Πέμπτη 2 Φεβρουαρίου 2023

ΔΕΚΕΜΒΡΙΟΣ 7. ΟΣΙΟΣ ΓΕΡΑΣΙΜΟΣ ΥΜΝΟΓΡΑΦΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΔΕΚΕΜΒΡΙΟΣ Ζ΄!!

ΓΕΡΑΣΙΜΟΣ ΟΣΙΟΣ  ΥΜΝΟΓΡΑΦΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Γεράσιμε λύρα λιγυρά, τοῦ Ἁγίου Πνεύματος, ὁ ὑμνηπόλος ὁ ἔνθεος, ἡ μεγαλόφωνος, σάλπιγξ τῶν ᾀσμάτων, καὶ ἡ αὔρα χάριτος, τῆς θείας ἐν ἐσχάτοις τοῖς ἔτεσι, πάντας κατηύφρανας, εὐσεβεῖς ταῖς ὑμνῳδίαις σου, πρὸς Ἁγίων, καμάτων ἐξύμνησιν.

 

Γεράσιμε Σκήτεως Μικρᾶς, τῆς Θεοπρομήτορος, Ἁγίας Ἄννης ὁ ἔνοικος, ὁ ἱερώτατος, ἀρετῶν ἀνῆλθες, ψυχοτρόφων κλίμακα,καὶ ὤφθης ταπεινώσεως ἄγαλμα, νήψεως πρόβολος, προσευχῆς ταμεῖον ἄσυλον, καὶ πυξίον, ἠθῶν τῆς χρηστότητος.

 

Γεράσιμε σὴν ὑπακοήν, χρόνων ἐκ νεότητος, ἀμείβων Κύριος ἔπλησε, σὲ θείου Πνεύματος, καὶ ὑμνογραφίας, ἔδειξέ σε κάλαμον, ἀρίστης θεοκίνητον Ὅσιε, Ἄθωνος σάπφειρε, πολυτίμητε καὶ μάργαρον, μονοτρόπων, ποθούντων τὴν θέωσιν.

 

Γεράσιμε ῥόδον εὐανθές, τοῦ λειμῶνος Ἄθωνος, τοῦ ἀνθεμόεντος ηὔφρανας, θείων ᾀσμάτων σου, εὐωδίᾳ δῆμον, ἄρτι στρατευόμενον, ὃν ἴθυνας πρὸς τὴν θριαμβεύουσαν, πάτερ ὁμήγυριν, ἔνθα τάγματα δοξάζουσι, τῶν Ἀγγέλων, ἀπαύστως τὸν Κύριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ὡς φιλέρημον στρουθίον καλιὰν πήξαντα, ἀσκητικῶν ἀγώνων ἐν δυσπροσίτοις παρυφαῖς τοῦ Ἄθωνος, Γεράσιμον τὸν πνευματέμφορον ὑμνογράφον, τὴν μουσικωτάτην καὶ γλυκύφθογγον τοῦ Χριστοῦ ἀηδόνα, κελαδήσασαν τὰς ἀριστείας τῶν Ἁγίων τῆς πίστεως, ἀξίως εὐφημήσωμεν πάντες κράζοντες· Ὄργανον κρουόμενον αὔραις θείου Πνεύματος, εὔφρανον προστασίᾳ σου τοὺς ψάλλοντας ὕμνους σου, καὶ δοξάζοντας τὸν σὲ δοξάσαντα Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σκήτεως τῆς Μικρᾶς, Ἁγίας Ἄννης εὖχος, Γεράσιμε σοῖς ὕμνοις, ἐτίμησας Ἁγίους, καὶ Ὕψιστον ἐδόξασας.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Τέττιξ ὡς μουσικός, οὐκ ἔπαυσας Ἁγίων, Γεράσιμε καμάτους, ὑμνεῖν καὶ μεγαλύνειν, καρδίᾳ τε καὶ χείλεσι.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

λαμψας ἀστραπαῖς, ἀρετηφόρου βίου, καὶ συγγραφῆς ᾀσμάτων, Γεράσιμε πρὸς δόξαν, Χριστοῦ τοῦ σὲ δοξάσαντος.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, καρδίας Γερασίμου, τὸ εὖχος καὶ καλάμου, αὐτοῦ ἡ θεία κίνησις.

 

Καὶ νῦν. Θεοτοκίον.

θωνος χαρμονή, τῶν μοναστῶν Παρθένε, καὶ λύπης οἰκετῶν σου, ὀλέτειρα εὐλόγει, τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Συνεργίᾳ τῆς Χάριτος κόσμῳ ἔλαμψας, ὡς ὑμνηπόλος Ἁγίων, ἐγκρατευτὰ θαυμαστέ, Ἄννης Σκήτεως Μικρᾶς Ἁγίας ἔνοικε, χρηστοηθείας κορυφή, καὶ εὐχῆς καρδιακῆς, Γεράσιμε μυροθήκη· διὸ τιμῶντές σε πόθῳ, θερμὰς εὐχάς σου ἐκδεχόμεθα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

ρωματόπνουν λειμῶνα, τῆς Θείας Χάριτος, τὸν μυροβόλα κρίνα, ἐξανθήσαντα ὕμνων, Γεράσιμον τὸν νέον ἐν ἀσκηταῖς, ὄρους Ἄθωνος μέλψωμεν, ὡς ὑμνογράφον θεόπνευστον τῶν σεπτῶν, οἰκιστῶν τῆς Ἄνω Πόλεως.

 

Τὸν ἐκ Βορείου Ἠπείρου, τὸ γένος ἕλκοντα, Δαμασκηνὸν ὡς νέον, Ῥωμανόν τε Ἀνδρέαν, τῆς Κρήτης Θεοφάνην καὶ Ἰωσήφ, ἄλλον ᾄσμασι στέψωμεν, ὑμνογραφίας δυσπρόσιτον κορυφήν, πνευματέμφορον Γεράσιμον.

 

Καταλαβὼν ἐκ τῶν χρόνων, τῆς σῆς νεότητος, ψυχῆς ἐφέσει ὅλῃ, Ἁγιώνυμον Ὄρος, διέλαμψας ἀσκήσει ὑπακοῇ, νυχθημέροις παλαίσμασι, καὶ προσευχῇ νεοπύρσευτος ὡς φωστήρ, θεοφώτιστε Γεράσιμε.

 

Μικρᾶς διάκοσμος ὤφθης, ἀρτίως Σκήτεως, χαριτωνύμου Ἄννης, ἀσκητὰ θεοφόρε, Γεράσιμε καὶ ὄρους τοῦ ἱεροῦ, ἐγκαλλώπισμα Ἄθωνος, ὁ προσελκύσας τοῦ Πνεύματος δαψιλῶς, ἐπὶ σὲ τὴν χάριν Ὅσιε.

 

Τίς κατ’ ἀξίας ὑμνήσει, τὰς ἀριστείας σου, ἐνθέου πολιτείας, ἀγωγῆς θεαρέστου, καὶ ὕμνων θεοπνεύστων τὴν συγγραφήν, εὐσεβείας Γεράσιμε, κανὼν καὶ τύπε βιώσεως ἀκραιφνοῦς, Ἀθωνῖτα πάτερ Ὅσιε.

 

δατος ζῶντος ἐδείχθης, πηγὴ Γεράσιμε, τοῦ ἁλλομένου πάτερ, εἰς ζωὴν αἰωνίαν· διὸ σὴν θείαν μνήμην πανευλαβῶς, ἐκτελοῦντες αἰτούμεθα, σὴν χάριν βίου ἱκέται σου ἐν αὐχμῷ, ἀκηδίας ἐκτηκόμενοι.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ὡς ὀρθρινὸς ἀστὴρ ἀνατέταλκεν, ἡ πανσεβάσμιος μνήμη Γερασίμου τοῦ ὑμνογράφου, τοῦ πολίσαντος τὴν Σκήτην τῆς Μικρᾶς Ἁγίας Ἄννης, καὶ αὐτὴν πιάναντος ἱδρῶσι καὶ δάκρυσιν· οὗτος γὰρ ἐκ νεότητος τρωθεὶς ὑπὸ θείου ἔρωτος, κατέλιπε τὰ τοῦ κόσμου τερπνὰ καὶ ἡδέα, καὶ ἀγωνισάμενος διὰ τὰ ἐσαεὶ διαμένοντα καὶ ἄῤῥευστα, δοχεῖον τῆς Χάριτος ἐγένετο πολυτίμητον· πολλαπλασιάσας οὖν τὸ δοθὲν αὐτῷ πλουσίως, τῆς ὑμνογραφίας τάλαντον, τῇ τῶν σῳζομένων συνηριθμήθη μερίδι, ἔνθα Χριστῷ ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶδοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοιΚύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδ’ οὐ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ ὁ Ἁγιώνυμος Ἄθως, καὶ σκίρτα καὶ ἀγάλλου ἡ τῆς Μικρᾶς Ἁγίας Ἄννης Σκήτη, ὅτι ἐν σοὶ ὡς κυπάρισσος ἀρετῶν εὐθυτενὴς ἐξήνθησεν, ὁ Ὑμνογράφος τῶν Ἁγίων Γεράσιμος ὁ θεοείκελος· οὗτος γὰρ τὴν πετρώδη καὶ ἀπαράκλητον αὐτῆς ἔρημον, συντόνου ἀσκήσεως ἁγιάσας πόνοις, Ἀγγέλων ἰσοστάσιος ὤφθη καὶ τῇ εὐκλείᾳ ἰσότιμος· ὅθεν χάριν εἴληφε δαψιλῶς θεόθεν, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Μαθητεύσας ἐν ὑπακοῇ τῇ ψυχοτρόφῳ, ἀρχέτυπον ταπεινώσεως ὤφθης, φίλος γνήσιος τοῦ δι’ ἡμᾶς δούλου μορφὴν λαβόντος, καὶ σκεῦος ψυχικῆς εἰρήνης καὶ πραότητος, Γεράσιμε, ἀρετῆς τῶν Ἁγίων ὑμνῆτορ· ἀξιωθεὶς ὅθεν διδάξαι τοὺς φοιτητάς σου, ξενιτείαν παρθενίαν καὶ ἀκτησίαν, ὑπακοῆς αὐτοὺς ζηλωτὰς ἀνέδειξας, καὶ Χριστοῦ ὑμνηπόλους, τοῦ παρέχοντος πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἦχος γ΄.

Τῇ ἐρωτουργῷ ἐνεργείᾳ τοῦ Παναγίου Πνεύματος, προσευχῇ ἀδιαλείπτῳ, καὶ μεθέξει ἐν τοῖς ἀγῶσι τῶν Ἁγίων, τὸν κάλαμόν σου ἐπέθετες ἐπὶ τοῦ χάρτου, πρὸς ἀποτύπωσιν πνευματικῶν μελῳδημάτων, Γεράσιμε Μεγάλε τῆς Ἐκκλησίας Χριστοῦ Ὑμνογράφε· ὅθεν πολλάκις ἔτυχες τῆς εὐαρεσκείας τῶν ἐξυμνουμένων Ἁγίων, καὶ τοῦ δοξάσαντος αὐτοὺς Κυρίου, τοῦ δωρουμένου ἡμῖν εὐχαῖς σου τὸ ἄμετρον ἔλεος.

 

 

 

 

 

Ἦχος δ΄.

Τὸν προσηνῆ καὶ ἐνάρετον Γέροντα, τὸν ἅλατι πάντοτε ἠρτυμένον λόγον ἔχοντα, καὶ τηροῦντα εὐλαβικῶς τὴν φυλακὴν τῶν αἰσθήσεων, Γεράσιμον τὸν Μικραγιαννανίτην Ὅσιον τιμήσωμεν, καὶ αὐτῷ ἐν κατανύξει βοήσωμεν· Πάτερ πνευματέμφορε, ὁ οἰκοδομῶν φθέγμασι καὶ παραδείγματι ἰδίῳ, τοὺς προσιόντας σοι πρὸς ψυχικὴν ὠφέλειαν, μὴ παύσῃ τοῦ Κυρίου δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Προσευχῇ ὑπακοῇ καὶ ταπεινώσει, ἐν τῷ ἀοράτῳ πολέμῳ ἐθριάμβευσας τὸν δεινὸν πολεμήτορα, καὶ ἠξιώθης συντρίψαι τὰ κατὰ σοῦ κινούμενα βέλη τοῦ μισοκάλου, ἀσπίδι τῆς κυριάρχου τοῦ Ἄθωνος, Παναγίας Παρθένου, τοῦ τῆς μετανοίας κήρυκος, Τιμίου Προδρόμου καὶ τῆς χορείας τῶν ἐκλεκτῶν τοῦ Κυρίου, ὧν τὰ κατορθώματα ἐξύμνεις, Γεράσιμε· ὅθεν τῶν οὐρανίων ἐπάλξεων κληρονόμος γέγονας, καὶ τῶν Ἀγγέλων ἰσότιμος, μεθ’ ὧν ἀσιγήτως Χριστῷ πρεσβεύεις, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ ὑμνογράφος ὁ σοφὸς καὶ θεόπνευστος, ὁ στῦλος τῆς εὐσεβείας, ὁ εὐγενὴς καὶ πραΰς, ὁ ἀπαύστως νήφων, καὶ εὐχόμενος, ἐλλάμψει τοῦ Πνεύματος, τοῦ σεπτοῦ αὐγαζόμενος, καὶ ποιημάτων, τῶν αὐτοῦ ἀμαρύγμασι, φιλακόλουθον, ὁ φωτίζων ὁμήγυριν· Πάτερ πνευματοκίνητε, Γεράσιμε Ὅσιε, Ἀθωνιτῶν κοσμιότης, καὶ ὑμνηπόλων ἀκρώρεια, Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Σκεῦος τοῦ Παντουργοῦ εὐπρεπές, ἡ κουροτρόφος τῶν παρθένων ἐπέλεξε, πανύμνητος Θεοτόκος, σὲ κατοικῆσαι σεπτῶς, εἰς αὐτῆς λειμῶνα, τὸν τοῦ Ἄθωνος, Γεράσιμε Ὅσιε, ὄρνις ὄντως φιλέρημος, ποθοῦσα ὕμνοις, κελαδῆσαι παλαίσματα, καὶ θαυμάσια, τῶν Ἁγίων τῆς πίστεως· ἔνοικε ἱερώτατε, καὶ θεῖε διάκοσμε, ἀπαρακλήτου ἐρήμου, Ἁγίας Ἄννης τῆς Σκήτεως, Μικρᾶς κεκλημένης, ἑβδομήκοντα ἐν ταύτῃ ἔτη ἐνήσκησας.

 

 

 

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

κρας φιλοπονίας εἰκών, δοχεῖον Πνεύματος Ἁγίου πολύτιμον, κανὼν ἑλληνομαθείας, ποιητικῶν θαυμαστῶν, πάτερ θεοφόρε, ἐπιδόσεων, φαιδρότης ἐξύμνησας, μελιῤῥύτως Γεράσιμε, Ἁγίων πλείστων, τὰ σεπτὰ κατορθώματα, καὶ θαυμάσια, τῆς σεμνῆς Θεομήτορος, ἧσπερ τὸν κλῆρον πόνοις σου, παννύχοις ἐκλέϊσας, καὶ τὸν χορὸν τῶν ἀζύγων, αὐτοῦ ἀρτίως ὡράϊσας· διόπερ σὴν μνήμην, εὐλαβῶς τὴν μακαρίαν, πανηγυρίζομεν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν πολιὸν καὶ θεοφόρον Γέροντα, δεικνύμενον νεανικὴν προθυμίαν ἐν τῇ ἀσκήσει, Μικρᾶς Ἁγίας Ἄννης Σκήτεως κοσμήτορα, Γεράσιμον τὴν μεγάφωνον σάλπιγγα τῶν ᾀσμάτων, καὶ τὸ παναρμόνιον ψαλτήριον τῶν ὕμνων, ἐγκωμίων ἄνθεσι καταστέψωμεν πιστῶς βοῶντες· Ἀηδὼν γλυκύλαλε τῶν τοῦ Χριστοῦ Ἁγίων κατορθωμάτων, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, ὡς πολλὴν τὴν παῤῥησίαν κατέχων, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Συνεργίᾳ τῆς Χάριτος κόσμῳ ἔλαμψας, ὡς ὑμνηπόλος Ἁγίων, ἐγκρατευτὰ θαυμαστέ, Ἄννης Σκήτεως Μικρᾶς Ἁγίας ἔνοικε, χρηστοηθείας κορυφή, καὶ εὐχῆς καρδιακῆς, Γεράσιμε μυροθήκη· διὸ τιμῶντές σε πόθῳ, θερμὰς εὐχάς σου ἐκδεχόμεθα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Αὐλὸς ποιμενικός, καὶ γλυκύλαλος ὤφθης, τερπνῶν μελῳδιῶν, Παρακλήτου σαμβύκη, στρουθὸς λιγυρόφθογγος, καὶ κρουόμενον, ὄργανον, αὔραις Πνεύματος, θεοειδὲς Ἀθωνῖτα, οὗ τὸν κάλαμον, ἐκίνει χάρις πρὸς ὕμνων, Γεράσιμε, σύνθεσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

δήγει ἀκλινῶς, εὐσεβῶν τὰς χορείας, καὶ δήμους μοναστῶν, Ὄρους Ἁγιωνύμου, πρὸς θέωσιν Δέσποινα, Θεοκῦμον πανάχραντε, μεγαλύνοντας, τοῦ Γερασίμου τὴν μνήμην, διαλάμψαντος, συνθέσει ὕμνων ἀρτίως, εὐχῇ καὶ στερήσεσι.

 

Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τῇ χάριτι ἤνυσας, τῆς τοῦ Κυρίου Μητρός, ὁδὸν τῆς ἀσκήσεως, Ἁγίας Ἄννης Μικρᾶς, ἐν Σκήτῃ ὡς ἄσαρκος, οὔσῃ ἀπαρακλήτῳ, ἑβδομήκοντα ἔτη, Ὅσιε Ὑμνογράφε, ἀσιγήτως δοξάζων, Χριστὸν καὶ τοὺς Ἁγίους ὑμνῶν, πόθῳ Γεράσιμε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

εὶ ἐποπτεύουσα, ἐξ ὕψους δόξης τῆς σῆς, μὴ παύσῃ Μητρόθεε, Ἁγίου Ὄρους φρουρέ, καὶ φύλαξ καὶ πρόμαχε, πάντας ἐνασκουμένους, θεαρέστως ἐν Ἄθῳ, σοῦ τῷ τερπνῷ λειμῶνι, Παναγία Παρθένε, καὶ δῆμον εὐσεβῶν ἀκλινῶς, ὑμνολογοῦντά σε.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

ὀξυγράφος σου καὶ θεῖος κάλαμος, Ἁγίων ὕμνησε πληθὺν Γεράσιμε, Προδρόμου θείου ἐραστὰ τῶν πόνων καὶ τῆς Καλύβης, φερωνύμῳ Ἄθωνος οἰκιστὰ τούτῳ Ὅσιε· ὅθεν μεγαλύνοντες νυχθημέρους καμάτους σου, πρὸς κτῆσιν ἀρετῆς σοὶ βοῶμεν· Χαῖρε, ὑμνογραφίας κέρας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὸν κατακοσμούμενον ὑπὸ τῶν ἀρετῶν τῆς αὐτομεμψίας, προσευχῆς ἀγάπης ἐγκρατείας καὶ λογισμῶν διακρίσεως, Γεράσιμον τὸν νέον Ὑμνογράφον τιμήσωμεν, καὶ αὐτῷ ἐν κατανύξει βοήσωμεν· Πάτερ Ὅσιε ὁ πάντας τοὺς προσιόντας σοι οἰκοδομήσας, λόγοις καὶ παραδείγματί σου, Χριστὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τιμώντων τὴν πανσεβάσμιον μνήμην σου.

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Γεράσιμον ὑμνογράφον τολμῶ ὑμνῆσαι. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γεράσιμον πάνσοφον, ὑμνογραφίας ἀνάκτορον, καὶ μέλαθρον Πνεύματος, τοῦ Παναγίου λαμπρόν, εὐφημήσωμεν, Γεράσιμον τὸν θεῖον, ὡς Ἄθωνος σέμνωμα, περικλεέστατον.

ρήμου λευκάνθεμον, ὡραῖον μάκαρ Γεράσιμε, κατηύφρανας Ἄθωνα, σῇ ἀκραιφνεῖ ἀγωγῇ, καὶ τὴν εὔανδρον, Μικρᾶς Ἁγίας Ἄννης, θεόπνευστε σκάμμασι, Σκήτην συντόνοις σου.

εόντων ὑπέρτερε, Διονυσίου τοῦ Ῥήτορος, ἐδείχθης ἐφάμιλλος, καὶ Μητροφάνους σεπτοῦ, τοῖς παλαίσμασι, Γεράσιμε ἀσκήσας, αὐτῶν ἄντρου ὕπερθεν, ὥσπερ ἰσάγγελος.

Θεοτοκίον.

νάδειξον δούλους σου, θριαμβευτὰς Μητροπάρθενε, τοῦ πλάνου ἀλάστορος, τοὺς σὲ ὑμνοῦντας λαμπρῶς, καὶ τὰ σκάμματα, αἰνοῦντας Γερασίμου, ἀρτίως ἀσκήσαντος, ἐν τῷ λειμῶνί σου.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Σὲ πάντες Γεράσιμε, τιμῶμεν, Βορείου Ἠπείρου τὸν βλαστόν, ὡς φοίνικα ὑψίκομον, ἀνθήσαντα ἐν Ἄθωνι, ὑμνογραφίας λείρια, καὶ ἀρετῆς ῥόδα εὔοσμα.

θύνας τὰ διαβήματά σου, ἐκ χρόνων νεότητος τῆς σῆς, Γεράσιμε εἰς Ἄθωνα, ὑπακοῆς ἐκτύπωμα, τῷ Μελετίῳ πέφηνας, καὶ Ἀβιμέλεχ θεόσοφε.

Μονάζον Γεράσιμε στρουθίον, Προδρόμου Καλύβης τῆς σεπτῆς, ἐν ταύτῃ ἐκελάδησας, μοναδικῆς βιώσεως, πνευματικὴν ἀνάτασιν, καὶ προσευχὴν τὴν νυχθήμερον.

Θεοτοκίον.

Οἱ δῆμοι Ἀθωνιτῶν ἀζύγων, ἀεὶ οὕσπερ σκέπεις καὶ φρουρεῖς, ᾠδαῖς σὲ μεγαλύνουσι, μελισταγέσιν ἄχραντε, καὶ μελιῤῥύτοις ᾄσμασιν, εὐλογημένη Μητρόθεε.

 

 

 

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Νεαυγέστατον, Ἁγίας Ἄννης, πάντες Σκήτεως Μικρᾶς φωστῆρα, εὐφημήσωμεν Γεράσιμον Ὅσιον, ὡς ποιητὴν ἱερὸν ὕμνους ᾄδοντα, πνευματικοὺς τοῖς Ἁγίοις τοῦ Κτίσαντος, καὶ γλυκύλαλον στρουθίον, ζωὴν ἐν Ἄθωνι, ἐκθύμως κελαδῆσαν τὴν ἰσάγγελον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστατεύουσα, μὴ διαλείπῃς, τοὺς μονάζοντας ἐν ὄρει Ἄθῳ, καὶ πιστοὺς τῆς ἀρετῆς ὁλοκλήρωσιν, ἐπιποθοῦντας ἐν βίῳ Μητρόθεε, Ἁγίου Ὄρους φρουρὲ ἀπροσμάχητε, ἡ τοὺς δούλους σου ἰθύνουσα πρὸς σκηνώματα, λαμπρὰ τοῦ οὐρανίου στερεώματος,

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Νεοσμίλευτον Ἁγίων, ἐξυμνήσεως ἄγαλμα, ἐρημῖτα ὤφθης, Ἄθωνος Γεράσιμε Ὅσιε, ὁ κοσμικῆς ματαιότητος ὑπέρτερος, θέλων Κτίσαντι, προσομιλεῖν μόνον πάντοτε.

μνηπόλε θεοφόρε, πανσθενὴς Χάρις Πνεύματος, κάλαμον ἐκίνει, σοῦ τὸν ἱερὸν πρὸς ἐξύμνησιν, κατορθωμάτων Ἁγίων θείας πίστεως· ὅθεν ἅπαντες, σὲ μελῳδοῦμεν Γεράσιμε.

Μονοτρόπων ἀγαπήσας, τὴν ἀφάνειαν Ὅσιε, ἐπήξας κονίστραν, παλαισμάτων σῶν ἐν τῷ Ἄθωνι, ἐν ᾧ ἀσκήσει ἐπύκτευσας Γεράσιμε, νυχθημέρῳ σου, τὸν βροτοκτόνον ἀλάστορα.

Θεοτοκίον.

Νῦν τιμῶντές σε Παρθένε, σὴν παγκόσμιον Κοίμησιν, ἀνυμνολογοῦμεν, καὶ τοῦ σοῦ Ναοῦ τὸν δομήτορα, τοῦ φερωνύμου Γεράσιμον γεραίρομεν, τὸν θεόπνευστον, συνθέτην ὕμνων Μητρόθεε.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

νοῦς ὁ οὐράνιος, καρδία ἡ φιλάνθρωπος, χεὶρ ἡ θεοκίνητος καὶ σῶμα, τῇ ἐμπαθείᾳ, καὶ τῇ κακίᾳ νεκρόν, Γεράσιμε σὺν τῷ ἱερῷ, Παύλῳ ἀνεκραύγαζες· Ἐν ἐμοὶ ζῇ ὁ Κύριος.

Γεράσιμε Ὅσιε, τοῦ Ἄθωνος διάκοσμε, ὀφθαλμοφανῶς τὸν παλαμναῖον, πολλάκις εἶδες, κτηνῶν λαβόντα μορφήν, καὶ κρότους ποιοῦντα ζωηρούς, θέλοντα φοβίσαι σε, πάτερ τὸν θεοφρούρητον.

ανίσιν ἱδρώτων σου, ἀσκητικῶν Γεράσιμε, χθόνα καθηγίασας πετρώδη, Σκήτεως ἄρτι, Ἁγίας Ἄννης Μικρᾶς, ἐν ᾗπερ ἐξήνθησας καρπούς, ἡδυγεύστους νήψεως, ἀρετῆς καὶ θεώσεως.

Θεοτοκίον.

γνότητος σκήνωμα, καὶ παρθενίας σέμνωμα, Κεχαριτωμένη Θεοτόκε, Ἁγίου Ὄρους, ἡ ἀρωγὸς καὶ φρουρός, περίσκεπε πάντας ἀσκητάς, καὶ πιστοὺς προστρέχοντας, τῷ εὐώδει λειμῶνί σου.

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Φαιδρότης πάτερ Γεράσιμε, ἁπάντων θεολόγων ὡμίλησας, ὥσπερ θεόληπτος, διὰ Θεὸν χθὲς καὶ σήμερον, Αὐτὸν καὶ εἰς αἰῶνας αἰώνων Ὅσιε.

σίων εὖχος ἀτίμητον, τῶν νέων γλωσσαμύντωρ ἐν ἔτεσιν, ὤφθης ἀοίδιμε, λεξιπενίας Γεράσιμε, ἐν γλώσσῃ ὁ συγγράψας, Ἀγγέλων ᾄσματα.

Ναὲ ἀγάπης Γεράσιμε, διπλῆς τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγιστα, πάντας ἀνέπαυες, τοὺς προσιόντας Καλύβῃ σου, διδάγματα ἀκοῦσαι, τὰ σὰ θεόπνευστα.

Θεοτοκίον.

Ταμεῖον Χάριτος ἄσυλον, χαρίτωσον τοὺς σὲ μεγαλύνοντας, Θεογεννήτρια, καὶ Ὑμνογράφου τὰ σκάμματα, αἰνοῦντας Γερασίμου, τοῦ οὐρανόφρονος.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν τηρητὴν τῆς Ὀρθοδόξου Παραδόσεως, ὑμνογραφοῦντα ἐμμελῶς τὰ κατορθώματα, τῶν Ἁγίων εὐφημήσωμεν κατ’ ἀξίαν, προσευχῆς ὡς ἐραστὴν καὶ ταπεινώσεως, ἐνδιαίτημα καὶ νοῦν πνευματοκίνητον, πόθῳ κράζοντες· Χαίροις, πάτερ Γεράσιμε.

Ὁ Οἶκος.

ριστος ὑμνηπόλος, τῆς Χριστοῦ Ἐκκλησίας, Γεράσιμε θεόπνευστε ὤφθης, ἐναρέτου κανὼν ἀγωγῆς, ταπεινοφροσύνης προσευχῆς νήψεως, ἀκρότης καὶ ἀσκήσεως, διάκοσμε· διὸ βοῶμεν·

Χαῖρε, Βορείου Ἠπείρου γόνος·

χαῖρε, ὡραίου ἀγῶνος πόλος.

Χαῖρε, οἰκιστὴς θεοφόρος τοῦ Ἄθωνος·

χαῖρε, πολιστὴς τῆς ἐρήμου ἰσάγγελος.   

Χαῖρε, Σκήτεως ἀγλάϊσμα Ἄννης θείας τῆς Μικρᾶς·

χαῖρε, πρόβολος καὶ σέμνωμα πολιτείας καθαρᾶς.

Χαῖρε, ὅτι ὑπάρχεις ταπεινώσεως κέρας·

χαῖρε, ὅτι ἐδείχθης προσευχῆς θεῖον σέλας.

Χαῖρε, χαρίτων δρόσος θεόσδοτος·

χαῖρε, ᾀσμάτων χεὶρ θεοκίνητος.

Χαῖρε, Ἁγίων ὁ θεῖος ὑμνήτωρ·

χαῖρε, ἀζύγων ὁ νέος κοσμήτωρ·

Χαίροις, πάτερ Γεράσιμε.

 

Συναξάριον.

Τῇ Ζ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Μικραγιαννανίτου καὶ Ὑμνογράφου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

σιώτατε, καὶ λόγιε Γεράσιμε, Θεοτοκάριον,, νέον Θεοῦ τῇ Μητρί, ἐξ ὕμνων ἐποίησας, εὐτάκτων μέλισμα, ὁμηγύρεως, εὐφραῖνον εὐσεβόφρονος, ὦτα πάτερ καὶ καρδίας.

Λιγυρόφωνος, αὐλὸς Χριστοῦ τῆς πίστεως, καὶ παναρμόνιος, ἅρπα ἐδείχθης σεπτέ, σειρὴν ἡ θελκτήριος, τοῦ θείου Πνεύματος, καὶ γλυκύλαλον, στρουθίον ἐπὶ δώματος, ὦ Γεράσιμε μονάζον.

Μετεμόρφωσε, καρδίαν σου ὁ Κύριος, Ὃν ἐν νεότητι, κατεῖδες ξένως τῇ σῇ, θεόφρον Γεράσιμε, καὶ σκεῦος Χάριτος, σὲ ἀνέδειξεν, Ἁγίων τοῦ συντάγματος, τὸν θεόπνουν ὑμνηπόλον.

Θεοτοκίον.

ς πολύτιμον, τοῦ Θεανθρώπου σκήνωμα, σὲ μακαρίζομεν, οἱ δῆμοι τῶν εὐσεβῶν, καὶ σπεύδομεν πάντοτε, τῇ ἀντιλήψει σου, Μητροπάρθενε,

εὐλογημένη Δέσποινα, καὶ ἑτοίμῃ προστασίᾳ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

μνοις διηκόνησας προθύμως, εὐτάκτοις τὴν Ἐκκλησίαν τοῦ Παντάνακτος, ἀσκητὰ Γεράσιμε, Ῥωμανῷ ἑπόμενε, Ἀνδρέου ἰσοστάσιε, Κοσμᾶ ὁμόζηλε, σεπτοῦ Δαμασκηνοῦ ὁ τυγχάνων ἴσος τῇ εὐκλείᾳ, καὶ Ἰωσὴφ τῇ δόξῃ.

Μοναχῶν Γεράσιμε σεμνότης, ἐνέκρωσας τὸ σαρκίον σου παλαίσμασι, καὶ θεόθεν εἴληφας, Πνεῦμα τὸ πανάγιον,, τὸ ἄρτι τὴν γραφίδα σου, κινῆσαν Ὅσιε, πρὸς ὕμνων συγγραφὴν θεοπνεύστων, εὐφραινόντων πᾶσαν, Χριστοῦ τὴν Ἐκκλησίαν.

Νάματα ἀνέβλυσαν ἀφθόνως, Γεράσιμε ἐκ κοιλίας σου ποτίζοντα, τὰς ψυχὰς συστήματος, εὐσεβῶν ἀείποτε, τοῦ ψάλλοντος τὰ ᾄσματα, σοῦ τὰ μελίῤῥυτα, καὶ ὕμνους τοὺς τερπνοὺς πρὸς Ἁγίους, τῆς θριαμβευούσης, ἐν πόλῳ Ἐκκλησίας.

Θεοτοκίον.

ἑτοίμη πάντων προστασία, πανύμνητε Θεοκῦμον τὸ προσφύγιον, τῶν ἐν δίναις Δέσποινα, καὶ τὸ παραμύθιον, τῶν θλιβομένων ἄκουσον, ἡμῶν δεήσεων, τῶν νῦν μεγαλυνόντων καμάτους, θείου Γερασίμου, τοῦ νέου ὑμνογράφου.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Σὲ τὸν νεαυγῆ, ὑμνήτορα μέλπομεν, αἴσθημα πίστεως, καὶ ἀγάπης ἔχοντα, πνοὴν βαθεῖαν, τέχνης ποιήσεως, τῶν ὑμνητῶν ἐφάμιλλον, τῶν πάλαι τάγματος, τῶν Ἁγίων, θαυμαστὲ Γεράσιμε, ὑμνογράφων φωστὴρ παμφαέστατε.

σμα τὸ καινόν, κατὰ προφητάνακτα, Δαβὶδ ἐν Ἄθωνι, ἔψαλλες Γεράσιμε, Χριστῷ Ἁγίους, Αὐτοῦ δοξάζοντι, καὶ ἐκελάδεις ᾄσματα, πρὸς θεῖον ἔρωτα, τὰς καρδίας, τῶν πιστῶν ἐγείροντα, ὡς ψαλτήριον πάτερ δεκάχορδον.

σχυσας ἐχθρόν, πατῆσαι τὸν δόλιον, εὐχῇ Γεράσιμε, ἀειῤῥύτοις δάκρυσι, σκληραγωγίᾳ, παννύχοις στάσεσι, καὶ ἀσιτίᾳ Ὅσιε, καὶ εὐηρέστησας, σῇ ἀσκήσει, τῷ Χριστῷ σὲ δειξάντι, ὑμνογράφον σοφὸν καὶ θεόπνευστον.

Θεοτοκίον.

Χαῖρε τιμαλφές, τοῦ Ἄθωνος σέμνωμα, Θεογεννήτρια· χαῖρε φύλαξ ἄγρυπνε, τῶν μοναζόντων, καὶ καταφύγιον, πιστῶν καμνόντων Δέσποινα, μακαριζόντων σε, καὶ ὑμνούντων, Γερασίμου σκάμματα, ἐν λειμῶνί σου θείῳ ἀσκήσαντος.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

μνογραφεῖν ἠξίωσαι, ἀνὴρ ὡς θεοείκελος, τῆς καθαρότητος ὄμμα, ὑπακοῆς ἐκμαγεῖον, καὶ λύχνος ταπεινώσεως, γραφὶς πνευματοκίνητε, Ἁγίας Ἄννης Σκήτεως, Μικρᾶς Γεράσιμε θεῖε, ὁ οἰκιστὴς καὶ κοσμήτωρ.

Θεοτοκίον.

σκέπουσα τὸν Ἄθωνα, καὶ ἀπλανῶς ἰθύνουσα, τοὺς ἐν αὐτῷ ἀσκουμένους, πρὸς οὐρανίους λειμῶνας, Θεογεννῆτορ Δέσποινα,, ἐπάκουσον δεήσεων, ἡμῶν μακαριζόντων σε, καὶ προσφευγόντων σῇ σκέπῃ, ἐν δυσθυμίαις καὶ ζάλαις.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !

Χαῖρε, τῶν Ἁγίων πίστεως ὑμνήτωρ ὁ ἱερός, ὁ τὸν Τίμιον Πρόδρομον, μετανοίας κήρυκα, καταστέψας τοῖς ᾄσμασι, καὶ τῇ Παρθένῳ, Θεοτοκάριον, ἀφιερώσας, τερπνὸν καὶ ἔμμελον, μάκαρ Γεράσιμε, ἀσκητὰ τῆς Σκήτεως Ἄννης Μικρᾶς, τῆς Ἁγίας κόσμημα πολυτιμότατον.

 

Χαίροις, ὄρνις ἡ φιλέρημος, τὰς φαραγγώδεις πλευράς, καὶ ἀνίκμους τοῦ Ἄθωνος, ὁ πολίσας ἔτεσιν, ἐν ἐσχάτοις Γεράσιμε, ὁ θεῖον ζῆλον, ἐκ τῆς νεότητος, πνευματοφόρε, ἐπιδεικνύμενος, καὶ ἑβδομήκοντα, ἔτη τῶν ἱδρώτων σου σεπταῖς ῥοαῖς, καταρδεύσας ἔρημον, τὴν ἀπαράκλητον.

 

Χαίροις, ὁ τῇ Θείᾳ Χάριτι, ἀναδειχθεὶς ἀκρεμών, θεολόγων Γεράσιμε, σοῦ τοῖς μελῳδήμασι, τοῖς παντέρπνοις καὶ ᾄσμασι, καὶ ὑμνηπόλων, Χριστοῦ τῆς πίστεως, φαιδρότης πάτερ, Ὁσίων σέμνωμα, καὶ ἰσοστάσιε, Ῥωμανοῦ καὶ μάκαρος Δαμασκηνοῦ, ὁ φαιδρύνας Ἄθωνα, σεμνῇ βιώσει σου.

 

Χαίροις, ὁ συγγράψας ᾄσματα, ἐν γλώσσῃ ἑλληνικῇ, ἧς ἀνύντωρ Γεράσιμε, ἀνεδείχθης ἄριστος, ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὁ ὑμνογράφος, ὁ θεοφώτιστος, ὁ ἀτενίσας, ἐμφρόνως ἄῤῥευστα, πάντα ἐν βίῳ σου, καὶ ὡσεὶ μελίῤῥυτος ἐρωδιός, ἐξυμνήσας τάγματα, Ἁγίων πίστεως.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸ εὐτελὲς τῶν ῥεόντων καταλιπὼν νοῒ τελείῳ, καὶ πόνοις ἀσκητικοῖς ἀτενίσας ἐμφρόνως πρὸς μόνα τὰ ἄῤῥευστα, τὸν καλὸν ἠγωνίσω ἀγῶνα, Γεράσιμε, καὶ τὴν Σκήτην τῆς Μικρᾶς Ἁγίας Ἄννης ἡγίασας, νυχθημέροις καμάτοις σου ὑμνογράφε θεόπνευστε· ὅθεν ὡς κληρονόμον τῆς ἀφθίτου τιμῶντές σε ὡραιότητος, καὶ καλλικέλαδον ἀηδόνα τῆς ἀριστείας τῶν Ἁγίων τῆς πίστεως, τὰς θεοπειθεῖς σου εὐχὰς ἐκδεχόμεθα, ἵνα εἰρηνικῶς βιοῦντες τῆς σὺν σοὶ ἀξιωθῶμεν μακαριότητος.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ 'Απόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὑμνογράφων νεολαμπῶν, κλέϊσμα καὶ Ἄθω, νέον κόσμημα λιγυρά, Πνεύματος κινύρα, Γεράσιμε Ἁγίων, ὁ ἐξυμνήσας ἄρτι, πόθῳ τὰ σκάμματα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

γίων πίστεως ὑμνήτορα θεῖον, τὸν συνεργίᾳ Παρακλήτου ἀρτίως, συγγράψαντα ἐν Ἄθωνι ᾠδὰς μελιχράς, μέλψωμεν Γεράσιμον Μικραγιαννανίτην, ἐμμελῶς σαλπίσαντα ἀριστέων μαρτύρων, καὶ ἀσκητῶν ἀγῶνας ὡς πιστῶν, ἔνθερμον πρέσβυν Θεὸν πρὸς τὸν εὔσπλαγχνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γερασίμῳ δέησις, ὑμνογράφῳ πανοσίῳ. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γεράσιμε Ὅσιε ἀσκητά, τερπνὲ ὑμνηπόλε, τῶν Ἁγίων ὑπὲρ ἡμῶν, δυσώπει Χριστὸν πᾶσιν ἀφθόνως, πιστοῖς διδόναι τὸ ἄμετρον ἔλεος.

πάκουσον Σκήτεως τῆς Μικρᾶς, Προμήτορος Ἄννης, ἐνοικῆτορ σῶν ἱκετῶν, Γεράσιμε θεῖε ὑμνογράφε, καὶ δὸς ἡμῖν ἄμφω ῥῶσιν καὶ δύναμιν.

εόντων ὑπέρτερε καὶ φθαρτῶν, Γεράσιμε μάκαρ, τῶν ἀῤῥεύστων ὁ ζηλωτής, τῆς σῆς πολιτείας ὁμοζήλους, δεῖξον τοὺς σὲ ἐν χορῷ μακαρίζοντας.

Θεοτοκίον.

γίαζε πάντας σοὺς ὑμνητάς, Κεχαριτωμένη, Μῆτερ ἄχραντε τοῦ Χριστοῦ, καὶ σκέπε καὶ φρούρει καὶ εὐλόγει, τοὺς καταφεύγοντας χάριτι θείᾳ σου.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Σὲ τὴν ἄμπελον πάντες, τῆς τοῦ Θεοῦ Χάριτος, ὕμνοις μεγαλύνομεν βότρυν, φέρουσαν ἥδιστον, ὑμνογραφίας Μικρᾶς, Ἁγίας Σκήτεως Ἄννης, ἔνοικε Γεράσιμε, φύλαξ προσφύγων σου.

ερώτατε πάτερ, λαμπρὲ φωστὴρ Ἄθωνος, ἀστραπαῖς θερμῶν πρεσβειῶν σου, φεῦ τοὺς καθεύδοντας, ἐν σκοτομήνῃ παθῶν, φωτίζεις καὶ κατευθύνεις, πάνσοφε Γεράσιμε, πρὸς τὴν ἀπάθειαν.

Μονοτρόπων σεμνότης, σῶν ἱκετῶν πρόσδεξαι, τὰς ἱκετηρίους δεήσεις, πάτερ Γεράσιμε, σὲ ἀνυμνούντων φαιδρῶς, ὡς ὑμνογράφον θεόπνουν, βοηθῆσαι σπεύδοντα, πᾶσι τιμῶσί σε.

Θεοτοκίον.

ς ἡμῶν ἐν κινδύνοις, καὶ συμφοραῖς ἄγρυπνον, Κεχαριτωμένη Παρθένε, σκέπην καὶ πρόμαχον, σὲ ἀνυμνοῦντες εὐχαῖς, πρὸς τὸν Υἱόν σου ἐνθέρμοι, σπεύδομεν ἑκάστοτε, Θεογεννήτρια.

νάδειξον, ἡμᾶς Γεράσιμε σκεύη τοῦ Παρακλήτου, διαυγέστατα τοὺς πιστῶς τιμῶντάς σε Ὅσιε, Αὐτοῦ διειδέστατον ὥσπερ ῥεῖθρον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Σεπτοῦ Ῥωμανοῦ Δαμασκηνοῦ ἑπόμενον, Γραπτῶν Ἰωσὴφ Ἀνδρέου Κρήτης Λέοντος, καὶ Κοσμᾶ Γεράσιμον, τὸν ἐν Ἄθῳ ἄρτι ἐκλάμψαντα, νῦν ὑμνογράφον μέλπομεν λιτάς, αὐτοῦ διαθέρμους ἐξαιτούμενοι.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Δροβιάνης Γεράσιμε, γόνε καὶ Ἠπείρου Βορείου βλάστημα, ἐν ἡμῖν εὐχαῖς σου βλάστησον, ἄνθη ἐγκρατείας καὶ συνέσεως.

πευλόγει Γεράσιμε, σὲ ὡς ὑμνογράφον τοὺς μεγαλύνοντας, πνευματέμφορον καὶ σέμνωμα, τῆς Μικρᾶς Ἁγίας Ἄννης Σκήτεως.

σεμνὴ πολιτεία σου, γένοιτο ὑπόδειγμα πρὸς τελείωσιν, ἀρετῆς τῶν μελῳδούντων σε, ὡς Ὁσίων κλέϊσμα Γεράσιμε.

Θεοτοκίον.

Σκέπε πάντας ἐν Ἄθωνι,  ἀσκουμένους Μῆτερ καὶ καθαγίαζε, τοὺς πιστῶς σὲ μακαρίζοντας, Κεχαριτωμένη Μητροπάρθενε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

σθι ἀρωγός, ἐναργὴς τῶν προστρεχόντων σοι, καὶ θερμῶς ἐξαιτουμένων σὰς εὐχάς, πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον Γεράσιμε.

Σέμνωμα λαμπρόν, ὑμνογράφων δὸς τὴν χάριν σου, τοῖς τιμῶσί σε ὡς εὖχος ἀρετῆς, καὶ ταμεῖον Θείας Χάριτος Γεράσιμε.

μνους μελιχρούς, ὁ συνθεὶς σοφὲ Γεράσιμε, συνεργίᾳ Παρακλήτου πανσθενοῦς, καθοδήγει τοὺς τιμῶντάς σε πρὸς θέωσιν.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, Θείας Χάριτος ἀείῤῥυτον, σὲ ὑμνοῦμεν Παναγία ὡς πηγήν, τὴν δροσίζουσαν ἡμῶν τοῦ βίου καύματα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Νῦν Ὅσιε, θεαυγὲς Γεράσιμε, ὁ Μικρᾶς Ἁγίας Ἄννης τὴν Σκήτην, δείξας παλαίστραν καμάτων σου θείων, ἐν ᾗ ἐπύκτευσας τὸν πολυμήχανον, αὐτὸν ἀξίωσον κἀμέ, θριαμβεῦσαι τὸν ὕμνοις τιμῶντά σε.

δήγησον, οὐρανῶν πρὸς δώματα, Ἀθωνῖτα τοὺς τιμῶντάς σε πίστει, ὑπακοῆς ὡς πυρσὸν Ἀβιμέλεχ, καὶ Μελετίου τοῖς ῥήμασι πάμφωτον, σῶν θεοσόφων ὁδηγῶν, ἀρετῆς πρὸς τὴν κτῆσιν Γεράσιμε.

Γηθόμενοι, μνήμην σου τὴν πάνσεπτον, ἐκτελοῦντες πνευματέμφορε πάτερ, σῇ ἀντιλήψει προσφεύγομεν πίστει, καὶ ἀρωγῇ τῇ ἑτοίμῃ Γεράσιμε, ὁ χάριν ἄνωθεν λαβών, εὐλογεῖν καὶ στηρίζειν σοὺς πρόσφυγας.

Θεοτοκίον.

ανίδας μου, τῶν δακρύων Δέσποινα, μανδηλίῳ τῆς σῆς χάριτος σμῆξον, καὶ βοηθὸς ἐν ἀνάγκαις γενοῦ μοι, τῷ μεγαλύνοντι σοῦ τὰ θαυμάσια, Θεογεννῆτορ ἀσκητοῦ, Γερασίμου ἡ σκέπη καὶ πρόνοια.

νάδειξον, ἡμᾶς Γεράσιμε σκεύη τοῦ Παρακλήτου, διαυγέστατα τοὺς πιστῶς τιμῶντάς σε Ὅσιε, Αὐτοῦ διειδέστατον ὥσπερ ῥεῖθρον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τοῦ Παρακλήτου τὸ σκεῦος τὸ εὔχρηστον, πνευματοκίνητον κάλαμον μέλψωμεν, νῦν ὑμνογράφον Γεράσιμον Σκήτεως, Ἁγίας Ἄννης Μικρᾶς θεῖον ἔνοικον, ὡς πρεσβευτὴν πρὸς Θεὸν ἡμῶν ἔνθερμον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ  Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

σιε Γεράσιμε, τερπνὲ ὑμνῆτορ Ἁγίων, τοῦ Χριστοῦ τῆς πίστεως, Ὀρθοδόξων σέμνωμα, ἱερώτατον, οἰκιστὰ Σκήτεως, τῆς Μικρᾶς ἐν Ἄθῳ, Ἄννης τῆς Θεοπρομήτορος, ὁ χάριν ἄνωθεν, δαψιλῶς δεξάμενος Πνεύματος, τοῦ Παρακλήτου ἴθυνον, πάντας τοὺς πιστῶς ἀνυμνοῦντάς σε, πρὸς τῆς σωτηρίας, σκηνώσεις παμφαεῖς καὶ πρὸς νομάς, ἐνδρόσους πόλου, συγχαίρειν σοι, καὶ συνεπαγάλλεσθαι.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

γιώτατε πάτερ, ὁ Παντάναξ καρδίαν, σὴν μετεμόρφωσεν, εὐθὺς Αὐτὸν ὡς εἶδες, Γεράσιμε θεόπτα, ξένως ἐν σῇ νεότητι, ὁ δείξας σε χοϊκῶν, προστάτην ἐν κινδύνοις.

Φλέξον τίμιε πάτερ, τῶν παθῶν τὰς ἀκάνθας, τῶν προστρεχόντων σοι, πυρὶ τῆς χάριτός σου, Γεράσιμε τριβόλους, ψυχοκτόνου οἰήσεως, ὁ κατακαύσας φλογί, τῆς ταπεινώσεώς σου.

ς γλυκύφθογγον λύραν, παναρμόνιον ἅρπαν, καὶ λιγυρόφωνον, αὐλὸν σὲ μελῳδοῦμεν, τῆς πίστεως καρδίας, εὐσεβῶν καθηδύνοντα, ὕμνοις Ἁγίων τοῖς σοῖς, καὶ Θεοτοκαρίου.

Θεοτοκίον.

Προστασία τοῦ γένους, τῶν μερόπων Παρθένε, Θεογεννήτρια, τὸ ὄρος περιφρούρει, τοῦ Ἄθωνος οὗ πέλεις, ἡ ἀνύστακτος ἔφορος, καὶ ταχινὴ ἀρωγός, καὶ θεία ἀντιλήπτωρ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

γαλμα θεῖον, τῶν τοῦ Θεοῦ δωρημάτων, ὑμνογράφων Γεράσιμε γέρας, ἔμπλησον καρδίας, ἡμῶν Θεοῦ χαρίτων.

Νάματα σθένους, ἐκβλύζεις πᾶσιν ἀφθόνως, σὲ γεραίρουσιν ὡς ὑμνογράφον, ἐμμελῆ Ἁγίων, Γεράσιμε τρισμάκαρ.

ρους Ἁγίου, τῆς δυσπροσίτου ἐρήμου, οἰκιστὰ ῥύου ὄφεως βλάβης, χάριτός σου μάκαρ, Γεράσιμε ἱκέτας.

Θεοτοκίον.

Σκοτίαν λῦσον, χαμαιζηλίας Παρθένε, πρεσβειῶν σου αὐγαῖς πρὸς Υἱόν σου,Φωτοδότην θεῖον, τῶν σὲ μακαριζόντων.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

κέτας σου πατῆσαι, παμβεβήλου πάγας, πνευματοφόρε ἀξίωσον Ὅσιε, ἅσπερ ἐπάτησας νήψει σεπτὲ Γεράσιμε.

ς μελουργὸν κιθάραν, πόνων τῶν Ἁγίων, σὲ ἀνυμνοῦντες συντόνων Γεράσιμε, ταῖς σαῖς θερμαῖς ἱκεσίαις ἀπαύστως σπεύδομεν.

Χριστὸν ὁ ἀγαπήσας, ἐκ νεότητός σου, Αὐτὸν ἡμῖν ἀκλινῶς καθιλέωσαι, διαγωγήν σου ὑμνοῦσι σεπτὴν Γεράσιμε.

Θεοτοκίον.

Μετὰ τοῦ Γερασίμου, Κεχαριτωμένη, Θεοτοκάριον σὸν τοῦ ποιήσαντος, πρὸς ἀτραποὺς σωτηρίας ἡμᾶς κατεύθυνον.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ὑμνογράφων νεολαμπῶν, κλέϊσμα καὶ Ἄθω, νέον κόσμημα, λιγυρά, Πνεύματος κινύρα, Γεράσιμε Ἁγίων, ὁ ἐξυμνήσας ἄρτι, πόθῳ τὰ σκάμματα.

Χαίροις ὁ βαθμίδας ὑπακοῇ, ἀνελθὼν ἀρτίως, κατακτήσεως ἀρετῆς, ἐν Ἁγίας Ἄννης, Μικρᾶς τῇ θείᾳ Σκήτῃ, πνευματοφόρε πάτερ, μάκαρ Γεράσιμε.

Χαίροις Δροβιάνης σεπτὸς βλαστός, τοῦ Ἁγιωνύμου, ὄρους ὅσιος ἀσκητής, Πνεύματος Ἁγίου, Γεράσιμε τρισμάκαρ, ὁ κάλαμος Ἁγίων, κόπων πρὸς ὕμνησιν.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, ἐν αὐλείῳ χώρῳ, σπηλαιώδους σμικροῦ Ναοῦ, θείου Μητροφάνους, καὶ τοῦ Διονυσίου, Γεράσιμε σὸν τάφον, τὸν χαριτόβρυτον.

Χάριτι τῇ Θείᾳ τερπνὰς ᾠδάς, ὁ συνθεὶς Ἁγίων, ὑμνογράφε θεοειδές· χαῖρε Ἀθωνῖτα, Γεράσιμε Ὁσίων, νεολαμπῶν φαιδρότης, καὶ σεμνολόγημα.

ύου τοὺς ἱκέτας σου πειρασμῶν, θλίψεων καὶ ἄχθους, ψυχοκτόνου θεοτερπές, ὑμνῳδὲ Ἁγίων, Γεράσιμε τοὺς πίστει, ἀνευφημοῦντας ἄθλους, τοὺς νυχθημέρους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας καταφεύγοντας πιστῶς, ταῖς ἀδιαλείπτοις εὐχαῖς σου, πρὸς τὸν Δεσπότην Χριστόν, ῥύου περιστάσεων, παντοίων θλίψεων,  νοσημάτων συμπτώσεων, παθῶν χαμαιζήλων, καὶ δεινῶν Γεράσιμε, πνευματοφόρητε, Σκήτεως Προμήτορος Ἄννης, τῆς Μικρᾶς θεόφρον οἰκῆτορ, καὶ τοῦ Παρακλήτου ἐνδιαίτημα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου