Πέμπτη 2 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 29. ΑΓΙΟΣ ΕΥΣΤΑΘΙΟΣ ΚΙΟΥ ΒΙΘΥΝΙΑΣ ΚΑΝΩΝ

ΜΑΡΤΙΟΣ ΚΘ΄.

ΕΥΣΤΑΘΙΟΣ ΚΙΟΥ ΒΙΘΥΝΙΑΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κλήμεντος.

ᾨδὴ α΄. Ἦχος γ΄. Τῷ ῥυσαμένῳ τὸν Ἰσραὴλ ἐκ δουλείας.

Τὸ εὐσταθὲς τῆς Ἐκκλησίας καύχημα, εὐφημείσθω δόγμασιν Ὀρθοδοξίας, Εὐστάθιος ὁ φαιδρότατος ποιμήν, ὁμολογίᾳ τῆς πίστεως ἀστράψας.

Χρίσματι θείῳ τὴν Χριστοῦ Ἐκκλησίαν, στέφει νυμφευσάμενος ἱερωσύνης, συμβόλαια ὀρθοδόξων δογμάτων, ὡς ἀναφαίρετον προῖκα ὑπεγράψω.

Ὡς μυστηπόλος τῆς Ἁγίας Τριάδος, καὶ τῆς Χριστοῦ σαρκώσεως ἐκφάντωρ μέγας, Εὐστάθιε ἱερώτατε ποιμήν, Χριστοῦ τὸ εἶδος εκήρυξας τιμᾶσθαι.

Θεοτοκίον.

Καταφύγιον τῶν ἐπὶ Σοὶ προστρεχόντων, καὶ θερμὴ ἀντίληψις Θεοκυῆτορ, ἐδείχθης εὐλογημένη Μαριάμ, τῶν προσκυνούντων τὸ εἶδς τῆς μορφῆς Σου.

 

ᾨδὴ β΄. Πρόσεχε γῆ καὶ οὐρανέ.

Τὸν τῆς ἀσκήσεως ζυγόν, προθύμως εἵλω Εὐστάθιε σοφέ, τὴν κοσμικὴν βιοτήν, ἀποταξάμενος.

Τοὺς αἱρετίζοντας δεινῶς, ὡς ἐκκηρύκτους τῆς πίστεως σοφέ, ἐδίωξας ἐμφανῶς, τῆς Ἐκκλησίας Χριστοῦ.

Ὡς θεομίμητος ποιμήν, σαφῶς προέθου Εὐστάθιε σοφέ, εἰς θάνατον τὴν ψυχήν, ὑπὲρ τῆς ποίμνης σου.

Θεοτοκίον.

Λύτρωσιν τέτοκας ἡμῖν, Θεὸν τῶν ὅλων ἀνθρωπισθέντα, οὗ πίστει θεοπρεπῶς, τὸ εἶδος σέβομεν.

 

ᾨδὴ γ΄. Στερέωσον Κύριε.

Ὡς πόλιν σε ἔγνωμεν, ἐν τῇ πίστει Χριστοῦ, ἐκλάμποντα, ἐπὶ ὄρους κειμένην· οὐ γὰρ ἐκρύβη σου σοφέ, τῶν δογμάτων ἡ χάρις.

Κηρύττει σου Ὅσιε, ἡ Ἐκκλησία πιστῶς, τὸ σταθερόν, πρὸς τὴν πίστιν τοῦ Χριστοῦ, δι’ οὗ ἐπάτησας στεῤῥῶς, τῶν αἱρέσεων κέρας.

Θεοτοκίον.

Ἡ χάρις Σου Δέσποινα, περισώζει ἀεί, τοὺς ὀρθοδόξους, τιμῶντας εὐσεβῶς, τῆς ἐμφερείας σου πιστῶς, τὴν μορφὴν Θεοτόκε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Εν τῇ πίστει διήλεγξας, τῇ Ὀρθοδόξῳ θεόφρον Πάτερ, βασιλεῖς καὶ ἱερεῖς ὁμοῦ, πάντα συμπατήσαντας, τὰ εὐσεβῆ δόγματα.

Ὥσπερ λέων ἀπτόητος, ἐν μέσῳ ἔστης τοῦ συνεδρίου, τῶν αἱρέσεων Εὐστάθιε, τὴν Ὀρθοδοξίαν βοῶν, ὡς δίκαιος ἀληθῶς.

Ἱερέων καλλώπισμα, καὶ μοναζόντων κανὼν καὶ τύπος, Ὀρθοδόξων ἀγαλλίαμα, ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὤφθης Εὐστάθιε.

Θεοτοκίον.

Μυστικῶς Σε δοξάζομεν, εὐλογημένη Θεοκυῆτορ, καὶ τοῖς πράγμασι δεικνύομεν, ὡς ἐν ἀληθείᾳ Θεόν, ἐκυοφόρησας.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες.

Ἐπάτησας, αἱρετικῶν τοὺς αὐχένας, Ὀρθοδοξίας τοῖς ποσί, καὶ ἐγύμνωσας αὐτούς, ἱερωσύνης τῆς στολῆς, καὶ ἐδίωξας, τῆς Χριστοῦ Ἐκκλησίας.

Τῷ τοῦ Χριστοῦ, παριστάμενος θρόνῳ, ὡς ἱερεὺς ἀληθινός, σὺν τῷ θείῳ καὶ σεπτῷ, τῶν ὁμοζήλων σου χορῷ, ὑπὲρ τῆς ποίμνης σου, νῦν δεήθητι μάκαρ.

Θεοτοκίον.

Ἐν δόγμασιν, ἀνυμνοῦμέν Σε πάντες, Ὀρθοδοξίας εὐσεβῶς, Θεοτόκε ἀγαθή, καὶ ἐν συμβόλοις αἰσθητοῖς, ἔργῳ καὶ λόγῳ Σε, μυστικῶς εὐφημοῦμεν.

 

ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.

Τοὺς καπηλεύοντας τὸν λόγον, ἐν αἱρέσει τὸν τῆς πίστεως, ὡς ἱερεὺς ἀληθινός, τῆς Χριστοῦ Ὀρθοδοξίας σοφέ, ὡς ἱεροκαπήλους, μετὰ στεῤῥᾶς, διήλεγξας εὐσεβῶς παῤῥησίας.

Τοὺς ἀπερίγραπτον τὴν σάρκα, τοῦ Χριστοῦ καὶ ἀσχημάτιστον, φανταζομένους δυσσεβῶς, ὡς τοῦ Μάνεντος συμμύστας σοφέ, κατήσχυνας παμμάκαρ, ταύτην πιστῶς, δοξάζων τὸ ἐμφανὲς ἐν εἰκόνι.

Θεοτοκίον.

Νενεκρωμένον με πανάμωμε, ἐξανάστησον πρὸς φῶς ἀγαθή, καὶ πρὸς τὸ θέλημα τὸ Σόν, χειραγώγησον πανύμνητε· Σὺ γὰρ εἶ ἡ ἐλπίς μου, καὶ κραταιά, ἀντίληψις καὶ ποιμὴν Θεοτόκε.

 

Κοντάκιον. Ἦχος βαρύς. Οι ἅγιοί Σου Κύριε.

Ὁ μέγας ἐν ταῖς πράξεσιν, καὶ τίμιος Εὐστάθιος, τοὺς ἀθέους τροπωσάμενος, τῇ δυνάμει τοῦ Πνεύματος· διὸ καὶ μεγαλύνας ὁ Σωτὴρ ἀντεδόξασεν, τῶν φιλοχρίστων Πατέρα, καὶ ἱερὸν ἐν ἱεροῖς, αἴτησαι Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

 

ᾨδὴ ζ΄. Τρεῖς Παῖδες ἐν καμίνῳ.

Ἀλήθειαν πρεσβεύων, προσκυνεῖσθαι ἐθέσπισας, τοῦ Κυρίου τὴν εἰκόνα παμμακάριστε, καὶ τῆς αἱρέσεως ψεῦδος, ἐν παῤῥησίᾳ θεϊκῇ, κατεπάτησας.

Ἐν Πνεύματι ἁγίῳ, τῶν ἑπτὰ σὺ ἀνέφηνας, ἀρχιερέων καὶ ποιμένων ἱερώτατε, ἐν παῤῥησίᾳ ἁγίᾳ, πᾶσαν τὴν αἵρεσιν στεῤῥῶς, ἀπογύμνωσας σοφέ.

Ὡς κήρυκες τοῦ Λόγου, καὶ τῆς πίστεως πρόμαχοι, ἀρχιερέων καὶ ποιμένων θεῖοι πρόβολοι, σὺν Εὐσταθίῳ τῷ πάνυ, νῦν ἱκετεύσατε Χριστῷ, εἰς τὸ σωθῆναι ἡμᾶς.

Θεοτοκίον.

Τὸν ἄφραστόν Σου Τόκον, Θεοτόκε δοξάζομεν, Ὃν ὑμνεῖ τὰ Χερουβὶμ καὶ εὐλογεῖ τὰ Σεραφίμ, καὶ ἀμφοῖν καταγγέλλει, ἡ Ἐκκλησία ἐναργῶς, ἔργῳ καὶ λόγῳ πιστῶς.

 

ᾨδὴ η΄. Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός.

Τῶν ἁλιέων μελετῶν, τὰ σοφὰ καὶ θεῖα δόγματα, Ὀρθοδοξίας πίστει συνεγράψω, πάνσοφε Εὐστάθιε· τῶν γραμματέων φωνάς, καὶ Ἰσαύρων ἀπειλάς, καθεῖλες ἐν Κυρίῳ, πίστει τὴν εἰκόνα, Χριστοῦ δοξάζων Πάτερ.

Ὡς ἀθετήσαντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν εἰκόνα ὁμοῦ, καὶ προσδραμόντας αἱρέσεων πλάνῃ, ἤλεγξας Εὐστάθιε, τοὺς ψευδωνύμους στεῤῥῶς, ἀνοσίους ἱερεῖς, κραυγάζων παῤῥησίᾳ· Σοῦ Χριστὲ τὸ εἶδος, ἐν πίστει προσκυνοῦμεν.

Καθάπερ λέοντος ὁρμή, τῷ θυμῷ σου Πάτερ αἱρετικούς, καταπατήσας καὶ τὸν τῆς μανίας, παγκρατιαστὴν δυσμενῆ, τὴν πίστιν τοῦ Χριστοῦ, διαστρέφοντα δεινῶς, τὰς θείας Ἐκκλησίας, ἤλασας γενναίως, Εὐστάθιε τρισμάκαρ.

Θεοτοκίον.

Ὁ ἀπερίγραπτος Θεός, σαρκωθεὶς περιεγράφη σαρκί, οὗπερ τὸ εἶδος τῆς μορφῆς ὁ τύπος, φέρων ἀληθείᾳ βοᾷ· ἐμβλέψατε οἱ τυφλοί, ἐνωτίσθητε κωφοί, βοῶντες θεοφρόνως· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὴν Μητέρα τοῦ φωτός.

Διωκόμενος σοφέ, ὑπὲρ τῆς Ὀρθοδοξίας, γενναίως ἤθλησας, μέχρι πέρας τοῦ βίου, καὶ θανὼν ἐπὶ ξένης, τὸν στέφανον ἐκομίσω ἐκ Θεοῦ.

Κᾂν ἐν τάφῳ ἐπὶ γῆς, ἐπαναπαύῃ παμμάκαρ, ἀλλὰ τὸ κλέος σου, πολυτρόπως ὑμνεῖται, ἱεράρχα Κυρίου, ἐν γῇ τε καὶ οὐρανῷ ἀληθῶς.

Ὡς ὁμόζηλος ποιμήν, σὺ καὶ ὁμότροπος Πάτερ, σοφὲ Εὐστάθιε, τῶν Πατέρων ὑπάρχων, τῶν πιστῶς σου τελούντων, τὴν μνήμην ὑπερεύχου ἀεί.

Θεοτοκίον.

Σωτηρίας ἀπαρχή, Σὺ ἀνεδείχθης Παρθένε, ὅτι ἐκύησας, ἐν σαρκὶ τὸν Σωτῆρα, Ὃν σὺν Σοὶ μεγαλύνων, ἐν πίστει τὴν ᾠδὴν ἐκπληρῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου