύστως· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ῥήσεις σοφῶν, ἑπόμενος τρισμάκαρ, ἤθη ψυχῆς ἐκόσμησας πρεπόντως, βοῶν ἀπαύστως· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τριαδικόν.

Ἅγιος εἶ, Πατὴρ ὁ παντοκράτωρ, Ἅγιος εἶ ὁ Υἱὸς ὁ σώσας κόσμον, Ἅγιος εἶ τὸ θεῖον Πνεύμα, ὁ ἐπὶ πάντων Θεὸς Τριὰς Ἁγία Μονάς.

Θεοτοκίον.

Ὁ σαρκωθείς, ἐκ Κόρης ἀπειράνδρου, δίχα φθορᾶς καὶ ῥεύσεως βροτείας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντι.

Ὁλοτρόπως σαυτὸν καθιερώσας, τῷ Δεσπότῃ· ἐβίωσας ἀμέμπτως, καὶ πρὸς Αὐτὸν γηθόμενος ἐχώρησας, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Φιλοσόφως τὸν βίον διανύσας, πρὸς τὴν θείαν, ζωὴν μετέστης Πάτερ, καὶ ἀκηράτου ζωῆς ἐμφορούμενος, Κύριον δοξάζεις, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ῥωμαλέῳ φρονήματι ἀντέστης, τοῖς τυράννοις, τῶν θείων διδαγμάτων, καὶ πατρικῶν δογμάτων προϊστάμενος, Πάτερ Ἰωάννη, κράζων· εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁμογνώμων ὁμόζηλος ὁμόφρων, τοῖς Ἁγίοις, γενόμενος τρισμάκαρ, δόξης τῆς τούτων γέγονας συμμέτοχος, κράζων· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τριαδικόν.

Προσκυνῶ Σε τὸν ἄναρχον Πατέρα, καὶ δοξάζω, τὸν ἄχρονον Υἱόν Σου, καὶ ἀνυμνῶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον, ἄκτιστον οὐσίαν, ἐν τρισὶ προσώποις, ἀεὶ γνωριζομένην.

Θεοτοκίον.

Τὴν Παρθένον καὶ ἄχραντον Μητέρα, τὴν τεκοῦσαν, τοῦ κόσμου τὸν Σωτῆρα, Ὃν κατιδεῖν οὐκ ἔφερον Ἀσώματοι, οὐρανῶν δυνάμεις, πάντες ὁμοφρόνως, ὑμνοῦμεν εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Νέκρωσιν παθῶν πρὸ θανάτου δι’ ἐγκρατείας, ἐνδυσάμενος Ὅσιε, ζωῆς ἀτελευτήτου, καὶ ἀφθάρτου τρυφῆς ἠξιώθης, νῦν σὺν Ἀσωμάτοις αὐλιζόμενος.

Ὡς ὡραῖος φοῖνιξ ἀνθήσας ἐν Ἐκκλησίᾳ, γλυκασμὸν ἡμῖν προχέεις, τῆς σῆς ὁμολογίας, καὶ ὡς κέδρος παμμάκαρ ἐδείχθης, μύρον εὐωδίας ἀναβρύουσα.

Στέφανον ἐδέξω θεόφρον παρὰ Κυρίου, καὶ διάδημα εὐπρεπές, κοινωνὸς γεγονὼς τῶν Ἁγίων, ὧνπερ καὶ τὸν ζῆλον ἐπιδέδειξαι.

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων· Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου