Παρασκευή 31 Μαρτίου 2023

ΜΑΪΟΣ 11. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΡΜΟΔΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΜΑΪΟΣ ΙΑ΄

ΑΡΜΟΔΙΟΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἄνευ δοξολογίας)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν γ΄ Προσόμοια τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.

Ὁ τῶν χαρίτων Θεοῦ πεπληρωμένος, Ἁρμόδιε ἔνδοξε, Μάρτυς πολύαθλε, νῦν ἐποπτεύοις τοὺς δούλους σου, συναθροισθέντας, ἐν τῷ σεπτῷ ναῷ σου καὶ μέλποντας, ᾠδὴν χαριστήριον, τῷ τῶν ἁπάντων Θεῷ, τῷ φανερώσαντι ἥλιον, καθάπερ μνήμην τὴν σὴν τῷ κόσμῳ, εἰς σωτηρίαν πολλῶν, τῶν ἐκβοώντων· καθικέτευε τὸν Σωτῆρα, ὑπὲρ τῶν τελούντων σου, τὴν πανίερον μνήμην, τοῦ ῥυσθῆναι ἐκ πάσης ὀργῆς.

 

Ἡ τῶν λειψάνων ὑμῶν Μάρτυρες θήκη, ῥεῖθρα τῶν ἰάσεων, ἅπερ ἐκβλύζει ἀεί, πᾶσι πιστοῖς θείᾳ χάριτι, ἀγαθοδότως, ὠκεανοῦ ὑπερβαίνει νάματα· διὸ πᾶς ἐρχόμενος, ἐν τῷ ναῷ ὑμῶν, ἀσμένως ταῦτα ἀσπάζεται, εὐθὺς ἰᾶται τῆς κατεχούσης, αὐτὸν κακώσεως· ἀλλὰ πρεσβεύειν, μὴ ἐλλείπητε τῷ Κυρίῳ, ὑπὲρ τῶν τελούντων ὑμῶν, τὴν πανίερον μνήμην, λυτρωθῆναι ἐκ πάσης ὀργῆς.

 

Ἕτερον. Ἦχος ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος.

Δεῦτε, τῶν πιστῶν ὁ σύλλογος, πίστει λαμπρὰν ἑορτήν, συστησώμεθα σήμερον, ἐν τῇ μνήμῃ χαίροντες, Ἁρμοδίου τοῦ Μάρτυρος, καὶ τῶν συνάθλων καὶ ὁμοφρόνων αὐτοῦ, τὸν Κτίστην πάντων, καθικετεύοντες· εὔσπλαγχνε Κύριε, μόνε ἀναμάρτητε, ῥῦσαι ἡμᾶς, πάσης περιστάσεως, ταῖς ἱκεσίαις αὐτῶν.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου ἁγνή, τῆς φοβερᾶς με, ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

Ἢ Σταυροθεοτοκίον

Ἥλιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, γνοφερῶς μετέβαλε· γῆ κλονεῖται καὶ ῥήγνυται, τὸ τοῦ ναοῦ σου δὲ καταπέτασμα· κἀγὼ πῶς Τέκνον, οὐ διαῤῥήξομαι, σπλάγχνα καὶ ὄμματα; παρειὰς γλυκύτατε καταξανῶ, ἀδίκως σε θνῄσκοντα, βλέπουσα Σῶτέρ μου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἁρμό(διε, π)ροσάδειν σοι εὐθὺς ἔπος με διδάξαις. Ἐν δὲ τοῖς Θεοτοκίοις: (ρ)σενίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Ἄϋλον φῶς ὑπάρχων μόνε Κύριε, καὶ ἀπερίγραπτον, τὸν ζοφερὸν νοῦν μου, φώτισον φιλάνθρωπε, δι’ οἶκτρόν σου ἀμέτρητον, καὶ παράσχου μοι λόγον, ὑμνῆσαι τοὺς θείους Μάρτυρας, τοὺς διὰ σὸν πόθον ἀθλήσαντας.

Ῥεῖθρα χαρίτων φερωνύμως Ἅγιε, Μάρτυς Ἁρμόδιε, ὡς ἐκ πηγῆς βρύων, ἀενάου πίστει σοι, τοῖς προσιοῦσι πάντοτε, τῇ ἀρδείᾳ σου πλῦνον, κἀμοῦ τὸν σπίλον καὶ φώτισον, ὅπως ἐπαξίως ὑμνήσω σε.

Δύναμιν θείαν ἐκ Θεοῦ δεξάμενος, Μάρτυς Ἁρμόδιε, τὰς τοῦ ἐχθροῦ πάσας, δυνάμεις κατέβαλες, σὺν Γρηγορίῳ ἔνδοξε, Ἰωάννῃ τε ἅμα, καὶ Μιχαὴλ τοῖς συνάθλοις σου· ὅθεν ἐπαξίως δοξάζεσθε.

Ὁ ἑωσφόρος ὁ τὸ πρὶν καυχώμενος, θήσειν τὸν θρόνον αὐτοῦ, εἰς οὐρανὸν ἄνω, ὡς στρουθίον πέπτωκεν, ὑμῶν ἀθλήσει Ἅγιοι, καὶ πατούμενος κάτω, ὑπὸ ποδῶν ὑμῶν Μάρτυρες, γοερῶς θρηνεῖ τὴν κατάπτωσιν.

Θεοτοκίον.

Ἀπειρογάμως τὸν Θεὸν συνέλαβες, ἐν τῇ νηδύϊ Σου, μητροπρεπῶς Κόρη, συνεργίᾳ Πνεύματος, τοῦ παναγίου ἄχραντε, καὶ τεκοῦσαν ἀφράστως, αὐτὸς ὡς μόνος ἐπίσταται, πάλιν Σε παρθένον ἐφύλαξεν.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς,

Ῥανίσιν οἷα ὀχετοῖς, αἱμάτων Ἅγιοι θείων, τῆς σαρκὸς ὑμῶν στεῤῥοὶ Ἀθλοφόροι, ἡγιάσατε τὴν γῆν, καὶ στῆλας ἐδαφίσαντες, τῶν πονηρῶν δαιμόνων, ναοὺς Θεοῦ ἐξηγείρατε.

Οὐ κατεπλάγητε ὑμεῖς, τὰς ἀπειλὰς τῶν τυράννων, οὐ στρεβλώσεις οὔτε πῦρ οὔτε ξίφος, Ἀθλοφόροι τοῦ Χριστοῦ, ἐχαίρετε δὲ πάσχοντες, ἐλπίδι τῶν μενόντων, ὑμᾶς στεφάνων νευρούμενοι.

Στῶμεν ἀνδρείως οἱ σοφοί, παραθαῤῥύνοντες πίστει, ἑαυτοὺς καρτερικῶς ἀνεβόων, ὑποφέροντες ποινάς· οὐκ ἄξια γὰρ πέλουσι, τὰ παθήματα ταῦτα, πρὸς μόνα τὰ ἐλπιζόμενα.

Ἄκος ἀρδεύεις τοῖς πιστῶς, προσερχομένοις σοι Μάρτυς, ὡς φερώνυμος ἀρδείας ὑπάρχων, καὶ ἐκπλύνεις τὸν ἑσμόν, τῶν νόσων ἱκεσίαις σου, ταῖς πρὸς τὸν Κτίστην πάντων, Ἁρμόδιε θεοπόθητε.

Θεοτοκίον.

Σκηνὴ ὑπῆρξας τοῦ Θεοῦ, ὑπὲρ τὴν πάλαι Παρθένε, Χερουβὶμ οὐκ ἔνδον φέρουσα Κόρη, ἀλλ’ αὐτὸν τὸν Χερουβίμ, Θεὸν γαστρὶ βαστάσασα, καὶ ἀνεκφράστως τοῦτον, τέξασα εἰς σωτηρίαν ἡμῶν.

 

 

ᾨδὴ δ΄. Σύ μου Χριστέ.

Δεῦτε πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ Μάρτυρος, Ἁρμοδίου, χοροὺς συστησώμεθα, πνευματικούς· πάρεστι γὰρ νῦν, ἡμῖν συγχορεύων, ἐν τῷ ναῷ τῷ σεπτῷ αὐτοῦ, καὶ γήθεται πρεσβεύων, τῷ τῶν ὅλων Δεσπότῃ, τοῦ ῥυσθῆναι ἡμᾶς περιστάσεως.

Ἐπὶ τῆς γῆς, πᾶσαν ἰδέαν ὑπέστητε, τῶν βασάνων, Μάρτυρες ἀήττητοι, καὶ νῦν σαφῶς ἐν τοῖς οὐρανοῖς, σὺν τοῖς Ἀσωμάτοις, ἀγάλλεσθε παμμακάριστοι, Ἁρμόδιε θεόφρον, Ἰωάννη τε θεῖε, καὶ Γρηγόριε σὺν Μιχαὴλ τῷ σοφῷ.

Ἴθι σοφέ, ὀψόμενος νῦν τὰ τέκνα σου· ἥκασι γάρ, πόῤῥωθεν ἀσμένως λαοί, σὺν τοῖς ἐγγὺς πίστει ἀκλινεῖ, τοῦ ἐγκωμιάσαι, σὲ ἐπαξίως Ἁρμόδιε· διὸ ἐπευλογήσῃς, καὶ ἰάσῃ τοὺς νόσῳ, κακουμένους τῇ θείᾳ σου χάριτι.

Νόσους λυγράς, Μάρτυρες Χριστοῦ πανάγαστοι, ἐξιᾶσθε, χάριτι τοῦ Πνεύματος, τοῦ παναγίου τῶν ἀσθενῶν, Ἁρμόδιε Μάρτυς, Γρηγόριε καρτερόψυχε, καὶ θεῖε Ἰωάννη, Μιχαήλ τε παμμάκαρ· διὰ τοῦτο ὑμᾶς μακαρίζομεν.

Θεοτοκίον.

Ἐπὶ τῆς γῆς, ὤφθη Θεὸς διὰ Σοῦ τοῖς βροτοῖς, οὐκ ἐάσας, κόλπους τοῦ ἀνάρχου Πατρός, καὶ σαρκωθεὶς ἐκ Σοῦ τῆς Ἁγνῆς, Πνεύματος ἁγίου, τῇ συνεργίᾳ προέρχεται, φυλάξας Σε παρθένον, ὡς πρὸ τόκου· διό Σε, οἱ πιστοὶ Θεοτόκε δοξάζομεν.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Στρατιῶται γενναῖοι, ὤφθητε παράταξιν, ἐχθροῦ τροπούμενοι, τῇ ἐλπίδι θείᾳ, καὶ ἀγάπῃ καὶ πίστει πανένδοξοι, τοῦ Χριστοῦ ῥωσθέντες, καὶ τῇ Αὐτοῦ δυνάμει τοῦτον, καθελόντες ἐνθέως ἐστέφθητε.

Ὁ τὸ πάλαι ὑπάρχων, λόφος θεῖοι Μάρτυρες, εὐκαταφρόνητος, τοῖς ἀγροίκοις αὖθις, τῇ ὑμῶν ἐκκαλύψει καθαίρεται, μεταμείβεται δε, πρὸς λογικῶν θρεμμάτων οἶκον, καὶ παθῶν ἰατρεῖον ἀδάπανον.

Ἰαμάτων τὰ πλήθη, Μάρτυρες πανεύφημοι, ἀναπηγάζετε, ὡς ἐκ κρήνης θείας, τῶν πανσέπτων ἰχώρων ἑκάστοτε· διὰ τοῦτο πίστει, ἐν τῷ ναῷ ὑμῶν προστρέχει, πᾶς πιστὸς ῥῶσιν θείαν ἀρύσασθαι.

Ἐμβριβώμενοι σφόδρα, ὤφθητε πραότατοι, τοῖς ἐπεισάγουσιν, ἐν τῷ τόπῳ ἔνθα, τὰ σεπτὰ ὑμῶν λείψανα ἔκειντο, τῶν ἀλόγων ζώων, καὶ τετραπόδων τὰς ἀγέλας, καὶ ἐμφόβους αὐτοὺς ἀπειργάσασθε.

Θεοτοκίον.

Νοεράν σε λυχνίαν, πίστει χρυσαυγίζουσαν, καλοῦμεν ἄχραντε, μεστὴν οὖσαν θείων, χαρισμάτων τοῦ ἁγίου Πνεύματος, ἐν ᾗ κατοικήσας, ὁ παντουργὸς Θεὸς Παρθένε, τὸν περίγειον κόσμον ἐφώτισεν.

 

 

 

 

ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.

Ὕμνησε θαυμαστικῶς, χάριν Μάρτυρες Χριστοῦ τὴν δοθεῖσαν, ἐν τοῖς ὑμῶν λειψάνοις, ὡς ἰάθη τὸ γύναιον, τὸ τομῶς ἐκ τῆς σοροῦ, λίθον ἐξᾶραι ὑμῶν τολμῆσαν· ἀορασία γὰρ κεκράτηται.

Θαύμασιν ἐν ἱεροῖς, καὶ σημείοις καὶ πολλαῖς ὀπτασίαις, ἡ τῶν λειψάνων θήκη, τῶν ὑμῶν ἀναφαίνεται, τοῖς πιστοῖς εἰς ἱλασμόν, καὶ ἀπολύτρωσιν τῶν πταισμάτων, καὶ νοσημάτων πάντων ἴασιν.

Ὕδωρ τὸ ζωοποιόν, καὶ ἁλλόμενον ὑμῶν τῇ καρδίᾳ, ἐπισκηνῶσαν ὄντως, ἐκ δυνάμεως ἔνδοξοι, ἀνεβίβασεν ὑμᾶς, θείαν εἰς δύναμιν Ἀθλοφόροι, ἐκ θείων πράξεων εἰς ἄθλησιν.

Ἔπνευσεν ὑπερφυῆ, εὐωδίαν ἡ σορὸς τῶν λειψάνων, ἡνίκα ἐρευνῶντο, τῇ σκάφῃ ὑμῶν ἅγιοι, καὶ ἐξέστησαν ὁμοῦ, πάντες οἱ πόῤῥωθεν καὶ ἐγγύθεν, Χριστὸν δοξάζοντες χαρμόσυνα.

Θεοτοκίον.

Ἵλεών μοι τὸν Θεόν, καὶ Υἱόν Σου Θεοτόκε πρεσβείαις, ταῖς Σαῖς τῷ Σὲ ὑμνοῦντι, καταχρέως ἀπέργασαι· ἁμαρτίαις γὰρ πολλαῖς, καταβεβάρυμμαι βοηθείας, τῆς Σῆς δὲ χρήζω πανάμωμε.

 

Κοντάκιον. Ἦχος β΄. Τῷ Θεῷ ἀπὸ μήτρας.

Ἡ σεπτὴ τῶν Μαρτύρων, μνήμη ἐπέστη, τοὺς πιστοὺς συγκαλοῦσα πανηγυρίζειν· διὸ σπουδαίως συνδράμωμεν ἅπαντες, ἐν τῷ πανσέπτῳ ναῷ αὐτῷ ᾄδοντες· καὶ τὸν Δεσπότην ἱκετεύσωμεν· αὐτῶν ταῖς προσευχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Συναξάριον.

Τῇ ΙΑ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἁρμοδίου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Παγίαν ἐδέξατο, ῥομφαίαν ὄντως, ἐν τῇ καρδίᾳ Σατᾶν, τὰς πληγὰς τῶν Ἁγίων, ἐπενεχθείσας, ἐκ τῶν τυράννων αὐτοῖς, καὶ ἐμελώδουν, τῷ Κτίστῃ χαρμόσυνα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὀξέως προφθάσαντες, ἰᾶσθε οἴκτῳ, οἴκοι τὴν πάσχουσαν, τῇ πυρώσει γυναῖκα, καὶ τῇ κωφεύσει, καὶ τῇ φρενίτιδι, πρεσβευσαμένην, διὰ τοῦ ὁμαίμονος, πρεσβύτου ἐν τῷ ναῷ, ὑμῶν πανθαύμαστοι.

Συντρέχει τὸ βρότειον, Ἑλλάδος πάσης, φύλον παγγέραστοι, τῷ σεπτῷ ὑμῶν δόμῳ, καὶ συγκαλεῖται, πόλεις τὰς πόῤῥω αὐτῆς, ἀσμένως ἄμφω, ἑορτὴν συστήσασθαι, καὶ τῷ Σωτῆρι βοῆσαι, χαριστήρια.

Μαρτύρων ὁ σύλλογος, καὶ Ἀποστόλων, καὶ Προφητῶν ἡ πληθύς, ἱερέων τε δῆμος, καὶ τῶν Ὁσίων, ἐπὶ τῇ μνήμῃ ὑμῶν, συνευωχεῖται, ἡμεῖς δὲ κραυγάζομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ πάλαι προπάτωρ Σου, Δαυΐδ ἐκάλει, Σὲ ὄρος ἅγιον, συνῳδὰ δὲ ἐβόα, καὶ ὁ Προφήτης, Δανιὴλ ἄχραντε, ἐξ οὗ ἐτμήθη, Χριστὸς ὁ Θεὸς ἡμῶν, συντρίψας πλάνης βωμούς, εἰς σωτηρίαν ἡμῶν.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Εἰς πᾶσαν γῆν διέδραμεν, ἡ πληθὺς τῶν θαυμάτων ὑμῶν, ἣν ποταμηδὸν ἐκ τῆς σοροῦ ἐκβλύζετε, δυνάμει τοῦ Πνεύματος, τοῦ παναγίου Μάρτυρες· ὅθεν ἡλικία πᾶσα ἕλκεται πόθῳ, ὑμῶν ἐν τῷ τεμένει, τῷ Σωτῆρι βοῶσα· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δωρεὰν κομισάμενοι, δωρεὰν πᾶσι νέμετε, ἐκ τῶν τοῦ Κυρίου χαρισμάτων Ἅγιοι· διὸ καὶ τὸ γύναιον, τὸ ἰαθὲν τῇ κλήσει ὑμῶν, σφαλαγγίας νόσου μέλους σκέλους γεραίρει, τὴν θείαν ὑμῶν χάριν, καὶ βοᾷ γηθοσύνως· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

Ἵνα πιστῶς δοξάζομεν, καὶ τιμῶμεν πανεύφημοι, Μάρτυρες Κυρίου τὰ ὑμῶν μνημόσυνα, ἐκ πάσης κακώσεως, νόσου ψυχῆς καὶ σώματος, ῥύσασθε ἡμᾶς ταῖς πρὸς Θεὸν ἱκεσίαις, ὑμῶν ἵνα βοῶμεν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

Δόμος ὁ ἱερὸς ὑμῶν, ἰατρεῖον τοῖς κάμνουσιν, πέφυκε λιμήν τε τοῖς ἐν ζάλῃ πέλουσι, καὶ τεῖχος ἀπόρθητον, καὶ παθῶν ἀποτρόπαιος, καὶ ἁμαρτωλῶν ἐξιλαστήριον μέγα, πρὸς τὸν Θεὸν τῶν ὅλων, τοῖς ἐν πίστει βοῶσιν· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

Θεοτοκίον.

Ὑπὸ δεινῶν θλιβόμενοι, διὰ πλῆθος πανάχραντε, τῶν ἁμαρτιῶν ἃς ἀνενδότως πράττομεν, πρὸς Σὲ καταφεύγομεν, τῇ τῆς χαρᾶς προξένῳ ἡμῖν, μόνῃ γεγονυίᾳ καὶ βοῶμεν ἀπαύστως· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Ἀντάξια τῶν πόνων τὰ ἀγαθά, πρὸς Θεοῦ κομισάμενοι Ἅγιοι, ἐν οὐρανοῖς, στεφανηφοροῦντες χαρμονικῶς, Αὐτῷ φαιδρῶς παρίστασθε, αἶνον σὺν Ἀγγέλοις εἰλικρινῶς, χοροῖς τε τῶν δικαίων, προσφέροντες ἀπαύστως, καὶ ἐντρυφῶντες αἰωνίου ζωῆς.

Ξιφῶν πυρὸς ὀργάνων στρεβλωτικῶν, ἀρθρεμβόλων μαστίγων πριστήρων τε, μυκτηρισμῶν, πεῖραν καὶ εἱρκτῆς ὑπὲρ τοῦ Χριστοῦ, χαρμονικῶς ὑποίσαντες, στέφος ἐκ χειρὸς αὐτοῦ δεξιᾶς, εἰλήφατε γενναῖοι, καὶ νῦν ἐν οὐρανίοις, σκηναῖς ἀγάλλεσθε πανεύφημοι.

Ἀνήφθησαν ὡς ἄνθρακες νοητοί, οἱ πανεύφημοι Μάρτυρες πρὸς τοῦ Θεοῦ, ἐπὶ τῆς γῆς, φλέξαντες τῆς πλάνης τὸ ὑλικόν, Ἁρμόδιος Γρηγόριος, ἅμα Ἰωάννῃ καὶ Μιχαήλ, σὺν Παύλῳ τῷ συνάθλῳ, καὶ λάμπουσι τῷ κόσμῳ, μαρμαρυγὰς θείων ἰάσεων.

Ἰάσαις μου τὰ πάθη τὰ τῆς ψυχῆς, καὶ σαρκὸς τὰς ὀδύνας Ἁρμόδιε, ἐκδυσωπῶ, σὲ τὸν συμπαθέστατον ἰατρόν, πρεσβευτικαῖς δεήσεσιν, σοῦ πρὸς τὸν τῶν ὅλων Δημιουργόν, δεξάμενός μου Μάρτυς, τὸν ὕμνον τῶν χειλέων, εἰ καὶ ἀνάξιος καθέστηκεν.

Θεοτοκίον.

Σοφίαν ἐνυπόστατον τοῦ Θεοῦ, συλλαβοῦσαν νηδύϊ πανάμωμε, τοῖς ἐπὶ γῆς, ἔτεκες ἄνθρωπον ἀληθῆ, τῇ συνεργίᾳ ἄχραντε, Πνεύματος ἁγίου τοῦ παντουργοῦ, Πατρὸς ἐν εὐδοκίᾳ· διό Σε καταχρέως, ἐν ὕμνοις πάντες μεγαλύνομεν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου