ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ΄
ΘΕΟΣΤΗΡΙΚΤΟΣ ΟΣΙΟΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ᾨδαῖς Θεοστήρικτον ὑμνῶ τὸν μέγαν.
ᾨδὴ α’. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ὡς ἐν ὕψει θείων ἀρετῶν, ἀναβάσεις θέμενος, δι’ ἐμμελοῦς θεοφόρε ἀσκήσεως, Πάτερ Θεοστήρικτε, τὴν χαμαίζηλον ἁμαρτίαν κατέλιπες, καὶ τῆς ἄνω δόξης, ἔτυχες ἐν ᾗ καὶ κατεσκήνωσας.
Διασχίσας θάλασσαν παθῶν, ῥάβδῳ τῷ τῆς πίστεως, ὡς Μωϋσῆς τὸ ἐρυθραῖον πέλαγος, λογισμοὺς κατέκλυσας, ὡς ἐκεῖνος τοὺς Αἰγυπτίους μακάριε, καὶ δι’ ἀπαθείας, ὥδευσας εἰς γῆν ἐπαγγελίας Θεοῦ.
Ἀνυστάκτῳ νοὸς ὀφθαλμῷ, τὸν τοῦ σκότους ἄρχοντα, καὶ τὰς αὐτοῦ δυνάμεις ἐδειγμάτισας, καὶ φῶς ἐχρημάτισας, καὶ ἡμέρας υἱὸς ἀναδέδειξαι, λάμψας ὡς φωσφόρος, Ὅσιε τῇ αἴγλῃ τῶν θαυμάτων σου.
Ἰακὼβ τὸ ἄπλαστον ζηλῶν, καὶ Ἰὼβ τὸ ἄμεμπτον, καὶ Ἰωσὴφ τὴν ἁγνὴν ἁγιότητα, τῆς Τριάδος γέγονας, ἐνδιαίτημα καὶ ναὸς ὤφθης πάναγνος, τύπος μοναζόντων, βίου τε πιστῶν κανὼν μακάριε.
Θεοτοκίον.
Ὁ ἀμήτωρ ἄνω ἐκ Πατρός, ὤφθη καὶ ἀπάτωρ, ἐκ μητρὸς δι’ ἀῤῥήτου κενώσεως, ἣν ὡς θείαν ἄγκυραν, ἐν πειρασμοῖς καὶ λιμένα κεκτήμεθα, καὶ πρὸς Βασιλείαν, εἴσοδον καὶ τεῖχος ἀκατάσειστον.
ᾨδὴ β΄. Ἴδετε ἴδετε.
Σταυρὸν ἐπ’ ὤμων σου, Πάτερ ἀράμενος, τῷ σὲ Χριστῷ καλοῦντι, ἐπηκολούθησας πόθῳ, καὶ ἀπολαύεις τρανῶς, τῶν ἐκεῖ αἰωνίων, πλουσίων θησαυρῶν, ἀλλὰ τῆς ποίμνης σου ἀεί, προστατεύων μὴ παύσῃ, ῥυσθῆναι τῶν ὁρατῶν, καὶ τῶν νοουμένων ἐχθρῶν.
Θεῖον λειμῶνά σε, Πάτερ ἐγνώκαμεν, ταῖς ἀρεταῖς ὡς ἄνθη, εὐωδιάζοντα κόσμον, καὶ προβαλλόμενον, εὐσεβείας ἱδρῶσιν, ἀσκήσεως καρπούς, ἐξ ὧν τρυγῶντες δαψιλῶς, ἐμπιπλάμεθα πάντες, καὶ τῆς ἐν σοὶ ζωηρᾶς, πηγῆς ἀρυόμεθα.
Ἐπὶ τὴν ἄσειστον, πέτραν τῆς πίστεως, τοὺς τῆς ψυχῆς σου πόδας, ἐπιβιβάσας θεόφρον, ὤφθης ἀσάλευτος, καὶ τυράννους διώξας, κατέλαβες σοφέ, καὶ ὑπεσκέλισας αὐτῶν, τὴν τῆς πλάνης μανίαν, τὰς τρίβους δὲ τῆς ὀρθῆς, ὡμαλίσας πίστεως.
Θεοτοκίον.
Τῷ θείῳ τόκῳ Σου, Δέσποινα πάναγνε, τὴν ἐν ἐμοὶ φυεῖσαν, ἐκ παραβάσεως, ξύλου κατάραν ἔλυσας, εὐλογίαν δὲ πᾶσι, πηγάσασα βροτοῖς, ζωῆς ἀπόλαυσιν ἡμῖν, ἐγκαινίζεις Παρθένε, καὶ τὴν ἐκεῖ πρὸς Θεόν, Βασιλείας εἴσοδον.
ᾨδὴ γ΄ Στερέωσον ἡμᾶς.
Ὁ θεῖος ποταμός, ἐν τῇ καρδίᾳ σου, πηγάσας, κατέκλυσε τὰς αἱρέσεις, καὶ τοῖς πόνοις τῆς ἀσκήσεως, τῶν παθῶν τὰς ἐκχύσεις ἀπεξήρανεν.
Σβεστήριον παθῶν, τοὺς ὄμβρους Ὅσιε, ἀπαύστως, κτησάμενος τῶν δακρύων, τὴν λαμπάδα τῆς ἀσκήσεως, τῷ πυρὶ τῆς ἀγάπης κατεφαίδρυνας.
Τῷ γάλακτι τραφείς, σοφὲ τῆς πίστεως, μαζούς τε, θηλάσας τῆς ἐγκρατείας, τοῖς ἱδρῶσι τῶν ἀγώνων σου, εἰς Χριστοῦ ἡλικίαν Πάτερ ἔφθασας.
Θεοτοκίον.
Σὺ ὤφθη γηγενῶν, λιμὴν καὶ ἄγκυρα, καὶ τεῖχος, Παρθένε Θεοκυῆτορ, περισώζουσα δεινῶν συμφορῶν, καὶ παρέχουσα πᾶσιν εἰρηναίαν ζωήν.
ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Ἡ θεόφθογγος γλῶσσά σου, τῶν τοῦ Θεοῦ, λογίων πληρωθεῖσα, τῶν αἱρετιζόντων ἔφραξε στόματα.
Ῥεῖθρον βλύζων θεόληπτε, καθαρτικόν, καρδίας παθημάτων, τῆς ψυχῆς μου ἴασαι τὰ νοσήματα.
Ἰωάννου τὴν ἔρημον, καὶ Ἠλιού, τὸν βίον θεοφόρε, καὶ Δαυΐδ τὸ πρᾶον ἐχαρακτήρισας.
Θεοτοκίον.
Τὴν πρεσβείαν Σου Δέσποινα, ὡς ἀσφαλῆ, κρηπῖδα κεκτημένοι, τῶν ποικίλων θλίψεων ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Κόσμου προσπάθειαν, καὶ κοσμοκράτορα λιπὼν Ὅσιε, τῆς νοητῆς, καὶ ὑπερκοσμίου, ἐδράξω χορείας, καὶ σὺν ἀσωμάτοις, ἀγάλλῃ μακάριε.
Τῇ θείᾳ πίστει τὸν νῦν, ἐστηριγμένος φερωνύμως ἔδειξας, τοὺς τὴν ὀρθήν, ὁδὸν ἀθετοῦντας, μηδαμῶς τὴν σάρκα, Χριστοῦ περιγράφοντας.
Ὅλος ἐξέστης Θεῷ, ταῖς ἀκοιμήτοις προσευχαῖς πάντοτε, ἐγκαρτερῶν· διὸ καὶ τῆς θείας, καὶ τῆς ἀγγελικῆς, διαίτης καὶ δόξης, καὶ στάσεως ἔτυχες.
Θεοτοκίον.
Αἰνοῦσι πᾶσαι βροτῶν, καὶ μεγαλύνουσι τὴν Σὴν πάναγνε, αἱ γενεαί, νηδὺν θεοδόχον, ἐξ ἧς ὁ λυτρωτής, τῶν πεπεδημένων, ταῖς λύπαις γεγέννηται.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Νοητῆς εὐωδίας θυμίαμα, τῇ τῶν ἀρετῶν ποικιλίᾳ συντέθεικας, ὀσμὴ ζωῆς γενόμενος, τοῖς τιμῶσί σε πίστει μακάριε.
Ὑπὲρ πάσης τῆς πάλαι κακώσεως, ἣν διὰ Χριστὸν καρτερήσας ὑπέμεινας, τὴν τῶν νοσούντων εἴληφας, ἐκ Θεοῦ Θεοστήρικτε ἴασιν.
Μοναστῶν ἐγκαλλώπισμα γέγονας, καὶ τῆς ἐγκρατείας κανὼν ἀπαρέγκλιτος, καὶ Ὀρθοδόξων ἥδυσμα, καὶ τῆς ἄνω λαμπρότητος σύσκηνος.
Θεοτοκίον.
Μὴ παρίδῃς ἡμῶν τὰς δεήσεις ἁγνή, τῶν εἰς Σὲ θεμένων πᾶσαν τὴν ἐλπίδα ἀεί· Σὺ γὰρ εἶ καταφύγιον, ἀσφαλὲς καὶ ψυχῶν ἱλαστήριον.
Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Νικήσας παθῶν, τὰ σκιρτήματα σοφὲ δι’ ἐγκρατείας, τὸ τῶν ἐπάθλων στέφος εἴληφας, παρὰ Κυρίου μακάριε, καὶ εἰς τὴν αἰώνιον λῆξιν, στεφανηφόρος εἰσέδραμες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ὢν γεωργός, τοῦ ἀΰλου παραδείσου Θεοστήρικτε, ἐν γῇ πραέων κατεσκήνωσας, καὶ τῷ ἀρότρῳ τῶν λόγων σου, σπείρας τὴν ἐγκράτειαν Πάτερ, ἐν τῇ καρδίᾳ τῆς ποίμνης σου, πολύχουν στάχυν τῆς ζωῆς, ἐκαρποφόρησας.
Τὰ πάθη Χριστοῦ, μιμησάμενος σοφὲ ἀσχέτῳ ἔρωτι, ἀνεπαισχύντως καὶ τὰ στίγματα, ἐν τῇ σαρκί σου ἐβάστασας· ὅθεν Βασιλείας τῆς ἄνω, συγκοινωνὸς ὤφθης ἔνδοξε· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν,
Θεοτοκίον.
Μὴ παύσῃ σεμνή, δυσωποῦσα τὸν ἐκ Σοῦ Θεὸν τεχθέντα, ὑπὲρ τῶν πίστει προστρεχόντων Σοι, καὶ αἰτουμένων τὴν λύτρωσιν, μόνη προστασία τοῦ κόσμου, ἀπεγνωσμένων ἀντίληψις, χειμαζομένων ἐν δεινοῖς, ἀεὶ βοήθεια.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὃν εἶπε φόβον συλλαβών, Ἡσαΐας ἐν γαστρὶ παμμάκαρ ὤφθης, καὶ ὠδίνησας πνεῦμα, τῆς σωτηρίας Θεοῦ, κραυγάζων· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νενοσηκότα με ψυχῇ, ὡς ὑπάρχων ἰατρὸς τῶν παθημάτων, Θεοστήρικτε σπεῦσον, καὶ ἰατήρ μου γενοῦ, ἀπαύστοις, πρὸς Θεὸν ἐντεύξεσιν, ὅπως καταχρέως, τιμῶ σε εἰς αἰῶνος.
Μαρτυρικῆς ἀξιωθείς, ἄνευ μώλωπος τιμῆς θεόφρον Πάτερ, τὸ βραβεῖον ἐδέξω, καὶ ἀμοιβὰς ἐκ Θεοῦ, κραυγάζων· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὸν ἐκ Πατρὸς ἄνευ Μητρός, γεννηθέντα πρὸ αἰώνων θεῖον Λόγον, ἐπ’ ἐσχάτων τεχθέντα, ἄνευ Πατρὸς ἐκ Μητρός, ἀσπόρως, ἐκ Σοῦ ἀειπάρθενε, ἕνα τῆς Τριάδος, ὡς Θεὸν δοξολογοῦμεν.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἐν τῇ γαλήνῃ τῇ ἄνω, τοῦ λιμένος παμμάκαρ, προσορμισθεὶς ἐκ ζάλης νοητῆς, δόξης Θεοῦ ἀπολαύεις τρανῶς, καὶ πρεσβεύεις ἀπαύστως, ὡς παῤῥησίαν ἔχων πρὸς Αὐτόν, τρικυμίας ῥυσθῆναι, τῆς τῶν παθῶν τὴν ποίμνην σου.
Γῆν παροικήσας ὡς ἄλλος, Ἀβραὰμ ἀλλοτρίαν, πρὸς γῆν μεταναστεύεις μυστικήν, καὶ ὡς υἱὸν τὴν καρδίαν σου, Ἰσαὰκ θυσιάσας, φίλος ἐκλήθης ὄντως τοῦ Χριστοῦ, ἀλλὰ πρόστηθι πάντων, παμμάκαρ τῶν τιμώντων σε.
Ἀποταξάμενος πάσῃ, ματαιότητι βίου, Θεῷ προσῳκειώθης ἀληθῶς, δι’ ἐγκρατείας πανόσιε, καὶ ποιμὴν ἀνεδείχθης, καὶ ἀγελάρχης ποίμνης λογικῆς, ἣν πρεσβείαις σου σῷζε, ἐκ πάσης περιστάσεως.
Νῦν ἀπὸ δόξης εἰς δόξαν, μετελθὼν θεομάκαρ, τῆς ἀκηράτου δόξης τῆς ἐκεῖ, ἐναπολαύεις τρανότατα· τὴν γὰρ θείαν λαμπάδα, τῆς εὐποιΐας ἄσβεστον λαβών, εἰς τὴν ἄνω παστάδα, τῆς Βασιλείας ἔφθασας.
Θεοτοκίον.
Νεῦσον καὶ δέχου δεήσεις, ἱκετῶν Παναγία, τῶν ἐκ θερμῆς αἰτούντων Σε ψυχῆς, καὶ τῷ Υἱῷ Σου προσάγαγε· μητρικαῖς γὰρ πρεσβείαις, ταῖς εἰς Αὐτὸν προσέχων εὐμενῶς, ἐπικάμπτεται μόνος, ὑπάρχων εὐδιάλλακτος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου