Πέμπτη 16 Μαρτίου 2023

ΑΠΡΙΛΙΟΣ 2. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΜΦΙΑΝΟΣ & ΑΙΔΕΣΙΟΣ ΚΑΝΩΝ

 

ΑΠΡΙΛΙΟΣ Β΄

ΑΜΦΙΑΝΟΣ & ΑΙΔΕΣΙΟΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τοῖς (αὐτα)δέλφοις μάρτυσιν πλέκω μέλος. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ πατάξας Αἴγυπτον.

Τῷ φωτὶ λαμπόμενοι, τοῦ παναγίου Πνεύματος, αὐτάδελφοι πλουσίως, τοὺς τὴν φωσφόρον ὑμῶν μνήμην, χαρμονικῶς σήμερον, φωτίσατε τελοῦντας, μεγαλομάρτυρες.

Ὁλοψύχως Ἅγιοι, Κυρίῳ προσκολλώμενοι, βασάνων τρικυμίαν, οὐκ ἐπτοήθητε ἀλλ’ ὥσπερ, ἄλλων ὑμῖν πάσχοντες, διέκεισθε ταῖς νίκαις, νῦν στεφανούμενοι.

Ἰησοῦν τὸν Κύριον, ἐν τῷ σταδίῳ Ἅγιοι, Θεὸν ὁμολογοῦντες, πάθη ὑπεμείνατε ποικίλα, καὶ χαλεπὸν θάνατον· ζωῆς ἀτελευτήτου, ὅθεν ἐτύχετε.

Θεοτοκίον.

Σαρκωθεὶς πανάμωμε, ἐκ τῆς ἁγνῆς νηδύος Σου, Θεὸς δι’ εὐσπλαγχνίαν, τῶν Ἀθλητῶν τὰς ὁμηγύρεις, περιφανῶς εἵλκυσεν, τοῖς τούτου ζωηφόροις, καὶ θείοις πάθεσιν.

 

ᾨδὴ γ΄. Μὴ καυχάσθω ὁ καυχώμενος.

Διωγμοὺς ἐγκαρτερήσαντες, καὶ συλληφθέντες παρέστητε ἅμα, τῷ ἀπηνῶς δικάζοντι, Μάρτυρες ἔνδοξοι, καὶ καθείλετε τὰ αὐτοῦ, πανουργεύματα θείαις ἐνστάσεσιν.

Ἐγυμνώθητε ξεόμενοι, πλευρὰς τοῖς ὄνυξιν Ἀθλοφόροι, καὶ οὐδαμῶς ἠρνήσασθε, Χριστὸν τὸν Κύριον, τὸν διδοῦντα θείαν ἰσχύν, καὶ κραταίωμα τοῖς φοβουμένοις Αὐτόν.

Λαμπρυνθέντες ὑπὲρ ἥλιον, ταῖς προσαχθείσαις πληγαῖς Ἀθλοφόροι, πρὸς φωτισμὸν ἀνέσπερον, νῦν μετετέθητε, ἐξαιτούμενοι τοῖς ὑμᾶς, μακαρίζουσι πταισμάτων ἄφεσιν.

Θεοτοκίον.

Φεῖσαι πάντων ἡμῶν Κύριε, ταῖς ἱκεσίαις τῆς Σὲ κυησάσης, καὶ τῶν σεπτῶν Μαρτύρων Σου, ὡς ὐπεράγαθος, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς, τὰ ἐλέη Σου Λόγε τὰ πλούσια.

 

 

 

 

 

Κάθισμα. Ἦχος δ΄ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Καταβαλόντες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, ταῖς ἀνυψώσεσιν σοφοὶ ταῖς ἐνθέοις, νικητικὸν διάδημα ἐδέξασθε· ὅθεν καὶ ἀγάλλεσθε, εἰς αἰῶνα αἰῶνος, φέγγος τὸ ἀνέσπερον, ἱερῶς κατοικοῦντες, καὶ ἐκτενῶς πρεσβεύσατε Χριστῷ, Μάρτυρες θεῖοι, εὑρεῖν ἡμᾶς ἔλεος.

 

ᾨδὴ δ΄. Εἰσακήκοα, τὴν ἀκοήν σου καὶ ἐφοβήθην.

Οὐκ ἐφείσασθε, σαρκὸς βασάνοις προσομιλοῦντες, ἀλλ’ ὡς ἄσαρκοι μακάριοι, ὑπεμείνατε Μάρτυρες.

Ἵνα λάβητε, τὴν Βασιλείαν Θεοῦ τοῦ ζῶντος, βασιλέων τὰ προστάγματα, κατεπτύσατε Μάρτυρες.

Στῶμεν ἔκραζον, ἀνδρειοφρόνως οἱ Ἀθλοφόροι, ταῖς βασάνοις ἐντρυφήσωμεν, ἵνα τρυφῆς θείας τύχωμεν,

Θεοτοκίον.

Μὴ παρίδῃς με, περιστατούμενον ταῖς τοῦ βίου, τρικυμίαις παναμώμητε, ἀλλὰ σπεύσασα σῶσόν με.

 

ᾨδὴ ε΄. Ὄρθρον φαεινὸν ἡμῖν.

Ἄνθραξι φλεγόμενοι, παναοίδιμοι καὶ ἀπηνῶς, ὥσπερ θύματα ὀπτώμενοι τέλεια, ἀήττητοι ὤφθητε.

Ῥήγνυται ὁ δόλιος, πρὸ ποδῶν ὑμῶν ἐκνικηθείς, καὶ συντρίβεται καὶ γέλωτα ὤφλησεν, Μάρτυρες ἔνδοξοι.

Τιμήσωμεν σήμερον, θείοις ᾄσμασιν Ἀμφιανόν, καὶ Αἰδέσιον Κυρίου τοῦ Μάρτυρας, νομίμως ἀθλήσαντας.

Θεοτοκίον.

Ὕψιστον ἐκύησας, τὸν ὑψώσαντα πάντα ἡμᾶς, ἐκ βαράθρων ἀπωλείας πανάμωμε· ὅθεν ὑμνοῦμέν Σε.

 

ᾨδὴ στ. Ὡς Ἰωνᾶν τὸν Προφήτην.

Σεσυλημένος ὁ πλάνος, ταῖς ὑμῶν παραδόξοις ἐνστάσεσιν, λαμπάσι σφοδρῶς καταφλέγει, τὰ σώματα Κυρίου μεγαλομάρτυρες.

Ἱερωτάτη θυσία, τῷ τυθέντι Χριστῷ προσηνέχθητε, διὰ πολυτρόπων βασάνων, καὶ νῦν τῆς ἄνω δόξης ἐπαπολαύετε.

Νόμους Θεοῦ συντηροῦντες, παρανόμων βουλὰς ἐξεκλίνατε· ὅθεν ἐναθλοῦντες νομίμως, στεφάνους ἀφθαρσίας κατεκληρώσασθε.

Θεοτοκίον.

Πεποικιλμένη τῇ δόξῃ, τῶν σεπτῶν ἀρετῶν ὡς βασίλισσα, Χριστὸν Βασιλέα Παρθένε, ἐκύησας· διό Σε πίστει δοξάζομεν.

 

 

 

 

 

ᾨδὴ ζ΄. Ὁ ἐν τῷ ὄρει.

Λαμπτῆρες θεῖοι, τῆς Χριστοῦ Ἐκκλησίας, τὸ σκότος Ἀθλοφόροι τῆς ἀγνωσίας, ἀποφυγόντες ἤχθητε, πρὸς τὸ φῶς τὸ ἀνέσπερον.

Ἐν ὁμονοίᾳ, ἕνα κύριον Λόγον, ἀνάρχου Ἀθλοφόροι πατρὸς ἐμφρόνως, ὁμολογοῦντες θάνατον, δόξης πρόξενον εἰλήφατε.

Κραταιωθέντες, τῇ Ἁγίᾳ Τριάδι, δαιμόνων διεκόψατε μυριάδας, ἐνθέοις ὅπλοις Μάρτυρες, καὶ στεφάνων ἐτύχετε.

Θεοτοκίον.

Ὡς πλατυτέρα, οὐρανῶν ὑπεδέξω, ἐν μήτρᾳ τὸν ἀχώρητον Θεὸν Λόγον, Θεοκυῆτορ· ὅθεν Σε, οἱ πιστοὶ μακαρίζομεν.

 

ᾨδὴ η΄. Πάντα τὰ ἔργα τοῦ Θεοῦ.

Μαρτυρικῶς τὸν δυσμενῆ, καταβαλόντες, Ἀθλοφόροι πανθαύμαστοι, βραβεῖα ἀθανασίας, ἄμφω εἰλήφατε, παρὰ τοῦ Σωτῆρος Χριστοῦ εἰς τοὺς αἰῶνας.

Ἐπὶ τοῦ ξύλου Ἀθληταί, ἀνυψωθέντες, τοὺς ξεσμοὺς ὑπεμείνατε, αἵμασι τοὺς ποταμούς, τῆς ἀπάτης ξηράναντες, καὶ πηγαὶ θαυμάτων πιστοῖς ἀποδειχθέντες.

Λύσιν ἡμῖν Ἀμφιανέ, ἁμαρτημάτων, δωρηθῆναι ἱκέτευε, πίστει σου τοῖς ἐκτελοῦσι, μνήμην τὴν ἔνδοξον, καὶ ὑμνολογοῦσι τὰς σὰς ἀνδραγαθίας.

Τριαδικόν.

Οἱ ἀνυμνοῦντες εὐσεβῶς, Πατέρα Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, κράζομεν σὺ Ἀσωμάτοις· Ἅγιος Ἅγιος, Ἅγιος Τριὰς ὁ Θεὸς ὁ παντοκράτωρ.

Θεοτοκίον.

Σὲ τὴν σκηνὴν τὴν νοητήν, ἐν ᾗ ὁ Λόγος, ὑπὲρ λόγον ἐσκήνωσεν, ἄχραντε ὑμνολογοῦμεν, καὶ μακαρίζομεν· λύτρωσαι ἡμᾶς τῶν βελῶν τοῦ ἀλλοτρίου.

 

ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι.

Ἰδεῖν ἀξιωθέντες, τὰ αἰώνια ἀγαθά, Ἀγγέλων συγχορεύετε χοροῖς, Ἀθλοφόροι τοῦ Χριστοῦ, ὑπὲρ ἡμῶν διὰ παντός, Θεῷ πρεσβεύοντες.

Ὡραῖον ὥσπερ ζεῦγος, φυσικῇ συνδούμενοι, ἀγάπῃ καὶ στοργῇ τῇ πρὸς Θεόν, σεμνυνόμενοι σοφοί, ἀγωνισάμενοι καλῶς, δόξης ἐτύχετε.

Στρεβλώσεις πολυτρόπους, ἀνυποίστους τε αἰκισμούς, σοφοὶ καθυπομείνατε στεῤῥῶς, ἀθανάτους δωρεάς, παρὰ τοῦ πάντων Ποιητοῦ, Χριστοῦ ἐδέξασθε.

Ἡ θεία ὑμῶν μνήμη, ἀνατείλασα τοὺς πιστούς, φωτίζει ὥσπερ ἥλιος φαιδρῶς, ἣν τελοῦντας εὐσεβῶς, φωταγωγήσατε ἡμᾶς, Ἅγιοι Μάρτυρες.

Θεοτοκίον.

Φανεῖσα πλατυτέρα, οὐρανῶν Παρθένε ἁγνή, στενώσεως ἡμᾶς πολυειδῶν, ἐλευθέρωσον παθῶν, ὅπως ὑμνῶμεν εὐσεβῶς, τὰ μεγαλεῖά Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου