Τετάρτη 29 Μαρτίου 2023

ΜΑΪΟΣ 4. ΟΣΙΟΣ ΝΙΚΗΦΟΡΟΣ ΜΗΔΙΚΙΟΥ ΚΑΝΩΝ

ΜΑΪΟΣ Δ΄.

ΝΙΚΗΦΟΡΟΣ ΟΣΙΟΣ ΜΗΔΙΚΙΟΥ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νίκην κατ’ ἐχθρῶν ἦρας, ὦ Νικηφόρε.

ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.

Νίκην Χριστός, σοὶ Νικηφόρε δεδώρηται, κατὰ δαιμόνων ἔνδοξε, καὶ διαδήματι, τῆς Αὐτοῦ Βασιλείας, ὡς ὄντως νικηφόρος, κατακεκόσμησαι.

Ἵνα τὸ σόν, Πάτερ ὑμνήσω μνημόσυνον, τῷ φωτισμῷ τῆς γνώσεως, καταλαμπρύνεσθαι, τὴν ζοφώδην ψυχήν μου, δυσώπει Νικηφόρε, θεομακάριστε.

Κόσμου παντός, καταφρονήσας μακάριε, καὶ τὸν σταυρὸν ἀράμενος, κατηκολούθησας, τῷ Δεσπότῃ προθύμως, ἐλπίδι τῶν μελλόντων, ἀγαλλιώμενος.

Θεοτοκίον.

Κατοικτειρῶν, Σοῦ τῶν χειρῶν τὸ πλαστούργημα, ὁ ἐν ἐλέει πλούσιος, μήτραν κατώκησας, ἀπειράνδρου Παρθένου, καὶ ταύτην προστασίαν, ἡμῖν ἀνέδειξας.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Ἠράσθης τοῦ Χριστοῦ, τῆς ταπεινώσεως, δι’ ἧσπερ τὸ γένος τὸ τῶν ἀνθρώπων, τῆς ἀρχαίας καταπτώσεως, ἀνυψώθη Πάτερ παμμακάριστε.

Νομίμως τὰ Χριστοῦ, πολιτευσάμενος, πολίτης οὐράνιος ἀνεδείχθης, σὺν Ἀγγέλοις αὐλιζόμενος, καὶ θείας δόξης ἐμφορούμενος.

Καρδίαν καθαράν, καὶ νοῦν κτησάμενος, τὸν πάντων Δεσπότην κατηξιώθης, καθορᾶν ὡς ἐφικτὸν τοῖς βροτοῖς, τὸν ἐπέκεινα πάσης καταλήψεως.

Θεοτοκίον.

Τὰ νέφη τῆς ψυχῆς μου, διασκέδασον, ἡλίου τῆς δόξης κούφη νεφέλη, καὶ τὸν νοῦν μου φωταγώγησον, ἀμαυρώσει κακίας σκοτιζόμενον.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἀπεξεδύσω Ὅσιε, τὸν παλαιὸν χιτῶνα τῶν παθῶν σου, καὶ περιεβάλου, θείαν εὐπρέπειαν.

Ταῖς ἐντολαῖς Σου Κύριε, στοιχειωθεὶς ὁ Σὸς πιστὸς θεράπων, ἀρετῶν κατέλαβεν, τὴν ἀκρότητα.

Ἐπιποθήσας Ὅσιε, σὺν τὸν Χριστὸν τῷ πόθῳ καταλλήλως, Νικηφόρε Πάτερ, τούτου ἐπέτυχες.

Θεοτοκίον.

Ἡ τὸ πῦρ τῆς Θεότητος, ἐν τῇ γαστρὶ Παρθένε δεξαμένη, τοῦ πυρός με ῥῦσαι, καὶ τῆς κολάσεως.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Χαίρων ἀπόλαυε, τῆς ἀποῤῥήτου νῦν τρυφῆς, Ὅσιε ὡς τῆς πηγῆς, μέχρι καταντήσας, τῶν ἀπαυγασμάτων, παρ’ ἧς τοῖς ἀνθρώποις, τὰ κρείττονα βρύουσιν.

Θεῖα θεάματα, καταστραπτόμενος φωτί, Ὅσιε ταῖς προσευχαῖς, ταῖς ἀδιαλείπτοις, μιμούμενος ὤφθης, τὰ τῶν Ἀσωμάτων, παμμάκαρ θεόσοφε.

Ῥήσεσιν Πάτερ σοφέ, ταῖς τοῦ Δεσπότου πειθαρχῶν, ἔθρεψας τὰς ἐνδεεῖς, ψυχὰς τῶν πεινώντων, προθύμῳ καρδίᾳ, παρέχων ἀφθόνως, δικαίων ἐκ πόνων σου.

Θεοτοκίον.

Ἡ τὸν Σωτῆρα Χριστόν, ὁμοιωθέντα τοῖς βροτοῖς, τέξασα ὑπερβολῇ, πλούτου εὐσπλαγχνίας, Αὐτὸν ὡς ἀγαθόν, ἄχραντε δυσώπει, τοῦ σῶσαι τοὺς δούλους Σου.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Ὡραιώθησαν Πάτερ οἱ πόνοι σου, Ὥσπερ ὁλοκάρπωμα θεῖον εὐπρόσδεκτον, τῷ ποθουμένῳ Ὅσιε, ὑπὸ σοῦ ἀενάως Χριστῷ τῷ Θεῷ.

Νεκρωθεὶς πρὸ θανάτου τοῖς πάθεσιν, Πάτερ δι’ ἀσκήσεως τῆς καρτερίας σου, τὴν σὴν ψυχὴν ἐλάμπρυνας, ἀρετῶν ἁρμονίων μιμούμενους.

Ἡ θεόλεκτος μάκαρ ὁμήγυρις, ἣν τοῖς σοῖς προσήγαγες πόνοις τῷ Κτίστῃ Σου, χαρμονικῶς ἀγάλλεται, πρὸς Χριστόν Σε μεσίτην πλουτήσασα.

Θεοτοκίον.

Τῆς ἀμέτρου πωρώσεως ῥῦσαί με, τὸν κεκρατημένον πολλοῖς πλημμελήμασιν, Θεογεννῆτορ Δέσποινα, καὶ γεέννης πυρὸς ὑποκείμενον.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Ῥυθμίσας τὸν νοῦν, τοῦ Χριστοῦ ταῖς ἐντολαῖς ὡς ἡ ὑπόσχεσις, νῦν κατηξίωσαι τὰ οὐράνια, περιπολεύειν σκηνώματα, μέλπων νοερῶς σὺν Ἀγγέλοις, ὧν τὸν βίον ἐκέκτησο· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀγάπης σοφέ, καὶ ἐλπίδος ἀληθῶς πλησθεὶς καὶ πίστεως, σοῦ τῷ Δεσπότῃ εὐηρέστησας, ὦ Νικηφόρε μακάριε· θεῖος δὲ φανεὶς ὑμνολόγος, ἀνακράζεις γηθόμενος· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σοφίας Θεοῦ, τῆς φανείσης ἐπὶ γῆς διὰ σαρκώσεως, ἐπὶ τὸ σῶσαι τὸ πλανώμενον, τῆς ἀνθρωπότητος πρόβατον, σκεῦος ἐκλογῆς ἀνεδείχθης, ᾗ καὶ κράζεις τερπόμενος· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

 

Παρθένε σεμνή, ἀπειρόγαμε ἁγνὴ εὐλογημένη, καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις, σῶσόν με τὸν ἄσωτον σῶσον, τῷ Υἱῷ Σου κραυγάζοντα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Νῦν τὰς τῶν πόνων ἀμοιβάς, ὁ Δεσπότης σου Χριστὸς Πάτερ δωρῆται, δεξιᾷ ζωηφόρῳ, κατακοσμῶν σε σοφέ, ὑμνοῦντα Αὐτὸν ὡς φιλάνθρωπον, καὶ ὑπερυψοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἰλὺν καθάρας τῶν παθῶν, ἀπαθείας στολισμὸν περιεβάλου, τῶν παθῶν τῇ δυνάμει, τοῦ προσπαγέντος Σταυρῷ, Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καρποφορήσας τῷ Χριστῷ, πρὸ θανάτου σεαυτὸν ὦ Νικηφόρε, τελευτήσας δὲ πάλιν, τοὺς φοιτητάς σου καὶ νῦν, προσάγοις πληθύνων τὸ χάρισμα, τοὺς ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ἠγαπημένος γεγονώς, τῆς ἀγάπης ἡ πηγὴ Πάτερ θεόφρον, νῦν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῆς ποίμνης τῆς σῆς, ῥυσθῆναι πάσης περιστάσεως, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ζῶσα ὑπάρχουσα πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τῆς ψυχῆς μου τακεῖσαν, τῆς ἁμαρτίας φλογμῷ, Παρθένε Θεοτόκε πότισον, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Φῶς τὸ ἀπρόσιτον πᾶσιν, ἐκ Πατρὸς ὁ ἐκλάμψας, ἀχρόνως ὡς Υἱὸς μονογενής, σὺν τῷ ἰδίῳ γεννήτορι, ὡς ὑπέσχετο μάκαρ, ἐλθὼν ἐν σοὶ ἐσκήνωσε σαφῶς· Αὐτὸν γὰρ ἐπαξίως, ἐν ὕμνοις μεγαλύνομεν.

Οἱ φοιτηταί σου παμμάκαρ, τὴν ἁγίαν σου θήκην, τῷ πόθῳ περιέπουσι τῷ σῷ, καὶ τὴν εἰκόνα τυπώσαντες, σχετικῶς προσκυνοῦσιν, καὶ πίστει περιπτύσσονται τὴν σήν· τὸν Χριστὸν γὰρ ἐν ὕμνοις, ἀπαύστως ἐμεγάλυνας.

Ῥώμην ἀνίκητον Πάτερ, οὐρανόθεν καὶ σθένος, τὸ θεῖον ἐνδυσάμενος σαφῶς, τὰς τῶν δαιμόνων ἐπάτησας, προσβολὰς καὶ μεθόδους, παθῶν δὲ κατηδάφισας ὁρμάς, καὶ Χριστὸν ἐπαξίως, ἐν ὕμνοις ἐμεγάλυνας.

Ἐποπτεύοις Νικηφόρε, τὴν σὴν ποίμνην ἐξ ὕψους, τὴν μνήμην σου ἐκτελοῦσάν σου πιστῶς, τῇ παῤῥησίᾳ νῦν χρώμενος, ὡς τὸ πρὶν προστασίᾳ, πρὸς τὸν Δεσπότην Ὅσιε Χριστόν, Ὃν πιστοὶ ἐπαξίως, ἐν ὕμνοις μεγαλύνομεν.

Θεοτοκίον.

Ἡ ἀπειράνδρως τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα, Παρθένε ἀπειρόγαμε σεμνή, τῶν πειρασμῶν ἐξελοῦ ἡμᾶς, καὶ παντοίων κινδύνων, καὶ βλάβης ψυχοφθόρου καὶ παθῶν, καὶ διαιωνιζούσης, φλογὸς καὶ κατακρίσεως.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου