ΜΑΡΤΙΟΣ ΙΕ.
ΑΡΙΣΤΟΒΟΥΛΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.
Ἀνατραφεὶς μὲν νῦν ἐν τῷ νόμῳ, καὶ καταλείψας τὴν σκιάν, προσῆλθες τῇ ἀληθείᾳ Χριστῷ Ἀριστόβουλε, καὶ ἔλαβες παρ’ Αὐτοῦ, ἀποστολὴν καὶ ἐξῆλθες εἰς τὰ ἔθνη.
Μετὰ τοῦ Πέτρου τοῦ κορυφαίου, τοῦ Ἀποστόλου τοῦ Χριστοῦ, ἔδραμες ἀοίδιμε κηρύττων τοῖς πέρασιν, τὸν Λόγον Πάτερ σοφέ, καὶ εὐαγγέλιον τῆς σωτηρίας.
Νικόδημον καὶ Νίκανδρον πάντας, κατὰ τῆς πλάνης νικητάς, τῇ ὑπομονῇ αὐτῶν φανέντας τοὺς Μάρτυρας, πάντες πνευματικῶς, ἐν ἐγκωμίοις τιμήσωμεν ἀξίως.
Θεοτοκίον.
Ἡ προστασία τῶν θλιβομένων, ἡ σωτηρία καὶ ἐλπίς, τῶν ἀπεγνωσμένων Θεοτόκε πανύμνητε, ἱκέτευε ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.
Ὠδὴ β΄. Πρόσεχε.
Λευΐτην σε, καὶ ἀδελφὸν τοῦ Βαρνάβα, καὶ συναπόστολον, οἱ πιστοὶ ἐγνωκότες, τὴν μνήμην σου ἑορτάζομεν.
Ἐκήρυξας, τὰ μεγαλεῖα Κυρίου, πᾶσιν τοῖς πέρασιν, Ἀριστόβουλε Πάτερ· διό σε μακαρίζομεν.
Νίκανδρον, καὶ Νικόδημον πάντας, ὡς ἐραστὰς τοῦ Χριστοῦ, εὐφημήσωμεν πάντες, νικήσαντας τὸν ἀντίπαλον.
Θεοτοκίον.
Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, τὸν Υἱόν Σου δυσώπει, σωθῆναι τοὺς ἀνυμνοῦντάς Σε.
ᾨδὴ γ΄. Ὁ Εἱρμός
Ὁ τὴν γῆν ἑδράσας, τοῖς ὕδασι Χριστὲ ὁ Θεός, κἀμὲ ἐλέησον, καὶ σῶσον ὡς φιλάνθρωπος.
Ὡς μαθητὴν Αὐτοῦ, καὶ κήρυκα τῆς πίστεως, Ἀριστόβουλε, Χριστὸς ὡσαύτως ἐδόξασεν.
Παῤῥησίαν ἔχων, ὡς Μάρτυς καὶ Ἀπόστολος, ἀπαύστως πρέσβευε, σωθῆναι τοὺς τιμῶντάς σε.
Τοῦ Σταυροῦ τὸ ὅπλον, κατέχοντες οἱ Ἅγιοι, ἐν τούτῳ ἔτρωσαν, τὴν πλάνην τοῦ δολίου ἐχθροῦ.
Θεοτοκίον.
Ἡ σαρκὶ τεκοῦσα, Παρθένε τὸν τῶν ὅλων Θεόν, Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Ἀπόστολοι Χριστοῦ, ἀνεδείχθης τρισμάκαρ, τὰ ἔθνη διὰ σοῦ, φωτισθέντα τῇ πίστει, σοφὲ Ἀριστόβουλε, καὶ Τριάδα γνωρίσαντα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, καὶ εὐσεβῶς ἀνυμνοῦμεν, τὸν σὲ μεγαλύναντα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γλυκασμὸς ἐκ χειλέων σου, νῦν ἀποστάζεις θεόφρον Πάτερ, καὶ ἡδύνει Ἀριστόβουλε, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας εὐφραίνει ἀεί.
Τοὺς προστρέχοντας σήμερον, καὶ εὐφημοῦντάς σου τοὺς ἀγῶνας, Ἀριστόβουλε Πατὴρ ἡμῶν, τῆς νηστείας τὸ λοιπόν, τελέσαις ἀπήμαντον.
Τὰς στρεβλώσεις ὑπέμεινεν, τῶν παρανόμων οἱ Ἀθλοφόροι, καὶ στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὡς Μάρτυρες τίμιοι.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε· χαῖρε λυχνία λαμπαδηφόρε, νοερὸν Θεοῦ θυσιαστήριον, κιβωτὲ λογική, ἁγία ἁγίων σκηνή.
ᾨδὴ ε΄. Ἐκ νυκτὸς ἀγνοίας.
Ἐκ νυκτὸς ἀγνοίας, θεογνωσίας ἡμέραν, ὁ τοῦ Χριστοῦ ἀνέδειξε μαθητής, εἰς τὰ πέρατα πάντα, ἐκλάμψας ὥσπερ θεογνωσίας τὸ φῶς.
Ἐκ νυκτὸς τῆς πλάνης, καὶ σκοτασμοῦ τῶν εἰδώλων, πρὸς φωτισμὸν ἐπανήγαγες ἔθνη, Ἀριστόβουλε Πάτερ, φωτίσας πάντας τῇ ἐπιγνώσει Χριστοῦ.
Μυστικαῖς ἀκτῖσι, τὸν λογισμὸν θεοφρόνως, καταυγαζόμενοι Μάρτυρες Χριστοῦ, τὴν ἀχλὺν τῆς ἀγνοίας, θεογνωσίᾳ διασκεδάσατε.
Θεοτοκίον.
Κιβωτόν Σε καὶ θρόνον, καὶ ἀλατόμητον ὄρος, καὶ ἀδιόδευτον πύλην τοῦ φωτός, Θεοτόκε Παρθένε, ἀνθρώπων γένος δοξολογοῦμεν ἀεί.
ᾨδὴ στ΄. Ὡς τὸν Προφήτην ἐῤῥύσω.
Σὺ τὸν κλύδωνα τῆς πλάνης, διδαχαῖς σου παμμάκαρ κατηύγασας, γαλήνην ἀτάραχον, τὴν πίστιν πεποίηκας, λυτρωσάμενος, ἐκ κήτους ἡμᾶς τοῦ ἐχθροῦ.
Πᾶσα πόλις καὶ χώρα, σὺν ἡμῖν ἑορτάζει τὴν μνήμην σου, τοὺς πόνους προσφέρουσα, Πάτερ Ἀριστόβουλε, καὶ τὰς πράξεις σου, καὶ τὰ κατορθώματα.
Ὡς παῤῥησίαν λαβόντες, πρὸς Χριστὸν Ἀθλοφόροι πανεύφημοι, Αὐτὸν ἱκετεύσατε, κινδύνων λυτρώσασθαι, τὰς ψυχὰς ἡμῶν, τῶν πίστει τιμώντων ὑμᾶς.
Θεοτοκίον.
Ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τὸν κόσμον φωτίσας Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον, τὴν ζωήν μου δέομαι.
ᾨδὴ ζ΄. Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ,
Ὁ φωστῆρα ἐν κόσμῳ ἀναδείξας, καὶ διδάσκαλον μέγαν, τὸν σοφώτατον ἱεράρχην· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Τῶν Ἁγίων Μαρτύρων ἐκτελοῦντες, τὴν πανέορτον μνήμην, ἐν χαρᾷ Σοι Χριστὲ βοῶμεν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὁ παράσχων τοῖς Ἁγίοις οὐρανόθεν, ἰαμάτων τὴν χάριν, τοῦ ἰᾶσθαι τοὺς ἀσθενοῦντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὁ τεχθεὶς ἐκ Παρθένου ἀλοχεύτως, καὶ Παρθένου φυλάξας, τὴν Σὲ τεκοῦσαν μετὰ τὸν τόκον· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἄναρχον Βασιλέα.
Ἡ πάνσεπτος, μνήμη τοῦ Ἀποστόλου, προτρέπεται, τοῖς πιστοῖς ἐκβοῆσαι· ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐξήστραψεν, εἰς τὸν κόσμον ὁ φθόγγος, καὶ ἔλαμψεν, εἰς τὰ πέρατα πάντα, τὰ ἄῤῥητα τὰ σά, Ἀπόστολε Κυρίου, φωτίζοντα ἀνθρώπους.
Οἱ Μάρτυρες, τὸν τῆς πίστεως δρόμον, τελέσαντες, ἐν χαρᾷ ἀνεβόων· ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς ἔντιμον, καὶ ὑπέρτατον θρόνον, ὑπάρχουσαν, τοῦ Θεοῦ τὴν Μητέρα, ὑμνήσωμεν λαοί, τὴν μόνην μετὰ τόκον, μητέρα καὶ παρθένον,
ᾨδὴ θ΄. Μεγαλύνομέν σε.
Μεγαλύνομέν σε, τὸν Ἀπόστολον Χριστοῦ, τὸν κηρύξαντα πᾶσιν, τὸ Εὐαγγέλιον Αὐτοῦ, καὶ εἰς χεῖρας τὸ πνεῦμα παραθέμενον.
Ὁ τοὺς Ἀθλοφόρους, στεφανώσας ὡς Θεός, ταῖς αὐτῶν πρεσβείαις, καὶ ἡμᾶς ἐξάρπασον, διωγμῶν ἁμαρτίας ἐλευθέρωσον.
Τοὺς σεπτῶς τελοῦντας, τὰ μνημόσυνα ὑμῶν, Ἀριστόβουλε Πάτερ, τῷ Σωτῆρι τῶν ὅλων, ἱκετεύων μὴ παύσῃ τοῦ σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Προσκυνοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ αἰτούμεθα, τοῦ πρεσβεύειν ἀπαύστως, τὸν Σωτῆρα τῶν ὅλων τοῦ σωθῆναι ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου