Κυριακή 2 Οκτωβρίου 2022

ΟΚΤΩΒΡΙΟΣ 1. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΑΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΟΚΤΩΒΡΙΟΣ Α΄!!

ΑΝΑΝΙΑΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Συμπληρωθεῖσα ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Μάκαρ, Ἀνανία ἔνδοξε, καταυγασθεὶς τὴν ψυχήν, τῇ ἐλλάμψει τῆς χάριτος, μαθητὴς θεόπεμπτος, καὶ Ἀπόστολος ἔνθεος, καὶ ὑπηρέτης θεοειδέστατος, τοῦ σαρκωθέντος καὶ κόσμον σώσαντος, Λόγου γεγένησαι, καὶ αὐτοῦ τοῖς ἴχνεσιν ἀκολουθῶν, λόγον τὸν σωτήριον, πᾶσιν ἐκήρυξας.

 

Ὤφθη, ὁ Χριστὸς κατ’ ὄναρ σοι, ὡς μαθητῇ ἱερῷ, Ἀνανία Ἀπόστολε, καὶ ἐξαποστέλλει σε, πρὸς τὸν παῦλον εὐχόμενον, ᾧ ἐπιθείς σου τὰς χεῖρας ἔνδοξε, τοῦτον κατ’ ἄμφω λαμπρῶς ἐφώτισας· ὅθεν ἱκέτευε, σὺν αὐτῷ δεόμεθα ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων σου, μνήμην τὴν πάνσεπτον.

 

Λόγῳ, καὶ σοφίᾳ κρείττονι, μυσταγωγῶν ἱερῶς, εὐσεβείας Ἀπόστολε, τὸ μέγα μυστήριον, τοὺς τῇ πλάνῃ καθεύδοντας, τούτους πρὸς πίστιν θείαν ἐπέστρεψας, καὶ κληρονόμους Χριστοῦ ἀνέδειξας· ὢ τῶν ἀγώνων σου! ὧν στεῤῥῶς διήθλησας, καὶ τῆς ζωῆς, πᾶσιν ἀνεκήρυξας, τὸ Εὐαγγέλιον.

 

Φέρων τοῦ Χριστοῦ τὰ στίγματα, τῷ σώματί σου σοφέ, ὡς Ἀπόστολος ἔνθεος, ἄθλους ἐβεβαίωσας, σωτηρίας τὸ κήρυγμα· καὶ τὸν ἀγῶνα καλῶς τελέσας σου, ὑπερκοσμίων βραβείων ἔτυχες· ὢ ἧς ἠξίωσαι, δόξης καὶ λαμπρότητος! ἧς καὶ ἡμᾶς, κοινωνοὺς ἀνάδειξον, ταῖς ἱκεσίαις σου.

 

Δόξα. Ἦχος β .

Τῆς ἐν Χριστῷ οἰκονομίας, ὑποφήτης σοφὸς ἀναδειχθείς, τὰ κατ’ αὐτὴν ἀγαθὰ εὐηγγελίσω, Ἀνανία Ἀπόστολε. Γλώσσῃ γὰρ θεοῤῥήμονι, τὴν κεκρυμμένην ἀποκαλύπτων γνῶσιν, οὐρανίῳ πολιτείᾳ, τὴν τῶν πρακτέων ἐκφαίνεις χρηστότητα. Καὶ νομίμως ἀθλήσας, Χριστὸν ἐδόξασας, τὸν παρέχοντα διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μύστης θεοειδῆς, σαρκώσεως τῆς θείας, τοῦ κενωθέντος Λόγου, ἐδείχθης Ἀνανία, τοῦ βίου τῇ λαμπρότητι.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ λόγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Παῦλον τὸν εὐκλεῆ, χρηματισθεὶς θεόθεν, φωτὶ τῷ Τρισηλίῳ, φωτίζεις Ἀνανία, ὡς πλήρης θείου Πνεύματος.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ἤθλησας ἱερῶς, Ἀπόστολε θεόφρον, καὶ τοῦ Χριστοῦ τὸ πάθος, ἀθλητικῷ σου πάθει, δοξάσας τεθαυμάστωσαι.

 

Δόξα. Τριαδικόν.

Ἔλλαμψιν ἀληθῆ, ὦ Τρίφωτε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, δίδου ἡμῖν ἀπαύστως, λιταῖς τοῦ Ἀποστόλου Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ὁ Λόγος, λαβὼν ἀνερμηνεύτως, σκέπην Σε Θεοτόκε, πάντων πιστῶν ἀνέδειξε.

 

Νῦν ἀπολύεις.

 

Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ´

Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ἀποστόλου τρία. Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθείς

Ὁ τὴν ἀκτῖνα τὴν θείαν δεδεγμένος, ὅτε νεύσει κρείττονι πεπληρωμένος σοι, ὁ πρώην ζόφῳ κρατούμενος, προσῆλθε Σαῦλος, τὴν θείαν κάθαρσιν ἐξαιτούμενος, τότε παμμακάριστε, ὡς Ἱεράρχης σοφός, υἱοθετεῖς τῷ βαπτίσματι, τὸν μετὰ ταῦτα, τὴν οἰκουμένην υἱοθετήσαντα· ὅθεν σὺν τούτῳ μακαρίζομεν, σὲ τοῦ Χριστοῦ τὸν Ἀπόστολον, Ἀνανία θεόφρον, ἱκετεύοντα σωθῆναι ἡμᾶς.

Μεμυημένος τὰ θεῖα παραδόξως, βροντῆς γεγωνότερον Μάκαρ ἐσάλπισας, λόγον Θεοῦ τὸν σωτήριον, καὶ τοὺς ὑπνοῦντας, ἐν τοῖς μνημείοις τῆς ματαιότητος, ἐξήγειρας νέκρωσιν ἐναποῤῥίψαντας, τὴν τοῖς νεκροῖς συνοικίζουσαν, καὶ ἐν τῷ ᾍδῃ, τοὺς κεκτημένους ἐναποστρέφουσαν· οὓς ἀπειργάσω τοῦ νεκρώσαντος, τὸν νεκρωτὴν σκεύη τίμια, Ἰησοῦ τοῦ Δεσπότου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ὡς φωτοφόρος, ὡς θεῖος ὑποφήτης, ὡς Μάρτυς θεόκριτος τῶν παθημάτων Χριστοῦ, καὶ τῆς μελλούσης φανήσεσθαι, ἀῤῥήτου δόξης, συγκληρονόμος τε καὶ συμμέτοχος, συνὼν τῷ δεσπόζοντι καὶ ἐνηδόμενος, ταῖς πηγαζούσαις ἑκάστοτε, φωτοχυσίαις, ἐκ τοῦ ἀδύτου φέγγους θεσπέσιε, τὴν φαιδροτάτην τοὺς τελοῦντας σου, νῦν Ἑορτὴν ἱκεσίαις σου, ζοφερῶν ἐκ κινδύνων, Ἀνανία ἐλευθέρωσον.

 

Ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὴν τοῦ Πνεύματος ἔλλαμψιν, τῇ ψυχῇ σου δεξάμενος, τοῦ Χριστοῦ Ἀπόστολος ἐνθεώτατος, ὡς ἀληθῶς ἐχρημάτισας, καὶ μύστης οὐράνιος, καὶ ἐκφάντωρ ἱερός, τῶν δογμάτων τῆς χάριτος, θείοις χείλεσιν, εὐσεβείας τὴν γνῶσιν ἐκδιδάσκων, Ἀνανία θεηγόρε, καὶ τὸ τῆς πίστεως κήρυγμα.

 

Ἐπιστὰς ἐν ὁράματι, ὁ Χριστός σοι ἐβόησεν· Ἀναστὰς πορεύθητι καὶ ἐκζήτησον, Σαῦλον Ταρσέα καὶ δίδαξον, αὐτὸν τὰ οὐράνια· σὺ δὲ τάχος πορευθείς, καὶ τελέσας τὸ πρόσταγμα, κατεφώτισας, καὶ ψυχήν τε καὶ σῶμα Ἀνανία, τὸν μετέπειτα τὴν κτίσιν, θείῳ φωτὶ καταυγάσαντα.

 

Γεωργήσας τῷ λόγῳ σου, γεωργὸς ὡς θεόσοφος, τῶν ψυχῶν τὴν ἄρουραν ἐγκατέσπειρας, ἐν ταύταις σπόρον τὸν ἔνθεον, Ἀπόστολε ἔνδοξε, καὶ ἀθλήσας ἀνδρικῶς, τὸν Χριστὸν ἐμεγάλυνας, τοῖς ἀγῶσί σου· διὰ τοῦτο τῆς ἄνω Βασιλείας, κληρονόμος ἀνεδείχθης, καὶ πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος α’.

Τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μέγα δοχεῖον τοῦ Πνεύματος, Παῦλον τὸν Ἀπόστολον ἐφώτισας Ἀπόστολε, θεόθεν κατ' ἀποκάλυψιν χρηματισθείς, ὡς αὐτόπτης τοῦ Λόγου, καὶ μύστης τῶν θαυμάτων αὐτοῦ, Ἀπόστολος δὲ πρὸ τῶν μαθητῶν, καὶ πιστὸς οἰκονόμος τῆς νέας Διαθήκης. Διὸ αὐτὸν μιμούμενος, τὸν διδάσκαλον Χριστόν, τὸ οἰκεῖον αἷμα ἐξέχεας, μαρτυρικῷ πάθει ὁμολογητὴς γενόμενος, Ἀνάνια Ἱεράρχα Χριστοῦ, καὶ τὸν δρόμον τελέσας, τὴν πίστιν τε ἄσυλον τηρήσας, σὺν τοῖς ἄνω λειτουργοῖς ἐν ὑψίστοις αὐλιζόμενος, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. Α, 3-9)

Ἀδελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι (εἰ δέον ἐστί) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.

 

 

 

 

 

 

 

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. Α, 13-19)

Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται· Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί· εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. Β, 11-24)

Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.

 

 

 

 

 

 

Λιτή. Ἦχος α΄.

Ὡς ἀστὴρ ἑωθινός, τῇ οἰκουμένῃ ἐξέλαμψας, τῇ δοθείσῃ σοι χάριτι, Ἀνανία Ἀπόστολε. Τοῦ γὰρ Ἡλίου τῆς δικαιοσύνης, τὰς ἀκτῖνας δεξάμενος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, φωστὴρ ἐχρημάτισας, καὶ τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον, τοῖς ἐν σκότει καὶ σκιᾷ, τῆς ἀγνωσίας καθημένοις, διδαχαῖς σου ὑπέδειξας. Καὶ τέκνα φωτὸς τούτους ἀναδείξας, τῷ Πατρὶ τῶν φώτων, μαρτυρικῶς ἐξεδήμησας, χάριν καὶ ἔλεος αἰτούμενος, τοῖς πιστῶς βοῶσι· Κύριε δόξα Σοι.

 

Ἦχος β΄.

Τοῦ Παρακλήτου τὴν ἐπίπνοιαν, καταπλουτήσας Ἀπόστολε, στόμα θεῖον πέφηνας, λαλοῦν καὶ ἐνεργοῦν τὰ κρείττονα, ἐν Ἁγίῳ Πνεύματι. Καὶ τῷ λόγῳ τῆς χάριτος, θεοπρεπῶς θαυματουργῶν, ἐξ ἀναξίων ἀξίους, πλείστους Χριστῷ προσήγαγες, ὡς ὑποφήτης θεόληπτος, τῆς ἐν αὐτῷ ζωῆς μακαρίας. Ταύτης γὰρ τὴν δύναμιν, ἄθλοις μαρτυρίου ἐξέφηνας, Ἀνανία πανεύφημε, πρὸς δόξαν Κυρίου τοῦ σὲ δοξάσαντος.

 

Ἦχος γ΄.

Ὡς μαθητὴς τοῦ Σωτῆρος ἔνθεος, καὶ λειτουργὸς καὶ διάκονος, τῶν μυστηρίων τῆς χάριτος, πλήρης σοφίας καὶ συνέσεως, ἀνεδείχθης Ἀνανία Ἀπόστολε· ἔνθεν ἐν ὁράματι, ὑπὸ Κυρίου χρηματισθείς, τὴν μεγάλην τοῦ Πνεύματος σάλπιγγα, Παῦλον τὸν θεσπέσιον, θαυμαστῶς ἐμυσταγώγησας, τὴν τοῦ ὁραθέντος χρηστότητα, καὶ τῆς ἐν αὐτῷ οἰκονομίας, τὸ ἀπόῤῥητον μυστήριον. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κατατρυφῶν, σὺν αὐτῷ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος δ΄.

Τὸν Ἀπόστολον καὶ Μάρτυρα, καὶ τοῦ Εὐαγγελίου ἐργάτην δόκιμον, Ἀνανίαν τὸν μέγαν, ᾀσματικοῖς ἐπαίνοις ἐγκωμιάσωμεν· ἀκολουθήσας γὰρ τῷ Σωτῆρι, τῶν προσταγμάτων Αὐτοῦ, πληρωτὴς ἀνεδείχθη. Καὶ τῆς αἰωνίου ζωῆς τὰ ῥήματα, ὡς δρόσον οὐράνιον, ταῖς λογικαῖς ἀρούραις ἐπώμβρησεν. Εἰδωλικὴν δὲ φαυλίσας ματαιότητα, ποικίλους αἰκισμοὺς ὑπέστη, καὶ λιθολευστηθεὶς ὑπὲρ Χριστοῦ, διὰ θανάτου πρὸς τὴν ἄνω ζωὴν μεταβέβηκε, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, μύστα Χριστοῦ ἱερέ, τῶν Μαθητῶν τῶν Ἑβδομήκοντα καύχημα· τὸ στόμα τοῦ Παρακλήτου, ὁ τῆς σοφίας κρουνός, τῆς θεογνωσίας σάλπιγξ εὔσημος· πηγὴ ἡ θεόβρυτος, ἐξ Ἐδὲμ ἡ πηγάζουσα, τῆς εὐσεβείας, ὕδωρ ζῶν τὸ ἁλλόμενον, εἰς αἰώνιον, ζωὴν ὄντως ὡς γέγραπται· βίου σεμνοῦ ὑπόδειγμα, ἠθῶν καθαρότητος, ὁ φυτοκόσμος ὁ θεῖος, ἱεροφάντορ Ἀπόστολε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ λόγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίροις, τῶν ἐκ Θεοῦ ἀγαθῶν, τῶν δωρεὰν χορηγουμένων Ἀπόστολε, τοῖς πίστει δικαιουμένοις, πρὸς τὸν Σωτῆρα Χριστόν, πλούτῳ εὐσπλαγχνίας καὶ χρηστότητος, ἐκφάντωρ θεόσοφος, καὶ διάκονος ἄριστος, καὶ ὑπηρέτης, ἐν τῷ λόγῳ τῆς χάριτος, καὶ κηρύγματι, τῶν δογμάτων τῆς πίστεως, κήρυξ ὁ Πνευματέμφορος, τῆς θείας σαρκώσεως, δι’ ἧς Θεῷ Ἀνανία, υἱοθετούμεθα χάριτι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις, τῆς Δαμασκοῦ ὁ φωστήρ, καὶ πρὸς Χριστὸν καθοδηγὸς καὶ διδάσκαλος· ἐν ταύτῃ διαλάμψας, ὡς ἑωσφόρος λαμπρός, τὴν ἀχλὺν τῆς πλάνης ἀπεμείωσας, καὶ χαίρων ἐνήθλησας, καὶ ἀνδρείως ὑπέμεινας, τῷ σώματί σου, ἀλγηδόνας καὶ μάστιγας, καὶ λιθόλευστον, παναοίδιμε θάνατον· ὅθεν πρὸς τὴν ἀθάνατον, ζωὴν μεταβέβηκας, καὶ τοῦ καρποῦ ἀπολαύεις, τοῦ τῆς θεώσεως πάντοτε. Αὐτοῦ Ἀνανία, καὶ ἡμᾶς μετόχους δεῖξον, ταῖς ἱκεσίαις σου.

Δόξα. Ἦχος δ'

Ἀθλοφορικὸν ἐνδιαίτημα ἀπεφάνθης, Ἀνανία Ἀπόστολε, καὶ λίθοις ὡς ἄνθεσι πυκαζόμενος, ὑπὲρ τοῦ παθόντος σαρκὶ δι' ἡμᾶς, ἑκουσίως τὸ αἷμά σου ἐξέχεας· ὅθεν ἡ Δαμασκὸς ἐναβρύνεται, τῇ ἱερᾷ, πανηγύρει σου σήμερον· οὐ μόνον δὲ ἐκείνη, ἀλλὰ καὶ πᾶσα ἡ ὑφήλιος, τῶν θαυμάτων σου τὰ τεράστια σαφῶς ἀνακηρύττουσα βοᾷ· Πρέσβευε πρὸς Θεόν, τοῦ δωρήσασθαι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις.

 

Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ´

Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἐξέλαμψε λαμπρῶς, ἡ ἁγία σου μνήμη, εὐφραίνουσα ἡμᾶς, Ἀνανία θεόπτα, τοῖς θείοις σου παλαίσμασι, καὶ λαμπροῖς κατορθώμασι, δι’ ὧν ἔλυσας, τῆς ἀθεΐας τὴν νύκτα, καὶ ἀνέσπερον, ηὔγασας φῶς τοῖς ἐν σκότει, τῆς πλάνης καθεύδουσι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεότητος μορφήν, ἑνωθεῖσαν ἀτρέπτως, σαρκὶ τῇ καθ’ ἡμᾶς, ἐξ ἁγνῶν Σου αἱμάτων, ἐχώρησας ἐν μήτρᾳ Σου, καὶ διπλοῦν κόσμῳ τέτοκας, Θεὸν τέλειον, καὶ βροτὸν τέλειον Κόρη, τὸν Ὑπέρθεον, Χριστὸν μιᾷ ὑποστάσει, φθορᾶς ἡμᾶς σώζοντα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἰάσεις καὶ θαύματα ἐν Δαμασκῷ θαυμαστῶς, ὡς θεῖος Ἀπόστολος καὶ Ἱεράρχης Χριστοῦ, τελῶν θείῳ Πνεύματι, εἵλκυσας ψυχὰς πλείστας, πρὸς ἐπίγνωσιν θείαν, ἤθλησας ἀνενδότως, δι’ ἀγάπην Κυρίου· διό σε Ἀνανία ὁ Σωτήρ, ἀξίως ἐδόξασε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεὸν τὸν ἀσώματον σωματωθέντα ἐκ Σοῦ, δι’ ἔλεος ἄφατον, δίχα τροπῆς καὶ φυρμοῦ, ἐκύησας ἄχραντε· ὅθεν τῆς σωτηρίας, φωταυγὴς πύλη ὤφθης, ἄγουσα Θεοτόκε, πρὸς οὐράνιον δόξαν, τοὺς πίστει ἀδιστάκτῳ, πρὸς Σὲ καταφεύγοντας.

 

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ ἐπιθέσει τῶν ἁγίων χειρῶν σου, τοὺς πυρωθέντας ὀφθαλμοὺς θεραπεύεις, καὶ μυστικῶς φωτίζεις θείῳ Πνεύματι, δι’ ἀποκαλύψεως, καὶ ὀμφῆς οὐρανίας, Παῦλον τὸν Ἀπόστολον, ὡς τῆς χάριτος στόμα· μεθ’ οὗ δυσώπει σώζεσθαι ἡμᾶς, ὦ Ἀνανία, τοὺς σὲ μακαρίζοντας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸν ὑπερούσιον Θεὸν καὶ Δεσπότην, οὐσιωθέντα ἐξ ἁγνῶν Σου αἱμάτων, ὑπερφυῶς ἐγέννησας πανάμωμε, κόσμον ἀναπλάττοντα, τῆς ἀρχαίας κατάρας, καὶ φθορᾶς ῥυόμενον, τοὺς πιστῶς σὲ τιμῶντας· ὅθεν κἀμὲ παθῶν φθοροποιῶν, ῥῦσαι Παρθένε, καὶ σῶσόν με δέομαι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ λόγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, ζήτει τῇ Παρασκευῇ τῆς Ε’ Ἑβδομάδος τοῦ Λουκᾶ.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὁ τῆς Χριστοῦ οἰκονομίας μύστης, καὶ τῶν παθῶν Αὐτοῦ, κοινωνὸς καὶ Μάρτυς, Ἀνανίας ὁ Ἀπόστολος, τὸν τῆς εὐσεβείας περάνας δρόμον, τῆς ἀφθαρσίας τὸν στέφανον, μεγαλοπρεπῶς ἀνεδήσατο. Καὶ νῦν τῷ ἀδύτῳ φωτί, τῆς Τριάδος καταλαμπόμενος, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχὶς (ἄνευ τῶν Θεοτοκίων): Ἀνανίου με τὸ κλέος δοξαζέτω. Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'  Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας

νοίξωμεν στόμα εὐφημικόν, τρανώσωμεν γλῶτταν, ἐν τῇ μνήμῃ πάντες πιστοί, τοῦ ἀρχιποίμενος Ἀνανίου, καὶ σὺν αὐτῷ τῷ Θεῷ ἡμῶν ᾄσωμεν.

Νυμφίῳ ἀχράντῳ νυμφαγωγεῖ, τὴν ἄσπιλον νύμφην, Ἀνανίας ὁ εὐκλεής, Χριστοῦ τὴν ἐνταῦθα Ἐκκλησίαν, μεθ' ἧς φαιδρῶς τῷ Θεῷ ἡμῶν ᾄσωμεν.

ρχαῖος γενόμενος μαθητής, τῷ νέῳ βραβεύεις, τὴν ἀνάβλεψιν φοιτητῇ, τῷ πάλαι διώκτῃ Ἀνανία, καὶ μελῳδεῖς· Τῷ Θεῷ ἡμῶν ᾄσωμεν.

Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

ᾨδὴ γ', Σὺ εἶ τὸ στερέωμα

Νεύμασιν ἑπόμενος, τοῦ Διδασκάλου σου γέγονας, Ἀρχιερεύς, ἀθλοφορικόν τε, ἱερεῖον Ἀπόστολε.

λεων ἐντεύξεσι, θεοπειθέσι σου ἔργασαι, τὸν Λυτρωτήν, τοῖς σὲ ἀνυμνοῦσιν, Ἀνανία Ἀπόστολε.

λην σοι ἐπέδησε, τὴν τοῦ θηρὸς ὁρμὴν Κύριος, ἐπιφανείς, ἐν φωτὶ ἀῤῥήτῳ, ἀμαυρώσας τὸ πρόσωπον.

Θεοτοκίον

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοὶ· σὲ δοξολογοῦμεν, ἀσιγήτως ἀνύμφευτε.

 

Κάθισμα τοῦ Ἀποστόλου Ἦχος α´ Τὸν τάφον σου Σωτὴρ

Τοῖς πάθεσι Χριστοῦ, κοινωνὸς ἀνεδείχθης, Ἀπόστολε σοφέ, καὶ αὐτόπτα τοῦ Λόγου· πιὼν γὰρ τὸ ποτήριον, ἐτελέσθης δι' αἵματος. Ἀλλ' ὡς σύνθρονος, καὶ κληρονόμος ὑπάρχων, ἐκδυσώπησον, ὑπὲρ εἰρήνης τοῦ κόσμου, αὐτὸν ὡς φιλάνθρωπον.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

 

ᾨδὴ δ' Εἰσακήκοα Κύριε

πὸ σου παιδευόμενος, ἀθλοφορικῶς τροποῦται τὸν θάνατον, Ἀνανίας ὁ ἀοίδιμος, παρὰ σοῦ βραβεῖα κομιζόμενος.

Μαθητὴς ἐχρημάτισας, τοῦ διωκομένου Λόγου ἀοίδιμε, Ἀνανία καὶ Διδάσκαλος, τῆς θεοσεβείας τῷ διώκοντι.

νεφάνισε Κύριος, Σαύλῳ ἀομμάτῳ, σὲ τὸν κρυπτόμενον, καὶ ὑπέδειξε μεσίτην σε, Ἀνανία τούτῳ τῆς ἰάσεως.

Θεοτοκίον

Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Παρθένε, τοῦτον ἱκέτευε, ἀπὸ πάσης περιστάσεως, λυτρωθῆναι πάντας τοὺς ὑμνοῦντας σε.

ᾨδὴ ε', Ἵνα τὶ με ἀπώσω

Τοῖς ἐν σάλῳ λιμένα, θεῖον ἡ ἀέναος πηγὴ σε ἔδειξε· τοῖς ἐν ζόφῳ, φέγγος, τὸ ἀπρόσιτον φῶς ἀπειργάσατο, Ἀνανία μάκαρ, ὡς φοιτητῇ ἀξιοχρέῳ, εὐμενῶς ἐν σοὶ ἀναπαυσάμενον.

ὁρῶν κεκρυμμένα, καὶ πρὸ τῆς γενέσεως εἰδὼς τὰ σύμπαντα, σοὶ τῷ κεκρυμμένῳ, τὸν λανθάνοντα ἥλιον ἔδειξε, τόν ποτέ διώκτην, μετ' οὐ πολὺ τῆς πορθουμένης, ὑπ' αὐτοῦ ἀληθείας ὑπέρμαχον.

Καταλήψεως πέραν, ἡ ἀνεξιχνίαστος οἰκονομία σου· δι' αὐτῆς γὰρ Σῶτερ, ὁ φρικτὸς ἐξουδένωται θάνατος· Ἀνανίας ὅθεν, ὡς νικητὴς καὶ ἱεράρχης, ὑπὲρ σοῦ γεγηθὼς σφαγιάζεται.

Θεοτοκίον

ς Θεὸν συλλαβοῦσαν, τὸν Δημιουργὸν τῶν ἁπάντων καὶ Κύριον, γενεαὶ σε πᾶσαι, τῶν ἀνθρώπων Ἁγνὴ μακαρίζουσι· καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ σε δοξάζουσι.

ᾨδὴ ς', Ἱλάσθητί μοι Σωτὴρ

Λατρεύειν ζῶντι Θεῷ, μεμαθηκὼς ἱερώτατε, καὶ λύσας πολυσχιδῆ, ἀφρόνων κακόνοιαν, τὴν μίαν ἐδίδαξας, Ἀνανία σέβειν, τρισυπόστατον θεότητα.

δέξω ἐν ταῖς χερσί, τῆς Ἐκκλησίας τοὺς οἴακας, τῷ κυβερνήτῃ Χριστῷ, φοιτήσας Ἀπόστολε, καὶ ταύτην τῷ Πνεύματι, ὡς ὁλκάδα θείαν, Ἀνανία ἐκυβέρνησας.

πλαστουργήσας εὐθῆ, ὁδὸν εὐθύπορον στέλλεσθαι, σοῦ τῷ κλεινῷ μαθητῇ, προσέταξας Δέσποτα, τῆς δικαιοτάτης σου, ἐκλογῆς τὸ σκεῦος, ἐκκαλύπτων προσευχόμενον.

Θεοτοκίον

ς ἔμψυχος κιβωτός, τὸν νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, ἄνθρωπον γενόμενον, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων Μητροπάρθενε.

 

Κοντάκιον Ἦχος πλ. β´ Τὴν ἐν πρεσβείαις

Ὁ ἐν πρεσβείαις θερμότατος ἀντιλήπτωρ, καὶ τοῖς αἰτοῦσι ταχύτατα ὑπακούων, δέξαι τὴν δέησιν Ἀνανία ἡμῶν, καὶ τὸν Χριστὸν δυσώπει τοῦ ἐλεῆσαι ἡμᾶς, τὸν μόνον Ἁγίοις δοξαζόμενον.

Ὁ Οἶκος

Τῷ φωτισμῷ τῆς ἐλλάμψεώς σου ἐκκαθάρας, Σωτήρ μου, τὴν ἀχλὺν τῆς ἐμῆς καρδίας καὶ τὴν πώρωσιν, δίδου μοι λόγον ἀνευφημῆσαι, καθαρῷ συνειδότι, τοῦ Ἀποστόλου τάς θεαυγεῖς ἀρετάς, καὶ τοὺς ἄθλους τοῦ μάκαρος· πηγὴ γὰρ σὺ εἶ σοφίας, καὶ δοτὴρ ἀγαθὸς πολυεύσπλαγχνε· διὸ τρανώσας τὴν γλῶττάν μου, τὸν ἐφύμνιον ὕμνον μου πρόσδεξαι, ὁ μόνος Ἁγίοις δοξαζόμενος.

 

Συναξάριον.

Μὴν Ὀκτώβριος, ἔχων ἡμέρας ΛΑ΄.

Ἡ ἡμέρα ἔχει ὥρας ΙΑ΄  καὶ ἡ νὺξ ὥρας ΙΓ΄.

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

ᾨδὴ ζ', Οἱ ἐκ τῆς Ἰουδαίας

Σαλπιζέτω ἐμφρόνως, ἡ θεόλεκτος ποίμνη, εὐήχῳ σάλπιγγι, τοὺς ἄθλους τοῦ Ποιμένος, Ἀνανίου βοῶσα, τῷ αὐτῆς ποιμενάρχῃ Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δοξαζέτω Θεοῦ σε, μαθητὴν Ἀνανία, καὶ ἱεράρχην σεπτόν, καὶ Μάρτυρα τῶν θείων, παθημάτων φωνοῦσα, ἡ σεπτὴ Ἐκκλησία Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ θανάτου τῷ δέει, ἀλλὰ πόθῳ τῆς ποίμνης ἀποκρυπτόμενος, τὸν λύκον ὥσπερ ἄρνα, ὁρῶν τιθασευθέντα, Ἀνανίας ἐκραύγαζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σοῦ τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η', Ἑπταπλασίως κάμινον

Ξενακουστεῖν ἐνόμιζεν, Ἀνανίας ὁ ἔνδοξος, ἐξ ἁρπακτικῆς, τοῦ πορθητοῦ τῆς ποίμνης σου, δυνάμεως Δέσποτα, τὴν ὑπὲρ λόγον ἄμειψιν, πρὸς ποιμαντικήν, ὅθεν σκιρτῶν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

γαλλιάσθω σήμερον, καὶ σκιρτάτω τῷ πνεύματι, ἡ πανευκλεής, καὶ μακαρία πόλις σου, τὴν σὴν εὐμοιρήσασα, ἐπιστασίαν Ἔνδοξε, καὶ εὐχαριστοῦσα τῷ Σωτῆρι βοάτω· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ζωοποιῷ προστάγματι, Ἀνανία ὑπερτιμε, τὴν φωτοποιὸν τοῦ ὁραθέντος δύναμιν, τῷ Σαύλῳ ἐκήρυξας, καὶ ἀπεκρούσω πήρωσιν, τάς ἀλεξικάκους, ἐπιθεὶς σου παλάμας, φολίδας δρακοντείους, ἐκβαλὼν ὡς λεπίδας, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

ἐν ἀνάγκαις σῴζουσα, καὶ θερμῶς προστατεύουσα, πάντας ἐν θλίψει, Παναγία Δέσποινα, σπλαγχνίσθητι σῶσον με, καὶ πεπτωκότα ἔγειρον, χεῖρα βοηθείας, πρὸ τοῦ τέλους διδοῦσα, μὴ νὺξ με τοῦ θανάτου, καταλάβῃ ὑπνοῦντα, ἵνα σε κατὰ χρέος, δοξάζω εἰς αἰῶνας.

 

ᾨδὴ θ', Σὲ τὴν ἀπειρόγαμον

λυσας Πανεύφημε, τὸ σκότος τὸ τῆς ἀγνωσίας, φῶς δὲ ἀληθῶς ἐξήστραψας, Δαμασκῷ τρισυπόστατον, ἀλλὰ ὡς φιλότεκνος πατήρ, καὶ φιλόστοργος ποιμενάρχης, ὀρθοδοξοῦσαν ταύτην φύλαττε.

Ταύτην τὴν ἐτήσιον, πανήγυριν ἐπιτελοῦντες, δεῦτε φωταυγεῖ ἐκλάμποντες, τῆς ψυχῆς ἀξιώματι, τοῦ τῆς Τριάδος, λατρευτοῦ τε καὶ κήρυκος Ἀνανίου, τὴν τριφεγγῆ ἀρετὴν μέλψωμεν.

τῆς ὑπὲρ ἄνθρωπον, ἀξίας σου μάκαρ Ἀνανία! ὡς γὰρ μαθητῆς ἠγάπησας, ὡς ποιμὴν ἀναπέπαυσαι, καὶ ὡς ἀθλοφόρος, τῷ Χριστῷ συνδεδόξασαι, τοῖς στεφάνοις μαρτυρικῶς ἀγλαϊζόμενος.

Θεοτοκίον

χραντε πανάμωμε, τὸ σκεῦος τὸ τῆς εὐωδίας, αἴτησαι Χριστὸν ὂν ἔτεκες, Βασιλεῖ μὲν τὰ τρόπαια, τοῦ τῆς δουλείας δὲ ζυγοῦ, δοῦναι τὴν ἄνεσιν τῷ λαῷ σου· σὲ γὰρ ἀπαύστως μεγαλύνομεν.

 

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου Ἦχος β' Τοῖς Μαθηταῖς

Ἀρχαῖος μαθητὴς Χριστοῦ, γεγονὼς Ἀνανία, τῷ νέῳ τὴν ἀνάβλεψιν, μαθητῇ σὺ βραβεύεις, Παύλῳ τῷ θείῳ· διὸ σε, σὺν αὐτῷ εὐφημοῦμεν, ὡς ἱεράρχην ἔνθεον, ὡς Ἀπόστολον θεῖον, ὡς ἀληθῆ, Μάρτυρα καὶ κήρυκα θεηγόρον, καὶ πρεσβευτὴν θερμότατον, πάσης τῆς οἰκουμένης.

Θεοτοκίον

Θεογεννῆτορ πάναγνε, ἡ Θεὸν ἀποῤῥήτως, σωματικῶς κυήσασα, εἰς ἀνάπλασιν κόσμου, πάσης φθορᾶς καὶ ἀνάγκης, καὶ ἐχθρῶν ἐπηρείας, ἀπαρατρώτους φύλαττε, τοὺς θερμῶς προσιόντας σκέπῃ τῇ Σῇ, καὶ τὰ μεγαλεῖα Σου Θεοτόκε, διὰ παντὸς δοξάζοντας, στόματι καὶ καρδίᾳ.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν θεηγόρον Κυρίου πάντες Ἀπόστολον, τῆς Ἑβδομηκοντάδος, Ἀποστόλων χορείας, τὸν ἔκλαμπρον ἀστέρα καὶ φαεινόν, Ἀνανίαν τὸν ἔνδοξον, μελῳδικῶς ἀνυμνήσωμεν οἱ πιστοί, ὡς ἡμῶν πρέσβυν πρὸς Κύριον.

 

Ἐπιφανεὶς ὁ Χριστός σοι ἔφη Ἀπόστολε, πορεύθητι καὶ Σαῦλον, ζήτησον τὸν Ταρσέα· αὐτὸν δὲ Ἀνανία εὑρὼν τῷ φωτί, τοῦ Σωτῆρος ἐφώτισας· μεθ’ οὗ δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ὑμνούντων σου τὴν ἄθλησιν.

 

Τῆς Δαμασκοῦ ποιμενάρχης ὤφθης Ἀπόστολε, καὶ ἐν αὐτῇ κηρύξας, σωτηρίας τὸν λόγον, ἠγώνισαι νομίμως ὑπὲρ Χριστοῦ, ὑπὲρ οὗ καὶ τὸν θάνατον, λιθολευστούμενος γνώμῃ τῇ ἀπηνεῖ, Ἀνανία ἐκαρτέρησας.

 

Ὡς τοῦ Χριστοῦ ὑπηρέτης καὶ ὑποφήτης σοφός, καὶ Ἀθλοφόρος θεῖος, Ἀνανία θεόφρον, τῆς ἄνω Βασιλείας συγκοινωνός, καὶ τῆς δόξης τῆς κρείττονος, συγκληρονόμος ἐδείχθης ἧς καὶ ἡμᾶς, μετασχεῖν εὐχαῖς σου ποίησον.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. α΄

Τὴν ἀποστολικήν σου ζωήν, μαρτυρικῷ τέλει ἐπεσφράγισας, Ἀνανία Ἀπόστολε· ἐν γὰρ τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, πλείστους κόπους καὶ ἀγῶνας ἀνύσας, πρὸς ἀληθείας ἐπίγνωσιν ἐζώγρησας, τοὺς δεξαμένους τὸν λόγον σου. Καὶ τούτους τέκνα φωτὸς εἰργάσω, υἱοθετήσας τῷ Θεῷ, ὡς οἰκονόμος τῆς χάριτος. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ἀνανία κήρυξ Χριστοῦ, Ἑβδομηκοντάδος, Ἀποστόλων ἡ καλλονή· χαίροις ὁ τὸ σκεῦος, τῆς ἐκλογῆς φωτίσας, σταλεὶς παρὰ Κυρίου, λόγῳ τῆς χάριτος.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου