Κυριακή 2 Οκτωβρίου 2022

ΣΕΠΤΕΜΒΡΙΟΣ 28!! ΑΓΙΟΙ ΜΟΝΗΣ ΚΑΛΥΒΙΑΝΗΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΗ

ΟΣΙΟΙ ΜΟΝΗΣ ΚΑΛΥΒΙΑΝΗΣ ΚΡΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χρυσοστόμου ἱερομονάχου Παπαδάκη)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὁρμαθὸν τὸν πανάγιον, τῶν Πατέρων τιμήσωμεν, ἐν ᾠδαῖς καὶ πόθῳ αὐτῷ προσπέσωμεν, θαυματοβρύτοις ἐν λάρναξι, καὶ κράξωμεν Ἅγιοι, ἐπισκέψασθε ἡμῶν, τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ γὰρ ὤφθητε, αὐτουργοὶ θαυμασίων ἐξαισίων, καὶ λαμπροὶ σημειοφόροι, πιστοῦντες βίον τὸν ἄληκτον. (Δίς)

 

Κεκρυμμένον μυστήριον, ὁ Χριστὸς ἀπεκάλυψε, φανερῶν Πατέρες θεοβλαστούργητοι, ὑμᾶς ἐν πλήθει ὁράσεων, θαυμάτων δυνάμεσι καὶ παρέσχε τοῖς πιστοῖς, ἰαμάτων δαψίλειαν καὶ ἐκράτυνε, τὴν ὀρθόδοξον πίστιν· διὸ πάντες, εὐλαβῶς δοξολογοῦμεν, αὐτοῦ τὸ ἄῤῥητον ἔλεος.

 

Ὡς εὐδίνητα ὄργανα, τὰ τοῦ Πνεύματος μέλπομεν, ὑμᾶς θεηγόροι Κρήτης τὰ θρέμματα, καὶ Ἐκκλησίας κλεΐσματα, καὶ ἄνθη ἀμάραντα τοῦ λειμῶνος οὐρανοῦ· καὶ αἰτοῦμεν πρεσβεύοντες μὴ ἐλλείπητε, περισκέπειν Καλυβιανῆς σεμνεῖον, ὃ ἡγίασται ἱδρῶσιν, ὑμῶν Πατέρες πολύευκτοι.

 

Δόξα. Ἦχος β΄.

Ἀντιπελάργησιν ποιοῦντες ἀνθ’ ὧν ἡμῖν ἐδωρήσατε, τῇ ἀείποτε μυστικῇ ὑμῶν παρουσίᾳ, καὶ τῇ θεοσδότῳ ἐμφανείᾳ τῶν μυριπνόων λειψάνων ὑμῶν, Πατέρες Ἅγιοι, δοξάζομεν εὐλαβῶς τὴν ἀπειροδύναμον τοῦ Κυρίου πρόνοιαν, τὴν οὕτως ὑμῖν εὐδοκήσασαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Κρήτη σεμνοπρεπῶς, μνήμην πανηγυρίζει, νεοφανῶν Ἁγίων, καὶ πάνυ ἐγκαυχᾶται, ὡς τούτους ἐξανθήσασα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Πέλετε τῆς ἡμῶν, ὀχύρωμα Πατέρες, Μονῆς καὶ τῶν ἀγάπης, αὐτῆς καθιδρυμάτων· διὸ ἐνθέως γάνυται.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἄθροισμα ἱερόν, Πατέρων τῶν Ὁσίων, καὶ Ὁσιομαρτύρων, ἱκέσιον τὸν ὕμνον, ἡμῶν τελούντων πρόσδεξαι.

 

Δόξα. Τριαδικόν.

Πατρός τε καὶ Υἱοῦ, καὶ Πνεύματος Ἁγίου, τῆς μιᾶς θεαρχίας, τὸ κράτος ἀνυμνοῦμεν, καὶ πόθῳ μεγαλύνομεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Σῶσον ταῖς σωστικαῖς, πρεσβείαις τῆς Μητρός Σου, Κύριε πανοικτίρμον, ἡμᾶς ὁμολογοῦντας, τὴν ἄφραστόν Σου σάρκωσιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐκ γῆς ἐξανέτειλαν, αἱ τῶν λειψάνων ὑμῶν, σοροὶ ὥσπερ ἥλιος, φωταγωγοῦσαι ψυχάς, ἐσχάτοις ἐν ἔτεσιν· ὅθεν καὶ τὰς ἰάσεις, ἀρυόμενοι πίστει, δόξαν τῷ στεφοδότῃ, ἀναμέλπομεν πόθῳ, Πατέρες τρισμακάριοι, τῷ ὑμᾶς δοξάσαντι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῇ φωτοφόρῳ σου μνήμῃ, χορὲ τρισόλβιε, Πατέρων θεοφόρων, χαίρει ἅπασα νῆσος, σεμνύνεται δὲ μάνδρα Καλυβιανῆς, ἧς γεγόνατε θέμεθλα, τὰ πανσεβάσμια ὄντως καὶ ἱερά, ἐφ’ οἷς Κύριος δοξάζεται.

 

Τρίβους μερόπων τῆς Κρήτης, ὑμεῖς εὐθύνατε νήσου ἁγιοτόκου, ἐν καιροῖς δυσχειμέροις, ἀγῶσιν ὑπὲρ φύσιν καὶ διδαχαῖς, τὸ σεμνεῖον ποιήσαντες, Καλυβιανῆς Θεοτόκον ὡς κιβωτόν, τὰς ψυχὰς πιστῶν τὴν σώζουσαν.

 

Κακοδοξίας Λατίνων, στεῤῥῶς ἀντέστητε, ποίμνης τῶν Ὀρθοδόξων, ἐνισχύσαντες πίστιν, καὶ αἵματος προθύμῳ ἐκχύσει σοφοί, τοὺς στεφάνους ἐδέξασθε, διπλοὺς ὡς Μάρτυρες θεῖοι καὶ ἀσκηταί, σὺν Ἁγίοις αὐλιζόμενοι.

 

Ἕτερα. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.

Πατέρων πανεύφημοι Μονῆς, τῆς ἡμῶν ἀγλάϊσμα, καὶ Ἐκκλησίας τὸ καύχημα, τὸ περιλάλητον, μέλπομεν προφρόνως, ὑμῶν τὰ παλαίσματα, καὶ ἄθλησιν γενναίαν μακάριοι, καὶ ἀρυόμενοι, τὰς ἰάσεις θαυματόβρυτοι, καὶ ἀγάπης εὐκαρπίαν σύντονον.

 

Ἀνέθορε πᾶσι τοῖς πιστοῖς, ἐκ γῆς χάρις ἄφθονος, ἐν τῇ εὑρέσει πανόλβιοι, Θεοῦ προστάγματι, τῶν ὑμῶν λειψάνων, ψυχὰς κατευφραίνουσα, καὶ πίστιν Ὀρθοδόξων στηρίζουσα, καὶ ὑπερύμνητον, τοῦ Κυρίου θεῖον ὄνομα, ἡδυμόλπως ὑμνῆσαι προτρέπουσα.

 

Ἐπίῤῥοθοι φάνητε ἡμῖν, ἐν σταδίῳ Ἅγιοι, τῆς πολιτείας τοῦ Σχήματος, καὶ τὸ πολύμοχθον, ἔργον εὐποιΐας, εὔτονον ποιήσατε, ἡμῶν Μονῆς Πατέρες πανάριστοι, ὑμᾶς γὰρ ἔχομεν, ἐν ἀνάγκαις ἀντιλήπτορας, καὶ κινδύνοις ἀνυστάκτους φύλακας.

 

 

 

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον τὰ στίφη τῶν μοναστῶν καὶ δῆμοι τῶν Κρητῶν ἀγάλλονται, ἐπὶ τῇ μνήμῃ τῶν νεοφανῶν Ὁσίων καὶ Ὁσιομαρτύρων. Οὗτοι γὰρ παραδόξως ἐν ἐσχάτοις ἔτεσι, καθ’ ὕπαρ καὶ κατ’ ὄναρ ὁραθέντες πιστοῖς, βίον αὐτῶν τὸν παγγέραστον ἐδήλωσαν, καὶ τὴν ἀθλήσει δι’ αἵματος πολλῶν τελείωσιν· ἡ δὲ πάντερπνος εὕρεσις τῶν τιμίων αὐτῶν λειψάνων ἐν σημείοις διεξέχεεν ἰαμάτων πλουτισμόν, καὶ ὡς εἰκὸς τὴν πίστιν ἐτράνωσεν. Δεῦτε οὖν οἱ φιλάγιοι, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· χαίρετε Πατέρες οὐρανομύσται οἱ οὐρανώσαντες τὴν γὴν τῇ φωταυγεῖ ὑμῶν πολιτείᾳ· χαίρετε ὅτι ἐν παρῳχημέναις γενεαῖς ψυχὰς αὐχμώσας τῷ θείῳ λόγῳ ποταμηδὸν ἐποτίσατε· χαίρετε ὅτι τοῖς κακοδόξοις τυράννων προστάγμασι γενναίως ἀντέστητε· χαίρετε φυτουργοὶ τοῦ ἡμῶν σεμνείου καὶ Θεοτόκου θεράποντες ἀκραιφνέστατοι· χαίρετε ἰατῆρες ψυχῶν τε καὶ σωμάτων καὶ ἀντίληψις τῶν χειμαζομένων· ὅθεν δυσωποῦμέν σε ὦ θεόπλοκον σύνταγμα, ἴσθι ἡμῖν θυρεὸς ἐν πειρασμοῖς καὶ παραδείσου οἰκήτορας, πρεσβείαις σου πάντας ἡμᾶς γενέσθαι καταξίωσον.

 

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Τῇ τῶν μονοτρόπων κλῆσιν ἄνωθεν λαβόντες, ἤρατε προθύμως τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν· καὶ ἀνδρειοφρόνως παλαίσαντες καθείλετε ἐχθροῦ τὰς ἐνέδρας. Μάνδραν δὲ τῆς Θεομήτορος οἰκοῦντες, προσφυῶς ἀνεδείξατε αὐτὴν ἀρετῶν καταγώγιον. Ταύτην καὶ νῦν περιπολεύοντες μυστικῶς, χάριτος ἐπομβρίᾳ πληροῦτε ἀγαλλομένην καὶ κράζουσαν· Πατέρες παμμακάριστοι, πρεσβεύσατε δοθῆναι ἡμῖν ἱλασμὸν καὶ τὸ θεῖον ἔλεος.

 

 

Ἦχος β΄.

Τὰς ἐμψύχους εἰκόνας τῆς κατὰ Χριστὸν πολιτείας, τοὺς ὁμοτρόπους τῇ ἀσκήσει Πατέρας, καὶ συνάθλους τῷ αἵματι οἱ πιστοὶ ἀνυμνήσωμεν· ἐν ἀμφοτέροις γὰρ δόκιμοι φανέντες, τοῦ θείου κάλλους τὸ διάδημα παρὰ τοῦ Σωτῆρος ἐδέξαντο. Παῤῥησίας οὖν πολλῆς τυχόντες, ῥῶσιν τοῖς κάμνουσι παρέχουσι, τοῖς χειμαζομένοις παραμυθίαν, καὶ τοῖς τιμῶσιν αὐτῶν τὴν μνήμην, τὰ πρὸς σωτηρίαν αἰτήματα.

 

Ἦχος γ΄.

Σύμψυχοι ἐν ἀγγελοειδεῖ βίῳ γεγόνατε, σύγκληροι καὶ ἐν τῇ ἄνῳ κληρουχίᾳ Πατέρες θεόσοφοι. Τῆς ἀγάπης γὰρ Χριστοῦ τῷ πυρὶ ἀναφλεχθέντες, εὐαγγελικῶς αὐτῷ ἠκολουθήσατε, πάντα τὰ ἐπὶ γῆς ἡδέα, εἰς οὐδὲν λογισάμενοι· ὅθεν καὶ τῶν καμάτων ὑμῶν εἰληφότες τὰ ἔπαθλα, ἀπαύστως πρεσβεύετε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

Οὐκ ἐξισχύομεν Πατέρες, τιμῆσαι τοὺς ἀγῶνας ἡμῶν· ἀσκήσει γὰρ τὸ πρότερον ἀθλήσει δὲ ὕστερον, εὐσεβεῖς κατεπλήξατε, καὶ τῇ τῶν Λατίνων κακοδοξίᾳ καὶ Ἀγαρηνῶν χριστομαχίᾳ, ἀνδρείως μέχρις αἵματος ἀντικατέστητε. Ἀλλ’ ὦ νεοφανεῖς Ὁσιομάρτυρες, μὴ παύσητε πρεσβεύοντες δεόμεθα, ὑπὲρ τῶν πίστει τελούντων ὑμῶν τὰ μνημόσυνα.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλεόρτων τὰ συστήματα, δεῦτε καὶ χορείαν στησώμεθα, καὶ τὴν πανσεβάσμιον μνήμην τῶν νεοφανῶν Πατέρων, λαμπρῶς πανηγυρίσωμεν. Τὰ χαριτόβρυτα αὐτῶν λείψανα προσκυνήσωμεν, τὰ ἐν σημείοις ἀναφανέντα ἐκ λαγόνων τῆς γῆς, τὴν δὲ ἡμῶν Μονὴν τῇ εὐωδίᾳ φαιδρύναντα, καὶ ἰάσεων δωρεαῖς, πάντων τῶν πασχόντων τὰς καρδίας πτερώσαντα. Προσπέσωμεν οὖν αὐτοῖς γονυκλινῶς, τὰς ἀντιδόσεις ἀρυόμενοι παρὰ Κυρίου τοῦ αὐτοὺς στεφανώσαντος.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ τῶν Ὁσίων χορός, οἱ τῆς σαρκὸς ἀπονεκρώσαντες φρόνημα, ἀσκήσεως τοῖς καμάτοις, ἀνατεθέντες σοφοί, ὅλως τῷ Κυρίῳ καὶ δουλεύοντες, ἁγνῆς Θεομήτορος, ταύτην μάνδραν οἰκήσαντες, καὶ κακουργίας, διαβόλου ὀλέσαντες, καὶ ὁμόζηλοι, θεοφόροι γενόμενοι· ὅθεν οὖν μακαρίζομεν, ὑμῶν κατορθώματα, καὶ προσιόντες ταῖς θήκαις, ταῖς ἱεραῖς ἀνακράζομεν· Πατέρες φωσφόροι, ποίμνην ταύτην ὁδηγῆτε, ἀεὶ πρὸς τὰ κρείττονα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Χαίροις, ὁσιωνύμων χορός, θείων Πατέρων οἱ ἑπόμενοι δόγμασιν, Ἁγίοις καὶ Ὀρθοδόξοις, καὶ εὐθαρσῶς ἀπηνῆ, διωγμὸν Λατίνων ὑπομείναντες, ὑφ’ ὧν καὶ ἠνέγκατε, αἰκισμοὺς καὶ μαρτύρια, νομίμως ὄντως, καὶ στεῤῥῶς ἐναθλήσαντες, μέχρις αἵματος, τὴν πατρώαν στηρίζοντες, πίστιν τὴν παναμώμητον· διὸ καὶ ἐδείχθητε, οἱ θαυμαστοὶ στεφανῖται, καὶ οὐρανίοις αὐλίζεσθε, φωτὸς ἐν θαλάμοις, νῆσον Κρήτην δᾳδουχίαις, καταπυρσεύοντες.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ποίαις, κλεινῶν Πατέρων ᾠδαῖς, τὴν θείαν μνήμην ἐπαξίως τιμήσωμεν; Τοὺς στύλους τῆς εὐσεβείας, τοὺς δροσοβόλους πνοάς, Πνεύματος Ἁγίου ἀποπνεόντας, ὀσμῆς θείας εὔπνοιαν, καὶ ἰάσεις τοὺς βρύοντας, τοῖς προσιοῦσι, τοῖς λειψάνοις ἐκ πίστεως, δι’ ὧν γάνυται ἡ Μονὴ ἡμῶν Ὅσιοι· ταύτην περιφρουρήσατε, κοινὸν ὡς ὑπάρχουσαν, ἡμῶν σεμνεῖον καὶ πάντας, τῆς οὐρανῶν ἀξιώσατε, ζωῆς τῆς ἀφθίτου, πρεσβευούσης καὶ ἐφόρου, αὐτῆς πανεύφημοι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὡς φεγγοβόλοι τοῦ Πνεύματος ἀστραπαί, τὰ σκότη καταφωτίζουσαι, οὕτως ἐπέστη ἡ ἐμφάνεια ὑμῶν Πατέρες πολυθαύμαστοι. Τὰ δὲ λείψανα ὑμῶν ὡς πλοῦτον κατέχοντες ἀδαπάνητον, καρπούμεθα ἰάσεων κρουνοὺς καὶ εὐλογίαν ἄληκτον. Γίνεσθε οὖν ἡμῖν ἐν ταῖς τρίβοις τῆς ἄνω κλήσεως ἀπλανεῖς χειραγωγοί, ἵνα ἀκούσωμεν φωνῆς τῆς εὐκταίας τοῦ Σωτῆρος Χριστοῦ ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐκ γῆς ἐξανέτειλαν, αἱ τῶν λειψάνων ὑμῶν, σοροὶ ὥσπερ ἥλιος, φωταγωγοῦσαι ψυχάς, ἐσχάτοις ἐν ἔτεσιν· ὅθεν καὶ τὰς ἰάσεις, ἀρυόμενοι πίστει, δόξαν τῷ στεφοδότῃ, ἀναμέλπομεν πόθῳ, Πατέρες τρισμακάριοι, τῷ ὑμᾶς δοξάσαντι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Χριστὸν ποθήσαντες, τὸν ἀξιέραστον, τὸ ἀγγελώνυμον, σχῆμα ἐλάβετε, ἀποδυθέντες πρὸς καλούς, ἀγῶνας Πατέρες θεῖοι, καὶ βυθίου δράκοντος, μηχανὰς τροπωσάμενοι, εἰς ὕψος περίβλεπτον, ἀρετῶν πάντες ἤρθητε· διὸ καὶ ἀριζήλως τιμῶμεν, ὑμᾶς θεοδρομίας ὡς ἐκφάντορας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸν ἀγεώργητον, βότρυν ἐκύησας, θεοχαρίτωτε, καὶ ἀπειρόγαμε, κλῖμαξ τοῦ γένους τῶν βροτῶν, πρὸς θέωσιν γενομένη· ὅθεν δυσωποῦμέν σε, οἱ ἀνάξιοι δοῦλοί Σου, ψυχῶν τὸ γεώργιον, ἡμῶν δεῖξον καλλίκαρπον, ὡς ἂν ἀξιωθῶμεν θεάσασθαι, προσώπου τοῦ Υἱοῦ Σου κάλλος ἄῤῥητον.

 

Μετὰ τὴν β’ Στιχολογίαν. Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου Σωτήρ.

Ἐξήνθησας ἐκ γῆς, μυστικὰ ὥσπερ ῥόδα, Πατέρες τὰ σεπτά, ὑμῶν λείψανα πάντας, βροτοὺε κατευφραίνοντα, καὶ δολίου βουλεύματα, διαλύοντα, καὶ φυγαδεύοντα νόσους, καὶ δροσίζοντα, τὰς ξηρανθείσας καρδίας, νοτίδι τῆς χάριτος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παρθένε Μαριάμ, ἀπειρόγαμε Κόρη, Ὃν ἔτεκες Υἱόν, καὶ Θεόν Σου ἀφράστως, ἀπαύστως ἱκέτευε, λυτρωθῆναι τοὺς δούλους Σου, περιστάσεων, καὶ λυπηρῶν τῶν ἐν βίῳ, καὶ ἀλάστορος, ἐπηρειῶν καὶ σκανδάλων, καὶ πάσης στενώσεως.

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Αἱρετικῶν ἐπιβουλάς, ἀποκρουσάμενοι καλῶς, τὴν ὀρθόδοξον σοφοί, πίστιν πατρώαν τῶν Κρητῶν, ἀπαράτρωτον ἐφυλάξατε Πατέρες, αἱμάτων δὲ ὑμῶν, ῥοαῖς καλλίνικοι, ἠριθμήθητε, καὶ ἐν ἐσχάτοις ἔτεσι φανέντες, παρὰ Κυρίου δοξάζεσθε· διὸ φρουρεῖτε, τοὺς ἐκτελοῦντας, ὑμῶν τὰ μνημόσυνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παντευλόγητε σεμνή, ἡ ποίμνη Σου Καλυβιανή, πανευφρόσυνον τιμᾷ, σήμερον μνήμην ἀγλαῶς, νεοφανῶν Ὁσίων τε καὶ Μαρτύρων, ἐν ταύτῃ γὰρ σεμνή, πάντες διέλαμψαν, ὡς ἄστρα νοητά, τῇ προμηθείᾳ Σου, καὶ Σοὶ προσπίπτει ἄχραντε Παρθένε, ἀπὸ καρδίας κραυγάζουσα· Σὴν προστασίαν, καὶ τὴν σκέπην, Σοῖς τέκνοις ἐφάπλωσον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαίου (Κεφ. ΙΑ΄, 27-30): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη… (Ζήτει εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Σάββα)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἐπέστη φιλοπάτορες ἀδελφοί, ἡ πανσεβάσμιος μνήμη τῶν θεμαρτυρήτων Πατέρων, τέρπουσα Κρήτης Ἐκκλησίαν, καὶ συναγιάζουσα μοναστῶν τὰ τάγματα, καὶ φιλαγίων τὰς χορείας. Αὐτῶν ταῖς ἱκεσίαις πρὸς τὸν οἰκτίρμονα Θεόν, τοῦ ἀνεικάστου ἐλέους τύχοιμεν.

 

Εἶτα, ὁ Κανὼν τῶν Ἁγίων.

ᾨδὴ α . Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ πόθῳ ἐρεύξομαι, πατράσιν ὕμνον τερπνόν, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, τούτων τὴν εὔκλειαν.

Γηΐνου φρονήματος, ἀπεξεδύθητε Ὅσιοι, οἰκήσαντες ἔνδοξοι, ταύτην τὴν μάνδραν σεμνῶς, Θεομήτορος, καὶ ὤφθητε Ὁσίων, τῶν πάλαι ἰσότιμοι, καὶ ἰσοστάσιοι.

Πανσέμνως θεόφρονες, ζωὴν ὑμῶν διηνύσατε, Χριστοῦ τοῖς προστάγμασιν, ἀκολουθοῦντες πιστῶς, καὶ γενόμενοι, πράξει καὶ θεωρίᾳ, διδάσκαλοι ποίμνιον, Κρήτης ἰθύνατε.

Θεοτοκίον.

Ἁγνῶν ἐξ αἱμάτων Σου, σωματωθεὶς ὁ φιλάνθρωπος, ἡμῶν Σὲ ἀνέδειξε, Κόρη μεσίτριαν, σκέπην πρόμαχον, καὶ εὔδιον λιμένα, ἐν ᾧ οἱ ποντούμενοι, θλίψει προσφεύγομεν.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Κατάδηλα θαύματα τελοῦνται, προσψαύσει λειψάνων εὐλαβεῖ, ὑμῶν Πατέρες Ὅσιοι· διὸ καὶ μεγαλύνομεν, Χριστοῦ τὸ θεῖον ὄνομα, τὸ πανσθενὲς καὶ σωτήριον.

Ἐχθίστου μὴ δείσαντες ἐνέδρας, ὑπήλθετε δόλιχον στενόν, καρδίας ἐν στεῤῥότητι, τοῖς ἴχνεσιν ἑπόμενοι, τῶν τῆς ἁγίας Φάραγγος, θείων Πατέρων θεόφρονες.

Τοὺς σκάμματι ὡς γενναιοφρόνως, ἀθλήσαντας μέλψωμεν πιστοί, θείους Ὁσιομάρτυρας, πατρώαν τοὺς στηρίξαντας, πίστιν καὶ ἀντωθήσαντας, τὴν κακοδόξων ἐπίνοιαν.

Θεοτοκίον.

Μονή Σου Παρθένε Θεοτόκε, ἀβρύνεται ἔχουσα τὴν Σήν, ἀντίληψιν ἀέναον, καὶ ἄμαχον βοήθειαν, καὶ ἔργου αὐτῆς Δέσποινα, Σὲ προστασίαν ἀμάχητον.

 

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὁλοθύμως ᾄσωμεν, μνήμην Πατέρων, καὶ κυκλοῦντες λάρνακας, αὐτῶν τὰς θείας εὐλαβῶς, ἐν κατανύξει κραυγάζομεν· χαῖρε Ὁσίων θεόπλοκον ἄθροισμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῆς Μητρός Σου Δέσποτα, πανευπροσδέκτοις, ἱκεσίαις φύλαττε, μάνδραν ἡμῶν τὴν ἱεράν, καὶ τὰ αὐτῆς καθιδρύματα, ἐν εὐταξίᾳ συντήρει προνοίᾳ Σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἀνακείμενοι Πατέρες, ὅλως Χριστῷ μετὰ πίστεως, πόθῳ ἐκ καρδίας, Ὅσιοι ἐκράζετε λέγοντες· Σὺ εἶ Σωτὴρ ἡμῶν ἔρως ὁ ἀσίγαστος, παραμύθιον, καὶ πλουτισμὸς καὶ στερέωμα.

Τῆς βουλῆς ἐν παντευχίᾳ, συμψυχίᾳ τε Ὅσιοι, τάξεσιν ἀΰλοις, πάντες ὡμοιώθητε σώζοντες, τοῦ λυμεῶνος τῆς πλάνης καὶ αἱρέσεως, Κρήτης ποίμνιον, χειραγωγοὶ ὡς πανάριστοι.

Χαίρετε Μονῆς Πατέρες, ἡμῶν τεῖχος καὶ ἔρεισμα, καὶ τῆς Ἐκκλησίας, κλέος τὸ καινὸν καὶ αἰδέσιμον, χαίρετε Πνεύματος ἄνθη τὰ μυρίπνοα, Κρήτης θρέμματα, παναληθῶς τὰ πανάρετα.

Θεοτοκίον.

Ἀκαταίσχυντον ἐλπίδα, ἔχομέν Σε πανύμνητε, δέδωκας γὰρ Κτίστῳ, ὄντως ἀνεπίστροφον δάνειον, τὰ δευτερεῖα Τριάδος διὸ ἔχουσα, θεονύμφευτε, ὡς Θεοτόκος δεδόξασαι.

 

 

 

 

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Χειμάῤῥους ἐξήρανας, αἱρετιζόντων ἔνδοξος, Ἁγίων Πατέρων ἡ χορεία, καὶ Ὀρθοδόξων ποίμνην ἐκράτυνας, δόγματα τηρεῖν τὰ ἱερά, Πνεῦμα τὸ Παράκλητον, ἐν Συνόδοις ὡς πέφηνε.

Δυσσέβειαν δύσφορον, υἱῶν τῆς Ἄγαρ Ὅσιοι, πάντες ὑπεμείνατε ἀνδρείως, καθοπλισθέντες Χριστοῦ τῇ χάριτι, καὶ Μονὴν εὐτόλμως τὴν ὑμῶν, κιβωτὸν ἐδέιξατε, ἀληθῶς ψυχοσώτειραν.

Ὠλέσατε φάλαγγας, δαιμόνων ἀξιάγαστοι, ἀρετῶν ἀκρότητι καὶ πόνοις, ἐν ἐγκρατείᾳ καὶ νυχθημέροις εὐχαῖς, καὶ νοὸς ἐνθέῳ φυλακῇ, λῆξιν πρὸς οὐράνιον, εὐσεβῶς ἰθυνόμενοι.

Θεοτοκίον.

Προέγραψε Δέσποινα, τῶν Προφητῶν ὁ σύλλογος, δόξαν Σου Μαρία ἐν συμβόλοις, ὧν καθορῶντες ἡμεῖς τὴν ἔκβασιν, στεντορείως καὶ πανευλαβῶς, Θεοῦ Σε κηρύττομεν, τὴν Μητέρα παντάνασσα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Χορὸν Ὁσίων τιμήσωμεν, ὁμότροπον Ἀγγέλων καὶ σύσκηνον, καὶ πάντες ᾄσωμεν, μνήμην αὐτῶν τὴν πολύολβον, τῆς εὐλογίας ἄνωθεν, δόσεις δρέποντες.

Πτωχείᾳ ἄκρᾳ διάγοντες, ἀκτήμονι Χριστῷ στοιχειούμενοι, κάλλη τεθέανται, τῶν ἀθεάτων πρὸ λήξεως, ζωῆς ἀφθίτου πάντες, ὡς προγευόμενοι.

Παθῶν κινήσεις νεκρώσαντες, Πατέρες ἐγκρατείᾳ ὡς ἄσαρκοι, πολιτευσάμενοι, τῶν ὑπὲρ φύσιν ἐτύχετε, καὶ μακαρίου τέλους, Θεὸν δοξάζοντες.

Θεοτοκίον.

Θεὸν ἁγνὴ ἐσωμάτωσας, ὡς μόνη ἀπὸ κτίσεως ἄμωμος· διὸ καὶ βρότειον, γένος σεμνὴ ἐν Σοὶ γέγηθε, καὶ ἀνυμνεῖ Σου θάμβει, τὸ ἀειπάρθενον.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Νῆσος Κρήτη σήμερον, φαιδρὰν πανήγυριν ἄγει, καὶ δικαίως γάνυται, Καλυβιανῆς τὸ σεμνεῖον, ἅπασα δὲ ἡ Ἐκκλησία λαμπρῶς χορεύει, χαίρουσα ἐπὶ τῇ μνήμῃ σεπτῶν Πατέρων, πρεσβευόντων καθαρθῆναι, ἐκ μολυσμάτων, ψυχῆς τε καὶ σώματος.

Ὁ Οἶκος.

Τῶν μοναστῶν καθηγητὰς ἐγνώκαμεν, καὶ Ἀθλοφόρων κλέος ὑμᾶς Πατέρες πανένδοξοι· ἀγάπῃ γὰρ τοῦ Χριστοῦ συνδούμενοι, ὡς σκύβαλα ἡγήσασθε πάντα Καλυβῖται γενόμενοι, παρ’ οὐδενὸς τῶν ἐν τῷ κόσμῳ κωλυόμενοι, καὶ ὡς εὔθετοι οὐρανίων χαρισμάτων τὴν δαψίλειαν ἐκτήσασθε. Κύριος δὲ ἐν ἐσχάτοις ἔτεσιν, εὐσπλαγχνίᾳ πολλῇ ἀπεκάλυψεν ἡμῖν, σεβασμίους τάφους καὶ λείψανα ὑμῶν ὡς ἀσύλητον θησαυρόν, ἀλλὰ καὶ ὁράσεσι  καθ’ ὕπαρ καὶ κατ’ ὄναρ, πρὸς ἐπιστηριγμὸν τῆς πίστεως πολλοῖς τούτους εἰσέτι δεικνύς, πάντας εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ συγκαλεῖ. Ἀλλ’ ὦ Ὁσιομάρτυρες καὶ Ὅσιοι, οἱ διαφόροις καιροῖς τῷ Χριστῷ εὐαρεστήσαντες, καὶ ἄρτι φανερωθέντες, τοὺς τοῖς λάρναξιν ὑμῶν προσιόντας, φίλτρῳ πατρικῷ ἐπισκέψασθε, ἀκέστορες ὄντες ψυχῆς τε καὶ σώματος.

 

Συναξάριον.

Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων καὶ Ὁσίων Πατέρων τῶν ἐν τῇ Μονῇ Καλυβιανῆς Κρήτης, ἀσκήσει καὶ μαρτυρίῳ τελειωθέντων καὶ θαυμαστῶς ἡμῖν φανερωθέντων, ἐν ἔτει 1993ῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ὡς παλίνζωον, ταύτην Μονὴν ἐδείξατε, Πατέρες Ἅγιοι, ταῖς ἱκεσίαις ὑμῶν, αὐτὴν ἁγιάσαντες, ὑμῶν καμάτοις πολλοῖς, καὶ ἀθλήσεσι·διὸ αὐτῆς καὶ πέλετε, μυστικῶς ἡ προστασία.

Ἐν ὁράσεσι, ὡς πλείσταις ἐποιήσατε, ἵστορας Ὅσιοι, πιστοὺς τοῦ βίου ὑμῶν, καὶ χάριν ἰάσεων, νοσοῦσι νέμετε, καὶ τὰς λάρνακας, προσπτυσσομένοις ὄνησιν, τὴν κατ’ ἄμφω χορηγεῖτε.

Τοὺς ἀκρέμονας, Ὁσίων εὐφημήσωμεν, καὶ καλλιμάρτυρας, Ὀρθοδοξίας φρουρούς, αὐτῶν τὰ παλαίσματα, πιστοὶ μιμούμενοι, τούτοις λέγοντες· Καλυβιανῆς ὑπάρχετε, τῆς Μονῆς ἡ εὐκοσμία.

Θεοτοκίον.

Ἀκεσώδυνος, ἐν βίῳ ἡμῶν φάνηθι, Θεογεννήτρια, ἡ ἀνωδύνως Χριστόν, τεκοῦσα τὸν εὔσπλαγχνον, καὶ ἐκ βελῶν τοῦ ἐχθροῦ, περιφρούρησον, ἐν Σοὶ γὰρ παντευλόγητε, ἀνεθέμεθα ἐλπίδα.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Γέρας τῆς ἀσκήσεως ὑψόθεν, ἐδέξασθε Ὅσιοι μακάριοι, οἷα ἐννομώτατοι, καὶ ἀξιοθαύμαστοι, καὶ Ἀθληταὶ περίδοξοι, Ὁσιομάρτυρες, τῆς Κρήτης τὰ πανεύοσμα ἄνθη, καὶ ἡμῶν τῆς μάνδρας, τὸ κλέϊσμα τὸ νέον.

Ἔμψυχα ἀγάλματα εὐκλείας, τῆς ἄνωθεν γεγονότες παμμακάριστοι, θεία ὑποτύπωσις, μονασταῖς ὑπάρχετε, καὶ τοῖς πιστοῖς παρέχετε, πᾶσι τὰ πρόσφορα, πρὸς εὔτονον Πατέρες ἀγῶνα· διὸ καὶ τιμῶμεν ὑμῶν, εὔσημον μνήμην.

Χριστῷ παριστάμενοι Πατέρες, ὑπὲρ τῆς Μονῆς ἡμῶν μὴ παύσητε, πάντοτε πρεσβεύοντες, ὡς αὐτῆς στερέωμα, ὄντες καὶ βίου ἄναντες, ὡς ἂν ἀνύσωμεν, τῆς τρίβου οἱ κληθέντες ἐν θείῳ, σχήματι Ἀγγέλων, Πνεύματος ἐπιπνοίᾳ.

Θεοτοκίον.

Λαμπάδα οὐράνιον καὶ πύλην, καὶ βάτον καὶ κιβωτὸν καὶ θείαν τράπεζαν, ῥάβδος ἐξανθήσασαν, στάμνον καὶ παλάτιον, Προφῆται προκατήγγειλαν, Σὲ τὴν Πανάσπιλον, καὶ ἄμωμον ἀνύμφευτον νύμφην, τὴν Χριστὸν τεκοῦσαν, τοῦ κόσμου σωτηρίαν.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Δῆμοι τῶν Κρητῶν, εὐφραίνονται σήμερον, κατασπαζόμενοι, θείας ὑμῶν λάρνακας, χάριν ἀντλοῦντες τὴν ἀδαπάνητον, ἰάσεις ἀρυόμενοι, καὶ τῶν ψυχῶν γλυκασμόν, ἀνυμνοῦντες, τοῦ Δεσπότου ἔλεος, καὶ Παρθένου Μαρίας ἀντίληψιν.

Ὄμβρησον ἡμῖν, θερμαῖς σου ἐντεύξεσι, πρὸς τὸν Φιλάνθρωπον, χορὲ ἁγιόλεκτε, τῶν πανοσίων δρόσον οὐράνιον, ἁμαρτιῶν τὴν ἄφεσιν, ὁμοῦ στερέμνιον, τὴν ἐλπίδα, τοῦ τυχεῖν τῆς ἄνωθεν, κληρουχίας τοὺς πόθῳ ὑμνοῦντάς σε.

Δέξασθε κἀμοῦ, Πατέρες πολύδοξοι, τήνδε τὴν αἴνεσιν, ὅπως τρισαθλίας μου, ψυχῆς τὸ ἄγος τάχει καθάρητε, ὑμῶν ταῖς πρὸς τὸν Κύριον, ἀκαταπαύστοις λιταῖς, καὶ βασάνων, τῶν ἀποκειμένων μοι, ἐξ ἐμῆς ἐνοχῆς ἀπαλλάξητε.

Θεοτοκίον.

Ὕψωσον τὸν νοῦν, πανάχραντε Δέσποινα, ἐκ χαμαιζήλων παθῶν, καὶ πυρὶ τοῦ ἔρωτος, Χριστοῦ ἀγάπης τρῶσον καρδίαν μου, ἵνα ἰσχύσω πάναγνε, φλέξαι βουλεύματα, τοῦ δολίου, ᾄδων τρανοφθόγγως τε, τὴν πολλὴν πρὸς ἐμέ Σου συμπάθειαν.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀγαλλιάσθω ἡ Κρήτη, τοὺς ἰσοτίμους τιμῶσα, Ὁσίων καὶ Μαρτύρων, ὡς ἐκβλαστήσασα τούτους, καὶ ἐπ’ ἐσχάτων γνωσθέντας, ἡμῖν Χριστοῦ εὐδοκία.

Εὐεπηκόους Πατέρας, καθικετεύσωμεν πιστοί, ὅπως αὐτῶν μεσιτείαις, ῥυσθῶμεν ἐκ τῶν κινδύνων, παγίδων τοῦ ἀλλοτρίου, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.

Θεοτοκίον.

Τῆς Σκέπης Σου Θεοτόκε, τὰς ἀκενώτους δωρεάς, μεγαλοφώνως κηρύττει, ἡ Σὴ Μονὴ καθ’ ἡμέραν, αὐτῆς γὰρ οἴακας ἔχεις, ἐν ταῖς χερσί Σου Παρθένε.

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος, ἐν τοῖς ἐσχάτοις καιροῖς, ἐν σημείοις καὶ τέρασι, Χριστὸς ἐφανέρωσε, τοὺς ἐνταῦθα ἀσκήσαντας, πάλαι Πατέρων, καὶ ἐναθλήσαντας, κακοδοξίᾳ, ἀντιπαλαίσαντας, τούτους οὖν ἔχοντες, ἀκοιμήτους φύλακας καὶ πρεσβευτάς, πάντες τὸν προκείμενον, ἀγῶνα τρέχομεν.

 

Ὢ τοῦ παραδόξου θαύματος, τὰ κεκρυμμένα ἐν γῇ, πανσεβάσμια λείψανα, ὑμῶν ἐξανέτειλαν, νοητὸς ὥσπερ ἥλιος· καὶ σμυρνισμῷ, τερπνῷ ὡς πληρούμενα, ἐν δαψιλείᾳ, τὴν χάριν νέμουσι, πάθη διώκουσι, νόσους τ’ ἀπελαύνουσι παντοδαπάς, τοῖς πνεύματι ζέοντι, αὐτοῖς προσπίπτουσιν.

 

Ξένοι πρὸς γεώδη ὤφθητε, ἐν ἀνενδότῳ νοΐ, εἰς οὐδὲν λογισάμενοι, τῶν ματαίων πρόσκαιρον, καὶ Χριστῷ ἀνακείμενοι, νῦν ἐκομίσασθε, πόνων ἔπαθλα, τὰ ὑπὲρ νοῦν, Πατέρες καὶ ἄῤῥητα· διὸ καὶ μέλπομεν, μνήμην ὑμῶν Ἅγιοι τὴν ἱεράν, χάριν τὴν ζωήῤῥυτον, ἀπεκδεχόμενοι.

 

Χάροις χορὲ ἀξιΰμνητε, Πατέρων καὶ θεαυγές, εἰς ζωὴν γὰρ τὴν κρείττονα, εἰσάγεις ἱκέτας σου, φωταυγείᾳ τοῦ Πνεύματος, ὡς δὲ χαρίτων, θείων ἀνάπλεως, τὴν ῥῶσιν νέμεις, ψυχαῖς καὶ σώμασιν· ὅθεν τὴν μνήμην σου, σήμερον γεραίροντες τὴν παντερπῆ, πρέσβυν πρὸς τὸν Κύριον, σὲ προβαλλόμεθα.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἀσκητικοῖς κατορθώμασι ἀοίδιμοι Πατέρες, τῶν παθῶν τὰς ὁρμὰς ἀπενεκρώσατε, καὶ παμμηχάνου παλαμναίου πανουργεύματα, δίκην ἱστοῦ ἀράχνης ἐλύσατε, τοῖς πιστοῖς γενόμενοι φάρεις ἀειλαμπεῖς, μάνδραν δὲ τῆς Θεοτόκου ἀρετῶν καταγώγιον ἀνεδείξατε. Καιροῖς ἐν διαφόροις ἕτεροι τῶν κακοδόξων τυράννων, Λατίνων τῇ πλάνῃ μέχρις Αἵματος ἀνθιστάμενοι, τῆς ἀληθείας τὰ δόγματα προησπίσατε, ἕτεροι δὲ Ἀγαρηνῶν ἐν χριστομάχοις διωγμοῖς, ἀκλινεῖς καὶ ἄσειστοι ἐμμένοντες, ἀλγηδόσι ποικίλαις διὰ μαρτυρίου ἐτελειώθητε· ἀλλὰ καὶ ἄρτι τῇ θαυμαστῇ τῶν ὑμῶν λειψάνων εὑρέσει, δηλοποιεῖτε τὴν ἄληκτον ζωήν, καὶ τὴν τοῦ Σωτῆρος πρὸς ἡμᾶς ἄῤῥητον εὔνοιαν· ὅθεν ὡς ἀσκήσεως καὶ μαρτυρίου ἀριστεῖς καρτερόψυχοι, παραπαίοντας ἡμᾶς τῇ ἀμελείᾳ λυτρώσατε, καὶ Μονὴν ταύτην ἐξ ἐναντίων τηρήσατε ἄτρωτον.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν· πρέσβευε Δέσποινα μετὰ τῶν Σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις τὸ καλλώπισμα τὸ καινόν, Κρητῶν Ἐκκλησίας καὶ ὀσφράδιον ἱερόν, χορὲ τῶν Πατέρων ὁ ἐν ἐσχάτοις χρόνοις, ὁράσεσι ἐν πλείσταις στηρίξας ἅπαντας.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἱ ἐν ἀσκήσει καὶ αἱμάτων τοῖς ῥείθροις, εὐαρεστήσαντες Χριστῷ τῷ Σωτῆρι, νοΐ ἀΰλῳ λάμποντες Θεοῦ τῷ φωτί, Ὅσιοι αὐγάζετε, τὰς ἐν σκότει καρδίας, ταύτας κατευθύνοντες, εἰς τὰς τρίβους Κυρίου, ποδηγετοῦντες πάντοτε ἡμᾶς, ὡς παῤῥησίαν, πλουτοῦντες ἀνέκλειπτον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:  Ἰσάγγελοι Πατέρων ὑμῶν, Μονὴν σκέπετε.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἱδρώτων τῶν θείων ὑμῶν κρουνούς, τιμῶμεν Πατέρες, καὶ τὰς λάρνακας τὰς σεπτάς, λειψάνων Ἁγίων προσκυνοῦμεν, ἄφθονον χάριν ἀντλοῦντες πανεύφημοι.

Σοφίᾳ κοσμούμενοι ἀληθεῖ, ὤφθητε τῆς ποίμνης, νήσου Κρήτης οἱ ἀπλανεῖς, πρὸς τὴν σωτηρίαν ὁδοδεῖκται, αἱρετικῶν μηχανὰς καταργήσαντες.

Ἀκοίμητον ἔχοντες τῆς ψυχῆς, τὸ ὄμμα Πατέρες, ἀπεκρούσατε τὰς δεινάς, τοῦ δολίου δράκοντος παγίδας, καὶ νικηφόροι Χριστῷ νῦν παρίστασθε.

Θεοτοκίον.

Γηΐνου φρονήματος ἀγαθή, ἀπάλλαξον πάντας, μεσιτείαις Σου πρὸς Θεόν, τοὺς ὡς Θεοτόκον Σε ὑμνοῦντας, καὶ τῇ Σῇ σκέπῃ Παρθένε προστρέχοντας.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Γαληνῶς τοῦ ἀνῦσαι, βίου ἡμῶν δίαυλον, πάντας ἀξιώσατε θείαις, λιταῖς πρὸς Κύριον, ὑμῶν μακάριοι, οἱ τεκμηρίοις ὀφθέντες, καὶ τὴν Κρήτην ἅπασαν, καταγλαΐσαντες.

Ἐπομβρίαν χαρίτων, ὑμῶν σεπτὰ λείψανα, βλύζουσι ἐκ γῆς τὰ φανέντα, ὡς ῥόδα πάντερπνα, καὶ δαψιλῶς τοῖς πιστοῖς, παντοδαπὰς τὰς ἰάσεις, νέμοντα ὡς Πνεύματος, κατοικητήρια.

Λυμεῶνος ἐνέδρας, τὰς καθ’ ἡμῶν λύσατε, καὶ Καλυβιανῆς θείαν μάνδραν, περιφρουρήσατε, ἐν ᾗ τὸ πάλαι κλεινοί, ἀγωνισθέντες ἀσκήσει, καὶ αἱμάτων χύσεσι, Χριστῷ ἐζήσατε.

Θεοτοκίον.

Ὀμβροφόρον νεφέλη, κόσμου παντὸς γέγονας, ψυχὰς ὑετίζουσα Κόρη, Θεογεννήτρια, ὡς Μήτηρ οὖσα Θεοῦ, τοῦ δι’ ἡμᾶς σαρκωθέντος, καὶ ἐλπὶς τῶν δούλων Σου, ἡ ἀκαταίσχυντος.

Περίσῳζε, Μονὴν ἡμῶν καὶ ἀγάπης αὐτῆς τὸ ἔργον, θείων Πατέρων θεόλεκτον σύναγμα, καὶ λύτρωσαι πειρασμῶν ἀδοκήτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Τὴν νῆσον Κρήτην, ἀφθόνως ἡγιάσατε, εὑρέσει τερπνῇ, ὑμῶν λειψάνων Ἅγιοι, καὶ ὁράσεσι πλείσταις, καθ’ ὕπαρ καὶ ὄναρ μακάριοι, ὀφθέντες καὶ θαυμάτων αὐτουργοί, γεγονότες, πίστιν ἐστηρίξατε.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἰσουργοὶ ἀνεδείχθητε, καὶ ἰσοκλεεῖς Ὁσίων ἀθροίσματος, καὶ Μαρτύρων ἰσοστάσιοι, τοῖς ὑμῶν ἀγῶσιν ἱερώτατοι.

Παμποθήτως δοξάζομεν, τὸν ὑμᾶς δοξάσαντα δόξης Κύριον, καὶ Αὐτοῦ Μητέρα μέλπομεν, τῆς ἡμῶν Μονῆς ἁγίαν ἔφορον.

Ἀναιρέταις αἱρέσεων, ἐν τοῖς δυσχειμέροις καιροῖς ἐδείχθητε, καὶ τὴν πίστιν τετηρήκατε, ἄχρι μαρτυρίου ἀπαράθραυστον.

Ταχινὴ ὡς βοήθεια, φάνηθι Παρθένε ἐν ὥραις θλίψεων, Σὺ γὰρ πέλεις τὸ κραταίωμα, καὶ Μονῆς Σου ταύτης τὸ προσφύγιον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Εὔδρομον ἡμῶν, τὸν ἀγῶνα θείας κλήσεως, τῶν Πατέρων ἁγιόλεκτε χορέ, καταξίωσον τελέσαι ταῖς πρεσβείαις σου.

Ῥώμῃ θεϊκῇ, δι’ ἀσκήσεως καὶ αἵματος, ἀνεφάνητε φωστῆρες τηλαυγεῖς, καὶ Κρητῶν τῆς Ἐκκλησίας νέα θέμεθλα.

Ἔχοντες ὑμῶν, μυριπνόους θείας λάναρκας, ὡς ἀτίμητον Πατέρες θησαυρόν, προσκυνοῦντες τὰς ἰάσεις ἀρυόμεθα.

Θεοτοκίον.

Σβέσον πονηροῦ, φλογοτρόφου βέλη ἔμπυρα, τὰ κινούμενα δολίως καθ’ ἡμῶν, τῇ πρεσβείᾳ τῶν Πατέρων παντευλόγητε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ὑγίωσιν, τῆς ψυχῆς καὶ σώματος, παρεχόμενοι προσψαύσει λειψάνων, ἡμῶν Πατέρες Μονῆς ταύτης κλέος, καὶ πρὸς Σωτῆρα πρεσβείαν ποιήσατε, ὅπως Αὐτοῦ τοῖς οἰκτιρμοῖς, συγκληρίας ὑμῶν πάντες τύχοιμεν.

Μυρίπνοα, Κρήτης ἄνθη Ὅσιοι, ὡς ὑπάρχοντες Χριστοῦ εὐωδία, τῶν προσιόντων ὑμῶν τοῖς λειψάνοις, ἀνεκλαλήτως ψυχὰς κατευφραίνετε, καὶ δυσωδίας τῶν παθῶν, τῶν ἀτίμων ἀεὶ ἀπαλλάσσετε.

Ὡράϊσμα, ὡς Μονῆς καὶ καύχημα, ἀνυμνοῦμέν σε χορεία Πατέρων, νεοφανῶν ἡ σημείοις μεγίστοις, καὶ θαυμαστοῖς θεαυγῶς ἀνατείλασι, καὶ Φιλανθρώπου εὐλαβῶς, προσκυνοῦμεν τὴν ἄφατον πρόνοιαν.

Θεοτοκίον.

Νηδύος Σου, ὁ καρπὸς Παντάνασσα, ἀπειργάσατο βροτῶν σωτηρίαν· οὗτός ἐστι καὶ ἡμᾶς ὁ καλέσας, εἰς τῶν Ἀγγέλων τὸ θεῖον πολίτευμα, ἐν μάνδρᾳ Σου Καλυβιανή, ἐν ᾗ σκέπην Σε ἔχομεν πάναγνε.

Περίσῳζε, Μονὴν ἡμῶν καὶ ἀγάπης αὐτῆς τὸ ἔργον, θείων Πατέρων θεόλεκτον σύναγμα, καὶ λύτρωσαι πειρασμῶν ἀδοκήτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς προστάται τῆς Μονῆς ἡμῶν ἑτοιμότατοι, καὶ πρέσβεις πρὸς Χριστὸν ὑπάρχοντες μακάριοι, ἱκεσίους προσδέξασθε Πατέρες νῦν ᾠδάς, ἐνισχύοντες πάντας ἡμᾶς, ζυγὸν βαστάζειν τοῦ Χριστοῦ, ἄχρι τέλους συγχαίροντας· πᾶσι δὲ τοῖς τροφίμοις, τῶν ᾧδε καθιδρυμάτων, προσεπινέμετε ἀεί, προστασίαν καὶ βοήθειαν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἀστέρες νεόφωτοι, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὤφθητε ἀοίδιμοι, κόσμου καταλάμποντες πάντα πέρατα· καὶ γὰρ ἡ εὕρεσις, τῶν σεπτῶν λειψάνων, ἐν ὁράσεσι καὶ θαύμασι, πίστιν ἐτράνωσεν, ὅτι ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὁ Κύριος ἐδόξασε, Κρήτην καὶ Μονὴν Θεομήτορος, καὶ Αὐτοῦ ἀφάτῳ, ἐλέει καὶ τῷ πλήθει οἰκτιρμῶν, θείαν ἡμῖν ἐχαρίσατο, Πατέρες παράκλησιν.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μυστιπόλοι τῶν ἄνω, διὰ παλαισμάτων πολλῶν γεγόνατε, καὶ τῇ ὁμολογίᾳ, τῆς πίστεως καὶ ῥείθροις, τῶν αἱμάτων ὁμόσκηνοι, ἐν Παραδείσῳ τρυφῆς, Ὁσίων καὶ Μαρτύρων.

Ὁραθέντες καθ’ ὕπαρ, ἀλλὰ καὶ κατ’ ὄναρ Πατέρες Ἅγιοι, καὶ θαύματα τελοῦντες, παράδοξα καὶ ξένα, παρακλήτορας ἔγνωμεν, ἐν αὐχμηρίας καιρῷ, καὶ πειρασμῶν ἀφύκτων.

Νηπιόφρονα γνώμην, καὶ τῆς ἀκηδίας ἀχλὺν διώκετε, ὑμῶν ταῖς πυριπνόοις, πρὸς Κύριον πρεσβείαις, καὶ βουλὰς τοῦ ἀλάστορος, τὰς κατὰ μάνδρας ἡμῶν, σκεδάζετε Πατέρες.

Θεοτοκίον.

Ἠπειγμένως Παρθένε, οἰμωγὰς τὰς χρονίους ἡμῶν ἐπάκουσον, καὶ ἐκ χειρῶν βεβήλων, εἰκόνα Σου ἁγίαν, ἐπανάγαγε Δέσποινα, τῇ Σῇ Μονῇ χαρμονήν, ἄφατον δωρουμένη.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Νοτὶς ὑψόθεν, δρόσον ψυχαῖς ταῖς ἐν καύσῳ, ἡ λειψάνων πέφηνε χάρις, Ὁσιομαρτύρων, καὶ τῶν Ὁσίων δῆμος.

Σωμάτων ἄλγη, καὶ τῶν ψυχῶν ἀσθενείας, θεραπεύετε θεῖοι Πατέρες, καὶ τοῦ παλαμναίου, ἀπεμπολεῖτε θράση.

Κρήτης ὑμνοῦμεν, νεοφανέντας Ἁγίους, καὶ Μονῆς ἡμῶν κλέος καὶ κόσμον, καὶ πιστῶν ἁπάντων, προσφύγια τὰ νέα

Θεοτοκίον.

Ἐπὶ Σοὶ χαίρει, θεοχαρίτωτε Κόρη, τῶν Ὁσίων Σου δῆμος φωτοφόρος, οὗ χθόνα ἁγίαν, ἐλέει παροικοῦμεν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Πιστῶς τοὺς προσιόντας, πάντας θείαις θήκαις, ὑμῶν λειψάνων Πατέρες θεόσοφοι, παθῶν ποικίλων καὶ νόσων, τάχει λυτρώσασθε.

Ἑδραίους ἐν τῇ πίστει, καὶ τοῖς τοῦ Σωτῆρος, στεῤῥᾷ βουλῇ πειθαρχεῖν τοῖς προστάγμασι, καταξιώσατε πάντας, ἡμᾶς πανένδοξοι.

Τὸν ὁρμαθὸν Πατέρων, τὸν ἡγιασμένον, χρεωστικῶς ἀνυμνοῦντες οὐ παύομεν, τὰς ἱερὰς ἀντιδόσεις, ἀπεκδεχόμενοι.

Θεοτοκίον.

Εὐψύχους ἐν κινδύνοις, δεῖξον Θεοτόκε, ἡμᾶς καὶ σκέπῃ τῇ Σῇ περιτείχισον, τοῦ γὰρ σεμνείου Σου Κόρη, ὑπάρχεις πρόμαχος.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τὸ καλλώπισμα τὸ καινόν, Κρητῶν Ἐκκλησίας, καὶ ὀσφράδιον ἱερόν, χορὲ τῶν Πατέρων, ὁ ἐν ἐσχάτοις χρόνοις, ὁράσεσι ἐν πλείσταις, στηρίξας ἅπαντας.

Ἄνθη πανευώδη ὡς ἀληθῶς, ὤφθητε Πατέρες, δυσχειμέροις ἐν τοῖς καιροῖς, τὴν Ὀρθοδοξίαν, κρατύνοντες γενναίως, ἀσκήσει καὶ ἀθλήσει, θεομαρτύρητοι.

Χαρᾶς ἐπληρώσατε εὐκλεεῖς, ἡμῶν τὰς καρδίας, ὡς τῆς ποίμνης Καλυβιανῆς, οἰκισταὶ τυχόντες, τὸ πάλαι θεοφόροι, καὶ νῦν φανερωθέντες, ταύτην εὐφράνατε.

Χάριν ποριζόμεθα δαψιλῆ, χειλέων προσψαύσει, ἐκ λειψάνων ὑμῶν σοφοί, τῶν ἐκ γῆς κευθμώνων, ἀρτιφανῶς φανέντων, ἀῤῥήτοις θαυμασίοις, Πατέρες ἔνδοξοι.

Ἀκέστορες ὄντες θαυματουργοί, ἰάσεις παρέχειν, μὴ ἐλλείπητε τοῖς πιστῶς, προσιοῦσι τάφοις, καὶ τοῖς ὑμῶν λειψάνοις, νεοφανεῖς Πατέρες, Κρήτης τὸ σέμνωμα.

Κουφίζετε Ἅγιοι μυστικῶς, ἐκ πολλῶν καμάτων, κεκλιμένας τῶν ἀδελφῶν, ψυχὰς ἐν τῷ ἔργῳ, Μονῆς καὶ εὐποιΐας· διὸ καὶ γηθοσύνως, ὑμᾶς γεραίρομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, μοναζόντων οἱ χοροί, καὶ πιστῶν οἱ δῆμοι ταῖς θήκαις, ταῖς τῶν λειψάνων πολλῷ, πόθῳ τῶν Ὁσίων νῦν Χριστοῦ προσέλθωμεν, ἐν ᾠδαῖς καὶ ἐν ᾄσμασι, δοξάσωμεν πάντες, Κύριον τὸν δείξαντα τούτους ἐν χάριτι, πρέσβεις καὶ φρουροὺς ἐν κινδύνοις, καὶ ἐν δυσπραγίαις τοῦ βίου, ταχεῖς ἀρωγοὺς καὶ ἀντιλήπτορας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου