Δευτέρα 10 Οκτωβρίου 2022

ΟΚΤΩΒΡΙΟΣ 18!! ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ ΓΑΒΡΙΗΛ & ΚΥΡΜΗΔΟΛΗΣ ΑΙΓΥΠΤΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΟΚΤΩΒΡΙΟΣ ΙΗ!!

ΓΑΒΡΙΗΛ & ΚΥΡΜΗΔΟΛΗΣ

ΝΕΟΜΑΡΤΥΡΕΣ ΑΙΓΥΠΤΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ψάλλομεν τὴν Ἀκολουθία τοῦ Ἀποστόλου Λουκᾶ. Πάλαι μὲν ἐγίνετο παννυχίς, νῦν δὲ ἠμελήθη τὸ τοιοῦτον θεάρεστον ἔργον, ἐκ τῆς πολλῆς τῶν χριστιανῶν εὐλαβείας.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Γαβριὴλ τὸν θαυμάσιον, Κυρμηδόλην τὸν ἔνδοξον, τοὺς γενναίους Μάρτυρας εὐφημήσωμεν, οὗτοι γὰρ πάντες ἀτρέμονες, ὡς πύργοι ἀκλόνητοι, καὶ ὡς στῦλοι ἀῤῥαγεῖς, τῶν ἀθέων ἐνώπιον, οὐ διέλιπον, τὸν Βελίαρ εἰς τέλος συμπατοῦντουντες, καὶ γελῶντες ὡς στρουθίον, τὸν κατ’ αὐτῶν ὁπλισάμενον.

 

Πυρωθέντες τῷ ἔρωτι, τοῦ Σωτῆρος οἱ ἔνδοξοι, Γαβριὴλ ὁ ἔνθεος καὶ θαυμάσιος, ὁ Κυρμηδόλης καὶ κέκραγον, φωνὴν ἀξιάγαστον, οὐκ ἀρνούμεθα Χριστόν, οὐ τῆς Ἄγαρ πιστεύομεν, τὸν παμμίαρον, ἀλλ’ αἱρούμεθα μᾶλλον ἐμπρησθῆναι, δι’ ἀγάπην τοῦ Δεσπότου, τοῦ Βασιλέως τοῦ σύμπαντος.

 

Τὸν βροτοῖς ὁμιλήσαντα, διὰ ἔλεος ἄφατον, καὶ σταυρὸν καὶ θάνατον ὑπομείναντα, καὶ ἀναστάντα τριήμερον, καὶ πάλιν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, ὡμολόγουν οἱ Μάρτυρες, τὴν ἀλήθειαν, Θεὸν πάντων ὑπάρχειν Ποιητήν τε, ὁρατῶν καὶ ἀοράτων, καὶ τὸν Βελίαρ κατέπτυον.

 

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Θρασυνομένων ἀγρίως τῶν πονηρῶν δικαστῶν, κατὰ τῶν νεολέκτων, τοῦ Χριστοῦ στρατηλάτων, θωπείαις κολακίαις καὶ ἀπειλαῖς, ἐπειρῶντο ἀρνήσασθαι, τὴν χριστεπώνυμον κλῆσιν καὶ τὴν αὐτῶν, πονηρὰν θρησκείαν σέβεσθαι.

 

Καρτερικῶς τοῖς ῥοπάλοις τραυματιζόμενοι, καὶ ταῖς πληγαῖς τὸν νῶτον, συντριβόμενοι πίστει, ὑπέμειναν βοῶντες τῆς τοῦ Χριστοῦ, ὅλως ἡμᾶς ἀγαπήσεως, οὐδὲν χωρίσει οὐ θάνατος οὐ ζωή, οὐδὲ πᾶσα ἄλλη βάσανος.

Ἐν τῇ στεῤῥᾷ ἑδρασθέντες πέτρᾳ τῆς πίστεως, οἱ τοῦ Χριστοῦ ὁπλῖται, Γαβριὴλ Κυρμηδόλης, εἰσφθάσαντες τὸν δρόμον καὶ εὐσεβῶς, τὸν ἀγῶνα τελέσαντες, καὶ τοὺς στεφάνους τῆς νίκης παρὰ Θεοῦ, ἐπαξίως ἐκομίσαντο.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τίς μὴ θαυμάσει, τίς μὴ δοξάσει, τίς μὴ ὑμνήσει, πιστῶς τὴν θεοφύτευτον ἄμπελον τῆς Αἰγύπτου, ἐξ ἧς ληνοὶ ἐνεπλήσθησαν τῷ γεωργῷ τῶν ἁπάντων, τῶν ἁγίων ἀσκητῶν καὶ ἐνδόξων Μαρτύρων, ἐν ᾗ ἐτράφησαν ἄριστα οἱ δύο Ἀθληταὶ Γαβριὴλ καὶ Κυρμηδόλης, πεπειρασθέντες γὰρ οἵα σταφυλαί, καὶ ἡδεῖς γεγονότες, τῷ μαρτυρίου αἵματι στεῤῥῶς ἀθλήσαντες διὰ τῆς πίστεως, ἐν τοῖς ἐσχάτοις καιροῖς ἡμῶν. Οὓς καὶ ἐτρύγησεν ὁ Βασιλεὺς τῶν Ἀγγέλων, οἷς συγχορεύουσιν, ἄληκτα τὴν τρισάγιον ᾄδοντες φωνήν, ὡσαννὰ ἐκβοῶντες σὺν τῷ Υἱῷ ἀνάρχῳ Πατρί· μεθ’ ὧν τὸ Πνεῦμα συνδοξαζόμενον.

 

Καὶ νῦν... Θεοτοκίον.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

 

 

 

 

 

 

 

 

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Ὦ τῆς στεῤῥᾶς καὶ ἀδαμαντίνου ψυχῆς, ἔνδοξε Ἀθλητὰ Κυρμηδόλη, καὶ τοῦ συνάθλου σου καὶ σεπτοῦ Γαβριήλ, ἱστάμενοι γὰρ ἐν μέσῳ τῶν ἀθέων δικαστῶν, ἐξεταζόμενοι τε ὑπ’ αὐτῶν ἀνενδότως, καὶ τὰ πλήθη συῤῥέοντα τῶν ἐκγόνων τῆς Ἄφαρ, λυττῶντες ὥσπερ κύνες καθ’ ὑμῶν καὶ δυσφημούντες, πειρώμενοι ἐκστήσαι τῆς Ἁγίας Τριάδος, καὶ τῷ δυσσεβεῖ προσκυνῆσαι Βελίαρ. Ὑμεῖς δὲ καθυβρίζοντες αὐτοὺς καὶ αὐτοψεὶ καταπτύοντες, Χριστῷ θεολογεῖν οὐκ ἐπαύσασθε· ὅθεν καὶ τὰς κεφαλὰς ἐκτμηθέντες, τῇ πυρᾷ ἐνεβλήθητε, θυσία ἄμωμος τῷ Θεῷ προσενεχθέντες, ᾧ καὶ πρεσβεύετε ἀδιαλείπτως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Προθύμως συνελθόντες, φιλεόρτοι, θέαμα ὁρῶντες παράδοξον, βουληθεὶς γὰρ ὁ πλάνος διὰ τροφῆς θηρεύσαι δύο θεόφρονας, ἡττήθη ὑπ’ αὐτῶν ἐμπαιζόμενος, ὥσπερ οἰκτρὸν στρουθίον, παραδοὺς δὲ ταῖς βασάνοις τοὺς Μάρτυρας, καὶ μὴ εὑρὼν λαβὴν ἐν αὐτοῖς τελείως κατησχύνθη, τῶν Μαρτύρων κραζόντων καὶ λεγόντων· Παντοδύναμε δόξα Σοι.

 

Ἦχος β΄.

Δεῦτε τῶν πιστῶν ὁ σύλλογος, δεῦτε καὶ χορείαν στησόμεθα, δεῦτε τὸ καινότατον θαῦμα θεώμενοι, τὸ ἐν Αἰγύπτῳ σήμερον τελούμενον, ότι τὸν καυχησάμενον γῆν ἐξαλείφειν καὶ θάλασσαν, ὑπὸ δύο ὑστοτέρων βρωματιζομένων πατούμενον· τῶν μὲν ἀσχολουμένων ἐν τρυφῇ σωματικῇ, τὸν δὲ δολίως ἐν αὐτῇ συλήσαι πειρώμενον, ὅστις καὶ ἡττηθεὶς ᾤχετο ἀποδυρόμενος· οἱ δε, τοὺς στεφάνους τῆς νίκης ἀναδυσάμενοι, δόξαν συμφώνως ἀνέμπεμπον τῷ ἐν ὑψίστοις νικοποιῷ, Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ παρέχοντι ἡμῖν δι’ αὐτῶν, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Τῷ τῆς Τριάδος φωτί, ἡ θεόλεκτος ξυνωρὶς λαμπρυνθεῖσα, τῶν ἀθέων τὴν ὠμότητα κατέβαλεν· ὅθεν καὶ τὴν φλόγα καταπατοῦντες, χορεύοντες ἔψαλλον· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα, καὶ πρὸς ἔνθεον δόξαν ἀποβλέποντες, τῆς οὐρανίου δόξης κατηξιώθησαν, ἀεὶ πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.

Αἰγυπτίων ὁ σύλλογος, οἱ Χριστὸν ἐνδυσάμενοι, καὶ Αὐτοῦ τοῖς ἴχνεσιν ἐφεπόμενοι, δεῦτε χορείαν στησώμεθα, τοὺς ἄθλους γεραίροντες, τῶν ἐνδόξων Ἀθλητῶν, καὶ προμάχων τῆς πίστεως, Γαβριήλ τε τοῦ στεῤῥοῦ τε καὶ θείου Κυρμηδόλου, τῶν φωστήρων τῆς Αἰγύπτου, καὶ πρεσβευτῶν τῶν ψυχῶν ἡμῶν.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Γαβριὴλ ὁ πανόλβιος, Κυρμηδόλης ὁ ἔνδοξος, ἡ δυὰς ἡ ἔνθεος ἀναλάμψαντες, ὥσπερ ἀστέρες πολύφωτοι, τὴν κτίσιν φωτίζουσιν, τῶν ἀγώνων ἀστραπαῖς, καὶ θαυμάτων φαιδρότησι, τούτων σήμερον, τὴν πανέορτον μνήμην ἐκτελοῦντες, τῶν λειψάνων προσκυνοῦμεν, ἐν εὐφροσύνῃ τὴν λάρνακα.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐφροσύνης πληρώθητι, Πατριάρχα θειότατε, Ἀλεξάνδρου πόλεως, καὶ Αἰγύπτου τε, Ἰωακεὶμ ἁγιώτατε, καὶ γὰρ τεθησαύρικας, θησαυτρὸν ἀνελλιπῆ, τῶν Μαρτύρων τὰ λείψανα, τὰ προχέοντα, ἰαμάτων τὴν χάριν τοῖς ἐν πίστει, προσιοῦσι καὶ αἰτοῦσιν, ἀῤῥωστημάτων τὴν ἴασιν.

 

Δόξα. Ἦχος δ΄.

Σήμερον τῶν Αἰγυπτίων ἡ μεγαλόπολις, ἀγαλλομένη φαιδρύνεται χαίρουσα, ἐπὶ τῇ μνήμῃ τῶν ἐνδόξων Ἀθλοφόρων καὶ πολιούχων αὐτῆς, Κυρμηδόλου τοῦ σοφοῦ καὶ χριστομάρτυρος, Γαβριὴλ τοῦ σεπτοῦ καὶ θεοκήρυκος. Οὗτοι γὰρ οἱ γενναιότατοι τὴν ψυχήν, ἀδαμάντινοι ὄντες ἀκαταγώνιστοι, ἱστάμενοι μέσον τῶν παρανόμων, τὰς θωπείας καὶ τὰς ἀπειλὰς αὐτῶν μὴ πτοούμενοι, ἀλλὰ τὴν πίστιν ἄτρωτον διαφυλάξαντες, ἐβόων λαμπρᾷ τῇ φωνῇ· θάνατον διὰ Χριστὸν προθύμως ἑλόμεθα, τὸ πῦρ ἡμᾶς δροσίζει καιόμενον, τὸν μυσαρὸν Βελίαρ ὕβρεσι καὶ ἀραῖς καθ’ ὑποβάλλομεν· ὅθεν, οἱ αὐτοῦ φοιτηταί, τὰς τιμίας κεφαλὰσς τῶν Μαρτύρων, τοῖς ῥοπάλοις συντρίψαντες, τοῖς ξίφεσιν ἐναπέτεμον, καὶ σφοδρὰν πυρὰν ἀνάψαντες, ταύτῃ ἐχώνευσαν, οἱ δὲ προθύμως ἔψαλλον λέγοντες· γενέσθω Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὧν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄.

Τὴν τῶν λειψάνων σου, τιμίαν λάρνακα, κατασπαζόμενοι, πίστει τὴν ἴασιν, ἀρυώμεθα σεπτῶς, Κυρμηδόλη πανεύφημε· ὅθεν ἱκετεύομεν, ἱκεσίαν ἑκάστοτε, σὺν τῷ συνάθλῳ Γαβριὴλ ποιοῦντες μὴ παύσητε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, τιμώντων ὑμῶν τὰ θεία λείψανα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ.

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γαβριὴλ Κυρμηδόλην τοὺς Ἀθλοφόρους Χριστοῦ, οἱ πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, ὅτι δαιμόνων τὴν ἀχλὺν ἀπημαύρωσαιν αὐτοί, καὶ λάμπουσιν ὡς φωστῆρες· διὸ αἰτοῦνται ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν ποτέ, τῶν ἀνυμνούντων οἱ λαοί, τὸ ἑδραῖον τῶν ψυχῶν, βλέποντες Μάρτυρες ὑμῶν, καὶ τῷ Κυρίῳ προσπίπτοντες ἐκράζετε, τὸ δόξα Σοι Χριστὲ παντοδύναμε, Σὺ γὰρ εἰ Θεὸς προαιώνιος, ὁ ἐνεργῶν παράδοξα θαύματα, ἐν τοῖς ἀχρείοις ἱκέταις σου· αὐτῶν ταῖς πρεσβείαις Σωτὴρ τοῦ κόσμου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγησαν ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχήν, ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὁ τρέφων πνοὴν ἀφάτῳ χρηστότητι· καὶ Σὲ ὡς ὄντως Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσιν.

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Φιλομάρτυρες δεῦτε τοὺς νοητούς, μαργαρῖτας Κυρίου ὡς άληθῶς, Γαβριὴλ τιμήσωμεν, Κυρμηδόλην τοὺς Μάρτυρας, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην εὐθέως πατήσαντες, καὶ τῶν ἀθέων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν στεφάνους, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσιν· διὸ πάντες δεόμεθα· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε, πρὸ τοῦ τὰς πύλας φθάσαι, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσά με, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε· πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαι δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Δεῦτε τῶν πιστῶν ὁ σύλλογος, δεῦτε καὶ χορείαν στησόμεθα, δεῦτε τὸ καινότατον θαῦμα θεώμενοι, τὸ ἐν Αἰγύπτῳ σήμερον τελούμενον, ὅτι τὸ καυχησάμενον γῆν ἐξαλείφειν καὶ θάλασσαν, ὑπὸ δύο ὑστοτέρων βρωματιζομένων πατούμενον· τῶν μὲν ἀσχολουμένων ἐν τρυφῇ σωματικῇ, τὸν δὲ δολίως ἐν αὐτῇ συλήσαι πειρώμενον, ὅστις καὶ ἡττηθεὶς ᾤχετο ἀποδυρόμενος· οἱ δὲ τοὺς στεφάνους τῆς νίκης ἀναδυσάμενοι, δόξαν συμφώνως ἀνέμπεμπον τῷ ἐν ὑψίστοις νικοποιῷ, Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ παρέχοντι ἡμῖν δι’ αὐτῶν τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

 

 

 

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχίς: Τοῦ Χριστοῦ Μάρτυσιν, αἶνος. Νικοδήμο(υ).

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Τοὺς Μάρτυρας ᾄσμασιν, ἐν Ἐκκλησίαις τιμήσωμεν, καὶ χεῖρας κροτήσωμεν, ἐν εὐφροσύνῃ πολλῇ· οὗτοι ἔλυσαν, ἀθέων τὴν μανίαν, καὶ ἄθλοις ἐκήρυξαν, Λόγου Θεότητα.

Ὀρθρίσωμεν ἅπαντες, μετ’ εὐφροσύνης γηθόμενοι, καὶ πλέξωμεν στέφανον, τοῖς Ἀθληφόροις Χριστοῦ, τοῖς συντρίψας, μανίαν τῶν δαιμόνων, δυνάμει τοῦ Πνεύματος, οἱ καρτερόψυχοι.

Ἰσχὺς καὶ ὀχύρωμα, Αἰγύπτου ὤφθητε Μάρτυρες, φρουροῦντες σοῖς αἵμασι, τὴν Ἐκκλησίαν αὐτῆς, καὶ πρεσβεύοντες, πρὸς Κύριον ἀπαύστως, φυλάττειν ἀήττητον, καὶ ἀπροσμάχητον.

Θεοτοκίον.

Σημείωσιν δέδωκας, τοῖς Σὲ τιμῶσι πανάχραντε, τὴν ἄσπορον κύησιν, τοῦ Θεοῦ Λόγου ἐν Σοί· Ὃν οἱ Μάρτυρες, καρδίᾳ προσκυνοῦντες, πιστῶς ἐμιμήθησαν, Αὐτῷ θυόμενοι.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Χριστῷ ἠγωνίσατο ἀνδρείως, δυὰς τῶν Μαρτύρων εὐκλεής, ἔνδοξος Κυρμηδόλης τε, καὶ Γαβριὴλ ὁ ἔνθεος, οἱ ἐστεμμένοι Μάρτυρες, οἳ ἐν Σιὼν σαββατίζουσι.

Ῥημάτων κλεινῶν Χριστομαρτύρων, ἡττήθη Βελίαρ κραταιῶς, πίπτων εἰς ᾍδου πέταυρον, παναληθῶς ἀνίσχυρος· ὅθεν πιστοὶ τιμήσωμεν, ἐν ὕμνοις δόξης τοὺς Μάρτυρας.

Ἰσχὺν Θεοῦ ὁμολογοῦντες, οἱ Μάρτυρες ἔσπευδον χαρᾷ, πάθος δεχθῆναι τίμιον, ἵνα ζωὴν κερδήσωσιν, καὶ αἰωνίαν λύτρωσιν, ἐν χώρᾳ ζώντων οἱ ἔνδοξοι.

Θεοτοκίον.

Συνέλαβες ῥήμασιν Ἀγγέλου, ἀνύμφευτε Νύμφη τοῦ Θεοῦ, ἐν μήτρᾳ Σου τὸν ἄχρονον, ἀνερμηνεύτως Δέσποινα· ὅθεν ἐν πίστει ἅπαντες, στεφάνους ὕμνων Σοὶ πλέκομεν.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖοι Μάρτυρες, τῆς ἀληθείας, τέκνα ἔνδοξα, τῆς Ἐκκλησίας, ζηλωταὶ τῆς εὐσεβείας γενόμενοι, ὑπὲρ Χριστοῦ αἰκισμοὺς ὑπομείναντες, τῶν πρωτοτόκων τὴν χάριν ἐδέξαντο· ὅθεν ἅπαντες, Χριστὸν τὸν Θεὸν δοξάσωμεν, τοὺς Μάρτυρας ἐνδόξως θαυμαστώσαντα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Τῆς Θεότητος τοῦ Λόγου ἀνεδείχθητε Μάρτυρες, καὶ τῆς οἰκουμένης, πάσης ἀληθῆ ὑποδείγματα, ὁμολογήσαντες πόθῳ Θεὸν τέλειον, τὸν προάναρχον, Λόγον Πατρὸς τὸ ἀπαύγασμα.

Ὀρθοδόξως ἐκ καρδίας ἀνυμνοῦμεν τοὺς Μάρτυρας, καὶ ἐν Ἐκκλησίαις, ᾄσμασιν αὐτοὺς καταστέφομεν, ἐμμελετῶντες ἐν πόθῳ, τὴν τελείωσιν, καὶ τὴν ἄθλησιν, δόξαν Θεῷ ἀναπέμποντες.

Ὑμνηταὶ ἡμεῖς Μαρτύρων, νικησάντων τὸν δόλιον, πλάνην τῶν ἀθέων, καὶ τῶν δυσσεβῶν ἀθεότητα, ἀνακηρύττουσι λόγοις καὶ παθήμασι, τὸν Τρισάγιον, μόνον Θεὸν παντοδύναμον.

Θεοτοκίον.

Μακαρία ἡ κοιλία καὶ ὁ Τόκος σωτήριος, τῆς Παρθένου πέλει, ἄῤῥητον μυστήριον ἔνθεον, ὃ προσκυνοῦντες ἐν πίστει, οἱ θεόφρονες, ἀνακράζομεν· Δόξα Παρθένε τῷ Τόκῳ Σου.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ἀντέστησαν Μάρτυρες, κατὰ ἀθέου δόγματος, ζήλῳ πυρπολούμενοι ἐνθέῳ· ὅθεν εἰσῆλθον εἰς οὐρανίους Μονάς, ὁρῶντες τὸν ἄναρχον Θεόν, τὸν ἀντιδοξάζοντα, τῶν Μαρτύρων τὴν ἄθλησιν.

Ῥανίδος ἐγεύθησαν, χαρᾶς Θεοῦ οἱ Μάρτυρες, ὅτε ὡμολόγησαν ἐν πίστει, ἕνα τῇ φύσει τὸν ἐν Τριάδι Θεόν, καὶ ῥήξαντες πόθους τῆς σαρκός, ἔσπευδον ἀθλήμασι, τὰ οὐράνια κτήσασθαι.

Τριάδα τὴν ἄκτιστον, Θεὸν τὸν πάντων Κύριον, πίστει ἀπεκάλυψαν τῷ κόσμῳ, Μάρτυρες θεῖοι, ὁμολογίᾳ θερμῇ, καὶ πάσχοντες ἄλλην βιοτήν, ἤλπιζον ἐν Πνεύματι, ἀπολαύειν αἰώνιον.

Θεοτοκίον.

Ὑψοῦσαι πανάχραντε, ἐν δόξῃ θείᾳ Δέσποινα, βίῳ παντελείῳ Θεοτόκε· θρόνῳ τοῦ Κτίστου παρισταμένη ἀεί, τοὺς Μάρτυρας ἕλκεις πρὸς Θεόν, ζήλῳ ἀναφλέγουσα, τῆς καρδίας τὴν ἔφεσιν.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Σκιρτᾷ, ἡ Αἴγυπτος Πνεύματι, κατέχουσα Μαρτύρων τὰ λείψανα, τὰ θεοδώρητα· δεῦτε πιστοὶ προσκυνήσωμεν, μετ’ εὐλαβείας ταῦτα, Θεὸν δοξάζοντες.

Ἰσχύς, πιστῶν ἀνεδείχθητε, καὶ τεῖχος ἀῤῥαγὲς καὶ προπύργιον, ὦ Χριστομάρτυρες, κόσμον τῷ πάθει νικήσαντες, καὶ τοῦ ἐχθροῦ παγίδας, κατασυντρίψαντες.

Νικᾶται, Δράκων ὁ βύθιος, βροτῶν ταῖς ἀρεταῖς τιτρωσκόμενος, καὶ τοῖς ἀθλήμασι· δεῦτε πιστοὶ καταστέψωμεν, τοὺς ἀριστεῖς ἐν ὕμνοις, Θεὸν κηρύξαντας.

Θεοτοκίον.

Ἀφράστως, ἄσπιλε ἔτεκες, τὸν Λόγον τοῦ Πατρὸς τὸν προάναρχον, καὶ ὁμοούσιον· Μάρτυσι πᾶσι ὦ Δέσποινα, Αὐτὸν δεικνύεις μόνον, Σωτῆρα Κύριον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Γαβριὴλ καὶ Κυρμηδόλην τιμῶμεν, ὡς Ἀθλητὰς καὶ θεοφόρους Ἁγίους, τοὺς πανενδόξους Μάρτυρας, Χριστοῦ μιμητάς· εὔφραναν ἐν τοῖς παθήμασι, τοὺς πιστοὺς ἀδελφοὺς αὐτῶν, ζήλῳ ἐνιστάμενοι κατὰ τῆς ἀσεβείας· τῆς Ἐκκλησίας ὤφθησαν ταγοί, σώζεσθαι πάντας, Θεὸν ἱλασκόμενοι.

Ὁ Οἶκος.

Γόνοι τῆς Αἰγύπτου θεόμορφοι, καὶ καρποὶ πανεύγεστοι τῆς Ἐκκλησίας Χριστοῦ, τῷ Θεῷ ἡρμόσθητε ἐν πίστει ἀληθεῖ, καὶ ὑπὲρ Αὐτοῦ, ὥσπερ ἄρνες, κλεινοὶ Μάρτυρες Γαβριὴλ καὶ Κυρμηδόλη, ἐν τῇ πατρίδι ὑμῶν τυθέντες, τοῖς πρωτοτόκοις ἀδελφοῖς συνηριθμήθητε ἐν οὐρανοῖς· ὅθεν στεφάνους λαβόντες παρὰ τοῦ Ἀθλοθέτου Χριστοῦ, ἐν σκηναῖς δικαίων ἀνεπαύεσθε, ἀδιαλείπτως καθορῶντες, τὸ ἀπρόσιτον τῆς Τρισηλίου Θεότητος φῶς, καὶ τοὺς τιμῶντας ὑμᾶς ἐν ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, σώζεσθαι πάντας, Θεὸν ἱλασκόμενοι.

 

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν ἁγίων Μαρτύρων Γαβριὴλ καὶ Κυρμηδόλη, τῶν ἐν Αἰγύπτῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Ἱκετεύσατε τὸν Κτίστην Χριστομάρτυρες, τοῦ δοῦναι ἄφεσιν, ἡμῖν τοῖς πόθῳ θερμῷ, τιμῶσιν ἐν Πνεύματι, Χριστὸν Θεάνθρωπον· πρὸς Ὃν βοήσωμεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Νικητήρια προσοίσωμεν ἐγκώμια, τοῖς μαρτυρήσασιν, ὑπὲρ Χριστοῦ ἀνδρικῶς, καὶ στήσωμεν τρόπαια, Κυρίῳ ψάλλοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Οὐρανώσατε τὴν γῆν ὦ παμμακάριστοι, Θεὸν κηρύξαντες, Μαρτύρων οἱ ἀρισταί· βασάνοις τηκόμενοι, ἤδετε χαίροντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σὺ πάναμωμε τοὺς Μάρτυρας προσήγαγες, τῇ μεσιτείᾳ Σου, τῷ Υἱῷ καὶ Θεῷ· ἐν πίστει ἐνήθλησαν, πνεύματι μέλποντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Νέκρωσιν ὑπέστησαν ἐμφρόνως, βασάνοις δοκιμαζόμενοι οἱ Μάρτυρες, τῷ Χριστῷ θυόμενοι, νῦν δὲ δοξαζόμενοι, τῆς οἰκουμένης πρόβολοι, ἀπαύστως ψάλλουσι· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἴθυνον καρδίας πρὸς τὸν Κτίστην, οἱ Μάρτυρες Γαβριὴλ καὶ Κυρμηδόλης τε, πίστει στερεούμενοι, ἔργῳ φανερούμενοι, τῆς Ἐκκλησίας πρόμαχοι, σὺν ταύτῃ ψάλλοντες· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κράτος τοῦ Παντάνακτος τιμῶσιν, οἱ Μάρτυρες Ἐκκλησίας οἱ θεόμορφοι, ἅπαντα ὡς σκύβαλα, πίστει ἀρνησάμενοι, τὸν οὐρανὸν ἐκτήσαντο, ἀεὶ κραυγάζοντες· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὅλην τὴν ὑφήλιον ἀῤῥήτως, ὁ Τόκος τῆς Θεοτόκου διεσώσατο, σάρκα προσλαβόμενος, πίστει προσκυνούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Δεῦτε εὐλαβῶς, τιμήσωμεν ἅπαντες, ἐνδόξους Μάρτυρας, καὶ ἐγκωμιάσωμεν, ἐνθέοις λόγοις τούτων τὴν ἔνδοξον, ἐν οὐρανοῖς κατάπαυσιν, καὶ ἀλαλάξωμεν, ἐκβοῶντες· χαίρετε τρισόλβιοι, τῆς Αἰγύπτου τὸ κλέος καὶ καύχημα.

Ἥλιον Χριστόν, τοῖς πᾶσιν ἐκήρυξαν, οἱ Χριστομάρτυρες, ἀσεβεῖς κατήλεγξαν, τοὺς Ὀρθοδόξους τε, παρεκάλεσαν· διὸ ἡμᾶς ὦ Μάρτυρες, ἐκ τῶν ἀθέων τε, καὶ δαιμόνων, πάντας διασώσατε, Ἐκκλησίας Χριστοῦ, θεῖα πρότυπα.

Μέγιστοι φρουροί, τῆς πίστεως γέγοναν, οἱ θεῖοι Μάρτυρες· διὸ οἱ φιλομάρτυρες, ἐν ὕμνοις θείοις ἐγκωμιάζομεν, τὴν θαυμαστὴν ἀνάβασιν εἰς τὰ οὐράνια, ἐκβοῶντες· χαίρετε πανένδοξοι, Ἐκκλησίας ἁπάσης κλεΐσματα

Θεοτοκίον.

Ὄντως τοῦ Πατρός, τὸν Λόγον κυήσασαν, ὑμνολογοῦμέν Σε· Χαῖρε Μητροπάρθενε, τῶν Ὀρθοδόξων τὸ ἐγκαλλώπισμα· περιχαρῶς δοξάζομεν, τὸν θεῖον Τόκον Σου, καὶ ἐν πίστει, λόγον πάντες πλέκομεν, ἐγκωμίου εἰς Σὲ πανσεβάσμιε.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἀδελφικῇ συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ Ἀθλοφόροι Μάρτυρες, Γαβριὴλ ὁ θεόφρων, καὶ ὁ ἀοίδιμος Κυρμηδόλης, Σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην δοῦναι τῷ κόσμῳ καὶ βασιλεῖ, κατ’ ἐχθρῶν βαρβάρων τρόπαια νίκης, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν.

Θεοτοκίον.

Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν Σου αἱμάτων, Παρθενομήτωρ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ ὑπὲρ ἀχρείων Σου δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ᾗ κρίνει γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ’ ἀξίαν, Σὲ γὰρ προστάτιν ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις.

 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Αἰγυπτίων ὁ σύλλογος, οἱ Χριστὸν ἐνδυσάμενοι, καὶ Αὐτοῦ τοῖς ἴχνεσιν ἐφεπόμενοι, δεῦτε χορείαν στησώμεθα, τοὺς ἄθλους γεραίροντες, τῶν ἐνδόξων Ἀθλητῶν, καὶ προμάχων τῆς πίστεως, Γαβριήλ τε τοῦ στεῤῥοῦ καὶ θείου Κυρμηδόλη, τῶν φωστήρων τῆς Αἰγύπτου, καὶ πρεσβευτῶν τῶν ψυχῶν ἡμῶν. (Δίς)

 

Γαβριὴλ ὁ πανόλβιος, Κυρμηδόλης ὁ ἔνδοξος, ἡ δυὰς ἡ ἔνθεος ἀναλάμψαντες, ὥσπερ ἀστέρες πολύφωτοι, τὴν κτίσιν φωτίζουσι, τῶν ἀγώνων ἀστραπαῖς, καὶ θαυμάτων φαιδρότησι, τούτων σήμερον, τὴν πανεόρτον μνήμην ἐκτελοῦντες, τῶν λειψάνων προσκυνοῦμεν, ἐν εὐφροσύνῃ τὴν λάρνακα.

 

Εὐφροσύνης πληρώθητι, Πατριάρχα θειότατε, Ἀλεξάνδρου πόλεως, καὶ Αἰγύπτου τε, Ἰωακεὶμ ἁγιώτατε, καὶ γὰρ τεθησαύρικας, θησαυρὸν ἀνελλιπῆ, τῶν Μαρτύρων τὰ λείψανα, τὰ προχέοντα, ἰαμάτων τὴν χάριν τοῖς ἐν πίστει, προσιοῦσι καὶ αἰτοῦσιν, ἀῤῥωστημάτων τὴν ἴασιν.

 

Δόξα. Ἦχος δ΄.

Σήμερον τῶν Αἰγυπτίων ἡ μεγαλόπολις, ἀγαλλομένη φαιδρύνεται χαίρουσα, ἐπὶ τῇ μνήμῃ τῶν ἐνδόξων Ἀθλοφόρων καὶ πολιούχων αὐτῆς, Κυρμηδόλου τοῦ σοφοῦ καὶ χριστομάρτυρος, Γαβριὴλ τοῦ σεπτοῦ καὶ θεοκήρυκος. Οὗτοι γὰρ οἱ γενναιότατοι τὴν ψυχήν, ἀδαμάντινοι ὄντες ἀκαταγώνιστοι, ἱστάμενοι μέσον τῶν παρανόμων, τὰς θωπείας καὶ τὰς ἀπειλὰς αὐτῶν μὴ πτοούμενοι, ἀλλὰ τὴν πίστιν ἄτρωτον διαφυλάξαντες, ἐβόων λαμπρᾷ τῇ φωνῇ· θάνατον διὰ Χριστὸν προθύμως ἑλόμεθα, τὸ πῦρ ἡμᾶς δροσίζει καιόμενον, τὸν μυσαρὸν Βελίαρ ὕβρεσι καὶ ἀραῖς καθ’ ὑποβάλλομεν· ὅθεν, οἱ αὐτοῦ φοιτηταί, τὰς τιμίας κεφαλὰσς τῶν Μαρτύρων, τοῖς ῥοπάλοις συντρίψαντες, τοῖς ξίφεσιν ἐναπέτεμον, καὶ σφοδρὰν πυρὰν ἀνάψαντες, ταύτῃ ἐχώνευσαν, οἱ δὲ προθύμως ἔψαλλον λέγοντες· γενέσθω Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὧν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, τὴν θείαν δυάδα, Κυρμηδόλην τὸν Ἀθλητήν, καὶ Γαβριὴλ τὸν θεῖον, τὸ κλέος τῆς Αἰγύπτου, καὶ πάντων Ὀρθοδόξων, δόξα καὶ καύχημα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ τοῦ Κυρίου πυρωθέντες ἀγάπῃ, τοῦ μαρτυρίου ἠξιώθητε ἄμφω, σὺν Κυρμηδόλῃ θείῳ τε γενναῖε Γαβριήλ, πλάνην ἀπελέγξαντες, ἀνδρικῶς τὴν τῆς Ἄγαρ· ὅθεν ἀπειλήφατε, τῆς ἀθλήσεως στέφος, καὶ ὑπὲρ πάντων εὔχεσθε πιστῶν, ἐκδυσωποῦντες, Χριστὸν τὸν Φιλάνθρωπον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῷ Δεσπότῃ εὔξασθε, Γαβριήλ, Κυρμηδόλη. Ἀ(θανάσιος)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τὴν πίστιν κηρύξαντες εὐθαρσῶς, Χριστοῦ Θεανθρώπου, Κυρμηδόλη καὶ Γαβριήλ, καὶ πλάνην ἐλέγξαντες τῆς Ἄγαρ, νῦν πρεσβευταὶ χριστωνύμων ὑπάρχετε.

Ὡς πρόβατα ἤχθητε πρὸ κριτῶν, συκοφαντηθέντες, Κυρμηδόλη καὶ Γαβριήλ, καὶ πλείστας βασάνους ὐποστάντες, τὴν παῤῥησίαν πλουτεῖτε πρὸς Κύριον.

Δυὰς φωτοφόρε μαρτυρική, ἡμῶν τὰς καρδίας, τοῦ Δεσπότου θείῳ φωτί, ἐλλάμπετε καὶ σκότη τῆς πλάνης, ταῖς ἱκεσίαις ὑμῶν διαλύετε.

Θεοτοκίον.

Ἐβλάστησας ἄμπελον τῆς Ζωῆς, ἁγνὴ Θεοτόκε, τὸν Θεάνθρωπον Ἰησοῦν, Ὃν πάντοτε αἴτει ὑπὲρ ὅσοι, τὰς μητρικὰς ἐκζητοῦμεν πρεσβείας Σου.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Σταθεροὶ ἐν τῇ πίστει, πρὸ ἀσεβῶν ἔστητε, σὺν τῷ Γαβριὴλ Κυρμηδόλη, πλάνον ἐλέγξαντες, τὸν Ἄγαρ ἔκγονον, καὶ τὰς αὐτοῦ δοξασίας, καὶ πιστῶς γεγένησθε, θεῖα στηρίγματα.

Πονηροὺς συκοφάντας, ὁ πονηρὸς ὄργανα, καθ’ ὑμῶν χρησάμενος ἧτταν, ὑπέστη Ἅγιοι, οὗπερ συντρίψατε, τὰς ψυχολέθρους παγίδας, Ὀρθοδόξους ἅπαντας, διαφυλάττοντες.

Οὐρανῶν Βασιλείαν, τὴν ποθητὴν εὕρατε, διὰ μαρτυρίου λαβόντες, στέφος τὸ ἄφθαρτον, οὗ ἀξιώσατε, πάντας ὑμᾶς τοὺς τιμῶντας, θεῖοι Νεομάρτυρες, Χριστῷ πρεσβεύοντες.

Θεοτοκίον.

Τὸν Θεάνθρωπον Λόγον, μόνον Θεὸν ἄχραντε, τὸν ἐκ Σῆς γαστρὸς γεννηθέντα, ἀνακηρύξαντες, οἱ γενναιόφρονες, σὺν Γαβριὴλ Κυρμηδόλης, Ἐκκλησίας ὤφθησαν, πρέσβεις ἀκοίμητοι.

Διάσωσον, δυὰς ἐνδόξων Νεομαρτύρων, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς θείαν ἄθλησιν ὑμῶν, εὐφημοῦντας ἐν εὐλαβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν ἀληθῆ, Θεὸν ἀνακηρύξαντες, καὶ σκότος βαθύ, Ἀγαρηνῶν ἐλέγξαντες, τῶν Μαρτύρων σύναθλοι, Νεομάρτυρες ὤφθητε ἔνδοξοι }διὸ αἰτήματα πιστῶν, ταχέως πληροῦτε ὡς φιλάδελφοι.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἡ ἀγάπη ἣν ἔσχετε, πρὸς τὸν Ἰησοῦν Νεομάρτυρες, ἐνοικείτω καὶ ἡμῖν πολλή, ταῖς ὑμῶν πρὸς Τοῦτον παρακλήσεσιν.

Ἐν χαρᾷ ἀπεδέχθητε, τὰ ὑπὲρ τῆς πίστεως ἐναθλήματα· ὅθεν χάριν ἀπειλήφατε, ὑπὲρ τῶν τιμώντων ὑμᾶς εὔχεσθαι.

Ὑπὲρ πάντα τὸν Κύριον, Μάρτυρες ποθήσαντες ἠγωνίσασθε, ὑποδείγματα γενόμενοι, πᾶσι χριστωνύμοις θείου ἔρωτος.

Θεοτοκίον.

Ξύλῳ Εὔα παράδεισον, ἡ ἡμῶν προμήτωρ ἁγνὴ ἀπώλεσεν, οἱ δὲ Μάρτυρες εἰσήχθησαν, ἐν αὐτῷ σταυροῦ τὸ ξύλον ἄραντες.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἄλλον πλὴν Χριστοῦ, οὐ λατρεύομεν ἐκήρυττον, οἱ γενναῖοι Ἀθληταὶ βασανισταῖς, ὅτι μόνος, Οὗτός ἐστιν ἡ ἀλήθεια.

Σώματα πιστῶν, ὡς ναοὺς Θεοῦ ἁγνίσατε, Νεομάρτυρες οἱ δοῦντες ἐν χαρᾷ, μαρτυρίοις, τῷ Χριστῷ ὑμῶν τὰ σώματα.

Θρόνοι ἀληθεῖς, θείου Πνεύματος γενόμενοι, Ἀθλοφόροι ἀναδείξατε ἡμᾶς, τούτου οἴκους, ἐν ἁγιασμῷ ψυχῆς καὶ σώματος.

Θεοτοκίον.

Εὔθυνον ὁδόν, Θεομῆτορ τῶν ὑμνούντων Σε, πρὸς Υἱόν Σου Ἰησοῦν ἀγαπητόν, Ὃς ὑπάρχει, ἐφετῶν ἁπάντων πλήρωμα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Γεγόνατε, Ἐκκλησίας στήριγμα, Ἀθλοφόροι τῇ ὑμῶν ἐναθλήσει, ὅτι πολλῶν, κλονουμένων καρδίας, διὰ πληθὺν ἀνηκέστων πιέσεων, ἀνενεώσατε σφοδρῶς, ὡς καὶ νῦν τοὺς πιστοὺς ἐνισχύοντες.

Ἀπείρους, δωρεὰς ἐφεύρατε, Νεομάρτυρες ἐκ μέρους Κυρίου· διὸ εὐχάς, τῶν ὑμᾶς δεομένων, πρὸς τὸ συμφέρον ψυχῶν ἐκπληρώσατε, ἐν πειρασμοῖς ὑπομονήν, φιλαδέλφως ἡμῖν χαριζόμενοι.

Βασάνους, ὡς τρυφὰς ἡγούμενοι, ὑπομείνατε σεπτοὶ Ἀθλοφόροι, τύποι ἡμῖν, τῆς ἀγάπης Κυρίου, καὶ ἀφειδίας τοῦ κόσμου γενόμενοι, τὰ μένοντα καὶ ἀληθῆ, ἀγαθὰ αἰωνίως προκρίναντες.

Θεοτοκίον.

Ῥυπώσαν, τὴν ψυχήν μου Δέσποινα, ἁμαρτίαις ἀποκάθαρον τάχει, καὶ τοῦ Χριστοῦ, οἰκητήριον δεῖξον, καὶ Παρακλήτου σεπτὸν εὐναστήριον, ὡς ἔχουσα πρὸς Σὸν Υἱόν, παῤῥησίαν μεγίστη πανάμωμε.

Διάσωσον, δυὰς ἐνδόξων Νεομαρτύρων, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς θείαν ἄθλησιν ὑμῶν, εὐφημοῦντας ἐν εὐλαβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τῇ ἀγάπῃ Κυρίου φλεγόμενοι, οὐδαμῶς ἐφοβήθητε Ἅγιοι, πῦρ γεῶδες, ἀλλὰ ὡς πρόβατα εὐπρόσδεκτα ὁμοῦ, πυρὶ ἠναλώθητε σφοδρῷ, κατατροπώσαντες σοφῶς, τὴν τῆς Ἄγαρ δυσσέβειαν· ὅθεν ἐν παῤῤησίᾳ, χεῖρας πρὸς τὸν Δεσπότην, ὑπὲρ πιστῶν χρισταθληταί, τῶν τιμώντων ὑμᾶς αἴρετε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ζήλῳ θείου ἔρωτος, ἐμπεπλησμένοι πανσόφως, πλάνην ἀπηλέγξατε, τὴν ψευδοψυχόλεθρον, καὶ ὑπέστητε, ἀπηνῶς μάστιγας, καὶ βασάνων πλῆθος, Νεομάρτυρες πανεύφημοι· διὸ ἐστέφθητε, καὶ τῷ Παραδείσῳ εἰσήλθετε, ἔνθα φαιδρῶς ἱστάμενοι, τῷ Χριστῷ ἀεὶ ἱκετεύετε, θεῖε Κυρμηδόλη, καὶ σύναθλε γενναῖε Γαβριήλ, ὑπὲρ τῶν ὅσοι γεραίρουσι, τὸ ὑμῶν μαρτύριον.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰατρεύσατε πάθη, τῶν παθῶν καὶ σωμάτων ὦ Νεομάρτυρες, τῶν ὅσοι ἐξαιτοῦνται, ὑμῶν τὴν μεσιτείαν, πρὸς Χριστὸν τὸν Φιλάνθρωπον, Ὃς ἰατρὸς ἁπασῶν, ἀσθενειῶν ὑπάρχει.

Ἠθληκότες γενναίως, καὶ νικήσαντες πλάνην τὴν ψυχολέτειραν, δυὰς Νεομαρτύρων, ἡμᾶς ἐν ἀληθείᾳ, τοῦ Χριστοῦ ἀξιώσατε, ὁδὸν βαδίζειν ἀεί, σωτηριωδεστάτην.

Λυτρωθῆναι πταισμάτων, χριστωνύμους τιμῶντας ὑμᾶς πρεσβεύσατε, θεόφρον Κυρμηδόλη, καὶ Γαβριὴλ τρισμάκαρ, ὅπως νόμον τηρήσαντες, τὸν τοῦ Κυρίου καλῶς, τύχωμεν παραδείσου.

Θεοτοκίον.

Κλῖνον οὖς Σου Παρθένε, καὶ αἰτήσεις προσδέχου τῶν προστρεχόντων Σοι, καὶ πρὸς ψυχῶν συμφέρον, αἰώνιον ἐκπλήρου, μητρικαῖς ἱκεσίαις Σου, πρὸς Ἰησοῦν τὸν γλυκύν, καὶ εὔσπλαγχνον Υἱόν Σου.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὕλης ἁπάσης, καταφρονήσαντες ἄμφω, δι’ ἀγάπην Κυρίου σταυρωθέντος, δότε ἡμῖν Τοῦτον, Μάρτυρες προτιμάσθαι.

Ῥύσασθε ψεύδους, συκοφαντῶν τοὺς τιμῶντας, Νεομάρτυρες θείαν ὑμῶν μνήμην, ὅπως ἐν εἰρήνῃ, τελέσωμεν τὸν βίον.

Μαρτύρων δῆμοι, καὶ τῶν Ἀγγέλων χορεῖαι, ὑπεδέξαντο ἐν ἐπουρανίοις· μεθ’ ὧν στῆναι πάντας, ἡμᾶς Ἅγιοι δότε.

Θεοτοκίον.

Ἱκετηρίας, μὴ παύσῃ Μῆτερ προσφέρειν, ὑπὲρ ὅσοι Θεὸν ὁμολογοῦσιν, Ἰησοῦν Δεσπότην, καὶ πάσχουσι ἀδίκως.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Δυὰς Νεομαρτύρων, τῶν παθῶν ἁλύσεις, τὰς δεσμευούσας ἡμᾶς διαῤῥήξατε, ὅπως ὁδὸν τοῦ Κυρίου, κούφως βαδίζομεν.

Ὡς ἐν τῷ Παραδείσῳ, πρὸ Χριστοῦ ἑστῶτες, Αὐτῷ πρεσβεύσατε Ἅγιοι Μάρτυρες, ὑπὲρ ἡμῶν τῶν τιμώντων, ὑμῶν τὴν ἄθλησιν.

Λαμπρᾶς ἀξιωθέντες, δόξης οὐρανίου, μὴ ἐπιλάθεσθε ὅσων αἰτούμεθα, ὑμῶν ἁγίας δεήσεις, πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.

Ἡ τῆς Ἀλεξανδρέων, Ἐκκλησία θρέπτρα, ὑμῶν αἰτεῖται κλεινοὶ Νεομάρτυρες· ὅθεν ἀεὶ ὑπὲρ ταύτης, θερμῶς πρεσβεύετε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίρετε Μαρτύρων τῶν παλαιῶν, μιμηταὶ ἐν πᾶσιν, Κυρμηδόλη καὶ Γαβριήλ, οἱ γενναιοφρόνως, τὴν ἀντιθέων πλάνην, ἐλέγξαντες σωφρόνως, Χριστὸν κηρύξαντες.

Μόνην τὴν ἀλήθειαν τοῦ Χριστοῦ, πρὸ κριτῶν ἀδίκων, ἀποδείξαντες φανερῶς, τῇ τοῦ Παρακλήτου, σοφίᾳ καὶ δυνάμει, προθύμως μαρτυρίου, ἐκοινωνήσατε.

Θαυμαστὰ τὰ ἆθλα ὑπὲρ Χριστοῦ, ἃ ὑπενεγκόντες, Κυρμηδόλη καὶ Γαβριήλ, στέφος ἀφθαρσίας, παρὰ χειρὸς Κυρίου, καὶ δόξαν Παραδείσου, ἄμφω εἰλήφατε.

Γόνοι Ἐκκλησίας ὀνομαστοί, τῆς Ἀλεξανδρέων, Κυρμηδόλη καὶ Γαβριήλ, ὑπὲρ ταύτης χεῖρας, ὑψοῦτε πρὸς Δεσπότην, ὅπως ἀεὶ φυλάττῃ, ἀδιατάρακτον.

Πάντων τῶν τιμώντων ὑμᾶς πιστῶν, δέξασθε αἰτήσεις, Κυρμηδόλη καὶ Γαβριήλ, καὶ ἑνὶ ἑκάστῳ, εὐχαῖς πρὸς τὸν Δεσπότην, παράσχετε τὴν λύσιν, ὄντες φιλάδελφοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, τῶν γηΐνων καὶ φθαρτῶν, ἄμφω παριδόντες αὐχένας, καθυπεκλίνατε, εἰς σφαγὴν ὡς πρόβατα, ὑπὲρ ἀγάπης Χριστοῦ, Γαβριὴλ Κυρμηδόλη τε· διὸ παῤῥησίαν, ἐν εὐχαῖς πλουτίσαντες, μὴ ἐπιλάθεσθε, πάντων, τῶν πιστῶς προσπιπτόντων, καὶ πολλῷ τῷ πόθῳ τιμώντων, τὴν σεπτὴν ὑμῶν καὶ θείαν ἄθλησιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου