Δευτέρα 6 Μαρτίου 2023

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΣΤ!! ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΝΑΤΟΛΗ ΑΚΟΛΟΥΘΙΑ

 


 


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΣΤ΄.

ΑΝΑΤΟΛΗ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ   Τῼ   ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Μάρτυς ἀκατάβλητε, τῆς Σαμαρείας ἐκβλάστημα, ἡ στεῤῥῶς συναθλήσασα, σεπτῶν αὐταδέλφων σου, τῇ κλεινῇ πεντάδι, Φωτεινῇ Φωτίδι, Παρασκευῇ Κυριακῇ, ἅμα ἐνδόξῳ Φωτῷ, ἐδόξασας, Ἀνατολὴ πανύμνητε, Χριστοῦ τὸ ἅγιον ὄνομα, σῇ ἐνστάσει πρὸ βήματος, τῶν ἀπίστων καὶ ἄθλοις σου.

 

Μάρτυς ὑπερένδοξε, Ἀνατολὴ πανσεβάσμιε, ἡ ἐν Ῥώμῃ ἀθλήσασα, στεῤῥῶς ὑπὲρ πίστεως, σὺν τῆς ἀδελφῆς σου, τέκνοις τοῖς ἐνδόξοις, χαριτοβρύτου Φωτεινῆς, Μεγαλομάρτυρος Σαμαρείτιδος, τῷ Φωτεινῷ ἐκλέϊσας, καὶ Ἰωσῇ τὴν ὁμήγυριν, τῶν πρωτάθλων τῆς πίστεως· μεθ’ ὧν χαίρεις ἀείποτε.

 

Μνήμην σου τὴν πάνσεπτον, Ἀνατολὴ καὶ πανέορτον, καλλιμάρτυς ἀήττητε, πιστῶς ἑορτάζοντες, εὐσεβῶν οἱ δῆμοι, σὺν τῶν συγγενῶν σου, καὶ συμμαρτύρων σου αὐτῇ, ἀναβοῶμεν· Θεόθεν στήριζε, καὶ σκέπε τοὺς τιμῶντάς σε, ὡς γενναιότητος πρόβολον, καὶ Χριστοῦ ἀγαπήσεως, διαυγέστατον ἔσοπτρον.

 

μαρ πανευφρόσυνον, τοῖς σὲ τιμῶσιν ἀνάτειλον, θεϊκῆς ἐπιγνώσεως, σοφίας καὶ νήψεως, σῶφρον ἀθληφόρε, πρώταθλε σταδίου, περικλεὲς Ἀνατολή, ἡ θριαμβεύσασα τοὺς λατρεύοντας, τὰ ἄψυχα φεῦ εἴδωλα, καὶ εἰς κατώδυνον θάνατον, παραδοῦσα σαρκίον σου, ἁπαλὸν καρτερόψυχε.

 

Δόξα. Ἦχος β΄.

Τὴν ὑπεραρθεῖσαν τῆς θηλείας φύσεως, καλλίνικον ἀθληφόρον ἐγκωμιάσωμεν, Ἀνατολὴν τὴν πανθαύμαστον, ὡς ἀνδρείας σκήνωμα καὶ γενναιότητος ἐνδιαίτημα, ἐν κατανύξει λέγοντες· Ἡ ἐξ ἀνατολῶν ἀστραπὴ τὴν δύσιν φωτίσασα, σὺν τῇ πεντάδι τῶν αὐταδέλφων σου, καὶ τῶν τῆς Φωτεινῆς υἱῶν δυάδι, φώτισον ἡμῶν τὸν ζόφον τῆς ἀγνωσίας, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε Ἀνατολή, Μαρτύρων κοσμιότης, ἡ ξίφει ἐν τῇ Ῥώμῃ, τρωθεῖσα καὶ λαβοῦσα, τῆς ἀφθαρσίας στέφανον.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαῖρε τῆς Φωτεινῆς, αὐτάδελφε τῆς θείας, Ἀνατολὴ στεῤῥόφρον, ἡ ὁρμωμένη Μάρτυς, ἐκ Σαμαρείας ἔνδοξε.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Χαῖρε Κυριακῆς, Παρασκευῆς Φωτίδος, Φωτοῦς Μεγαλομάρτυς, καὶ Φωτεινῆς ὀλβίας, Ἀνατολὴ αὐτάδελφε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, ὁ ὕδωρ ζῶν τῷ κόσμῳ διδοὺς πρὸς σωτηρίαν, Τριὰς ὑπεραγία, σεπτὴ καὶ ἀδιαίρετε.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἡ δαψιλῶς, θεόθεν χορηγοῦσα, ἐλέη τοῦ Υἱοῦ σου, Κυρία Ἐλεοῦσα, Θεογεννῆτορ ἄχραντε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Φωτεινῆς Σαμαρείτιδος θεία ὅμαιμε, Ἀνατολὴ τρισολβία, μαρτυρικὸν ἀληθῶς, ἡ ἐν Ῥώμῃ δεξαμένη στέφος ἄφθαρτον,  σὺν τῶν συνάθλων σου χορῷ, κατὰ σάρκα συγγενῶν, σῆς χάριτος ἐκδυσώπει, τὸν σὸν Νυμφίον διδόναι, ἄμφω ἰσχὺν τοῖς εὐφημοῦσί σε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

νατολὴν ἀθληφόρον, ἐγκωμιάσωμεν, τῆς Σαμαρείας γόνον, Φωτεινῆς τε Φωτίδος,, Φωτοῦς ἅμα ἐνδόξου Κυριακῆς , καὶ παντίμου αὐτάδελφον, Παρασκευῆς ὡς ἀνδρείας ὑπογραμμόν, καὶ Χριστοῦ ἀγάπης ἔκτυπον.

 

Τὴν παῤῥησίαν σῶν λόγων, καὶ γενναιότητα, ψυχῆς σου κατιδόντες, ἀναισθήτους οἱ λίθους, λατρεύοντες ἐν Ῥώμῃ Ἀνατολή, καλλιμάρτυς παρέδωκαν, εἰς μαρτυρίου βασάνους σε καὶ σαρκός, διὰ ξίφους εἰς κατάτρωσιν.

 

Σὺν Φωτεινῷ τῷ ἐνδόξῳ, ἀνευφημήσωμεν, καὶ Ἰωσῇ ἐκθύμως, Φωτεινῆς τῆς πανσέπτου, τῶν τέκνων ξυνωρίδι Ἀνατολήν, τὴν αὐτῆς θείαν ὅμαιμον, ὡς ἀθληφόρον τῆς πίστεως γεραράν, καὶ Χριστοῦ ἀμνάδα πάντιμον.

 

Τὴν ἐδαφίσασαν θράσος, ἐκνόμου Νέρωνος, καὶ ἀκλινῶς βασάνους, ὥσπερ πάσχοντος ἄλλου, σὺν δήμῳ ὑποστᾶσαν τῶν συγγενῶν, τῶν αὐτῆς εὐφημήσωμεν, Ἀνατολὴν τὴν αὐτάδελφον Φωτεινῆς, θαυμαστὴν τῆς Σαμαρείτιδος. 

 

Τ φυλακῇ ἐνεκλείσθης, καὶ καθυπέμεινας, πολυειδεῖς βασάνους, ὡς ἀσώματος Μάρτυς, χρώσασα αἱμάτων ταῖς ἐκροαῖς, Ῥώμην καὶ μεγαλύνασα, ἐν ταύτῃ ἄθλοις στεῤῥοῖς σου Ἀνατολή, τοῦ Χριστοῦ τὸ θεῖον ὄνομα.

Τὴν σὴν πανίερον μνήμην, πανηγυρίζοντες, Ἀνατολὴ ἐν ὕμνοις, εὐσεβεῖς ἐνοικοῦντες, φερώνυμόν σου Μάρτυς περικλεές, στεφηφόρε προάστειον,  Ἰωαννίνων αἰτούμεθα σὰς εὐχάς, ἀρετῆς πρὸς ὁλοκλήρωσιν.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὴν ξίφει τρωθεῖσαν καὶ μαρτυρίου λαβοῦσαν στέφος, Ἀνατολὴν μεγαλύνωμεν τὴν ἀήττητον Μάρτυρα,ἐν Ῥώμῃ ἀθλήσασαν σὺν τοῖς αὐτοῖς συνάθλοις, εὐλαβῶς ἀνακράζοντες· θαυμαστὴ αὐτάδελφος τῶν Μαρτύρων, Φωτεινῆς Φωτοῦς Κυριακῆς Παρασκευῆς καὶ Φωτίδος, καὶ συγγενὴς Φωτεινοῦ καὶ Ἰωσῆ τῶν αὐταδέλφων, μὴ παύσῃ  ἐξ ὕψους εὐκλείας σου ἀῤῥήτου, φωτίζουσα καὶ σκέπουσα τοὺς ἐκθύμως τιμῶντάς σε.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)

Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

λοθύμως τὴν δραμοῦσαν πρὸς τὸ στάδιον τῆς ἀθλήσεως, καὶ ὑπὸ ξίφους δημίου ἀπίστου, τρῶσιν τῆς σαρκὸς ἐν Ῥώμῃ ὑπομείνασαν,  Ἀνατολὴν τὴν πολύαθλον τιμήσωμεν Μάρτυρα, ἐν εὐλαβείᾳ λέγοντες· Ἡ καλῶς τὸν ἀγῶνα περατώσασα, καὶ στέφει ἀφθάρτῳ οὐρανόθεν στεφθεῖσα, ὡς παῤῥησίαν μαρτυρικὴν ἔχουσα πρὸς Κύριον, ἐκτενῶς Αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

         

Ἦχος β΄.

Φωτεινῆς Φωτοῦς Φωτίδος Παρασκευῆς καὶ Κυριακῆς, τῶν αὐταδέλφων Μαρτύρων ὅμαιμε καὶ σύναθλε, Ἀνατολὴ πανύμνητε, εὐσθενῶς ἤθλησας καὶ πρωτάθλων πίστεως συνήφθης χορείαις· ὅθεν τὴν ὑπέρτιμον μνήμην σου ἑορτάζοντες, καὶ τὰ κατορθώματά σου ἐπαινοῦντες, τὰς θεοπειθεῖς εὐχάς σου αἰτούμεθα, πρὸς ζωὴν τὴν αἰώνιον.

 

Ἦχος γ΄.

Μαρτυρικὴν ἐνδεδυμένη ἁλουργίδα, καὶ ἐπὶ κεφαλῆς στέμμα γενναιότητος φέρουσα, ἀπῆλθες ὑπαντῆσαι τῷ σῷ Νυμφίῳ, Ἀνατολὴ πανεύφημε· Αὐτῷ οὖν συγχαίρουσα, σὺν τοῖς συνάθλοις σου, Φωτεινῇ Φωτῷ Φωτίδι Παρασκευῇ Κυριακῇ, Φωτεινῷ καὶ Ἰωσῆ ἐν πόλῳ δόξης, δεομένη Αὐτοῦ μὴ παύσῃ, ὑπὲρ τῶν ὁλοθύμως τιμώντων σε.

 

Ἦχος δ΄.

Τὸ ἐπηρμένον φρύαγμα τοῦ ἀσεβοῦς Νέρωνος ἐδαφίσασα, καὶ Χριστὸν παῤῥησίᾳ ὁμολογήσασα, ἀθλητικὴν ἐβάδισας τρίβον Ἀνατολὴ πανθαύμαστε· ὅθεν οἱ φιλέορτοι πάντες τὴν μνήμην σου πανηγυρίζοντες, καὶ ὡς ἀριστέα σταδίου μεγαλύνοντες, τὰς ἀδιαλείπτους εὐχάς σου αἰτούμεθα πρὸς βίον κρείττονα.

 

Δόξα. Ὁ αὐτός.

Βαπτισθεῖσα ἐν τῇ Πεντηκοστῇ ὑπὸ τῶν Ἁγίων Ἀποστόλων, σὺν τῇ πεντάδι τῶν αὐταδέλφων σου, καὶ τῇ δυάδι τῶν ἀδελφοτέκνων σου, περιώδευσας Φοινίκην καὶ Αἴγυπτον καὶ Καρχηδόνα, Χριστὸν κηρύττουσα τὸν ἐκ νεκρῶν ἀναστάντα, Ἀνατολὴ ἀθληφόρε πανεύφημε· σὺν οὖν καταντήσασα εἰς Ῥώμην, ἀθλητικῶς ἐν αὐτῇ ἐπεράτωσας τὸν βίον, καὶ στεφηφόρος ἀπῆλθες πρὸς πόλον, Χριστὸν ἱκετεύειν ὑπὲρ τῶν τιμώντων σε.  

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, Ἀνατολὴ εὐσταλές, ἐκ Σαμαρείας ὁρμωμένη αὐτάδελφε, τῆς θείας ἰσαποστόλου, θαυματουργοῦ Φωτεινῆς, ἧς καὶ μαρτυρίου, ἠκολούθησας, ταῖς τρίβοις πανεύφημε, ἡ δεινὰ ὑπομείνασα, καὶ σῶν αἱμάτων, ὀχετοῖς ἁγιάσασα, Ῥώμην εὔσημον, σὺν χορείᾳ συνάθλων σου, Κυριακῇ στεῤῥόφρονι, Φωτίδι ἀλκίφρονι, Παρασκευῇ πανενδόξῳ, Φωτῷ Μαρτύρων σεμνώματι, καὶ τέκνων δυάδι, Φωτεινῷ καὶ Ἰωσῇ τε, τῆς Σαμαρείτιδος.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαίροις, ἡ τοῦ δημίου χειρί, ἀποκτανθεῖσα τοῦ στυγνοῦ εἰδωλόφρονος, προστάξει τοῦ βασιλέως, τοῦ μιαροῦ καὶ κακοῦ, Νέρωνος ἐν Ῥώμῃ, Μάρτυς ἄριστε, ἡ ἐν στερεώματι, νοητῷ ἀνατείλασα, καθάπερ ἄστρον, παμφαὲς γενναιότητος, καὶ ἀπαύγασμα, τῆς Χριστοῦ ἀγαπήσεως· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες γηθόμενοι, Ἀνατολὴ καρτερόφρον, φιλομαρτύρων οἱ σύλλογοι, τὰς σὰς ἱκεσίας, ἐκδεχόμεθα πρὸς Κτίστην, τὸν πολυεύσπλαγχνον.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Μάρτυς, Ἀνατολὴ εὐλαβῶς, περιοικὶς Ἰωαννίνων φερώνυμος, σῆς χάριτος ἑορτάζει, ἐν κατανύξει πολλῇ, μνήμην σου τὴν θείαν, καὶ πανσέβαστον, καὶ πίστει σὴν ἄθλησιν, μεγαλύνουσα κράζει σοι·, Ἰσαποστόλου, Φωτεινῆς ἡ αὐτάδελφος, τὸν Νυμφίον σου, Ἰησοῦν καθικέτευε, δοῦναι τοῖς εὐφημοῦσί σε κατ’ ἄμφω ὑγίειαν, ῥώμην καὶ σθένος καὶ τόλμην, καὶ οὐρανόσδοτον δύναμιν , πατῆσαι τὰς πάγας, καὶ ἐνέδρας τοῦ δολίου, καὶ παναλάστορος.

 

Δόξα. Ἦχος πλ. δ΄.

γγελοι ἐξεπλήτοντο ἰδόντες τὸ εὔτονον τῆς καρδίας σου, καὶ ἄπιστοι ἐθαύμαζον τὴν γενναίαν σου ἔνστασιν, Ἀνατολὴ ἀθληφόρε ἀήττητε· σὺν αὐτοῖς καὶ ἡμεῖς ἐξιστάμενοι, πρὸ τοῦ εὐκλεοῦς σου μαρτυρίου, τὴν ἐν ἁπαλῷ σαρκίῳ κρυπτομένην ψυχήν σου ἐγκωμιάζομεν, καὶ θερμῶς δεόμεθά σου, καλλίνικε· ὡς ἔχουσα παῤῥησίαν πρὸς Κύριον, μὴ παύσῃ Αὐτῷ πρεσβεύουσα , ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

         

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Φωτεινῆς Σαμαρείτιδος θεία ὅμαιμε, Ἀνατολὴ τρισολβία, μαρτυρικὸν ἀληθῶς, ἡ ἐν Ῥώμῃ δεξαμένη στέφος ἄφθαρτον,  σὺν τῶν συνάθλων σου χορῷ, κατὰ σάρκα συγγενῶν, σῆς χάριτος ἐκδυσώπει, τὸν σὸν Νυμφίον διδόναι, ἄμφω ἰσχὺν τοῖς εὐφημοῦσί σε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ   Τῼ   ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Σεμνὴ Ἀνατολή, ἡ ἀθλήσασα πίστει, σὺν δήμῳ συγγενῶν, σῶν ἐνδόξων ἐν Ῥώμῃ, Χριστὸν ὡμολόγησας, εὐσθενῶς καὶ ὑπέμεινας, τρῶσιν ἄδικον, ὑπὸ τοῦ ξίφους δημίου, καρτερόψυχε, ἡ νῦν εὐκλείας τυχοῦσα, τοῦ πόλου ἐν δώμασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μὴ παύσῃ ἐκτενῶς, δυσωποῦσα Υἱόν σου, τῶν πάντων Λυτρωτήν, καὶ Σωτῆρα Παρθένε, ὑπὲρ τῶν ἑκάστοτε, προστρεχόντων σῇ χάριτι, καὶ ἐν ᾄσμασι, μεγαλυνόντων εὐτάκτοις, θαυμασίων σου, τὸ πλῆθος καὶ προστασίαν, ταχεῖαν πρὸς δούλους σου. 

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

θλήτριαν μέλψωμεν, Ἀνατολὴν εὐλαβῶς,  ἀμνάδα ὡς πάγκαλον, τοῦ Λυτρωτοῦ τοῦ παντός, καὶ μάρτυρα ἔνδοξον, ξίφει στυγνῶς τρωθεῖσαν, ἐν τῇ Ῥώμῃ δημίου, καὶ αὐθωρεὶ στεφθεῖσαν, στέφει ἀμαραντίνῳ, χειρὸς ἐκ τοῦ Νυμφίου αὐτῆς, θείου Παντάνακτος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

ν βίου στενώσεσι, καὶ ἀλγεινοῖς πειρασμοῖς, εἰς σὲ καταφεύγομεν, Θεογεννῆτορ σεμνή, καὶ οὐκ αἰσχυνόμεθα· Ἔχεις γὰρ παῤῥησίαν, μητρικὴν πρὸς Υἱόν σου, πλείστην εὐλογημένη, Παναγία Παρθένε, τὸν εὔσπλαγχνον Χριστὸν καὶ Θεόν, τὸν πολυέλεον.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν Σαμαρείτιδα ἐγκωμιάσωμεν,  στεῤῥὰν ἀθλήτριαν, σεμνὴν αὐτάδελφον, Παρασκευῆς Κυριακῆς Φωτίδος, Φωτοῦς καὶ θείας Φωτεινῆς ὡς πίστεως τιμαλφὲς σεμνολόγημα, πρὸ ἀνόμου βήματος τοῦ Χριστοῦ μέγα ὄνομα, κηρύξασαν ἐκθύμως βοῶντες· Χαῖρε Ἀνατολὴ Ἁγία.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον·  Κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν.... Ζήτει τῇ Δευτέρᾳ τῆς ιε΄ ἑβδομάδος Ματθαίου.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός…

Προθύμως τὴν χωρήσασαν πρὸς μαρτύριον, καὶ διὰ ξίφους δεξαμένην τὸν ἀμάραντον στέφανον, Ἀνατολὴν τὴν καλλιμάρτυρα τιμήσωμεν, ὡς ἀμνάδα Χριστοῦ καλλίστην, ἐν εὐλαβείᾳ λέγοντες· Ἡ προκρίνασα θάνατον, τοῦ ἀποχωρισμοῦ σου ἐκ τῆς τοῦ Κυρίου ἀγάπης καὶ Μαρτύρων συναφθεῖσα χορείαις, Χριστόν, τὸν δοξάσαντά σε, ἡμῖν ἱλέωσαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Εἶτα ὁ Κανὼν τῆς Ἀθληφόρου, οὗ ἡ Ἀκροστιχίς: Ἀνατολῆς, Μάρτυρος καλλινίκου, αἶνος. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

ξίως ὑμνοῦμέν σε, Ἀνατολὴ ἀξιάγαστε, ἡ ἐξανατείλασα, ἐκ Σαμαρείας Συχέμ, καὶ φωτίσασα, σὺν Φωτεινῇ ὀλβίᾳ, αὐγαῖς σοῦ κηρύγματος, κόσμου τὰ πέρατα.

Νικήσασα ἄθλοις σου, γενναίοις πάντας τοὺς σέβοντας, ἀναίσθητα εἴδωλα, Ἀνατολὴ εὐσθενές, Μάρτυς ἔνδοξε, τὸ ὄνομα Κυρίου, Χριστοῦ ἐμεγάλυνας, τὸ ὑπερύμνητον.

νδρείως ὑπέμεινας, ἐν Ῥώμῃ τρῶσιν σαρκίου σου, ὡς ὄντως ἀσώματος, Ἀνατολὴ καὶ ῥοαῖς, τῶν αἱμάτων σου, ἐφοίνιξας τὴν χθόνα, τῆς Ῥώμης πολύαθλε, Μάρτυς τῆς πίστεως.

Θεοτοκίον.

Ταμεῖον ἀδάπανον, τῆς τῶν πιστῶν ἀντιλήψεως, πανύμνητε Δέσποινα, Θεογεννῆτορ σεμνή, δεῖξον χάριν σου, ἡμῖν ἐν τοῖς κινδύνοις, προσφεύγουσι πάντοτε, τῇ προστασίᾳ σου.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

δὸν διανύσασα προθύμως, ἀθλήσεως ἤχθης εἰς λαμπράν, Ἀνατολὴ καὶ πάμφωτον, τοῦ πόλου Μάρτυς ἔπαλξιν, ἐν ᾗ συγχαίρεις πάντοτε, σὺν τῶν Ἀγγέλων τοῖς τάγμασι.

Λαμπὰς γενναιότητος καὶ θάῤῥους, ἐφώτισας σαῖς μαρμαρυγαῖς, Ἀνατολὴ τὰ σύμπαντα, καὶ ζόφωσιν διέλυσας, εἰδώλων προσκυνήσεως, τὴν μυσαρὰν καρτερόψυχε.

ὅμαιμος τῆς ἰσαποστόλου, καὶ Μάρτυρος θείας Φωτεινῆς, Ἀνατολὴ ἐνήθλησας, σὺν πέντε αὐταδέλφοις σου, ἐν Ῥώμῃ ὡς ἀσώματος, Χριστοῦ δοξάζουσα ὄνομα.

Θεοτοκίον.

Συλλήπτωρ ἐδείχθης τῶν σῶν δούλων, ἐν βίου δεινοῖς καὶ πειρασμοῖς, ἀνύστακτος Παντάνασσα, εὐλογημένη Δέσποινα, καὶ ἀρωγὸς ἐν θλίψεσι, καὶ ἀλγειναῖς περιστάσεσι.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

ριστεύσασαν ἐν τῷ σταδίῳ, καὶ κηρύξασαν πρὸ τῶν ἀπίστων, τὸν Χριστὸν ὡς Βασιλέα καὶ Κύριον, Ἀνατολὴν τὴν πολύαθλον μέλψωμεν, ὡς καλλινίκων Μαρτύρων ἀκρώρειαν, πόθῳ κράζοντες· Τὸν Ὕψιστον καθιλέωσαι, ἡμῖν τοῖς εὐλαβῶς  ἀνευφημοῦσί σε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

γκαλλώπισμα τῶν νεανίδων, Μῆτερ ἄχραντε Θεοῦ τοῦ Λόγου, γυναικῶν θεοσεβῶν ἀγαλλίαμα, καὶ χαρμονὴ θλιβομένων πανύμνητε, ῥύου σοὺς δούλους παντοίων στενώσεων, τοὺς ἐν ᾄσμασιν ὑμνοῦντας τὰ μεγαλεῖά σου, καὶ σπεύδοντας ἐν δίναις τῇ σῇ χάριτι.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Μαρτυρήσασα ἐν Ῥώμῃ, εὐσθενῶς σὺν συνάθλων σου, συγγενῶν σου δήμῳ, σῆς ψυχῆς ἀνδρείας ἱμάτιον, κατεπορφύρωσας ῥείθροις τῶν αἱμάτων σου, ἀθληφόρητε, Ἀνατολὴ παναοίδιμε.

θληφόρων ὡραιότης, Φωτεινῆς θείας ὅμαιμε, ξίφει κατετρώθης, καὶ τὸν στίβον Ῥώμης ἐφοίνιξας, Ἀνατολὴ τῶν αἱμάτων σου ἐκχύσεσι, Μάρτυς ἔνδοξε, Κυρίου νύμφη καλλίνικε.

αντισμῷ τῶν σῶν αἱμάτων, καθηγίασας στάδιον, Ῥώμης ἀθληφόρε, Σαμαρείας τίμιον βλάστημα, Ἀνατολὴ ἡ κηρύξασα τοῖς πέρασι, μέγα ὄνομα, τοῦ οὐρανίου Νυμφίου σου.

Θεοτοκίον.

Τῶν πταισμάτων μου τὸν ῥύπον, ἀποκάθαρον Δέσποινα, Κεχαριτωμένη, Μῆτερ τοῦ Υἱοῦ τοῦ Παντάνακτος, τοῖς ὀχετοῖς τῶν ἐνθέρμων σου δεήσεων, πρὸς τὸν Τόκον σου, Σωτῆρα κόσμου καὶ Κύριον.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

μνοῦμεν τοὺς ἄθλους σου, Ἀνατολὴ πολύαθλε, καὶ τὰς ἀλγηδόνας μαρτυρίου, ἅσπερ ὑπέστης, διὰ τὴν πίστιν Χριστοῦ, σὺν δήμῳ στεῤῥῶν σου συγγενῶν, Νέρωνα αἰσχύνασα, τὸν τὰ εἴδωλα σέβοντα.

ανίσιν αἱμάτων σου, τὸν στίβον ἐπορφύρωσας, Ῥώμης τοῦ σταδίου καλλιμάρτυς, ἡ ἐν Ἀσίᾳ, καὶ Ἀφρικῇ τοῦ Χριστοῦ, κηρύξασα κλῆσιν ἱεράν, πόθῳ θεῖα βήματα, Ἀποστόλων βαδίσασα.

δῷ ἠκολούθησας, καλῶς λαμπρᾶς ἀθλήσεως, Νέρωνος προστάξει, τοῦ ἀπίστου, καὶ σὺν χορείᾳ, σῶν εὐκλεῶν συγγενῶν, ἀμνὰς τοῦ Χριστοῦ Ἀνατολή, ἀνδρικῷ φρονήματι, ἐμπλησθεῖσα ἐνήθλησας.

Θεοτοκίον.

Συνέσεως δεῖξόν με, καὶ σωφροσύνης σκήνωμα, κέρας παρθενίας καὶ ἁγνείας, Μῆτερ Ὑψίστου, τοῦ Λόγου θεοειδές, τὸν πίστει καὶ πόθῳ ἀγαθή, πλῆθος μεγαλύνοντα, θαυμασίων σου, Δέσποινα.

  

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Κλεΐζεις δήμους ἀείποτε, Μαρτύρων γυναικῶν καρτερόψυχε, γέρας ἀτίμητον, Ἀνατολὴ τῆς ἀθλήσεως, ἡ τρόπαιον ἐν Ῥώμῃ, Χριστοῦ ἐγείρασα.

νατολὴ ἀξιάγαστε, πανσόφου Φωτεινῆς Σαμαρείτιδος, θεία αὐτάδελφε, ἐν τῷ σταδίῳ ἠρίστευσας, καὶ σὺν αὐτῇ στεφάνους, δόξης ἀπείληφας.

Λιποῦσα πάντα τὰ πρόσκαιρα, σὺν θείᾳ Φωτεινῇ αὐταδέλφῳ σου κατηκολούθησας, τῶν Ἀποστόλων τοῖς βήμασιν, Ἀνατολὴ τὴν κλῆσιν, Χριστοῦ κηρύττουσα.

Θεοτοκίον.

Λαμπὰς ἁγνείας ἀείφωτε, τὰς τρίβους οἰκετῶν σου καταύγασον, φέγγει σῆς χάριτος, Θεογεννῆτορ καὶ ἴθυνον, ἡμᾶς πρὸς ὑπερφώτους, ὁδοὺς χρηστότητος.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ἀνατολὴν τὴν καλλιμάρτυρα τιμήσωμεν, προστάξει Νέρωνος ἐν Ῥώμῃ ἐναθλήσασαν, Φωτεινῇ σὺν αὐταδέλφῳ αὐτῆς ἐνθέῳ, καὶ χορείᾳ συγγενῶν αὐτῆς ὡς πρόβολον, εὐσεβείας, ἀρετῆς καὶ γενναιότητος, πόθῳ κράζοντες· Χαίροις, τόλμης ἀρχέτυπον.

 

 

 

Ὁ Οἶκος.

γγελοι οὐρανόθεν, κατιδόντες ψυχῆς σου, τὸ εὔτονον ἐξέστησαν Μάρτυς, ἡ ἀθλήσασα Ἀνατολή, ἐν σταδίῳ Ῥώμης Φωτεινῆς ὅμαιμε, καὶ σύναθλε· διόπερ νῦν, κραυγάζομεν ἐν εὐλαβείᾳ·

Χαῖρε, ὁ γόνος τῆς Σαμαρείας·

χαῖρε, τὸ εὖχος τῆς εὐψυχίας.

Χαῖρε, Φωτεινῆς μεγαλάθλου αὐτάδελφος·

χαῖρε, ἀρετῆς ψυχοτρόφου ἡ πρόβολος.

Χαῖρε, ὅτι περιώδευσας ἐπαρχίας Ἀφρικῆς·

χαῖρε, ὅτι καθηγίασας στίβον Ῥώμης τῆς κλεινῆς .

Χαῖρε, ξίφει ἀνόμων ἡ τὴν σάρκα τρωθεῖσα·

χαῖρε, ῥείθροις αἱμάτων σῶν σεπτῶν φοινιχθεῖσα.

Χαῖρε, σκηνῶν τοῦ πόλου ἡ ἔνοικος·

χαῖρε, λαμπρῶν Ἀγγέλων ὁμόσκηνος.

Χαῖρε, ἀμνὰς εὐπρεπὴς τοῦ Κυρίου·

χαῖρε, λαμπὰς εὐκλεοῦς μαρτυρίου·

Χαίροις, τόλμης ἀρχέτυπον.

 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, τῶν ἀδελφῶν αὐτῆς· Ἀνατολῆς, Φωτοῦς, Φωτίδος, Παρασκευῆς καὶ Κυριακῆς, τῶν υἱῶν αὐτῆς· Βίκτωρος ἢ Φωτεινοῦ καὶ Ἰωσῆ, τοῦ δουκὸς Σεβαστιανοῦ, τοῦ ἀξιωματικοῦ Ἀνατολίου, καὶ Θεοκλήτου τοῦ φαρμακοῦ. 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

ον εὔοσμον, Ἀνατολὴ τῆς πίστεως, κατευωδίασας, τῆς σῆς ἀνδρείας ὀδμαῖς, πιστῶν τὴν ὁμήγυριν, τῆς Ῥώμης ἔνδοξε, ἐν ᾗ ἤθλησας, στεῤῥῶς ὡς ἄλλου πάσχοντος, σὺν χορείᾳ συγγενῶν σου.

Νίκης στέφανον, ἐδέξω χρυσοποίκιλτον, ἐκ τοῦ Νυμφίου σου, Χριστοῦ πανσέπτων χειρῶν, καὶ ἔδραμες τάχιστα, συνεπαγάλλεσθαι, ἐν σκηνώμασιν, Αὐτῷ τοῦ πόλου ἔνδοξε, ὦ Ἀνατολὴ θεόφρον.

σχυρότατον, Ἀνατολὴ πανύμνητε, ἔχουσα φρόνημα, ὥσπερ ἀνὴρ εὐσταλής, κατῄσχυνας Νέρωνα, τὸν εἰδωλόφρονα, καὶ κατηύφρανας, χριστιανῶν ὁμήγυριν, τῶν ἐν Ῥώμῃ κατοικούντων.

Θεοτοκίον.

Καταπράϋνον, ἐπαναστάσεις δούλων σου, σαρκὸς σῇ χάριτι, τῶν μελῳδούντων τρανῶς, σὸν πάντιμον ὄνομα, Θεογεννήτρια, καὶ τὸν Τόκον σου, τὸν ἄχραντον ἐν ᾄσμασι, καθ’ ἑκάστην δοξαζόντων.

 

 

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

λβε πολυτίμητε ἀνδρείας, καὶ σάπφειρε γενναιότητος ἐκλέϊσας,  πίστιν τὴν πανάμωμον, τοῦ σεπτοῦ Νυμφίου σου, Ἀνατολή πανεύφημε, τοῦ ἐνισχύσαντος, ἐν στίβῳ σε σταδίου τροπῶσαι, λάτρεις τῶν εἰδώλων, στεῤῥὰ Μεγαλομάρτυς.

μνοις μελῳδοῦμέν σε εὐήχοις, ὁδὸν Ἀποστόλων θείων τὴν βαδίσασαν, σὺν τῶν αὐταδέλφων σου, τὴν πεντάδα πάντιμε, Ἀνατολὴ καὶ ἄλκιμον, δυάδα ἔνδοξε, υἱῶν σῆς Φωτεινῆς αὐταδέλφου, Φωτεινοῦ ἐνθέου, καὶ Ἰωσῆ ἀλκίμου.

πασαν διῆλθες τὴν Συρίαν, Φοινίκην καὶ Παλαιστίνην παναοίδιμε, Αἴγυπτον καὶ εὔσημον, Καρχηδόνα Κύριον, κηρύττουσα Θεάνθρωπον, ὑπὲρ Οὗ ἤθλησας, ἐκθύμως ἐν σταδίῳ τῆς Ῥώμης, Μάρτυς τροπαιοῦχε, Ἀνατολὴ φωσφόρε.

Θεοτοκίον.

θυνον ἡμᾶς πρὸς σωτηρίας, σκηνώματα Μητροπάρθενε πανύμνητε, τοὺς ἀνευφημοῦντάς σε, ὥσπερ ὁδηγήτριαν, ἀπλανεστάτην δούλων σου, πρὸς πόλου δώματα, τῶν ὕμνοις σε τιμώντων ἀπαύστως, Κεχαριτωμένη, Κυρία Θεοτόκε.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νέκταρος τρυφᾷς, ἡδίστου ἐν δώμασιν, αἰωνιότητος, σὺν χορῷ συνάθλων σου, τῶν συγγενῶν σου, κλεινὴ ἀθλήτρια, Ἀνατολὴ πανένδοξε, Χριστοῦ τὸ πρόσωπον, θεωμένη, τοῦ σεπτοῦ Νυμφίου σου, τοῦ Θεοῦ καὶ Σωτῆρος τῆς κτίσεως.

μβρισον ἡμῖν, τοῖς σὲ μακαρίζουσιν, ὡς καλλιμάρτυρα, ὑετὸν συνέσεως, χρηστοηθείας, καὶ γενναιότητος, Ἀνατολὴ τῇ χάριτι, λαμπρῶς δοθείσῃ σοι, οὐρανόθεν, σῶφρον Σαμαρείτισσα, Φωτεινῆς μεγαλάθλου αὐτάδελφε.

Σκέπε τοὺς πιστῶς, τιμῶντας τὴν μνήμην σου, τὴν ἀεισέβαστον, καὶ ὑμνοῦντας ἄθλους σου, οὓς ἔτλης Μάρτυς, ὑπὲρ τῆς πίστεως, Ἀνατολὴ πανάριστε, Χριστοῦ τοῦ νέμοντος, εὐσεβέσι, πᾶσι θεῖον ἔλεος καὶ πληθὺν οἰκτιρμῶν ἀθληφόρητε.

Θεοτοκίον.

Χαῖρε ἀληθῶς, πηγὴ ἁγιάσματος, τῶν προστρεχόντων σοι· χαῖρε κρήνη ἄφθονε, κιρνῶσα πᾶσι, πιστοῖς ὑγίειαν, ἰσχὺν χαρὰν καὶ δύναμιν, Θεογεννήτρια, τοῦ Βελίαρ, ἐδαφίσαι ἔπαρσιν, ἐπηρμένην καὶ φρύαγμα ἄνομον.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

νατολὴν πανάριστον, ἐν Ῥώμῃ ἐναθλήσασαν, σὺν Φωτεινῇ καὶ Φωτίδι, Κυριακῇ ἀθληφόρῳ, Παρασκευῇ στεῤῥόφρονι, Φωτῷ τε ἀνυμνήσωμεν, καὶ Φωτεινῷ ἀλκίφρονι, εἰδώλων τῷ καθαιρέτῃ, καὶ Ἰωσῇ τῷ ὀλβίῳ.

Θεοτοκίον.

Χριστιανῶν προσφύγιον, εὐλογημένη Δέσποινα, Θεογεννῆτορ εὐλόγει, καὶ καθαγίαζε πάντας, θεόθεν τῇ σῇ χάριτι, τοὺς σπεύδοντας ἑκάστοτε, τῇ θείᾳ προστασίᾳ σου, καὶ ἀντιλήψει ἑτοίμῃ, ἐν πειρασμοῖς καὶ κινδύνοις.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !

Θεῖον Σαμαρείας βλάστημα, Ἀνατολὴ θεαυγές, Φωτεινῆς ἡ αὐτάδελφος, τῆς Μεγαλομάρτυρος, καὶ σεπτῆς Σαμαρείτιδος, ἐξ Ἀποστόλων, λαβοῦσα βάπτισμα, Χριστοῦ τὴν πίστιν , σοφῶς ἐκήρυξας, καὶ ἐπεσφράγισας, ῥείθροις τῶν αἱμάτων σου τῶν ἱερῶν, τὴν πρὸς τὸν Νυμφίον σου, Χριστὸν ἀγάπησιν.

 

Χαῖρε ἡ περιοδεύσασα, σὺν Φωτεινῇ θαυμαστῇ, τοῖς αὐτῆς τέκνοις, πάντιμε, καὶ τῶν αὐταδέλφων σου, τετραρίθμῳ συστήματι, τῶν ὑπολοίπων, Ἀσίαν Αἴγυπτον, καὶ Καρχηδόνα, Χριστὸν κηρύττουσα, Μάρτυς περίδοξε, ἡ ἐν Ῥώμῃ σκάμματα Ἀνατολή, γεραρᾶς ἀθλήσεως, καλῶς ἀνύσασα.

 

Μάρτυς δῆμος σοῦ φερώνυμος, Ἰωαννίνων λαμπρῶς, εὐφημεῖ σε ἀθλήτρια, καὶ τὴν θείαν μνήμην σου, ἑορτάζων κραυγάζει σοι· Στεφανηφόρε, ἡ νῦν συγχαίρουσα, ἐν πόλῳ δόξης, Ἀγγέλων τάγμασι, πάντας ἀξίωσον, σὺν σοὶ ἐπαγάλλεσθαι Ἀνατολή, καὶ δοξάζειν Κύριον, τὸν σὲ δοξάσαντα.

 

Μνήμην τὴν σεπτήν σου ἄγοντες, Ἀνατολὴ οἱ πιστοί, καλλιμάρτυς περίδοξε, εὐλαβῶς βοῶμέν σοι· Φωτεινῆς Σαμαρείτιδος, ἰσαποστόλου, σεπτὴ αὐτάδελφε, καὶ ἐν ἀθλήσει, λαμπρὰ ὁμόζηλε, πάντοτε πρέσβευε, τῷ ἁπάντων Κτίσαντι ὑπὲρ ἡμῶν, συναχθέντων σήμερον, φαιδρῶς ὑμνῆσαί σε.

 

Δόξα. Ἦχος πλ. α΄.

Ἀθληφόρε ἀήττητε Ἀνατολὴ ἀξιάγαστε, ἡ σὺν τῇ πεντάδι τῶν αὐταδέλφων σου, Φωτῷ Φωτίδι Φωτεινῇ Παρασκευῇ καὶ Κυριακῇ, καὶ τῆς Φωτεινῆς υἱῶν ξυνωρίδι, Ἰωσῇ καὶ Φωτεινῷ, προθύμως μαρτυρήσασα, Ῥώμην ἡγίασας σοῖς αἵμασι· σὺ γὰρ ξίφει τελειωθεῖσα,

μετέστης Χριστῷ τῷ σῷ Νυμφίῳ ὑπαντῆσαι, τῷ παρέχοντι πᾶσιν εὐχαῖς σου τὸ ἄμετρον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Σαμαρείτιδος Φωτεινῆς, ὅμαιμε ὀλβία,   ἀθληφόρε Ἀνατολή· χαίροις ὑπὸ ξίφους, ἀνόμων ἡ κτανθεῖσα, διὰ Χριστοῦ ἀγάπην, Μάρτυς πανεύφημε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου