Τετάρτη 1 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 24. ΑΓΙΟΣ ΑΡΤΕΜΩΝ ΣΕΛΕΥΚΕΙΑΣ ΚΑΝΩΝ

ΜΑΡΤΙΟΣ ΚΔ΄.

ΑΡΤΕΜΩΝ ΣΕΛΕΥΚΕΙΑΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.

Τὸν ἐν ἀσκήσει ὡς ἐν θαλάσσῃ, τὴν τυραννίδα τῶν παθῶν, ἀποτιναξάμενον τινὰς Αἰγυπτίους Μωσῆς, Ἀρτέμωνα τὸν Χριστοῦ, ἱερομύστην τιμήσωμεν ἀξίως.

Ἀληθινῷ φωτὶ τοῦ Κυρίου, σημειωθεὶς δαυϊτικῶς, ἔλαμψας παμμάκαρ ταῖς ἀκτῖσι τοῦ Πνεύματος, φωτίζων Πάτερ ἡμᾶς, νυκτομαχοῦντας τοῦ βίου ταῖς ἀπάταις.

Ἱερωσύνης χρῖσμά σοι Πάτερ, μύρον ῥυέν σοι ἀρετῶν, ἀπὸ κεφαλῆς ἐπὶ τὸν πώγωνα πνευματικῶς, δεύτερον Ἀαρών, ἀνέδειξέ σε Χριστοῦ τῇ Ἐκκλησίᾳ.

Θεοτοκίον.

Ἡ προστασία τῶν δεομένων, ἡ σωτηρία καὶ ἐλπίς, τῶν ἀπελπισμένων Θεοτόκε πανύμνητε, ἱκέτευε ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμῶν τὸν νοῦν καὶ τὰς καρδίς.

Πρόβατον λαβὼν ὁ πάνσοφός σε Παῦλος, ἔθετο ποιμένα τῶν Χριστοῦ θρεμμάτων, ἀπογευσάμενον Πάτερ ὕδατος ζῶντος, ἐξ ἀλλοτρίας ἀποδρῶντος πηγῆς.

Πηδαλιουχῶν τὴν νοητὴν ὁλκάδα, ὁριαζομένην πνευματικαῖς αὔραις, εἰς τὸν παγγάληνον Πάτερ θεῖον λιμένα, τῆς Βασιλείας Χριστοῦ ἴθυνας.

Θεοτοκίον.

Χαίροις παρ’ ἡμῶν Ἁγία Θεοτόκε· χαῖρε ἡ χαρὰν κυήσασα τῷ κόσμῳ· χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνή.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Έπαγάλλεται σήμερον, πόλις Σελευκεία ἡ πανεύσημος, τὸ οἰκεῖον φέρουσα θρέμμα, εὐωδίαν Θεοῦ, Ἀρτέμωνα τὸν θαυμαστόν.

Καταγώγιον γέγονας, τῆς Παναγίας θεόφρον Τριάδος, καθαρότητι καρδίας σου, διαθρέψας αὐτήν, φιλοξένως ὡς Ἀβραάμ.

Τοῦ Ἰακὼβ τὰ ἐξαίρετα, καταπλουτήσας θεόφρον Πάτερ, τὰ πατρῷα σπλάγχνα ἤνοιξας, ὀρφανοῖς καὶ πτωχοῖς, πᾶσιν ἐπαρκῶν δαψιλῶς.

Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε· χαῖρε λυχνία λαμπαδηφόρε, νοερὸν θυσιαστήριον, κιβωτὲ λογική, ἁγία ἁγίων σκηνή.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Τῶν ἀρετῶν τῇ αἴγλῃ, ὡς ἑωσφόρος πρωΐ ἀνατέλλων ὤφθης· τῶν παθῶν ἐμείωσας, τὸ ζοφῶδες Πάτερ μακάριε.

Ὡς φοιτητὴν Παύλου, καὶ μιμητὴν ἐγνωκότες μακάριε, Ἀποστόλων μέτοχον, καὶ Χριστοῦ ποιμένα δοξάζομεν.

Θεοτοκίον.

Τῶν Χερουβὶμ φανεῖσα, τιμιωτέρα Παρθένε πανύμνητε, πρέσβευε τῷ Υἱῷ Σου, σῶσαι τὰς ψυχὰς τῶν ὑμνούντων Σε.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.

Τῶν θείων ἐντολῶν τὴν σὴν ψυχήν, θησαυροφυλάκιον, Πάτερ κτησάμενος, τοῦ Βασιλέως καὶ Θεοῦ ταμεῖον γέγονας.

Ἐν πόᾳ τῇ τῆς πίστεως Χριστοῦ, ἐκθρέψας τὸ ποίμνιον, τοῦ Ἄβελ Ἀρτέμωνα, τὸ τιμαλφέστερον Θεῷ δῶρον προσήνεγκας.

Θεοτοκίον.

Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας.

Ὁ ἀπλάνῆ ὁδηγὸν φανερώσας, τῶν ἐν ὁδῷ ἀμώμῳ ὁδευόντων, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ τοῖς θεσμοῖς δείξας τῆς ἐγκρατείας, Ἀρτέμωνα ἐφάμιλλον Ἀγγέλων, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὀ δωρεῶν δείξας διανομέα, πνευματικῶν καὶ παθῶν καθαιρέτην, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ ἐν γαστρὶ τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

Τὴν φυτείαν, Παύλου τοῦ Ἀποστόλου, ὡς κωμῶσαν βότρυας ἰαμάτων, Ἀρτέμωνα τὸν Ὅσιον δοξάζομεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐν ὕψει, τῆς ἀρχιερωσύνης, ὡς ἀστέρα καταλάμψαντα κόσμον, ταῖς ἀρεταῖς Ἀρτέμωνα δοξάσομεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὴν ἱεράν Σου, μνήμην ἐκτελοῦντες, εὐφροσύνης πληρούμεθα ἐνθέου, οἱ εὐσεβείας τρόφιμοι μακάριε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸν ἐν μήτρᾳ, οἰκήσαντα Παρθένου, καὶ ἐν Αὐτῇ φρικτῶς καὶ ὑπὲρ λόγον, τὸν παλαιὸν Ἀδὰμ ἀναπλάσαντα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Ἔνδυμα ἀθάνατον λαβὼν τῆς ἀφθαρσίας, ἐν τῇ ἀπεκδύσει Πάτερ, τοῦ πάλαι ὡς ἀνθρώπου, ἀκατασβέστου ἐλαίου λαμπάδι, εἰς τὸν τοῦ Χριστοῦ νυμφῶνα εἰσελήλυθας.

Τὸ τῆς θείας χάριτος πῦρ ἐν τοῖς ὁσίοις λειψάνοις, παρεδρεύει Πάτερ σοφῶς· τῶν ἐν αὐτοῖς προστρεχόντων, μετὰ πίστεως ἀπελαύνει ὀξέως, τῆς ψυχῆς τὰ πάθη καὶ τοῦ σώματος.

Τοῖς ἐπιτελοῦσι τὴν μνήμην σου ἐτησίως, ἀνταπόδος Ὅσιε, ἀνταπόδοσιν θείαν, τοῖς εὐσεβῶς ἐν εἰρήνῃ βιοῦσιν, ἀπολύτρωσιν ἐκ παντοίων κακῶν.

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων, Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου