Δευτέρα 3 Οκτωβρίου 2022

ΟΚΤΩΒΡΙΟΣ 4. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΛΑΜΠΑΔΙΣΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΟΚΤΩΒΡΙΟΣ Δ΄!!

ΙΩΑΝΝΗΣ ΛΑΜΠΑΔΙΣΤΗΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸ θεῖον σκῆνός σου Πάτερ ὄντως ἀνύψωσαν, πόνοι καὶ πόνων τρόποι, καὶ τοῖς τρόποις ἐλλάμψεις, τοῦ Πνεύματος τοῦ θείου ἀστράψασαι γάρ, τῇ ἰσχύϊ κατηύγασαν, καὶ θαυμαστῶς ἀναβλύζει πᾶσι πιστοῖς, ξένον θέαμα μακάριε.

 

Δεῦτε συνέλθωμεν πάντες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὅπου τὸ θεῖον σκῆνος, τοῦ σεπτοῦ Ἰωάννου, καὶ ᾄσμασιν ἐνθέοις βοῶντες αὐτῷ· δεῦρο Ἅγιε πρόφθασον, καὶ ἐκ παθῶν πολυτρόπων καὶ πειρασμῶν, ἡμᾶς πάντας ἐλευθέρωσον.

 

Μέγιστος ὄντως ἐφάνης θαύμασιν ἔνδοξε, φωταγωγῶν τὴν κτίσιν, φρυκτωρίαις ταῖς ἄνω, καὶ ἔργοις σου ἐνθέοις· ὅθεν τρανῶς, σὲ τὸ ἄδυτον δέχεται, φῶς μετὰ κοίμησιν θεῖον θεοπρεπῶς, Ἰωάννη Λαμπαδώνυμε.

 

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἰωάννη Ὅσιε, πρὸς τὴν ἀγήρω ζωήν, μεταθεὶς τὴν διάνοιαν, λογισμῷ θεόφρονι, καὶ ψυχῇ μεγαλόφρονι, τῆς εὐτελείας καὶ ταπεινότητος, τῶν ὁρωμένων καταπεφρόνηκας· ὅθεν γενόμενος, σκεῦος θείου Πνεύματος τοῦ παντουργοῦ, τὴν διαιωνίζουσαν, δόξαν ἀπείληφας.

 

Πάτερ Ἰωάννη Ὅσιε, τῶν διωκτῶν τὰς ὁρμάς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω πανόλβιε, τῆς ὑπερφώτου ἀγαλλίασεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως· ἔνθα νῦν γενόμενος ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.

 

Πάτερ Ἰωάννη ἔνδοξε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσιν ἀοίδιμε, καὶ πλεονάσας ὄντως τὸ τάλαντον, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον γενόμενος, τοῦ νυμφῶνος ἔνθα νῦν περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, θεόφρον Ὅσιε.

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὡς θεόσδοτον τάλαντον, τὴν ἐν ἀσκήσει μετάνοιαν, Ἰωάννη θεόφρον κτησάμενος, ταύτην καλῶς ἐπαυξήσαι ἐσπούδασας· ὅθεν καὶ αὐξήσας αὐτήν, ἰαμάτων τὴν χάριν, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἀξίως ἀπείληφας, καὶ θείας αὐτοῦ φωνῆς χαρμοσύνως ἀκήκοας· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε χαίρων, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Τῆς τρισσοφαοῦς σοφίας ἐμφορηθείς, ἔξω κόσμου ἐγένου, Ἰωάννη μακάριε. Ζῶν γὰρ ὑπὲρ τὰ ὁρώμενα, ἐνδιαίτημα θεῖον Θεοῦ ἀνεδείχθης, καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες· ὅθεν τρανῶς τοῦ μακαρίου ἔτυχες τέλους· διὸ πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δεῦτε τῶν πιστῶν φιλεόρτων τὸ σύστημα, τὸ ἐγκαλλώπισμα τῶν θεουργῶν ἀρετῶν, τὸν θεῖον Ἰωάννην εὐφημήσωμεν. Αὐτὸς γὰρ Πνεύματος Ἁγίου, ἀκήρατος θησαυρὸς ἐχρημάτισε, καὶ ἐκ πράξεως εἰς θεωρίαν ἀναχθείς, πρὸς Χριστὸν τὸν νοητὸν ὤφθη Νυμφίον, δῶρον πολύτιμον· διὸ ὡς παῤῥησίαν ἔχων πρὸς Θεόν, ἐν τῇ ἀπολαύσει τῆς ἄνω κληρουχίας, πρέσβευε ὑπὲρ ἡμῶν, Ἰωάννη Λαμπαδώνυμε.

 

Δόξα. Ἦχος δ΄.

Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γάρ, ὁ θεῖος Ἰωάννης, προσβλέπων τῷ πνεύματι, ἀκλινῶς Χριστὸν τὸν Θεὸν ἡμῶν, τῶν θαυμάτων ἄβυσσον ἡμῖν πλουσίως πηγάζει, καὶ στῦλος εὐσεβείας ἀρετῶν πᾶσιν ὀφθείς, ἰαμάτων ὑποφήτης ἀνηγόρευται· ὅθεν πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Κόσμον βδελυξάμενος, ἀπαρνησάμενος ἅπαντα, τῆς σαρκὸς τὰ σκιρτήματα, μετὰ τῶν προσλήψεων, ἀκριβὴς ἐγένου, τηρητὴς παμμάκαρ, τῶν τοῦ Κυρίου ἐντολῶν, καὶ φύλαξ ἄριστος Πάτερ Ὅσιε· ὅθεν θαυμάτων εἴληφας, παρὰ Χριστοῦ τὰ χαρίσματα, τοῖς πιστῶς προσιοῦσί σοι, ἀπονέμων ἑκάστοτε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ὕλης ἀχθοφόρημα, ἐκτιναξάμενος Ὅσιε, καὶ παθῶν τὴν προσπάθειαν, ὑψηλῆς διώδευσας, πολιτείας τρίβον, ἀρετῆς εἰς ἄκρον, μεταρσιούμενος σοφῶς, ἄϋλον ὕλῃ ἐχθρὸν κατέβαλες· διὸ καὶ συνηρίθμησαι, χοροῖς Ἀγγέλων μακάριε, δυσωπῶν τὸν Φιλάνθρωπον, ὑπὲρ τῶν εὐφημούντων σε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὅλος ἱερώτατον, σκεῦος ἐδείχθης τοῦ Πνεύματος, ἀσκητῶν ἐγκαλλώπισμα, Ὁσίων ἀγλάϊσμα, κάλλος ἐποπτεύων τοῦ Κτίστου σου· ὅθεν κάλλεσιν ὄντως ἐντρυφᾷς, ἐπουρανίοις ὅλως ἐν πνεύματι· διό σου τὴν πανέορτον, σεπτὴν τελοῦμεν πανήγυριν, μελῳδοῦντες ἐν ᾄσμασι, τὸν Σωτῆρα καὶ Κύριον.

 

Δόξα. Ἦχος δ΄.

Τὸν τοῦ Χριστοῦ ὁπαδὸν Ἰωάννην τὸν ἀοίδιμον, συνελθόντες οἱ πιστοί, ἐν ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτος γὰρ πρὸς ἀοράτους ἐχθρούς, πόλεμον εὐσθενῶς ὑπελθών, τὸ τῆς νίκης βραβεῖον ἐδέξατο. Καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χορεύων, τὴν ἀκατάληκτον χορείαν, αἰτεῖται τῇ οἰκουμένῃ, καὶ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς Λαμπάδος τὸ κλέος καὶ Κυπρίων ὡράϊσμα, καὶ θαυματουργὸς ὄντως ὤφθης, Ἰωάννη Πατὴρ ἡμῶν Ὅσιε, νηστείᾳ κατατήξας τῆς σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς· ὅθεν χάριν ἰαμάτων ἐξ οὐρανοῦ ἐδέξω θεόπνευστε· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α᾿. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σοφέ, καταυγάζουσα πάντας, τοῖς θείοις σου θαύμασιν, Ἰωάννη μακάριε· ἥνπερ σήμερον, ἐπιτελοῦντες βοῶμεν· καθικέτευε, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστάτις πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Κόσμου τερπνότητα, προθύμως ἔλιπες, καὶ τῷ Δεσπότῃ Σου, κατηκολούθησας, ἔρωτι θείῳ τὴν ψυχήν, ἐτρώθης παμμακάριστε· ὅθεν καὶ τὴν κάμινον, τῶν παθῶν ἐναπέσβεσας, δρόσῳ τῇ τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· διὸ καὶ σὺν Ἀγγέλοις χορεύεις νῦν, τούτων τὸν βίον μιμησάμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῆς συμπαθείας Σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας Σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ Σου, τρόμῳ συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζω ἐκ βθαών μου, τῆς καρδίας τοῖς δάκρυσι· Παρθένε Θεοτόκε βοήθησον· σῶσόν με σῶσον τὸν ἀνάξιον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.

Τῶν παθῶν τῆς ἀχλύος ἐκκαθαρθείς, ἀπὸ βρέφους παμμάκαρ θεοπρεπῶς, τὸ φῶς εἰσδεξάμενος, ἐν ἀσκήσει διέλαμψας· νεκρωθεὶς γὰρ τοῖς κάτω τοῖς ἄνω συνέζησας, τοῦ ἐχθροῦ τὰς ἐνέδρας ἐνθέως ἀπέσβεσας· ὅθεν καὶ ἀΰλων, ἀσωμάτων Ἀγγέλων, συνόμιλος γέγονας, τῇ τοῦ Πνεύματος χάριτι, Ἰωάννη μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω Σοι, ἐκ καρδίας πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον τὸ πλοῦσιον ἔλεος, καὶ τῆς Σῆς εὐσπλαγχνίας τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν Σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πάντοτε κράζω Σοι· Δέσποινα Παρθένε ἁγνή, τὴν Σὴν βοήθειαν δός μοι τῷ δούλῳ Σου, καὶ γὰρ δύνασαι ὅσα θέλεις πανάμωμε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ΣΤ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἔρωτι Χριστοῦ τρωθεὶς τὴν διάνοιαν, ἐπὶ τὰ ὕψη τῶν ἀρετῶν, θεοπρεπῶς ἀνῆλθες Ἰωάννη μακάριε, καὶ ἔλαβες ἰαμάτων τὴν χάριν, ἰατρεύειν τὰς νόσους, τῶν εὐσεβῶς σου τελούντων, τὴν θείαν πανήγυριν.

 

Εἶτα, ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννην μέλποντα φώτισον Σῶτερ.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἰὸν ἀποκάθαρον, τεθολωμένης καρδίας μου, χάριν καταπέμψας μοι ἐξ ὔψους εὔσπλαγχνε, ἐφιεμένῳ, αἰνέσαι κατ’ ἀξίαν, τὸν θεῖον θεράποντα, σοῦ τοῦ Θεοῦ ἡμῶν.

Ὤφθης ἐνδιαίτημα, τοῦ θείου Πνεύματος Ὅσιε, ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας στεῤῥῶς, καὶ ἑπόμενος, αὐτοῦ ταῖς θεωρίαις, ἀξίως ἀπείληφας, χάριν τὴν ἔνθεον.

Ἀξίως τιμῶμέν σου, σεπτοὺς ἀγῶνας μακάριε, οὓς θείᾳ ῥωννύμενος, δυνάμει τέτληκας, καταβεβληκώς, τὸ θράσος τοῦ πανώλους· διό σου τὴν πάνσεπτον, μνήμην γεραίρομεν.

Θεοτοκίον.

Ὁ Λόγος ὁ ἄναρχος, ἀρχὴν λαβὼν ἐνηνθρώπησεν, ἐκ Σοῦ σωματούμενος, ἄνευ τροπῆς ἢ φυρμοῦ· καὶ ἀνήγαγεν, ἡμᾶς εἰς τὴν ἀρχαίαν, πατρίδα δι’ ἄμετρον, οἶκτον καὶ ἔλεος.

 

Ἕτερος Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τῆς Λαμπάδος βλάστημα μέλπω προθύμως.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τῆς ἀρχιφώτου μυστικῆς τοῦ Πνεύματος, σοφίας λόγον ᾠδῆς, δίδου μοι νῦν Σῶτερ, εὐφημῆσαι θέλοντι, χρεωστικῶς τὸν ἔνδοξον, Ἰωάννην ἀξίως, τῶν ἀσκητῶν τὸ ἀγλάϊσμα, καὶ τῶν μοναζόντων ἑδραίωμα.

Ἡ ἐπιφοίτησις τοῦ θείου Πνεύματος, καταπλουτίσασα, σὲ ἀληθῶς θεῖον, θησαυρὸν ἀνέδειξε, θείων χαρίτων Ὅσιε, Ἰωάννη πανσόφως· διὸ τοὺς πόθῳ τιμῶντάς σε, λύτρωσαι παντοίων κακώσεων.

Σωτηριώδει ἐλλαμφθεὶς φαιδρότητι, κατὰ παθῶν ἀνδρικῶς, ἔσπευσας προθύμως, καθελεῖν πανόλβιε, τὸ χεῖρον τῷ βελτίονι, καὶ τυχεῖν τῆς ἀγήρω, καὶ μακαρίας λαμπρότητος, Πάτερ Ἰωάννη μακάριε.

Θεοτοκίον.

Λυχνία ὤφθης χρυσῆ τηλαυγεστάτη, Θεοκυῆτορ ἁγνή, τὸν τοῦ Πατρὸς Λόγον, σάρκα χρηματίσαντα, δι’ εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγένηκας, μείνασα παρθένος ἀμώμητος.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.

Ναμάτων ἐξήντλησας πλουσίως, τῶν θείων χαρίτων ἐμπιπλῶν, ἀγαθοδότως πάνσοφε, καρδίας τῶν τιμώντων σε, καὶ ἐπικαλουμένων σε, ὦ Ἰωάννη μακάριε.

Νοὸς καθαρότητι ἀνέπτης, μονὰς οὐρανίους κατοικεῖς, παθῶν γὰρ ἀφιστάμενος, Ἀγγέλοις συναυλίζῃ νῦν, καὶ τοῖς δικαίοις γέγονας, συνόμιλος Πάτερ Ὅσιε.

Ἡ θεία σου λάρναξ συγκαλεῖται, πιστοὺς  προσφοιτᾶν τῷ σῷ ναῷ, καὶ δαψιλῶς τὴν ἴασιν, ἀντλεῖν πασῶν κακώσεων, τῆς σοροῦ τῶν λειψάνων σου, Ὁσίων κλέος θεόπνευστε.

Θεοτοκίον.

Μαρίαν τὴν ἄμωμον ἀμνάδα, ἐξ ἧς ὁ ἀμνὸς ὁ τοῦ Θεοῦ, αἴρων κόσμου τὰ πταίσματα, ἀῤῥήτως προελήλυθε, χρεωστικῶς ὑμνήσωμεν, καὶ εὐσεβῶς μεγαλύνομεν.

 

Ἕτερος. Οὐρανίας ἁψῖδος.

Ἀνανεύων ἀπαύστως θεοπτικῶς Ὅσιε, πρὸς τὴν τριλαμπεστάτην χύσιν, τῆς θείας γνώσεως, ἀφθόνως εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη μέγιστε, Κύπρου τὸ καύχημα.

Μόνον ἔχων τὸ θεῖον ἐν ταῖς πλαξὶν Ὅσιε, τῆς φωτοειδοῦς σου καρδίας ὅλην ἀπέσεισας, ἰλὺν τὴν κάτωθεν, καὶ θεωρίας ἐγένου, μυστικῆς τῆς ἄνωθεν, δοχεῖον ἄμωμον.

Παρθενίας ζηλώσας θεοπρεπῶς γέγονας, ταῖς ὑπερκοσμίοις δυνάμεσιν ὁμοδίαιτος, συναυλιζόμενος, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου· ὅθεν σου τὴν ἔνδοξον, μνήμην γεραίρομεν.

Θεοτοκίον.

Ἀληθῆ Θεοτόκον ὁμολογῶ Δέσποινα, ὡς τὸν Θεὸν Λόγον τεκοῦσαν καὶ προξενήσασαν, ζωὴν ἀΐδιον, Θεοκυῆτορ Μαρία, ῥυσαμένηἅπαντας, φρικτῆς κολάσεως.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν λαμπτῆρα τὸν μέγαν καὶ φαεινόν, τὸν πραότατον ἅμα καὶ ἱλαρόν, τὸν φύσιν νικήσαντα, καὶ σαρκὸς τὰ σκιρτήματα, χαλινώσαντα πάντα Ἰωάννην τὸν πάμφωτον, τὸν Χριστῷ ἀπείρῳ τῷ πόθῳ λατρεύσαντα, καὶ συγκληρονόμον, τῆς Αὐτοῦ Βασιλείας, γενόμενον ἅπαντες, πιστοὶ εὐφημήσωμεν, πρεσβευτὴν ὡς θερμότατον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι ἡμῖν, τοῖς πιστῶς ἐκτελοῦσι τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Διὰ κόσμον Παρθένε τὸν κοσμικόν, καὶ ταγμάτων τῶν ἄνω καλλωπισμόν, ἐν κόσμῳ ἐκύησας, τὸν τοῦ κόσμου κοσμήτορα· πρὸ γὰρ τούτου Κόρη ὑπῆρχον ἀκόσμητα, μὴ βροτῶν βλεπόντων, μηδὲ νόων τὸν Κύριον· ὅθεν ἀμφοτέρων, κοσμιότης κοσμία, ἐδείχθης Μητρόθεε, κοσμιότητι Τόκου Σου· τὸν γὰρ κόσμον τῷ κόσμῳ, δι’ αὐτοῦ τῷ ἀρχαίῳ κοσμεῖς· καὶ Ἀγγέλων ἅπαντα διάκοσμον, ἐν Σοὶ κατακοσμεῖς κόσμον σώζουσα.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Νοῦν Λόγον καὶ Πρόβλημα ὡς ἐφικτόν, τὸ τρισσολαμπὲς κάλλος ἔδειξας, τῷ σῷ οἰκέτῃ, διανοίας ὀφθαλμοῖς, ἀετῶν γὰρ θεώμενος, τρίμορφον τὴν πτῆσιν τρισόλβιε.

Μονάδα τρισάριθμον καὶ συμφυῆ, διὰ τῆς θεόθεν ἐλλάμψεως, ἐπέγνως ὄντως, ἀναλόγως ὡς ἁπλῆν, καὶ κατ’ ἀξίαν νέμουσαν, τὸ οἰκεῖον φῶς πρὸς ἕνα ἕκαστον.

Εὐπρεπῶς ἐτήρησας καὶ ἀκλινῶς, σοῦ τὸ κατ’ εἰκόνα μακάριε, τὰς ἀναβάσεις, ἐκ δυνάμεως εἰκός, ἐπὶ τὸ θεομίμητον, Πάτερ διαβαίνων εἰς δύναμιν.

Θεοτοκίον.

Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὑπάρξασα Δέσποινα, τοῦ Βασιλέως, σαρκοφόρος γὰρ Θεός, νηδύος Σῆς προέρχεται, ἀξιοπρεπῶς θεονύμφευτε.

 

 

 

 

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.

Δόξαν τρανῶς, φωτοειδῆ καθεώρακας, οὐρανόθεν, ὄντως ἐξαστράπτουσαν, ἐπὶ τὴν σὴν κάραν ἐμφανῶς, στίλβουσαν ἐκδήλως, ἐμφαίνουσάν σου τὴν ἔκβασιν, γῆθεν πρὸς ὃν ἐπόθεις, καὶ τοῖς ἴχνεσι τούτου Ἰωάννη, ἀξίως ἑπόμενος.

Ὅλως ἐν σοί, ἡ θεία χάρις ἐσκήνωσεν, ἀοράτως, Ἰωάννη Ὅσιε, προνοουμένη γὰρ διὰ σοῦ, πλείστων σωζομένων, καὶ τῆς μερίδος τῆς κρείττονος, ἀξίως ἀπολαῦσαι, καὶ συνεῖναι ταῖς θείαις, τῶν ἁγίων ἁγίαις λαμπρότησιν.

Σκεῦος ὀφθείς, τοῦ θείου Πνεύματος τίμιον, ἀνενδότως, ἐξ ἐμφύτου κλήσεως, φωτοειδεῖς, ὄντως καθορᾷς, περιπολευούσας, τὸ τριλαμπὲς τῆς Θεότητος, δυνάμεις οὐρανίους, ἃς καὶ νόας ἐνόεις, Ἰωάννη φωστὴρ διαυγέστατε.

Θεοτοκίον.

Βάτον σαφῶς, Σὲ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει, φλεγομένην ἄκαυστον, ὡς τοῦ Θεοῦ, καὶ δημιουργοῦ, ἀληθῶς μητέρα, γενησομένην Θεόνυμγε, καὶ φύσιν σεσωκότος, ἐκ θανάτου βροτείαν, καὶ τῇ δόξῃ τῇ θείᾳ δοξάσαντος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Λόγον τὸν προάναρχον, Υἱὸν Θεοῦ ἐκήρυξας, καὶ σάρκα γενόμενον, ὡς οἶδε μόνος αὐτός· ὡς προσεκαλέσατο, φωνῆς γὰρ αὐτοῦ ἀκηκοώς, ἦρας ἐπὶ ὤμων σου, τὸν σταυρὸν παναοίδιμε.

Πᾶσάν σου τὴν ἔφεσιν, εὐτόνως σὺ ἀνέτεινας, πρὸς ἁπλωτικὴν ἕνωσιν θείαν, τῇ ἐπιλάμψει τοῦ θείου Πνεύματος, τὸ τρισσολαμπὲς κατανοῶν, τῆς μιᾶς Θεότητος, Ἰωάννη μακάριε.

Ὅλος ἐκ νεότητος, τοῖς τοῦ Κυρίου ἴχνεσιν, εἴπου παμμακάριστε, ὁσίως, καθυποτάξας τὸν πολεμήτορα· ὅθεν καὶ θαυμάτων αὐτουργός, γέγονας θαυμάσιε, τοῖς πιστῶς προσιοῦσί σοι.

Θεοτοκίον.

Λιμένα σωτήριον, καὶ τεῖχος ἀπροσμάχητον, θείαν προστασίαν καὶ ἐλπίδα, ἄγκυραν πάντες Σὲ κεκτημένοι ἁγνή, οἱ πιστοὶ βοῶμεν ἐκτενῶς· ῥῦσαι ἡμᾶς θλίψεως, καὶ πυρὸς αἰωνίζοντος.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Λίθον ἔντιμον οἶδας, Δανιὴλ τῷ Προφήτῃ προκηρυττόμενον, ἀκρογωνιαῖον, εἰς γωνίας τιθέμενον ἄῤρηκτον, κεφαλὴν παμμάκαρ· ὅθεν αὐτῷ προσεκολλήθης, καὶ ἀπείληφας ὄντως τὸν στέφανον.

Ἀνενδότως ἀγάπην, πρὸς τὸν θεῖον ἔρωτα Πάτερ κτησάμενος, καὶ πρὸς τὸν πλησίον, Προφητῶν καὶ τοῦ νόμου τὸ πλήρωμα, ἐκπληρῶν παμμάκαρ· ὅθεν ἐδείχθης ποδηγέτης, τοῖς πιστῶς ἐκτελοῦσι τὴν μνήμην σου.

Σφενδονήσας ὡς πάλαι, τῇ σφενδόνι τοῦ θείου λόγου τὸν κάκιστον, Γολιὰθ καὶ τούτου, θηριόμορφον ὄψιν κατέθλασας, ἀπαμβλύνων πάντα, τὰ καθ’ ἡμῶν βέλη τρωθέντα, Ἰωάννη Ὁσίων ἀγλάϊσμα.

Θεοτοκίον.

Τὴν ἀσπόρως τεκοῦσαν, τὸν Δημιουργὸν τῶν ἁπάντων καὶ Κύριον, γενεαὶ Σὲ πᾶσαι, τῶν ἀνθρώπων ἁγνὴ μακαρίζουσι, καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ μεγαλύνουσι.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Νοὸς ὀξύτητι πάνσοφε, οὐράνιον χορὸν κατενόησας, διακοσμούμενον, ἐν τρισιφώτοις ἐλλάμψεσι, μιᾶς Θεότητός τε καὶ κυριότητος.

Τὴν θείαν μνήμην τελοῦντές σου, αἰτοῦμεν εὐσεβῶς τὰ ἰάματα, τῶν ἀνηκέστων, παθῶν ἀπολαβεῖν παναοίδιμε, ὡς παῤῥησίαν ἔχων πρὸς τὸν Θεὸν ἡμῶν.

Ἀγγέλους ἔσχες συλλήπτορας, τὸν ἅπαντά σε χρόνον αὐγάζοντας, καὶ χορηγοῦντάς σοι, θείας οὐσίας τὴν ἔλλαμψιν, ἐμμέσως Ἰωάννη θεομακάριστε.

Θεοτοκίον.

Ἀξίως πᾶσαι γεραίρουσι, Σὲ τάξεις αἱ οὐράνιοι πάνσεμνε, βροτῶν δὲ ἅπασαι, αἱ γενεαὶ μακαρίζουσι, Σὺ γὰρ μόνη ἐδείχθης Θεογεννήτρια.

 

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.

Ἡ λάρναξ ὡς ἀληθῶς, δίκην πηγῆς ἐπιχέουσα, ἰάσεις καὶ χορηγεῖ, τοῖς πόθῳ προστρέχουσι, παντοίων κακώσεων, φάρμακα καὶ ῥῶσιν, Ἰωάννη ἀφθονώτατα.

Μεθέξει θεουργικῇ, τῆς θείας μακαριότητος, ἀμέθεκτον ἀκλινῶς, ἐτήρησας Ὅσιε, τὸ ἔνθεον σκῆνός σου, πάσης ἀλογίας, χαμερποῦς θεομακάριστε.

Ἁγίων σου τὴν ψυχήν, διατηρῶν ἐλλαμπόμενος, ἁπλαῖς ταῖς μαρμαρυγαῖς, τῆς θείας λαμπρότητος, τρυφῆς ἐμφορούμενος, τῆς ἀκαταλήκτου, ἀρετῆς ὤφθης ἀγλάϊσμα.

Θεοτοκίον.

Μορφοῦται τὸ καθ’ ἡμᾶς, ὁ πάντα φέρων τὰ σύμπαντα, σαρκὸς γὰρ τὸ ἀσθενές, ἐκ Σοῦ περιβάλλεται, Παρθένε πανάμωμε, ἐπ’εὐεργεσίᾳ, τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Φρυκτωρίαις ἄνωθεν, μεμυημένος θεόφρον, ἀκλινῶς ἀνέδραμες, πρὸς οὐρανίους θαλάμους, σκήνωμα, τῆς ἀρχιφώτου καὶ θείας αἴγλης, γέγονας, γὰρ ἀκηλίδωτον Ἰωάννη· διὰ τοῦτό σου τὴν μνήμην, τιμῶμεν πάντες, Κύπρου τὸ καύχημα.

Ὁ Οἶκος.

Ἄνοιξόν μοι τὸ στόμα, φωτοδότα Φιλάνθρωπε, ἀνυμνῆσαι τολμῶντος, ἀγῶνας καὶ τὰ παλαίσματα, ἃ ὑπέστη γενναίως κατὰ τοῦ ματαιόφρονος, ὁ παμφαέστατος τοῦ Φωτὸς λύχνος καὶ ἔνδοξος Ἰωάννης· διὸ καὶ ὤφθη πᾶσιν αἰδέσιμος, ὡς ἄγκυρα πίστεως· ἄρας γάρ σου τὸν σταυρόν, ἐπὶ ὤμων εὐσεβῶς, ἑπόμενός σου προθύμως, ἴχνεσι θείοις, ἀσκήσει, πραότητι, ταπεινώσει· ὅθεν τοῦτον ἡ θρεψαμένη, βεβαίαν σκέπην κατ’ ἐχθρῶν, καὶ ἀντιλήπτορα θερμόν, ἐν περιστάσεσιν ἔχει, καθ’ ἑκάστην ἐκβοῶσα· Ὁσίων δόξα, Κύπρου τὸ καύχημα.

 

Συναξάριον.

Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Λαμπαδιστοῦ, τοῦ ἐν Κύπρῳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.

Φωτὸς ὄχημα ἐδείχθης ἀκηλίδωτον, καὶ αἴγλης θεαρχικῆς, δοχεῖον Πάτερ σαφῶς· διόπερ γηθόμενος, ψάλλων ἀνέμελπες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὡς πανίερος ἡμέρα καὶ θεσπέσιος, καὶ πανσεβάσμιος, ἥτις ἡμᾶς συγκαλεῖ, κροτοῦντας ἐν ᾄσμασι, θείοις τὴν μνήμην σου, καὶ κραυγάζοντας· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τῶν λειψάνων τὰς ἰάσεις ἀπαντλήσωμεν, δεῦτε πιστοὶ μυστικῶς, ῥεούσας ποταμηδόν, Ὁσίου θεόφρονος, ἀνακραυγάζοντος· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἰδοὺ πρόξενος ἀνθρώποις ἐναπέφηνας, θείας λυτρώσεως, τὸν Λυτρωτὴν τοῦ παντός, τεκοῦσα πανάμωμε, ᾧ πάντες ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ἕτερος. Θεοῦ συγκατάβασιν.

Εἰδώς σου τὸ ἄπτωτον, ὡσαύτως ἔχον περὶ τὴν ἵδρυσιν, τῆς τριφώτου ἀκτῖνος, καὶ θείας αἴγλης αὐτοῦ μακάριε, ὁ στεφοδότης Χριστὸς ἐστεφάνωσε, κράζειν ἀπαύστως αὐτῷ· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Λογίων τοῦ Πνεύματος, ἐνωτισάμενος ἀξιάγαστε, ἀπὸ βρέφους ἀπώσω πατρίδα, γένος πλούτου τε ὕπαρξιν, καὶ τῷ Χριστῷ εὐσεβῶς ψάλλων ἔμελπες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πλησίον ἑώρακας, θεομιμήτως πλησιαζούσας φωτί, τὰς ἀΰλους δυνάμεις, τῷ ὑπερτάτῳ, τῶν φώτων χάριτί σε, καὶ δεχομένας θεόφρον ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὡς πάντων κυήσασα, Θεὸν καὶ Κτίστην, ἄχραντε Δέσποινα, εὐδοκήσαντα σῶσαι, τὸ τῶν ἀνθρώπων γένος ἐκ ᾍδου πικροῦ· ὅθεν ἀξίως ὑμνοῦντες κραυγάζομεν· Εὐλογημένη ἁγνή, Θεογεννήτρια.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Σταθερᾷ τῇ γνώμῃ καὶ καρδίᾳ, αἰνέσωμεν ἅπαντες τὸν Ὅσιον, τὸν μαρμαρυγαῖς ἡμῖν πᾶσιν ἀποστίλβοντα, προσερχομένοις πίστει τε, πόθῳ καὶ ψάλλουσι· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὅλος ἀπεφάνθης ἀντιλήπτωρ, καὶ μέγιστος Ἰωάννη ἀκεσώδυνος, πᾶσιν ἀναβλύζεις γάρ, ἀφθαρσίας νάματα, ὡς ποταμὸς προχέων σου, ῥεῖθρα τοῖς ψάλλουσι· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νοῦν καὶ Ὑπέρλογον καὶ Σοφίαν, τῷ πάντων κρατοῦντι ἐφεπόμενος, Ποιητῇ καὶ Κτίστῃ σου, ἔψαλλες μακάριε, ἐμοὶ τὸ ζῆν Χριστός ἐστιν, ὑπὲρ τὸ ζῆν ἀληθῶς· διὸ καὶ εὐχαρίστως σὺν πόθῳ, Κύριον ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν Σε πανάμωμε, τέτοκας γὰρ πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κτίστην Σου, καὶ Βασιλέα Χριστόν· διό σε, τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Πάθη σαρκὸς ἐνέκρωσας, Ἰωάννη θεόπνευστε, τὴν καθαρωτάτην ἀρετὴν ἐνδέδυσαι, τὸ ὄντως ἱμάτιον, τοῦ σωτηρίου καὶ καθαρόν, καὶ φωτοειδῆ τῆς ἀφθαρσίας χιτῶνα, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥήσεσιν ἐφεπόμενος, Προφητῶν Ἀποστόλων τε, ἱεροπρεπῶς ὡς θεμιτὸν ἀνέτεινας, τὸ ὄμμα μακάριε, πρὸς τὴν ἀκτῖνα τῶν ἐφετῶν, τῆς τρισσοφεγγοῦς καὶ ἀρχιφώτου Τριάδος, πρὸς ἣν ἀεὶ κραυγάζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὅλος δοχεῖον γέγονας, ἐνεργείᾳ τοῦ Πνεύματος· πρὸς γὰρ τὴν θεόθεν ἐμφανῶς Σοι ἔλλαμψιν, ἀνέπτης ἀοίδιμε, θεομιμήτως ὡς ἐφικτόν, τοῖς ὑπερκοσμίοις νῦν αὐλίζῃ Ἀγγέλοις· μεθ’ ὧν μέλπεις συντόνως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Θείᾳ βουλήσει γέγονε, τὸ φρικτὸν τῆς λοχείας Σου, ὅτι μετὰ τόκον παρθενεύεις ἄχραντε, ὠς μόνος ἐπίσταται, ὁ τῶν ἁπάντων Κύριος, Ὃν ἐκδυσωποῦσα, μὴ ἐλλίπῃς Παρθένε, σωθῆναι τοὺς ἐν πίστει, τῷ Υἱῷ Σου βοῶντας· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὤφθης ἀληθῶς, δοχεῖον τοῦ Πνεύματος, καὶ ἐνδιαίτημα, καθομολογῶν τρανῶς, ἀγαθουργὸν τῶν πάντων καὶ εὔσπλαγχνον· διὸ καὶ ὁπαδὸς Αὐτῷ γέγονας Ὅσιε, εἰρηκότι· ἆρον ἐπὶ ὤμων σου, τὸν Σταυρὸν τοῦ Χριστοῦ καὶ ἐνίσχυε.

Τὸ φωτοειδές, σεπτὸν καὶ πανίερον, καὶ ἀγαθόδοτον, ἐλαφρὸν ἐβάστασας, φορτίον ὄντως, τὸ τοῦ Χριστοῦ ἐκλεκτόν· διὸ τοὺς τὴν πανέορτον μνήμην σου σήμερον, ἐκτελοῦντας, Ἰωάννη λύτρωσαι, ἐκ παντοίων δεινῶν περιστάσεων.

Ἔχων τὸν Χριστόν, οἰκοῦντα καὶ μένοντα, θεοπρεπῶς ἐπὶ σοί, ἀξιομακάριστε· Ὁσίων πάντων, Δικαίων καύχημα, τῶν μοναστῶν ἀγλάϊσμα, καὶ ἀσκητῶν καλλονή· διὰ τοῦτο, πρέσβευε δεόμεθα, ἐκ κινδύνων ῥυσθῆναι τοὺς δούλους σου.

Θεοτοκίον.

Ῥήσεσιν ὀρθῶς, Προφητῶν ἑπόμενοι, Σὲ καταγγέλλομεν, Θεοτόκον ἄχραντε· ὅτι τὸν Κτίστην, τῶν ὄντως τέτοκας, αἰώνων ἀρχαιότερον, σωματωθέντα ἐκ Σοῦ· καὶ τὸν πάντας, δόλῳ τυραννήσαντα, θεϊκῇ δυναστείᾳ νικήσαντα.

 

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.

Ὑπάρχων πλήρης χάριτος μυστικῆς, εὐωδίαν ἀφθόνως ἐξέχεας, πνευματικήν, πᾶσι τοῖς προστρέχουσιν εὐσεβῶς, καὶ δεχομένοις χάριτι, τῇ ἐν σοὶ οἰκούσῃ φωτοειδῶς· ἰάσεις χορηγούσης, παντοίων νοσημάτων, καὶ τῶν κινδύνων ἀπολύτρωσιν.

Μυρίζει ἡ θήκη μυρεψικά, μύρα βρύουσα πάντας ἀρδεύουσα, ποταμηδόν, μύρα ἀπαντλοῦντας θεοπρεπῶς, μύροις καταμυρίζουσα, μύρου θείου ὄντως πνευματικοῦ, μυρίζοντος τοὺς πίστει, καὶ πόθῳ σου τὴν μνήμην, ἐπιτελοῦντας παναοίδιμε.

Ὡς ὄρθρος ὡς ὡραῖος ὡς εὐπρεπής, ὡς ἀστὴρ φαεινὸς ἀνατέταλκας, ἐπὶ τῆς γῆς, αἴγλης ἀρχιφώτου θεοπτικόν, δοχεῖον ἀκηλίδωτον, γέγονας παμμάκαρ φωταγωγοῦν, τοὺς πόθῳ προσιόντας, καὶ πίστει τὴν σεπτήν σου, ἐπιτελοῦντας νῦν πανήγυριν.

Θεοτοκίον.

Συνέλαβες Παρθένε δίχα σπορᾶς, Θεὸν Λόγον ἁγνὴ πολυΰμνητε, σάρκα ἐκ Σοῦ, μόνος ὡς ἠθέλησε εἰληφώς, σεσαρκωμένον τέτοκας, μείνασα παρθένος παναληθῶς· διό Σε Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν καὶ δοξάζομεν.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἐμφρόνως καθυπέταξας, θεόφρον Λαμπαδώνυμε, τῷ αὐτοκράτορι Πάτερ, νοΐ σαρκὸς τὰς ὀρέξεις· ἐντεῦθεν τὸ ἀκρότατον, τῶν ἐφετῶν κατέλαβες· διὸ καὶ δόξης ἔτυχες, τῆς αἰωνίου μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἱκετεύειν.

Θεοτοκίον.

Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ φόβῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι Σου πανάμωμε, ἀφ’ ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, Σὲ Θεοτόκον κυρίως.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.

Τίνα ὀνομάσωμεν Ἅγιε; Νοητὸν τῆς Ἐκκλησίας καὶ ἀστέρα φαεινόν, γεωργὸν τῶν ἀθανάτων παμμακάριστε φυτῶν· κρηπῖδα, ἐγκρατείας ἀμετάθετον· κανόνα, τῆς ἀσκήσεως περίβλεπτον· πᾶσι τὰ πρόσφορα νέμοντα, τοῖς σοὶ ἐν πίστει προστρέχουσιν; ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

 

Τίνα σὲ καλέσωμεν Ὅσιε; Βραβευτὴν τῶν δεομένων καὶ τυφλῶν χειραγωγόν· τῶν πεινώντων παροχέα, συμπαθείας τὴν πηγήν· πιπτόντων, ἡ ὀξύτατος ἀνόρθωσις· καμνόντων, ἀντιλήπτωρ καὶ ἐπίσκεψις; ὅθεν ἱλέῳ σου ὄμματι, ἄνωθεν πρόσχες καὶ λύτρωσαι, τοὺς δούλους σου, ἐκ παντοίων περιστάσεων.

 

Τίνα σε προσείπω θαυμάσιε; ὁριστὴν τῆς συζυγίας, σωφροσύνης βραβευτήν· παιδευτὴν τῶν μοναζόντων, παρθενίας ὁδηγόν· ποιμένα, πλανωμένων συμπαθέστατον· λειμῶνα, ἀσθενούντων εὐωδέστατον; Πολλά σου τὰ προτερήματα, καὶ ἔνθεος ἡ ἄσκησις. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Κοσμικὴν συζυγίαν καταλιπών, τῷ παντάνακτι Θεῷ ὁπαδὸς γενέσθαι, ἀνδρειοφρόνως ἐπέγνως καρτερόψυχε· ἀντὶ γὰρ ποικίλων βρωμάτων, δόξης ἀλήκτου ἐμφορηθείς, ἐν τῷ ὀφθῆναί μοι ἔφης, τὴν δόξαν σου χορτασθήσομαι· ἀντὶ ἀνδρῶν ὁμιλίας, ἀγγελικῆς χορείας ἠξίωσαι· ἀντὶ δὲ πλούτου χρημάτων, τὸν Σταυρὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἀναλαβών, κοσμικῆς ἀπάτης ἐβδελύξω τὸ μάταιον· διὸ ὡς παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, πρέσβευε ὑπὲρ ἡμῶν, Ἰωάννη μακάριε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου