ΟΚΤΩΒΡΙΟΣ ΙΖ΄.
ΑΝΔΡΕΑΣ ΟΣΙΟΜΑΡΤΥΣ Ο ΕΝ ΚΡΙΣΕΙ
ΑΚΟΛΟΥΘΙΑ
(κατὰ τὰ ἐλλείποντα, ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Χαίρων ἠκολούθησας, ἀπὸ νεότητος Ὅσιε, τῷ Χριστῷ καὶ Σωτῆρί σου, καὶ τούτου τὴν ἄχραντον εἰκόνα τιμήσας, Ἀνδρέα θεόφρον, πεῖραν βασάνων χαλεπῶν, καὶ ἀλγηδόνων πολλῶν ὑπέμεινας, ἀνδρείας ὡς ἐπώνυμος, ἀνδρειοτάτῳ φρονήματι, καὶ Μαρτύρων κεκόσμησαι, τῷ φαιδρῷ διαδήματι.
Λόγοις θεοφθόγγοις σου, τὴν τῶν εἰκόνων προσκύνησιν, κατετράνωσας Ἅγιε, καὶ πᾶσαν διήλεγξας, τῶν Εἰκονομάχων, ἄνοιαν ἀνδρείως, ὡς διαβαίνει ἡ τιμή, ἡ τῶν εἰκόνων πρὸς τὸ πρωτότυπον· ἐντεῦθεν προσωμίλησας, ἀθλητικοῖς ἀγωνίσμασι, καὶ καθεῖλες τὸν τύραννον, ἀνενδότῳ ἐνστάσει σου.
Πόνους τῆς ἀσκήσεως, μαρτυρικοῖς ἀγωνίσμασι, κατελάμπρυνας Ἅγιε· ἐντεῦθεν στεφάνῳ σε, διπλῷ ὁ Δεσπότης, ἔστεψεν Ἀνδρέα, Ὁσιομάρτυς θαυμαστέ, τοῦ Παρακλήτου ἔμψυχον ὄργανον, Ὁσίων ἐγκαλλώπισμα, καὶ τῶν Μαρτύρων ἀγλάϊσμα· μεθ’ ὧν πρέσβευε σώζεσθαι, τοὺς τιμῶντας τὴν μνήμην σου.
Ἄνθος ὡς πανεύοσμον, ἡ νῆσος Κρήτη σὲ ἤνθησε, γεωργίᾳ τῇ κρείττονι, Ἀνδρέα μακάριε· ἔνθεν εὐωδίᾳ, ἀρετῶν ὁσίων, καὶ παλαισμάτων ἱερῶν, εὐωδιάζεις Πνεύματος χάριτι, τὴν Ἐκκλησίαν ἅπασαν, ἀνευφημοῦσαν τοὺς ἄθλους σου, καὶ τελοῦσαν τὴν μνήμην σου, τὴν σεπτὴν καὶ σεβάσμιον.
Δόξα. Ἦχος δ΄.
Τῶν ἐν κόσμῳ σφαλλομένων, ὑπεριδὼν τὴν σχέσιν, πρὸς μόνα τὰ ἀΐδια ἀκλινῶς ἠτένισας, θεολήπτῳ ψυχῇ, ἀπὸ νεότητος Πάτερ. Καὶ τῶν προσύλων τὸν νοῦν καθάρας, ὑπὲρ τῶν θείων παραδόσεων, τὴν ψυχὴν προθύμως τέθεικας, ἀθλητικῶς ἀγωνισάμενος. Καὶ νῦν τὰς ἀμοιβὰς τῶν πόνων δεχόμενος, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε, Ὁσιομάρτυς μακάριε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος τῶν ἀρετῶν, γεγενημένος Πάτερ, ἀμέμπτῳ πολιτείᾳ, ἀθλητικοῖς ἀγῶσιν, Ἀνδρέα ἠνδραγάθησας.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἤλεγξας εὐθαρσῶς, τοὺς ἀθετοῦντας Πάτερ, τιμὴν τὴν τῶν Εἰκόνων, καὶ ἤθλησας Ἀνδρέα, ὑπὲρ Χριστοῦ στεῤῥότατα.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Κρήτη ἡ σὴ πατρίς, καυχᾶται τῇ σῇ δόξῃ, Ἀνδρέα θεοφόρε, καὶ μέλπει σου τοὺς ἄθλους· δι’ ὧν Χριστὸν ἐδόξασας.
Δόξα. Τριαδικόν.
Αἴγλῃ Τριαδικῇ, λαμπόμενος ἀΰλως, σοφὲ Ὁσιομάρτυς, ἐνήθλησας νομίμως, καὶ τοὺς ἀνόμους ᾔσχυνας.
Καὶ νῦν. Θεοτοκίον.
Σέβων καὶ προσκυνῶν, τὴν Σὴν καὶ τοῦ Υἱοῦ Σου, Εἰκόνα Θεοτόκε, ὑπὲρ αὐτῆς ὁ θεῖος, Ἀνδρέας ἠγωνίσατο.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ὁσιομάρτυρος. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει· καὶ δι' ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς Ἀνδρέα ἀοίδιμε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσιομάρτυρος. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι
Οἱ
τῶν πόνων ἱδρῶτές σου, τῆς ἀσκήσεως ἔνδοξε, πρὸς Μαρτύρων στάδιον ἐκκαλούμενοι,
πλήρη Ἀνδρέα τὴν ἔφεσιν, ἐν σοὶ ἐναπέθεντο, οὓς εὐκαίρως εἰς Θεόν, ἐπεδείξω
στεῤῥότατα, ἀλλὰ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Λίθος
ἄλλος ὑπέρτιμος, γεγονὼς διὰ πίστεως, οὐχ ὑπέστης θραῦσιν δεινῶς τυπτόμενος,
ἀλλ' ἐπὶ γῆς κυλιόμενος, τῆς πίστεως ἔνδοξε, ὁμαλίσας τὴν ὁδόν, εὐεπίβατον
τέθεικας, καὶ κατέστρεψας, τῆς δοκήσεως μάκαρ Κοπρωνύμου, φαυλοτάτην δόξαν
ὥσπερ, σεσαθρωμένον θεμέλιον.
Ἀποστόλων τοῖς δόγμασι, τεθραμμένος μακάριε, καὶ Πατέρων ἐνθέων τοῖς διδάγμασι, τοῦ σαρκωθέντος ἐτίμησας, Θεοῦ τὸ ὁρώμενον, ἐν συμβόλοις ἱεροῖς, καὶ σεπτοῖς τοῖς μορφώμασιν· ὅθεν ἔνδοξε, ὑπὲρ τούτου ἀθλήσας ἀνεδείχθης, εὐσεβείας ὑποφήτης, καὶ τῶν Μαρτύρων καλλώπισμα.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ ἐν ἀνδρείᾳ ψυχῆς ἠγωνισμένος, ὅτε ἀνεπτέρωσας, πᾶσαν τὴν ἔφεσιν, τῆς διανοίας σου ἔνδοξε, βίῳ ἀμέμπτῳ, πρὸς κοινωνίαν τῶν ὑπὲρ ἔννοιαν, τότε ἐνθεώτατος ὅλος γενόμενος, Εἰκονομάχων διήλεγξας, στόματι θείῳ τὴν ψυχοφθόρον πλάνην στεῤῥότατα, καὶ ἐναθλήσας ὥσπερ ἄσαρκος, οὐρανίων στεφάνων ἠξίωσαι, ἱκετεύων Ἀνδρέα, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Μαρτυρικὴν ἐνδειξάμενος ἀνδρείαν, τοὺς πόνους τοῦ σώματος, ὡς ἄλλου πάσχοντος, μάκαρ Ἀνδρέα ὑπέμεινας, ἐνατενίζων, τῷ ποθουμένῳ καρδίας ὄμμασιν· ἐντεῦθεν ξεόμενος καὶ μαστιζόμενος, καὶ ταῖς πληγαῖς συντριβόμενος, ἅπαν τὸ σῶμα, καὶ ἐν ταῖς ῥύμαις Πάτερ συρόμενος, Ὁσιομάρτυς ὤφθης ἔνδοξος, καὶ Χριστῷ τροπαιοῦχος ἀνέδραμες, ἱκετεύων ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀγαλλιᾶται ἡ Κρήτη ἡ πατρίς σου, Ἀνδρέα μακάριε, ἐν τοῖς σπαργάνοις σου, καὶ τὰς λαμπρὰς ἀριστείας σου, καὶ τοὺς καμάτους, μεγαλοφώνως γεραίρει σήμερον· τῶν θείων δογμάτων γὰρ τῆς Ἐκκλησίας Χριστοῦ, καὶ τῶν σεπτῶν παραδόσεων, φύλαξ ἐδείχθης, καὶ ὑποφήτης καὶ στῦλος ἄσειστος· ὑπὲρ αὐτῶν γὰρ προθυμότατα, ἠγωνίσω καὶ τέθνηκας Ἅγιε, καὶ ζωῆς τῆς ἀγήρω, ἠξιώθης ἀγαλλόμενος.
Δόξα. Ἦχος πλ. β΄.
Ἀσκητικὴν ἑλόμενος ζωήν, ἀθλητικὸν στάδιον ἤνυσας Ὁσιομάρτυς Ἀνδρέα. Τῷ ζυγῷ γὰρ τοῦ Κυρίου, ὑποσχὼν τὸν αὐχένα, ἅπαν ἄχθος γεηρῶν ἀπέῤῥιψας, προβαίνων τοῖς κρείττοσι. Καὶ ἀρετῶν τοῖς χρώμασι, τὴν τῆς ψυχῆς εἰκόνα καλλύνας, τὴν ἐν σώματι Εἰκόνα τοῦ Χριστοῦ, ὀρθῶς ἐδίδαξας τιμᾶσθαι, Ἀποστολικαῖς διδασκαλίαις ἑπόμενος. Καὶ ὑπὲρ ταύτης καλῶς ἀθλήσας, τῆς Ἐκκλησίας τὴν δόξαν ἐτράνωσας, καὶ μαρτυρικῷ διαδήματι ἐστέφθης. Ἀλλὰ πρέσβευε δεόμεθα Ἅγιε, ὑπερ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον, Ἀναγνώσματα.
Προφητείας ᾿Ησαΐου τὸ ἀνάγνωσμα
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. Ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἠ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ὡς φοῖνιξ κατάκαρπος, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἐκ τῆς Κρήτης ἤνθησας, Ὁσιομάρτυς Ἀνδρέα. Καὶ τοῖς καρποῖς τοῦ Πνεύματος, ἐν οἷς πλουσίως διαπρέπεις, τὰς καρδίας τῶν πιστῶν ἐκτρέφεις, ὡς τῆς χάριτος ὄργανον· ἀσκητικῇ γὰρ πολιτείᾳ, μαρτυρικὴν στεῤῥότητα γεωργεῖς, καὶ οἰκείῳ αἵματι, τῆς ἐν πνεύματι λατρείας, ἣν ὁ Σωτὴρ ἀπεφήνατο, τὴν ἀκρίβειαν σφραγίζεις. Ἀλλ’ ὡς Ὅσιος καὶ Μάρτυς, ἑδραίους ἡμᾶς φύλαττε, τῇ καλῇ ὁμολογίᾳ, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Ἦχος β΄.
Τοὺς ἐν ἀσκήσει ἀγῶνας, πολλῷ πλείονι ἐλάμπρυνας, ἀθλητικαῖς ἐνστάσεσι, Ἀνδρέα μακάριε· ὁδηγηθεὶς γὰρ τῷ Πνεύματι, τὴν βασιλίδα πόλιν κατέλαβες, καὶ βασιλέα δυσσεβοῦντα, θεηγόρῳ στόματι ἤλεγξας. Τὸν Βασιλέα γὰρ τῶν ὅλων, ἐν ὑλικῇ μορφῇ ἣν προσέλαβες, προσκυνεῖσθαι ἠρνήσατο· ἔνθεν πάντες ἐθαύμασαν, τὴν τῆς ψυχῆς σου στεῤῥότητα· ὅτι εὐτόλμως ὑπέστης, τὰς τομὰς καὶ τὰς μάστιγας, καὶ δεινὰς καθείρξεις· διὸ Χριστός σε ἐδόξασεν, ὁ δοξασθεὶς ἐν σοὶ θεόσοφε.
Ἦχος γ΄.
Ἀκαταπλήκτῳ φρονήματι, τῆς ἀληθείας τὴν γνῶσιν ἐτράνωσας, Ὁσιομάρτυς Ἀνδρέα, τῇ δοθείσῃ σοι σοφίᾳ ἄνωθεν· ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, πρὸς τὸ πρωτότυπον ἀνέρχεται, τοῖς ἀσεβοῦσιν ἔλεγες· καὶ πεῖραν πολλῶν βασάνων ὑπενεγκών, τὴν καλὴν ὁμολογίαν ἄσυλον ἐφύλαξας, καὶ πάντας ἐπαίδευσας, τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων, μέχρις αἵματος ἀντέχεσθαι· διὸ ὡς μύρον ὁ Σωτήρ, τοὺς καμάτους σου δεξάμενος, ὑπερκοσμίων τιμῶν σε ἠξίωσεν, ὡς οἰκεῖον θεράποντα. ᾯ πρέσβευε Ἅγιε, σώζεσθαι τοὺς σὲ γεραίροντας.
Δόξα. Ἦχος δ΄.
Ἀνακείμενος Χριστῷ, καὶ τὴν ἰσχὺν Αὐτοῦ διεζωσμένος, θυμὸν ἀρχόντων οὐκ ἔπτηξας, θεόφρον Ἀνδρέα· ἀλλ’ ἀνδρείῳ φρονήματι, τὴν θεοτύπωτον τῆς Ἐκκλησίας δόξαν, θεοπρεπῶς ὡμολόγησας, σέβεσθαι καὶ τιμᾶσθαι σχετικῶς, τὴν ἐν ὑλικῷ σώματι τοῦ Σωτῆρος μορφήν, κηρύξας ἔνδοξε. Καὶ πόνοις μυρίοις ὁμιλήσας, τὴν ἄπονον ζωὴν ἀπείληφας, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν
Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, Ὁσιομάρτυς Χριστοῦ, τῆς νήσου Κρήτης τὸ περίδοξον βλάστημα, δογμάτων τῶν Ὀρθοδόξων, ὑφηγητὴς ἱερός, τὸ τοῦ Παρακλήτου ἐνδιαίτημα· ἀνδρείας ὑπόδειγμα, ἀληθείας ὑπέρμαχε, Εἰκονομάχων, καθαιρέτα στεῤῥότατε, στῦλε ἄσειστε, εὐσεβῶν παραδόσεων, λύχνος ἀειλαμπέστατος, σεπτῶν ἀναβάσεων, ἀθλητικῆς εὐανδρίας, περιφανὲς στηλογράφημα· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίρων, ἀνδρειοτάτῃ ψυχῇ, καταλαβὼν τὴν βασιλίδα τῶν πόλεων, διήλεγξας παῤῥησίᾳ, ὡς πλήρης θείου φωτός, τὸν παρανομοῦντα Πάτερ ἄνακτα, καὶ πᾶσιν ἐτράνωσας, θεηγόρῳ σου στόματι, τὴν τῆς Εἰκόνος, τοῦ Σωτῆρος προσκύνησιν, ἣν ἀνέλαβε, διὰ πλοῦτον χρηστότητος· ὅθεν πληγαῖς καὶ μάστιξι, εἱρκταῖς καὶ κακώσεσιν, ὁ δυσσεβὴς θανατοῖ σε, μὴ ἐνεγκὼν τὴν λόγων σου, λαμπρότητα μάκαρ· ἀλλ’ ὁ πάντων Βασιλεύς σε, Χριστὸς ἐδόξασε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πόνους, καθυπομείνας πολλούς, καὶ ἐν ὁδοῖς δεινῶς συρόμενος Ἅγιε, ἐτέλεσας τὸν ἀγῶνα, τῇ τοῦ ποδός σου τομῇ, καὶ Χριστῷ ἀνῆλθες ἀγαλλόμενος· ἐντεῦθεν τὸ σῶμά σου, τοῖς κακούργοις ἀπέῤῥιπται, ὅπερ ὁ Κτίστης, θαυμαστῶς ἐφανέρωσε, θείᾳ χάριτι, θεραπεύσας τὸν πάσχοντα· ὅθεν τοῦτο κατέθεντο, ψαλμοῖς καὶ δεήσεσιν, ἐν τόπῳ ᾧπερ καλεῖται, Κρίσις Ἀνδρέα μακάριε, ἀπαύστως πηγάζον, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ἀνδρείᾳ ἀληθεῖ, τὸ ἀσθενὲς τῆς φύσεως ῥωννύων, ὑπὲρ φύσιν ἠνδραγάθησας, Ἀνδρέα παμμακάριστε. Τῆς φθειρομένης γὰρ σαρκός, ὑπεριδὼν τὰς ὀδύνας, τὸν σπορέα τῶν ζιζανίων, ἐν τῷ ἀγρῷ τοῦ Κυρίου, τῇ σῇ ἀθλήσει κατέβαλες. Καὶ νῦν τῆς ἄνω δόξης, ὡς Ὅσιος καὶ Μάρτυς κατατρυφῶν, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ὁσιομάρτυρος. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει· καὶ δι' ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς Ἀνδρέα ἀοίδιμε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀνδρείως τὸν καλόν, διανύσας ἀγῶνα, ἐκχύσει ἀρετῶν, Ἀνδρέα παμμακάριστε, τοῦ Χριστοῦ φίλε γνήσιε, κατηξίωσαι, τῆς ὑπὲρ νοῦν εὐκληρίας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, πιστῶς ἑορτάζομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀπείρανδρε ἁγνή, Θεοτόκε Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, οἷα Μήτηρ φιλεύσπλαγχνος, χάριν ἔλεος, διδόναι πᾶσι καὶ λύσιν, ὡς ἡμάρτομεν, διὰ πολλὴν εὐσπλαγχνίαν, καὶ βίου διόρθωσιν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Αἰκίαις καὶ μάστιξι καὶ ταῖς πληγαῖς τῆς σαρκός, μαστίξας κατέβαλας τὴν τοῦ τυράννου ἰσχύν, Ἀνδρέα μακάριε· ὅθεν τῆς ἀφθαρσίας, δεδεγμένος τὸ στέφος, πρέσβευε τῷ Κυρίῳ, ἱλασμὸν τῶν πταισμάτων, διδόναι τοῖς ἐκτελοῦσι, τὴν πάνσεπτον μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεὸν σωματώσασα τὸν ἐκ μὴ ὄντως τὸ πρίν, τὰ πάντα ποιήσαντα δι’ εὐσπλαγχνίαν πολλήν, Παρθένε πανάμωμε, ῥῦσαι σωματικῶν με, παθημάτων καὶ νόσων, δίδου δὲ τῇ ψυχῇ μου, φωτισμὸν σωτηρίας· τῇ Σῇ γὰρ καταφεύγω, Θεοτόκε χρηστότητι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν σεπτήν σου ἄθλησιν, δι’ ἧς ἐδόξασας Χριστόν, τοὺς σοὺς ἀγῶνας γεραίρουσα, Ὁσιομάρτυς, Ἀνδρέα πανθαύμαστε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν Θεὸν καὶ Κύριον, ἀνερμηνεύτως, Θεοτόκε τέξασα, τῆς δεσποτείας τῆς πικρᾶς, τῶν παθημάτων με λύτρωσαι, πρὸς μετανοίας ὁδὸν ὁδηγοῦσά με.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι… Ζήτει τῇ ΙΓ΄ Ὀκτωβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ταῖς ἐντολαῖς τοῦ Θεοῦ πορευόμενος, οἰκείῳ αἵματι ἐδόξασας, τὴν ὁμολογίαν τῆς εὐσεβείας, Ὁσιομάρτυς Ἀνδρέα. Καὶ διπλῶν βραβείων παρὰ Χριστοῦ ἀξιωθείς, τὴν τῆς θεώσεως ἔλλαμψιν, ἐν μετουσίᾳ ἐδέξω. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, τοὺς τιμῶντας τὴν μνήμην σου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Ἀνδρείας ὑμνῶ τὸν φερώνυμον πόθῳ. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε
Ἀνδρικῶς τὰ πάθη τῆς σαρκός, Πάτερ δουλωσάμενος, τῷ λογισμῷ ἀνδρείας ὡς ἐπώνυμος, τυράννων ὠμότητα, κατεπάλαισας, καὶ νομίμως ἐνήθλησας· ὅθεν σε συμφώνως, πίστει συνελθόντες μακαρίζομεν.
Νοητῶς ὡς ἄνθραξ πυρωθείς, θέρμῃ θείου Πνεύματος, τὸν παγετὸν τῶν παθῶν διεσκέδασας, κρουνοῖς τῶν αἱμάτων δέ, πῦρ ἀπέσβεσας, δυσσεβείας ἀλλότριον, μέγιστε Ἀνδρέα, Ὁμολογητὰ θεομακάριστε.
Δεσμευθεὶς τῷ πόθῳ τοῦ Χριστοῦ, Πάτερ ἐκ νεότητος, τὸν σὸν σταυρὸν ἀναλαβών, γηθόμενος τούτῳ ἠκολούθησας, ἀρνησάμενος σεαυτὸν διὰ πίστεως, καὶ ὁμολογίας, καὶ τελειοτάτης ἐναθλήσεως.
Θεοτοκίον
Ῥαθυμίας ὕπνῳ τὴν ψυχήν,
πάντοτε βαρούμενος, ἐπὶ τὴν σὴν Παρθενομῆτορ ἄχραντε, προστρέχω ἀντίληψιν· Πρὸς
ἐγρήγορσιν μετανοίας διέγειρον, τῆς αἰωνιζούσης, τότε ῥυομένη με κολάσεως.
ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς πίστεως
Ἐρείσας τοῦ νοός σου τὰς βάσεις Πάτερ, ἐν πέτρᾳ τῆς ἀγάπης Χριστοῦ οὐδόλως, προσπνεύσεσι σεσάλευσαι ἐναντίαις, βοῶν τῷ Κτίστῃ σου· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν Σου Κύριε.
Ἰάσεις καὶ πρὸ τέλους καὶ μετὰ τέλος, πηγάζεις θεοῤῥῆμον τοῖς ἀσθενοῦσι, καὶ πνεύματα ἀκάθαρτα ἀπελαύνεις, Ἀνδρέα Ὅσιε, βοῶν τῷ Κτίστη σου· Ὡς οὐκ ἔστιν ἅγιος πλήν Σου Κύριε.
Ἀσκήσεως τοῖς δάκρυσι λελουμένος, ἐν αἵμασι Μαρτύρων ἐκαλλωπίσθης, καὶ ὅλος ὡραιότατος δεδειγμένος, βοῶν ἀνέδραμες, πρὸς τὸν ποθούμενον· Ὡς οὐκ ἔστιν ἅγιος πλήν Σου Κύριε.
Θεοτοκίον
Σαρκὸς ἐν ὁμοιώματι γεγονότα, Πατρὸς τὸν ὁμοούσιον Θεὸν Λόγον, ἐκύησας Πανάμωμε ὑπὲρ λόγον, Παρθένος μείνασα, μετὰ τὴν κύησιν· διὰ τοῦτο πίστει σε μακαρίζομεν.
Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον
Φερωνύμως Ἀνδρέα ὡς ἀληθῶς, κραταιούμενος πίστει τῇ εὐσεβεῖ, Μάρτυς ἀξιάγαστε, ὡς Χριστῷ συνεπόμενος, Μοναστῶν τὰς χορείας, ἐφαίδρυνας πράξεσι, καὶ Ὁσίων τῆς δόξης ἐδείχθης ἐφάμιλλος· ὅθεν καὶ Μαρτύρων, ὑπελθὼν τοὺς ἀγῶνας, γενναίως ἐνήθλησας, καὶ νομίμως ἠρίστευσας. Πρωτοκλήτου ὁμώνυμε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου
Ὑπήκοος, γεγονὼς τῶν Χριστοῦ διατάξεων, τὸ τούτου ὁμοίωμα, Πάτερ σεπτῶς προσεκύνησας· ὅθεν ὁ παράνομος, σὲ πολυτρόποις αἰκίαις ἐθανάτωσε.
Μυρίπνοος, ἀρετῶν εὐωδίᾳ γενόμενος, ἐν τάφῳ νῦν κείμενος, εὐωδιάζεις τὰ πρόσωπα, τῶν προσπελαζόντων σοι, ἐν ἀδιστάκτῳ καρδίᾳ Πάτερ Ὁσιε.
Νοσήσαντα, Μαμωνᾶν τὸν παγκάκιστον Ὅσιε, ἀθλίως τὴν αἵρεσιν, ἐν παῤῥησίᾳ διήλεγξας, πρόμαχος γενόμενος, τῶν Ὀρθοδόξων Ἀνδρέα ἀξιάγαστε.
Θεοτοκίον
Ὡς εὔφορον, ἐγεώργησας χάριτος ἄσταχυν, τὸν τρέφοντα ἅπαντας, τοὺς ὀρθοδόξως τιμῶντάς σε, Δέσποινα πανύμνητε, τὸν ἐκ τῆς σῆς σαρκωθέντα μήτρας Κύριον.
ᾨδὴ ε'. Ὁ φωτισμός
Τὸν σκοτασμόν, βδελυξάμενος Πάτερ τῆς ἁμαρτίας, ὅλος ἀναλάμψει τῆς ἀπαθείας, φῶς καθωράθης καὶ φωτίζεις τοὺς πίστει, προσιόντας τῷ θείῳ τάφῳ σου, ταῖς τῶν ἰαμάτων αὐγαῖς θείᾳ χάριτι.
Ὅλος Θεοῦ, καταγώγιον ὤφθης καλῶς βιώσας, καὶ γενναιοφρόνως ἀθλήσας Πάτερ· καὶ νῦν ἐν τάφῳ κατακείμενος μένεις, σῶος μάκαρ καὶ ἀδιάλυτος, πάντων διαλύων πιστῶν τὰ νοσήματα.
Νεανικῶς, ἀριστεύσας παμμάκαρ κατὰ δαιμόνων, καὶ κατὰ ἀνθρώπων αἱρετιζόντων, αἰωνιζούσης ἠξιώθης εὐκλείας, καὶ στεφάνων Ἀνδρέα· ὅθεν σε, μετὰ πόθου πάντες πιστοὶ μακαρίζομεν.
Θεοτοκίον
Φέρεις Χριστόν, ἐν
ἀγκάλαις ἀῤῥήτῳ κυοφορίᾳ, ἐναγκαλιζόμενον τοὺς κακίᾳ, καθυπαχθέντας καὶ τῷ
πλάνῳ ἀθλίως, δουλωθέντας Κόρη πανύμνητε· ὅθεν ὡς Θεοῦ σε Μητέρα δοξάζομεν.
ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων
Ἐν φρουρᾷ σε ὁ ἄνομος ἔθετο, ὑπὲρ τοῦ Δεσπότου Ἀνδρέα φρουρούμενον, καὶ τὸ αὐτοῦ φυλάττοντα, ἀπαράτρωτον ἔνθεον θέλημα.
Ῥηγνυμένης σαρκὸς οὐκ ἐφρόντισας, ταῖς κατατομαῖς τῶν μαστίγων μακάριε· ἀλλ' ὥσπερ ἄλλου πάσχοντος, ἐκαρτέρεις ἐνθέως ῥωννύμενος.
Ὡς πολύτιμος ὄλβος κρυπτόμενος, Πάτερ φανεροῦσαι ὑπ' ὄψεσι κείμενος, ὡς εὐσεβῶν καὶ θαύμασι, πάντας καταπλουτίζεις τοὺς τιμῶντάς σε.
Θεοτοκίον
Νοεράν σε λυχνίαν προέβλεπε, πάλαι ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Χριστὸν Ἁγνὴ βαστάζουσαν, δι' οὗ πάντες ἡμεῖς ἐφωτίσθημεν.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος
Ἑορτάζει σήμερον, ἡ Βασιλεύουσα πόλις, ἑορτὴν ὑπέρλαμπρον, τῆς φωτοφόρου σου μνήμης, ἅπασαν, προσκαλουμένη πόλιν καὶ χώραν· χαίρει γάρ, ὡς κτησαμένη θησαυρόν μέγαν, τὸ πολύαθλόν σου σῶμα, Ἀνδρέα Μάρτυς, Ὀρθοδοξίας φωστήρ.
Ὁ Οἶκος.
Ἀντὶ ὅπλων, Σταυρὸν ἀράμενος πανένδοξε, ἀντὶ θώρακος δε, τὴν πίστιν ἐνδυσάμενος, πρὸς πάλην ἐξῆλθες ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων, Μάρτυς αὐτόκλητος, καὶ τούτων κατέβαλες τὰς παρατάξεις, σθένει τοῦ Πνεύματος. Οὗ ἐμφορηθεὶς πλουσίως Ὅσιε, κἀμοὶ παράσχου βραχεῖαν χάριν, φωταγωγοῦσάν μου τὸν νοῦν, ἀξίως τοῦ ὑμνῆσαι τοὺς ἀγῶνάς σου τοὺς γενναίους, Ὀρθοδοξίας φωστήρ.
Συναξάριον
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν Κρίσει.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα
Ὑψούμενα κύματα τῆς πονηρίας, τὸν νοῦν οὐκ ἐσάλευσαν, τὸν σὸν Ἀνδρέα Ὅσιε, ἐν πέτρᾳ τῆς γνώσεως, Χριστοῦ ἱστάμενον· ὅθεν πᾶσιν ἄκλυστος λιμήν, χειμαζομένοις σαφῶς γεγένησαι.
Μωραῖς συζητήσεσιν ὁ δολιόφρων, τὸν νοῦν σκοτιζόμενος, συλῆσαι ἐπειρᾶτό σε, δογμάτων λαμπρότησι καλλωπιζόμενον, ὤφλησε δὲ γέλωτα σοφέ, πλησθεὶς αἰσχύνης τῇ παῤῥησίᾳ σου.
Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς θειοτάταις, καθωραϊζόμενος, Ἀνδρέα ἀξιάγαστε, ἀστέρα ὁλόφωτον, πᾶσί σε ἔδειξε, θαύμασιν ἑκάστοτε πιστούς, φωταγωγοῦντα ἀνευφημοῦντάς σε.
Θεοτοκίον
Ναὸς ἐχρημάτισας Θεοῦ τοῦ ζῶντος, ἐν ᾧ τὴν κατοίκησιν ἀῤῥήτως ἐποιήσατο, Παρθένε πανύμνητε, ὁ οὐρανοὺς κατοικῶν, καὶ δι' ἀγαθότητα πολλήν, βροτὸς γενέσθαι καταδεξάμενος.
ᾨδὴ η'. Κάμινος ποτέ
Πάθη τῆς σαρκός, σοφὲ προθανατώσας, ἀσκητικοῖς ἐπ' ἀγωνίσμασιν, ἤθλησας στεῤῥότατα, τοῦ Σωτῆρος τὸ ὁμοίωμα, καὶ τῆς Παρθένου πάντων τε, Ὅσιε τῶν Ἁγίων, τιμητικῶς ἀσπαζόμενος.
Οἱ μανιωδῶς, κατὰ Χριστοῦ λυττῶντες, θῆρες ὡς ἄγριοι ἐπέθεντο, Πάτερ θανατῶσαί σε· ὅθεν σύροντες καὶ παίοντες, ἀπέῤῥιψαν εἰς βάραθρα, Μάρτυρα ἀληθείας, σὲ προφανῶς ἐργαζόμενοι.
Θαύμασι πιστούς, ὡς νάμασιν ἀρδεύεις, καὶ φυγαδεύεις παμμακάριστε, πονηρίας πνεύματα, καὶ καθαίρεις ἀῤῥωστήματα, τὴν χάριν τῶν ἰάσεων, ἄνωθεν δεδεγμένος, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον
Ὤφθης Οὐρανῶν, Παρθένε πλατυτέρα, Θεὸν ἐν μήτρᾳ σου χωρήσασα, τὸν πᾶσιν ἀχώρητον· ὃν ἱκέτευε λυτρώσασθαι, στενοχωρίας ἄχραντε, Δέσποινα ψυχοφθόρου, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.
ᾨδὴ θ'. Ἀνάρχου Γεννήτορος
Ἰδοὺ Πάτερ Ὅσιε, τὸν δρόμον σου ἐτέλεσας, τὴν ὀρθόδοξον πίστιν τηρήσας ἄμωμον, δι' ἣν ἐναθλήσας νομίμως, στέφος διπλοῦν ἄνωθεν ἐδέξω, ὡς Μάρτυς ἀήττητος, ἀσκητὴς ἀκαταγώνιστος.
Ὡς κρίνον ἡδύπνοον, ὡς ῥόδον Πάτερ ἤνθησας, ἐν λειμῶνι, τῆς θείας σαφῶς ἀσκήσεως, καὶ εὐωδιάζεις ὡς κέδρος, μαρτυρικῶς κατηγλαϊσμένος, Ἀνδρέα πανόλβιε, μοναζόντων ἐγκαλλώπισμα.
Σημείοις καὶ τέρασι, σαφῶς ὡραϊζόμενος, ἀδιάλυτος μένεις πάντων ἐπ' ὄψεσι, κείμενος παμμάκαρ Ἀνδρέα, καὶ τὰς ψυχὰς φωτίζων τῶν πίστει, θερμῇ προσιόντων σοι, καὶ ἀεὶ μακαριζόντων σε.
Ἡμέραν ἑόρτιον, καὶ θυμηδίας ἔμπλεων, τὴν ἁγίαν σου μνήμην ἄγοντες σήμερον, πίστει ἐκβοῶμέν σοι Πάτερ· Ταῖς πρὸς Θεὸν ἁγίαις λιταῖς σου, πασῶν ἡμᾶς λύτρωσαι, τῶν τοῦ βίου περιστάσεων.
Θεοτοκίον
Φωτὸς οἰκητήριον, ἡ μήτρα σου γεγένηται, τοῦ φωτίσαντος κόσμον αὐγαῖς Θεότητος, καὶ τῆς ἀγνωσίας τὸ σκότος, ἀπὸ τῆς γῆς πανάμωμε Κόρη, τελείως διώξαντος· διὰ τοῦτό σε δοξάζομεν.
Ἐξαποστειλάριον τοῦ Ὁσίου. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἀνδρέαν τὸν καλλίνικον, εὐφημήσωμεν πάντες, ἐνθέως ἑορτάζοντες, τὴν σεπτὴν αὐτοῦ μνήμην, οἱ εὐσεβεῖς μετὰ πόθου· οὗτος γὰρ τοῦ Σωτῆρος, τὰ σεπτὰ ἐκτυπώματα, τῶν Ἁγίων τε πάντων, πανευσεβῶς, τιμῶν ἀνεκήρυξεν· ὅθεν στέφος, ἐν οὐρανοῖς ἐδέξατο, σὺν Ἀγγέλοις χορεύων.
Θεοτοκίον
Σὲ προεδήλου πάναγνε, προελθεῖν ἐκ λαγόνων, στειρωτικῶν ἡ ἄνικμος, ῥάβδος του Ἱερέως, βλαστήσασα παραδόξως· σὲ Προφῆται καὶ νόμος, Μητέρα προεκήρυττον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ Ποιητοῦ· ὃν δυσώπει πάναγνε Παναγία, σωθῆναι τοὺς ὑμνοῦντας σε, ἄχραντε Θεοτόκε.
Αἶνοι. Ἦχος α᾿ Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Ἀνδρέα τοῦ Χριστοῦ, τὸν ζυγὸν ἀράμενος, δοχεῖον ὤφθης τοῦ Πνεύματος, πόνοις ἀσκήσεως, καὶ τοῦ μαρτυρίου, ὑπελθὼν τὰ σκάμματα, αὐτὸν δι’ ἀμφοτέρων ἐδόξασας· ὅθεν ἀῤῥήτου σε, κατηξίωσε λαμπρότητος, καὶ τῆς δόξης, τῆς ὑπὲρ κατάληψιν.
Παμμάκαρ Ἀνδρέα ὡς φωστήρ, ἐκ τῆς Κρήτης ἔλαμψας, τοῦ Παρακλήτου ταῖς χάρισι, καταλαμπόμενος, καὶ πρὸς βασιλίδα, πόλιν παραγέγονας, τιμᾶσθαι τοῦ Χριστοῦ τὸ ἐκτύπωμα, διδάσκων ἅπαντας, ὑπὲρ οὗ καὶ στεῤῥῶς ἤθλησας, καταισχύνας, τὴν βέβηλον αἵρεσιν.
Παμμάκαρ Ἀνδρέα χαλεπαῖς, ὁμιλήσας μάστιξι, καὶ φυλακαῖς καὶ κακώσεσι, ψυχῆς στεῤῥότητι, τῆς Ὀρθοδοξίας, ἔδειξας τὴν δύναμιν, συρεὶς δὲ ἐν ὁδοῖς ταῖς τῆς πόλεως, καὶ ἀπηνέστατα, ἐκτμηθεὶς τὸν θεῖον πόδα σου, πρὸς τὴν δόξαν, τὴν ἀγήρω ἔδραμες.
Παμμάκαρ Ἀνδρέα δοξασθείς, οὐρανίαις χάρισι, οἷάπερ Μάρτυς καὶ Ὅσιος, τὸ θεῖον σῶμά σου, ἄφθαρτον ἐδόθη, τοῖς πιστοῖς τὴν κρείττονα, ἐκπέμπον εὐωδίαν τοῦ Πνεύματος, καὶ κατατέθειται, ἐν τῇ Κρίσει βλῦζον ἅπασιν, ἰαμάτων, χάριν τὴν σωτήριον.
Δόξα. Ἦχος πλ. α΄.
Ὡς τῆς ἀνδρείας ἐπώνυμος, ἀνδρειοφρόνως διήνυσας, τοὺς διπλοὺς ἀγῶνας Πάτερ· ἐν ἀσκήσει γὰρ καθεῖλες, τὸν τοῦ σκότους ἄρχοντα, καὶ ἐν ἀθλήσει ἁγίᾳ, τῶν ἐν τῇ Ἐκκλησίᾳ θείων παραδόσεων, τῇ τοῦ αἵματος ἐκχύσει· διὸ μεγάλων δωρεῶν, παρὰ Χριστοῦ ἠξίωσαι, ὡς Ὁμολογητὴς τῆς ἀληθείας, Ὁσιομάρτυς ἀοίδιμε· ὅθεν Κρήτη ἡ ἐνεγκαμένη σε, καυχᾶται τοῖς σπαργάνοις σου, καὶ ἡ Ἐκκλησία πᾶσα, γεραίρει τὴν μνήμην σου, αἰτοῦσα ἡμῖν δίδοσθαι, διὰ σοῦ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἤνθησας ἐκ Κρήτης περιφανῶς, καὶ ἐν Βυζαντίῳ, ἐναθλήσας μαρτυρικῶς, Ὁμολογητής τε, τῆς εὐσεβείας ὤφθης, σοφὲ Ὁσιομάρτυς, Ἀνδρέα ἔνδοξε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου