ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΘ΄
ΜΑΞΙΜΟΣ, ΘΕΟΔΟΤΗ
& ΑΣΚΛΗΠΙΟΔΟΤΗ ΜΑΡΤΥΡΕΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχίς: Σεπτοῖς Ἀθληταῖς, τερπνὸν ἐξάδω μέλος. Ἰωσήφ.
ᾨδὴ α’. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Συνόντες τῷ Χριστῷ, καὶ ταῖς θείαις ἀκτῖσι, πυρσευόμενοι ἀεί, γενναῖοι Ἀθληταί, τοὺς ὑμᾶς μακαρίζοντας, λάμψεσι ταῖς ἀνεσπέροις, καταυγάσατε χάριτι, τῶν δεινῶν τὴν ἀχλὺν ἀπελαύνοντες.
Ἐντύχετε ζωῆς, αἰωνίου καὶ θείας, ἠξιώθητε τρυφῆς, τὰ πρόσκαιρα σαφῶς, βδελυξάμενοι Μάρτυρες, καὶ τῆς εἰδωλομανίας, τὸν κρυμὸν διελύσατε, ταῖς θερμαῖς πρὸς Χριστὸν ἀνανεύσεσιν.
Πατρίδα ἑαυτοῖς, ἐπιγράφοντες πίστει, τὴν Σιὼν τὴν νοητήν, τῆς κάτω καὶ φθαρτῆς, ἠλογήσατε φέροντες, Μάρτυρες σταυρὸν ἐπ’ ὤμων, καὶ τῆς πλάνης τὸ φρύαγμα, συμπατοῦντες ψυχῆς γενναιότητι.
Τῷ πόθῳ τοῦ Χριστοῦ, συνεδήσατε πίστει, τὰς ψυχὰς χαρμονικῶς, καὶ σάρκα προφανῶς, ἐμισήσατε Μάρτυρες· ὅθεν πρὸς βιαιοτάτους, αἰκισμοὺς ἐχωρήσατε, καταπλήττοντες πᾶσαν διάνοιαν.
Θεοτοκίον.
Ὁ Λόγος τοῦ Θεοῦ, ὁ τὸ πᾶν οὐσιώσας, οὐσιώθη ἐκ τῶν Σῶν, αἱμάτων ἀληθῶς, καὶ βροτὸς ἐχρημάτισεν, μείνας ὅπερ προϋπῆρχεν, ἀπαθὴς τῇ Θεότητι, εἰ καὶ πάθη ὑπέστη πανάμωμε.
ᾨδὴ γ΄. Ὅτι στεῖρα ἔτεκεν.
Ἰησοῦ τὴν σάρκωσιν, ὁμολογῶν πρὸ βημάτων, ἀνηλεῶς αἰκίαις, καθυπεβλήθης ἐκβοῶν, μεγαλοφώνως Μάξιμε, μακάριε· Ἅγιος εἶ Κύριε.
Σταλαγμοῖς αἱμάτων σου, πῦρ ἀθεΐας ἐσβέσθη, καὶ ὀχετοὶ κακίας, καὶ τῶν πιστῶν διάνοιαι, ἠρδεύθησαν, Μάξιμε πολύαθλε.
Ἀναιδῶς ὁ τύραννος, τὸ εὐγενὲς τῆς ψυχῆς συ, ἀποσυλῆσαι σπεύδει, τῆς πρὸς Θεὸν ἀληθινῆς, λατρείας Μάρτυς Μάξιμε, ἀλλ’ ὤφλησεν, γελὼν ὁ παμπόνηρος.
Θεοτοκίον.
Θεομῆτορ πάναγνε, τῶν Ἀθλοφόρων τὸ κλέος, ἡ ἀληθὴς καὶ μόνη, καταφυγὴ Χριστιανῶν, τοὺς ἐπὶ Σοὶ ἐλπίζοντας, περίσωζε, πάσης περιστάσεων.
ᾨδὴ δ’. Δι’ ἀγάπησιν οἰκτίρμον.
Λόγοις θείοις τῷ δικάζοντι θαρσαλέως, ἡ Ἀσκληπιοδότη, ἀντετάξατο· ὅθεν, μάστιγας ὑπέμεινεν, Χριστὸν μεγαλύνουσα.
Ἡ πανεύφημος εὐτόνως πτερνιζομένη, τὸν πτερνιστὴν τῆς Εὔας, κατεπάτησεν ὄφιν, καὶ πρὸς τὸν Παράδεισον, εἰσῆλθε χορεύουσα.
Τὸν ἐν ξύλῳ ἐκμιμούμενος τανυθέντα, ἀνηλεῶς τῷ ξύλῳ, προσεδέθης τὰς σάρκας, ὄνυξι ξεόμενος, παμμάκαρ Θεόδοτε.
Ἀπαράτρωτοι ἐδείχθητε ταῖς βασάνοις, καὶ δυσμενεῖς ἀσάρκους, Ἀθλοφόροι γενναῖοι, βέλεσιν ἐτρώσατε, ἀνδρείας ἐν πνεύματι.
Θεοτοκίον.
Ἱερώτατος χορός Σε προκαταγγέλλει, τῶν Προφητῶν Μητέρα, ἐσομένην τοῦ Λόγου· ὅθεν λόγοις ἄχραντε, σεπτοῖς Σε γεραίρομεν.
ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Σῷ σθένει κραταιέ, οἱ σοφοὶ κραταιούμενοι, διέλυσαν τοῦ δολίου, δυσσεβέστατον κράτος, ἀθλοῦντες καρτερώτατα.
Τὰ στίγματα Χριστοῦ, τῇ σαρκὶ περιφέροντες, ἐκ πόλεως ἐπὶ πόλιν, προσταγαῖς τοῦ τυράννου, ἐφέρεσθε μακάριοι.
Ἐνεύρου Ἰησοῦς, τοὺς οἰκείους θεράποντας, τοῖς τραύμασι δεχομένους, ἀνηκέστους βασάνους, καὶ πλάνην τραυματίζοντας.
Θεοτοκίον.
Ῥομφαίᾳ ἡδονῆς, τὴν ψυχὴν τετραυμάτισμαι, ὦ Δέσποινα ἴασαί με, ἰατρὸν καὶ Σωτῆρα, Χριστὸν ἀποκυήσασα.
ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν τὴν ταφήν.
Πρὸς Κύριον, ἐν σταδίῳ θηρσὶ προσπαλαίοντες, ἀνεβόουν, ἐκ καρδίας οἱ ἔνδοξοι Μάρτυρες· τοὺς Σοὺς δούλους Λόγε, κραταιᾷ Σου χειρὶ διαφύλαξον.
Νευρούμενος, θείῳ σθένει ἀοίδιμε Μάξιμε, τῶν θηρίων, τῶν ἀγρίων ὁρμὰς ἐχαλίνωσας, Δανιὴλ ὡς πάλαι, καὶ τῆς τούτων ἐῤῥύσθης κακώσεως.
Ὁ πάνσοφος, προσδεθεὶς ἐπὶ ξύλου Θεόδοτος, αἱμοβόροις, παρεδόθη θηρσὶ μὴ πτοούμενος· τὸν γὰρ ἐπὶ ξύλου, τανυθέντα Χριστὸν ἐπεκέκλητο.
Θεοτοκίον.
Νοσοῦσάν μου, τὴν ψυχὴν ἁμαρτίαις θεράπευσον, Παναγία, Θεοτόκε Παρθένε Θεόνυμφε, ἵνα Σε δοξάζω, τὴν δεδοξασμένην καὶ πανάμωμον.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τριάδα ἀμέριστον καὶ ὁμοούσιον, οἱ τρεῖς καταγγέλλοντες, πολυθεΐας πυράν, τοῖς ὄμβροις ἐσβέσατε, Μάρτυρες τῶν ἀδίκως, ἐκχυθέντων αἱμάτων· ὅθεν τρυφῆς χειμάῤῥουν, ἐκληρώσασθε πᾶσιν, αἰτούμενοι δοθῆναι σοφοί, χάριν καὶ ἔλεος.
ᾨδὴ ζ΄. Νέοι τρεῖς ἐν Βαβυλῶνι.
Ἔχουσα ὃν ἡ παρθένος, δάμαλιν μόσχον σαρκί, ἀσπόρως ἐκύησεν, Ἀσκληπιοδότη Νυμφίον, ἀγρίου ταύρου, ἔφερες τὰς ὁρμὰς γενναιότατα.
Ξένον θαῦμα καθορῶντες, ἄθλησιν τῶν εὐσεβῶν, οἱ δυσσεβεῖς αἴσθησιν, ἔλαβον οὐδόλως· ταῖς πρώην, βασάνοις ὅθεν, πλείονας ἐννοεῖν οὐκ ἐπαύοντο.
Ἄνω πρὸς τὸν στεφοδότην, ἔχοντες τὸν λογισμόν, καλλίνικοι Μάρτυρες, λίθοις τε βαλλόμενοι ἅμα, τῇ καρτερίᾳ, στέφος νικητικὸν ἀνεδήσασθε.
Δῆμος ἄνωθεν Ἀγγέλων, ἐθαύμασε καθορῶν, ὑμῶν τὰ παλαίσματα, καὶ πρὸς τὰ δεινὰ καρτερίαν, καὶ τὸν διδοῦντα, Μάρτυρες τὴν ἰσχὺν Θεὸν ᾔνεσεν.
Θεοτοκίον.
Ὤρθωσας τὴν πεπτωκυῖαν, ἄχραντε φύσιν βροτῶν, Θεὸν σωματώσασα· τοῦτον ὡς Υἱόν Σου δυσώπει, κινδύνων σῶσαι, ἄχραντε τοὺς εἰς Σὲ καταφεύγοντας.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Μετὰ πάσας αἰκίας τοῦ σώματος, μετὰ πόνους μυρίους μακάριοι, ξίφει καθυπεκλίνατε, τοὺς αὐχένας καὶ νίκης, στέφος λαβόντες, νοητὰ πρὸς Βασίλεια ἤχθητε.
Ἐν ἀλσώδεσι τόποις πηγάζουσιν, ἀφθονίαν ὑδάτων ἐδέξασθε, τὸ θεῖον τέλος Μάρτυρες, καὶ τοῖς ῥείθροις τοῦ αἵματος, ἰαμάτων, ποταμοὺς παραδόξως ἐβλύσατε.
Λόγοις θείοις αἰνέσωμεν Μάξιμον, εὐφημοῦντες τὸν θεῖον Θεόδοτον, ὡς ἀληθείας Μάρτυρας, καὶ πιστῶς μελῳδοῦντας· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Οὐρανοῦ νοητοῦ ἄστρα ὤφθητε, ἀστραπαῖς τῶν ἀγώνων τὰ πέρατα, φωταγωγοῦντες Μάρτυρες, καὶ πιστῶς μελῳδοῦντες· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Σαρκωθεὶς ἐκ γαστρός Σου ὁ Κύριος, κυριεύει Παρθένε τῆς κτίσεως, σὲ Κυρίαν δείκνυσιν, ὁρατῶν τε ἁπάντων, καὶ ἀοράτων, ὡς Μητέρα δοξάζων ἀμώμητον.
ᾨδὴ θ΄. Εὔα μὲ τῷ τῆς παρακοῆς.
Ἰχῶρες ὑμῶν μαρτυρικοί, πηγάζουσιν ἰαμάτων, μύρα πάντοτε, κόνις βραχεῖα ἀπελαύνει, δαιμόνων πονηρότατον στράτευμα, καὶ πάθη θεραπεύει ἀνίατα, τῇ συνεργείᾳ θείου Πνεύματος.
Ὡς θύματα τέλεια Χριστῷ, μακάριοι τῷ τυθέντι, προσηνέχθητε, καὶ τῶν Μαρτύρων ταῖς ἀγέλαις, λαμπρῶς συνηριθμήθητε Μάρτυρες, καὶ θείαν Ἐκκλησίαν γηθόμενοι, τῶν πρωτοτόκων ἐφαιδρύνατε.
Συμφώνως πιστοὶ πανευλαβῶς, Θεόδοτον συνελθόντες, εὐφημήσωμεν, Μάξιμόν τε τὸν θεηγόρον, καὶ Ἀσκληπιοδότην τὴν ἔνδοξον, Τριάδος τῆς ἁγίας τοὺς Μάρτυρας, γενναιοφρόνως ἐναθλήσαντας.
Ἡ γῆ μὲν τὰ αἵματα ὑμῶν, ἐδέξατο οὐρανὸς δε, θεῖα πνεύματα, ἔνθα τῷ θρόνῳ τοῦ Δεσπότου, φαιδροὶ νῦν παριστάμενοι Ἅγιοι, αἰτεῖσθε τοὺς ὑμᾶς μακαρίζοντας, πάσης ῥυσθῆναι περιστάσεως.
Θεοτοκίον.
Φθορὰν μὴ γνωρίσασα ἀνδρός, τὸν ἄφθαρτον ἐν νηδύϊ, ὑποδέδεξαι, Λόγον ἡμᾶς καταφθαρέντας, ῥυόμενον πολλοῖς πλημμελήμασιν, τῷ πάθει τῆς ἀφθάρτου σαρκὸς Αὐτοῦ, ἄφθορε μόνη παναμώμητε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου