Παρασκευή 3 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 24. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΡΤΕΜΩΝ ΛΑΟΔΙΚΕΙΑΣ ΚΑΝΩΝ

 

ΜΑΡΤΙΟΣ ΚΔ΄

ΑΡΤΕΜΩΝ ΛΑΟΔΙΚΕΙΑΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄.  Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Ἀνοίγων τῆς γνώσεως θησαυρούς, ὁ πάροχος ταύτης, τὴν χάριν νέμει δαψιλῶς, τῶν λόγων τοῖς πίστει εὐφημοῦσι, τὸν Ἀθλητὴν Αὐτοῦ Ἀρτέμωνα.

Βέλει γλυκυτάτῳ τῆς τοῦ Χριστοῦ, ἀγάπης τρωθέντα σε, ἐκ νεότητός σου σοφέ, σώματος προσπάθειαν Ἀρτέμων, τῆς τούτου σχέσεως οὐκ ἔτεμεν.

Γραφῆς διακύψας ἐπιμελῶς, τῆς θείας εἰς βάθος, Ἀρτέμων εἵλκυσας φωτισμόν, γνώσεως τῆς κρείττονος καὶ πλούτου, δι’ οὗ πιστοὺς πάντας ἐπλούτησας.

Θεοτοκίον.

Γηγενεῖς τῷ τόκῳ Σου ἀπὸ γῆς, πρὸς ὕψος οὐράνιον, ἀνήχθημεν ἀληθῶς, ἁγνὴ Θεοτόκε καὶ Ἀγγέλων, χοροστασίαις ἠριθμήθημεν.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Δύναμιν τοῦ Πνεύματος, περιβαλλόμενος ἔτρεψας, παρεμβολάς, τὰς κατὰ τοῦ Κτίστου, Ἀρτέμων γενναιότατε.

Ἔσβεσας τὴν κάμινον, τῆς ἀθεότητος ἔνδοξε, ἀθλητικῶν, αἱμάτων Σου ὄμβροις, Ἀρτέμων παναοίδιμε.

Ζέων θείῳ ἔρωτι, καὶ πυρπολούμενος Ὅσιε, τῇ τοῦ Χριστοῦ, ἐνθέῳ ἀγάπῃ, ὑπὲρ ταύτης ἐνήθλησας.

Θεοτοκίον.

Ἔλυσεν ὁ τόκος Σου, ἁμαρτιῶν ἡμῶν ἄχραντε, τὰς ἐνοχάς, καὶ δικαιοσύνῃ, πάντας πιστοὺς συνέδησεν.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε,.

Ἡ θυσία σου ἔνδοξε, εἰς θυσιαστήριον ἐπουράνιον, ἀνηνέχθη καὶ εὐπρόσδεκτον, τῷ Δεσπότῃ θῦμα ὅλον γέγονας.

Θεωρίαν εἰς κρείττονα, ἐπαρθεὶς τὰς φρένας Ἀρτέμων Ὅσιε, ἐμυήθης τὰ μυστήρια, τοῦ Χριστοῦ ὑπὲρ ὧν καὶ ἐνήθλησας.

Ἱδρυθεὶς ἐπὶ ἄσειστον, πέτραν τῆς τοῦ Κτίστου ἀγάπης Ὅσιε, προσβολαῖς καὶ τρικυμίαις ἐχθρῶν, οὐκ ἐσείσθης ὅλως τὴν διάνοιαν.

Θεοτοκίον.

Ὡς ἀκένωτον Δέσποινα, Σὲ τῶν χαρισμάτων ταμεῖον ἔχοντες, τὰς ἀφθόνους δωρεὰς παρὰ Σου, τῶν θαυμάτων πάντες ποριζόμεθα/

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Κύμασι σοφέ, ἀθεΐας  ἐπεπόντισας, καὶ διέσωσας λαὸν εὐπειθῆ, καθοδηγήσας, εἰς λιμένας τοὺς τῆς πίστεως.

Λύχνος διαυγής, ἐν νυκτὶ τῆς πλάνης Ὅσιε, ἀναλάμψας ἀρετῶν τῷ φωτί, θεογνωσίας, εἰς τὸ φῶς ἀνθρώπους εἵλκυσας.

Μύστης τοῦ Χριστοῦ, γεγονὼς Ἀρτέμων Ὅσιε, παρανομοῦσιν οὐ προσῆξας σαυτόν, ἀλλὰ Κυρίῳ, δεκτὸν θῦμα δι’ ἀθλήσεως.

Θεοτοκίον.

Ῥύπου ἐμπαθῶν, μολυσμῶν ἀποκαθάρασα, τὴν ψυχήν μου Θεονύμφευτε, ταῖς Σαῖς πρεσβείαις, ἁγνόν με Θεῷ παράστησον.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Νομίμως ὑπὲρ Χριστοῦ, ἀθλῶν Ἀρτέμων διήλεγξας, παρανομοῦντων ἐχθρῶν, δυσσεβῆ θεσπίσματα· διὸ ἐννομώτατος, Μάρτυς ἀνεδείχθης, θείαις νίκαις στεφανούμενος.

Ξηράνας τοὺς θολερούς, χειμάῤῥους τῆς ἀθεότητος, τῶν λόγων σου τῷ πυρί, διαυγεῖς ἀνέβλυσας, ποταμοὺς τῆς πίστεως, καὶ θεογνωσίας, τοῖς πιστοῖς Ἀρτέμων Ὅσιε.

Ὁπλίσας τὸν λογισμόν, κατὰ τῆς μάχης τοῦ ὄφεως, γενναιότητι συμπλοκῆς, Ἀρτέμων κατέβαλες, καὶ νεκρὸν ἀπέδειξας, καὶ παρὰ Κυρίου, τὸ τῆς νίκης στέφος εἴληφας.

Θεοτοκίον.

Γεγόναμεν οἱ θνητοί, ἀθάνατοι θείᾳ χάριτι, τῷ τόκῳ Σου καὶ φθορᾶς, τῆς πρώην ἐῤῥύσθημεν, Θεοτόκε ἄχραντε, καὶ τῆς ἀφθαρσίας, τῇ στολῇ κατεκοσμήθημεν.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῶν βασάνων Ἅγιε, τὴν τρικυμίαν, διελθὼν κατήντησας, πρὸς τοὺς λιμένας τῆς ζωῆς, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον, καθικετεύων, Μαρτύρων ἀγλάϊσμα.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πυρπολούμενος θείᾳ, τοῦ Δεσπότου ἀγάπῃ, Μάρτυς ἀοίδιμε, ἀγώνων εἰς τὸ σκάμμα, συντόνῳ προαιρέσει, εἰσέδραμες κραυγάζων, Ἀθλοφόρε μακάριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥώμην τοῦ Παρακλήτου, ἐνδυσάμενος Μάρτυς, ὡς οἱ Ἀπόστολοι, τῆς πλάνης παρατάξεις, γενναῖε καρτερίᾳ, ἐτροπώσω καὶ ἔψαλλες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωφροσύνῃ τὸν βίον, προκοσμήσας καὶ ἔργοις, τῆς καθαρότητος, ἁγνῶς Χριστῷ Ἀρτέμων, ἱερούργησας ψάλλων, καὶ ᾄδων χαριστήρια· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἵνα πάντας ἑλκύσῃ, πρὸς οὐράνιον δόξαν, ὁ Ποιητὴς τοῦ παντός, ἐκ Σοῦ Θεογεννῆτορ, εὐδόκησε τεχθῆναι, καὶ ἡμῖν ὡς φιλάνθρωπος, καὶ εὐεργέτης Θεός, σαρκὶ ἀναστραφῆναι.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς προκρίνας, κατ’ ἀξίαν πάντων τῶν γηΐνων, τούτῳ εἰς αἰῶνας, Ἀρτέμων συναγάλλῃ.

Ὑπεραρθέντα σε τῇ ψυχῇ, πρὸς τὸν Κτίστην, προσβολαὶ τυράννων Ἀθλοφόρε, οὐδόλως τῆς τούτου, καθείλκυσαν ἀγάπης.

Φωτὸς τοῦ θείου ταῖς ἀστραπαῖς, Ἀθλοφόρε, λαμπρυνθεὶς εἰσέδυς ἐν ἀδύτοις, Θεοῦ μυστηρίων, ὡς μύστης ἀποῤῥήτων.

Θεοτοκίον.

Ὁ τὴν ἀνθρώπων φύσιν λαβών, Θεοτόκε, ἐκ Σοῦ ὑπὲρ ἔννοιαν καὶ λόγον, υἱοὺς τοὺς ἀνθρώπους, εἰργάσατο οἰκείους.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Χειμῶνα ἀσεβείας, Μάρτυς διαδράσας, εἰς εὐσεβείας τὸ ἔαρ κατήντησας, καὶ τοῦ ἡλίου τῆς δόξης, φωτὸς ἠξίωσαι.

Ψυχῆς τοῖς νοουμένοις, ὄμμασι προβλέπων, ἐκ δεξιῶν σου ἑστῶτα τὸν Κύριον, οὐκ ἐσαλεύθης βασάνων, Ἀρτέμων κύμασιν.

Ὢ θείας καὶ ἀφάτου, δόξης Ἀθλοφόρε, ἧς ἠξιώθης συνάθλοις καὶ Μάρτυσι Χριστοῦ· ὑπὲρ ἡμῶν ἐκδυσώπει, τοῦτον ὡς εὔσπλαγχνον.

Θεοτοκίον.

Ὑψόθεν Θεοτόκε, τῆς Σῆς εὐσπλαγχνίας, τὴν ἡμετέραν πτωχείαν ἐπίσκεψαι, καὶ ἐκ φθορᾶς καὶ κινδύνων, ἡμᾶς ἐκλύτρωσαι.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου