Τετάρτη 1 Φεβρουαρίου 2023

ΦΕΒΡΟΥΑΡΙΟΣ 27. ΑΓΙΟΣ ΡΑΦΑΗΛ ΜΠΡΟΥΚΛΙΝ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΖ!!

ΡΑΦΑΗΛ ΜΠΡΟΥΚΛΙΝ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Κιθάραν καλλίχορδον λαμπρῶς, ἀρετῶν τιμήσωμεν, καὶ τοῦ χρηστοῦ παναρμόνιον, ἤθους ψαλτήριον, Ῥαφαὴλ τὸν θεῖον, ὄντως ἀρχιποίμενα, ὡς τοῦ Εὐαγγελίου διδάσκαλον, πάντες θεόσοφον, ὑφηγούμενον τοῖς πέρασι, τὴν εἰρήνην, Υἱοῦ τοῦ Παντάνακτος.

 

Βαθμίδας ἀνῆλθες ἀρετῶν, ταπεινῶς καὶ ἔφθασας, εἰς τελειότατα ἔνθεε, Μπρούκλιν Ἐπίσκοπε, Ῥαφαὴλ θεόφρον, ὁ ποιμάνας ἄρνας σου, ἐλλόγους συνεπῶς καὶ πρὸς ἔνδροσον, κῆπον θεώσεως, κατευθύνας, τούτους Ἅγιε, κατευθῦντορ, πιστῶν ἀπλανέστατε.

 

Βλαστὲ τῆς Συρίας εὐθαλές, Ῥαφαὴλ θειότατε, Ἱεραρχῶν ἐγκαλλώπισμα, σέμνωμα πίστεως, διδαχῶν σου φέγγει, καὶ αὐγαῖς ρημάτων σου, λαὸν Ἀμερικῆς κατεφώτισας, ὃν καὶ κατηύθυνας, πρὸς τὴν πίστιν τὴν Ὀρθόδοξον, καὶ πρὸς δόμους, ἀφθίτου τερπνότητος.

 

Μακάρων χορείαις Ῥαφαήλ, πάτερ συνηρίθμησαι, ὡς τῆς εἰρήνης διδάσκαλος, θεοειδέστατος, Ἱεράρχα Μπρούκλιν, ὄντως θεοπρόβλητε,, ὁ ἔχων ἐκ παντοίας ἐθνότητος, ἄρνας ἐν ποίμνῃ σου, τῇ ἐλλόγῳ καὶ πρὸς θέωσιν, κατευθύνων, αὐτὴν σοῖς διδάγμασι.

 

Δόξα. Ἦχος πλ. δ΄.

ς ἴον εὐωδέστατον εὐαγγελικῆς ἀγάπης, κατηύφρανας τὴν ἐν Ἀμερικῇ Χριστοῦ Ἐκκλησίαν, ὀδμαῖς ἀρετῆς καὶ θεοσόφων λόγων σου, Ῥαφαὴλ Ἐπίσκοπε πανιερώτατε· εὐφραινόμενοι οὖν καὶ ἡμεῖς τῇ ἀντιλήψει σου, εὐφημοῦμεν τοὺς ἀόκνους σου ποιμαντικοὺς καμάτους, καὶ τιμῶμεν βαθυσεβάστως τὴν πανέορτον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε Ἀρχιερεῦ, πατέρων κοσμιότης, καὶ ἱεραποστόλων, Ἀμερικῆς σεμνότης, ὦ Ῥαφαὴλ πανθαύμαστε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

μψυχον Ῥαφαήλ, παλάτιον σοφίας, ἐνθέου καὶ εἰρήνης, τῆς τοῦ Ὑψίστου θρόνος, ἐδείχθης χρυσοστόλιστος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

νωθεν Ῥαφαήλ, ἁγίαζε τοὺς πίστει, τιμῶντάς σου τὴν μνήμην, τὴν φωτοφόρον Μπρούκλιν, Ἀρχιερεῦ τρισόλβιε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Πατήρ, σὺν τῷ Υἱῷ τῷ θείῳ, καὶ Πνεύματι Ἁγίῳ, ἡ ἐν μιᾷ οὐσίᾳ, Θεότης τρισυπόστατε.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε καταφυγή, πιστῶν Θεογεννῆτορ, ἐν πάσει περιστάσει, καὶ ἡ παραμυθία,  τῶν ἐν τοῦ βίου θλίψεσι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

φαπλοῦντα εἰρήνην Χριστοῦ τοῖς πέρασιν, Ἱεροφάντορα θεῖον, δυνάμει ἑνοποιῷ, τὸν συνδοῦντα Ὀρθοδόξους μεγαλύνωμεν, ὕμνοις εὐτάκτοις Ῥαφαήλ, νεαυγῆ Ἀμερικῆς, φωστῆρα ἐκ τῆς Συρίας, ἀναφανέντα πρεσβείας, αὐτοῦ ἐνθέρμους ἐξαιτούμενοι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ἱερῶν Μυστηρίων, μύστην τὸν ἔνθεον, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀποστόλων τὰς τρίβους, βαδίσαντα καὶ Μπρούκλιν Ἀμερικῆς, ἐποφθέντα Ἐπίσκοπον, θεοειδῆ εὐφημήσωμεν ἐν ᾠδαῖς, Ῥαφαὴλ τὸν θεοτίμητον.

 

Τοῦ Ῥαφαὴλ Ταξιάρχου, σεπτὸν φερώνυμον, τὸν σπεύδοντα ἐλλόγῳ, τῇ αὐτοῦ βοηθῆσαι, ἀγέλῃ καὶ λυτρῶσαι ἐκ πειρασμῶν, καὶ δεινῶν περιστάσεων, τοὺς προσιόντας ἐν πίστει αὐτῷ σεπτόν, Ἱεράρχην εὐφημήσωμεν.

 

Τὸν εὐθαλέστατον γόνον, Συρίας μέλψωμεν, καὶ σπουδαστὴν τῆς Χάλκης, τὸν σεμνὸν εὐσχημόνως, εἰρήνης Χριστωνύμων καθηγητήν, Ῥαφαὴλ τὸν θειότατον, ὡς Ἱεράρχην τοῦ Μπρούκλιν Ἀμερικῆς, ταπεινὸν καὶ εὐσυμπάθητον.

 

εραπόστολον νέον, ἐγκωμιάσωμεν, Ἀμερικῆς ἐκθύμως, ὡς Χριστοῦ Ἐκκλησίας, Ἁγίας Ὀρθοδόξου Καθολικῆς, Ἀποστόλων τοῖς ἴχνεσιν, ἀκολουθήσαντα δήμοι τῶν εὐσεβῶν, Ῥαφαὴλ σεπτὸν Ἐπίσκοπον.

 

Τὸν Ἱεράρχην τοῦ Μπρούκλιν, λόγοις καὶ πράξεσι, Χριστοῦ τὴν Ἐκκλησίαν, μεγαλύναντα πόθῳ, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, Ῥαφαὴλ τὸν θειότατον, τὸν ἑαυτὸν ἀναλώσαντα ταπεινῶς, εὐσεβείας πρὸς ἐξάπλωσιν.

 

Μνήμην τὴν σὴν φωτοφόρον, καὶ πανσεβάσμιον, ἐπιτελοῦντες πάντες, οἱ πιστοὶ εὐσχημόνως, ὑμνοῦμεν Ἱεράρχην νῦν τὸν σοφόν, Ῥαφαὴλ τὸν πανεύφημον, ὡς φρυκτωρὸν εὐσεβείας καὶ προσφορᾶς, πρὸς τοὺς ἐνδεεῖς καὶ κάμνοντας.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν δηλοῦντα φωνῇ στεντορείᾳ ὅτι τὰ πάντα καὶ ἐν πᾶσι

Χριστός, Ἱεράρχην Ῥαφαὴλ εὐφημήσωμεν, ὡς ἀρχῶν Εὐαγγελίου διδάσκαλον, καὶ ἱεραποστόλων κοσμήτορα, οὕτω λέγοντες· Ὁ μεγαλύνας Θεοῦ τὸ κράτος λόγοις καὶ πράξεσι, καὶ ἰθύνας τὴν λογικήν σου ποίμνην πρὸς νομὰς σωτηρίας, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ Ὀρθοδόξων ὁ δῆμος, καὶ χόρευε ἡ ἐν Ἀμερικῇ Ἐκκλησίᾳ, τιμῶσα σήμερον τὴν πανσεβάσμιον μνήμην, Ῥαφαὴλ τοῦ φωτίσαντος καὶ ἁγιάσαντός σε, καὶ αὐτῷ ἐν εὐλαβείᾳ βόησον· Ὁ κοπιάσας ἐν τῇ τοῦ Εὐαγγελίου διαδόσει, καὶ διδάξας καὶ θεοφιλῶς ποιμάνας, τὸ λογικὸν τοῦ Ὑψίστου ποίμνιον, μὴ παύσῃ κοπιῶν ἐν ταῖς δεήσεσιν, ὑπὲρ ὑγιείας τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ὀρθοδόξως πολιτευσάμενος, καὶ ἀπλανῶς ποιμάνας τὴν λαχοῦσάν σοι ποίμνην, Ῥαφαήλ, ἀξίως θεόθεν δεδόξασαι· ὅθεν χαρᾶς οὐρανῶν ἀπολαύων καὶ δόξης μετέχων θείας, ὡς ἐργάτης φίλεργος τοῦ ἀμπελῶνος Κυρίου, ἀξίωσον και ἡμᾶς μετασχεῖν τοῦ Δείπνου τῆς Βασιλείας, τοὺς ἐν πίστει τιμῶντας τὴν πανσεβάσμιον μνήμην σου.

 

Ἦχος γ΄.

Αἴρων τὸ ζυγὸν τοῦ Κυρίου ἐπωμάδιον, σταυροφόρος τὸν ἱεραποστολικόν σου ἤνυσας ἐπὶ γῆς βίον, ἵνα ἀναστασίμου χαρᾶς ἐν οὐρανοῖς ἀπολαύσῃς, Ῥαφαὴλ Ἱεράρχα θεομακάριστε· αὐτῆς καὶ ἡμᾶς ἀξίωσον ἀπολαῦσαι, τοὺς ψαλμῶν εὐτάκτων ἄνθεσι καταστέφοντας, τὴν λαμπρὰν καὶ πανέορτον μνήμην σου.

 

 

 

 

 

 

 

Ἦχος δ΄.

Ταῖς ἀστραπαῖς Θείου Πνεύματος περιηυγασμένος, ζόφωσιν ἀγνωσίας ἐν Ἀμερικῇ διέλυσας, Ἱεράρχα Ῥαφαὴλ φωτόλαμπρε· σὺ γὰρ ἔχων ἀνημμένην τῆς Ὀρθοδοξίας ἐν καρδίᾳ λαμπάδα, περιήρχου Μπρούκλιν τὴν περιοικίδα, φωτίζων ψυχὰς ἐζοφωμένας, καὶ θερμαίνων τοὺς ἐψυγμένην ἔχοντας ἀγάπην· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες, καὶ τὰς θεοπειθεῖς εὐχάς σου ἐξαιτούμενοι, Χριστὸν τὸν Φωτοδότην δοξάζομεν, τὸν φωτίζοντα ἡμῶν τὰς τρίβους πρὸς βίον κρείττονα.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τὸν παλλομένην καρδίαν Ὀρθοδοξίας τοῖς κτύποις ἔχοντα, καὶ ὡραίους πόδας πρὸς κήρυξιν τοῦ Εὐαγγελίου, Ῥαφαὴλ τιμήσωμεν τὸν ἐνθεώτατον Ἱεράρχην, ἐν εὐλαβείᾳ Αὐτῷ κραυγάζοντες· Ὁ Ἀποστόλων γέρα δρεψάμενος, καὶ Ἱεραρχῶν μισθὸν δεξάμενος, ὡς οὐρανοπολίτης φωτόλαμπρος, μὴ παύσῃ Κυρίου δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὁ τῆς Συρίας βλαστός, τοῦ Μιχαὴλ καὶ Μαριὰμ γόνε τίμιε, κιθάρα ζωῆς ἀμέμπτου, κινύρα τῆς ἀρετῆς, προσευχῆς ἀόκνου, τὸ ψαλτήριον,  καλλίχορδος νήψεως, λύρα καὶ ἀγαθότητος, εὔμολπος ἅρπα, Ῥαφαὴλ ἀξιάγαστε, ὑμνηπόλων σου, ταπεινῶν ᾆσμα εὔτακτον· ὅθεν ἡμεῖς τὴν μνήμην σου, λαμπρῶς ἑορτάζοντες, θεοειδὲς Ἱεράρχα, τὰς σὰς λιτὰς ἐκδεχόμεθα, πρὸς τὸν Ζωοδότην, τὸν δωρούμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, περικλεὲς Ῥαφαήλ, ὁ ἐν τῇ Χάλκῃ καὶ Κιέβῳ τὴν θύραθεν, παιδείαν λαβὼν ἀφθόνως, καὶ τὴν σοφίαν Θεοῦ, δῶρον οὐρανόθεν, πάτερ Ὅσιε, διὰ τοὺς ἀγῶνάς σου, τοὺς σεπτοὺς πρὸς ἐξάπλωσιν, τῆς ἀληθείας, ἀηδὼν ἐξυμνήσεως, τοῦ Παντάνακτος, Λόγου Κτίσαντος εὔλαλε· μέμνησο οὖν ἰσάγγελε, βροτὲ τῶν τιμώντων σε, καὶ ἐκτελούντων σὴν μνήμην, τὴν λαμπροφόρον ἐν ᾄσμασι, σεπτὲ ποιμενάρχα ἐν Ἀμερικῇ τοῦ Μπρούκλιν, ἀξιοθαύμαστε.

 

 

 

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, Ἱεραρχῶν καλλονή, Ἀμερικῆς ὁ τὸν σὸν βίον τὸν ἄμεμπτον, σφραγίσας ποιμαντορίᾳ, σῇ θαυμαστῇ, Ῥαφαήλ, ἱεραποστόλων ἐγκαλλώπισμα,  ὀδμαῖς ὁ τῶν πόνων σου, κατευφράνας ὁμήγυριν, τῶν Ὀρθοδόξων, ἐν ἐσχάτοι τοῖς ἔτεσι, καὶ τοῖς μύροις σου, σῶν ἀμνῶν ὁδηγήσεως, πρὸς τοὺς λειμῶνας χάριτος, ἡδύνας τὰ σύμπαντα, τὰ ἐκτελοῦντα σὴν μνήμην, νῦν τὴν λαμπρὰν καὶ πανέορτον, λαμπραῖς μελῳδίαις καὶ ψαλμοῖς εὐήχοις, πάτερ πνευματοφόρητε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Μυράλειπτρον εὐωδέστατον ποιμαντικῆς ἐπιστήμης, δυσωδίαν λαοῦ ἀγνωσίας διέλυσας, καὶ αὐτοῦ ψυχὰς ἥδυνας λόγοις καὶ διδάγμασι σου, Ἱεράρχα Ῥαφαὴλ θεόσοφε· ποιμάνας οὖν θεαρέστως τοὺς ἐν Ἀμερικῇ ἄρνας σου, καὶ τὸ κράτος μεγαλύνας τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν, ἀπῆλθες Αὐτῷ αἰωνίως συνευφραίνεσθαι, καὶ πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

φαπλοῦντα εἰρήνην Χριστοῦ τοῖς πέρασιν, Ἱεροφάντορα θεῖον, δυνάμει ἑνοποιῷ, τὸν συνδοῦντα Ὀρθοδόξους μεγαλύνωμεν, ὕμνοις εὐτάκτοις Ῥαφαήλ, νεαυγῆ Ἀμερικῆς, φωστῆρα ἐκ τῆς Συρίας, ἀναφανέντα πρεσβείας, αὐτοῦ ἐνθέρμους ἐξαιτούμενοι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Θεόφρον Ῥαφαήλ, Ἱεράρχα τοῦ Μπρούκλιν, ὁ λόγοις σου σοφοῖς, τὴν σὴν ποίμνην ἰθύνας, σαφῶς πρὸς σκηνώματα, οὐρανῶν ἐξ εὐκλείας σου, ὕψους ἔπιδε, ἐπὶ τοὺς σοὶ προσιόντας, καὶ κατάπεμψον, ἡμῖν τὴν θείαν σου χάριν, ἀφθόνως θειότατε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Μερόπων χαρμονῆς, τῆς ἀλήκτου αἰτία, ἡ τέξασα Χριστόν, τῆς ἀγάπης τὸ ῥεῖθρον, σεμνὴ ἀειπάρθενε, Θεοτόκε πανύμνητε, πάντας πότισον, τοῖς ὀχετοῖς σῆς ἀγάπης, καὶ προνοίας σου, καὶ ἀντιλήψεως θείας, τοὺς σὲ μακαρίζοντας.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τοῦ Μπρούκλιν Ἐπίσκοπε, Ἀμερικῆς Ῥαφαήλ, ἐμπράκτως πανόσιε, ὀρθοτομήσας καλῶς, τὸν λόγον τοῦ Κτίσαντος,  ἤγουν τῆς ἀληθείας, δρόμον ἤνυσας βίου, πανευλαβῶς προσκαίρου, καὶ ἀπῆλθες συγχαίρειν Χριστῷ, τῷ εὐϊλάτῳ Θεῷ, καὶ Παντοκράτορι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Πιστοὺς κατευθύνουσα, μὴ διαλείπῃς σαφῶς, ἐκ ζόφου τῶν θλίψεων, εἰς χρυσαυγὴν χαρμονῆς, πανύμνητε Δέσποινα, Μῆτερ Θεοῦ Ὑψίστου, καὶ φθορᾶς ἐκ τοῦ σκότους, πρὸς ἀφθαρσίας ἦμαρ, αἰωνίως συγχαίρειν Χριστῷ, τῷ Φωτοδότῃ ἡμῶν, πόλου ἐν δώμασι.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

ρότρῳ Ἅγιε, ποιμαντορίας σου, ψυχὰς τῆς ποίμνης σου ἀνίκμους Ὅσιε, ἱεροφάντορ Ῥαφαὴλ, ἑπόμενε Ἀποστόλων, θείων ἐγεώργησας, ἀμητὸν πρὸς πολύφορον, καὶ πρὸς ἀφθαρτότητος πλουσιώτατον κάρπωμα· διό σοι εὐχαρίστως βοῶμεν· Χαῖρε Ἱεραρχῶν λαμπρότης.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

κτενῶς δεόμενος τοῦ Κυρίου τῆς δόξης, καὶ ἀδιαλείπτως Αὐτῷ ψάλλων, κατηύθυνας τὰ διαβήματά σου εἰς ψυχῶν εὐαγγελισμόν, Ῥαφαὴλ Ἀμερικῆς ἱεραπόστολε· κηρύξας οὖν καὶ ποιήσας ἀπῆλθες χαρίεις ὑπαντῆσαι τῷ ἐφετῷ τῆς καρδίας σου, τῷ παρέχοντι πᾶσιν ἡμῖν εὐχαῖς σου τὸ πλούσιον ἔλεος.

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Ῥαφαήλ, Ἀμερικῆς ἱεροφάντορος, ὕμνος. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

εόντων ὑπέρτερε, καὶ ὑπερόπτα φθαρτότητος, γηΐνης Ἐπίσκοπε, Ἀμερικῆς Ῥαφαήλ, κόσμῳ ἔλαμψας, ἐν ἔτεσιν ἐσχάτοις, ὡς ἄστρον νεόφωτον, ἤθους χρηστότητος.

μέμπτως ἐβίωσας, καὶ ἀπλανῶς καθωδήγησας, πρὸς πόλου σκηνώματα, λαὸν Θεοῦ Ῥαφαήλ, ὁ Ἐπίσκοπος, ὁ ταπεινὸς καὶ πρᾶος, εἰς τύπον γενόμενος, Λόγου τοῦ Κτίσαντος.

Φωτὶ διδαγμάτων σου, τῶν ψυχοτρόφων κατηύγασας, ψυχῶν τὰ ἐνδότερα, τῶν σῶν ἀμνῶν Ῥαφαήλ, καὶ διέλυσας, τὸν ζόφον ἀγνωσίας, αὐτῶν τῇ οἰκούσῃ σοι, Πνεύματος χάριτι.

Θεοτοκίον.

παύστως ὑμνοῦμέν σε, θεοχαρίτωτε Δέσποινα, τὴν πάντων βοήθεια, καὶ ταχινὴν ἀρωγόν, ἐν στενώσεσι, καὶ θλίψεσι τοῦ βίου, σεμνὴ ἀειπάρθενε, Θεογεννήτρια.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

γίασας ῥείθροις σου ἱδρώτων, τὴν ἤπειρον τῆς Ἀμερικῆς, καὶ Μπρούκλιν ἐγεώργησας, ἀρότρῳ διδαγμάτων σου, τὴν χθόνα πρὸς ἐκβλάστησιν, τῆς ἀρετῆς θείου στάχυος.

Λαμπὰς τῶν ἀρχῶν Εὐαγγελίου, νεόφωτος μάκαρ Ῥαφαήλ, ἐφώτισας ἀκτῖσί σου, τῆς κτίσεως τὰ πέρατα, καὶ ζόφωσιν ἀπήλασας, αὐτῶν αὐγαῖς σου κηρύγματος.

ξίως τιμῶμέν σου τὴν μνήμην, σεπτὲ Ἱεράρχα Ῥαφαήλ, ἐκβλάστημα θειότατον, Συρίας καὶ ἡδύπνευστον, τῆς Ἐκκλησίας λείριον, εὐωδιάζον τὰ σύμπαντα.

Θεοτοκίον.

Μητρόθεε Κεχαριτωμένη, λιταῖς Ἱεράρχου Ῥαφαήλ, εὐλόγει τοὺς ὑμνοῦντάς σε, καὶ ἔργα καθαγίαζε, τῶν προστρεχόντων πάντοτε, τῇ ἀῤῥαγεῖ προστασίᾳ σου.

 

 

 

 

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείου Πνεύματος, τῇ ἐπιπνοίᾳ, κατεκόσμησας, τὴν Ἐκκλησίαν, διδαχῶν σου μαργαρίταις θειότατε, καὶ τοῖς σαπφείροις πανσόφων φθεγμάτων σου, θεοειδὲς Ῥαφαὴλ ἰσαπόστολε· ὅθεν μνήμην σου τιμῶντες τὴν πανσεβάσμιον, εὐχὰς τὰς διαθέρμους σου αἰτούμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παντευλογητε, Μῆτερ Ὑψίστου, τοῦ κενώσαντος δι’ εὐσπλαγχνίαν, ἑαυτὸν καὶ εἰληφότα μερόπειον, σάρκα Χριστοῦ οὐρανόθεν κατάπεμψον, ἡμῖν Αὐτοῦ τὸ ἀμέτρητον ἔλεος, τοῖς ὑμνοῦσί σε ἀπαύστως ὡς εὐσυμπάθητον, μητέρα Ἐκκλησίας τοῦ πληρώματος.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Εὐσεβῶν γονέων γόνε, Ῥαφαὴλ θεοτίμητε, Μιχαὴλ ὀλβίου, καὶ τῆς Μαριὰμ τῆς καλλίπαιδος, ἐκ τῆς Συρίας ὁρμώμενος ὡράϊσας, πολιτείᾳ σου, ἀμέμπτῳ κόσμου τὰ πέρατα.

αφαὴλ πνευματοφόρε, θείαν γνῶσιν προσέλαβες, ἐν Σχολῇ τῆς Χάλκης, καὶ Κιέβου θεῖε Ἐπίσκοπε, ἥνπερ μετέδωκας ποίμνῃ τῇ ἐλλόγῳ σου, σοῖς διδάγμασι, καὶ σῷ σεπτῷ παραδείγματι.

εράρχα θεοφόρε, Μπρούκλιν ποίμνην ἐποίμανας, Ῥαφαὴλ τρισμάκαρ, ἀπλανῶς καὶ ἴθυνας ἄριστα, πρὸς σωτηρίας αὐτὴν λειμῶνας, πάντιμε, ὡς ἀνύστακτος, χειραγωγὸς πάτερ Ὅσιε.

Θεοτοκίον.

Κάθαρόν με Θεοτόκε, ἐκ βορβόρου τῶν ἔργων μου, καὶ διόρθωσόν μου, λογισμοὺς ἀτάκτους σῇ χάριτι, ὑπεραγία Παρθένε, κόσμου σώτειρα, Μῆτερ εὔσπλαγχνε, Λόγου Θεοῦ πανοικτίρμονος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

ξίωσε Κύριος, σὲ Ῥαφαὴλ θειότατε, ἐν Ἀμερικῇ διακονῆσαι, τῇ Ἐκκλησίᾳ, σῇ σεβασμίᾳ Αὐτοῦ, ποιμὴν ὡς καλὸς θεοειδές, καὶ σεμνὸς Ἐπίσκοπος, ἐν ἐσχάτοις τοῖς ἔτεσι.

Συνέσεως ἔκτυπον, καὶ βάθρον ὁσιότητος, Ῥαφαὴλ σεπτὲ ἱερομύστα, τῆς Ἐκκλησίας, ἐν Μπρούκλιν Ἀμερικῆς, ἐστήριξας πάντας εὐσεβεῖς, βακτηρίᾳ λόγων σου, θεοσόφων καὶ πράξεων.

σχὺν τὴν οὐράνιον, λαβὼν δι’ ἐναρέτου σου, βίου τὴν συνέπειαν, τρισμάκαρ, ἴσχυσας πάντας, θεοειδὲς Ῥαφαήλ, ἰθῦναι σαφῶς πρὸς οὐρανούς, ἔνθα τὸ πολίτευμα, ἔσχες ὡς ἀγγελόβιος.

Θεοτοκίον.

Εὐλόγει τοὺς δούλους σου, ἀεί σε μακαρίζοντας, Κεχαριτωμένη Θεοτόκε, εὐλογημένη, Παρθένε ἐν γυναιξί, Κυρία τῆς γῆς καὶ οὐρανοῦ, ἡ ἐπισκιάζουσα, τοὺς πιστῶς προσιόντας σοι.

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

εόντων πάντων ἠλόγισας, καὶ πάντα ἐν τῷ πόλῳ ἐπόθησας, τὰ διαμένοντα, εἰς τοὺς αἰῶνας μακάριε, τοῦ Μπρούκλιν Ἱεράρχα, θεοφορούμενε.

σίως δρόμον διήνυσας, τῆς τῆς ποιμαντορίας, θεσπέσιε ἱεραπόστολε, ὦ Ῥαφαὴλ καὶ ἐπέτυχες, Χριστῷ ἀεὶ συνεῖναι, τῷ σὲ δοξάσαντι.

Φωτὶ πανσόφων ῥημάτων σου, τρισμάκαρ Ῥαφαὴλ κατεφώτισας, φωτοειδέστατε, ἱεραπόστολε ἤπειρον, Ἀμερικῆς ἀρτίως, ἀγνωστικίζουσαν.

Θεοτοκίον.

γνείας ἄσειστον ἔρεισμα, ἁγνοὺς ἡμᾶς συντήρει ἀείποτε, σὲ μακαρίζοντας, Θεογεννῆτορ πανύμνητε, Ναὸν Θεοῦ Ὑψίστου, ὡς καθαρώτατον.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

εροφάντορα τοῦ Μπρούκλιν ὁσιώτατον, Θεοῦ εἰρήνην πᾶσιν εὐαγγελιζόμενον, Ῥαφαὴλ σεπτὸν Ἐπίσκοπον εὐσχημόνως, ἐκ Συρίας τὸν ὁρμώμενον καὶ ἅπαντας, Ὀρθοδόξους κατευφράναντα διδάγμασι, θείοις κράζοντες· Χαίροις, Πίστεως ἔρεισμα.

Ὁ Οἶκος.

γγελοι καθορῶντες, Ῥαφαὴλ ποιμασίας, ἀγῶνάς σου ἐξέστησαν Πάτερ, καὶ ἀγέλη σου ἡ λογική, ἐξεπλάγη βίον σου σεμνὸν βλέπουσα, καὶ τὸν Χριστὸν δοξάζουσα, ἐβόα σοι ἐν κατανύξει·

Χαῖρε, τὸ βλάστημα τῆς Συρίας·

χαῖρε, τὸ σέμνωμα ποιμασίας.

Χαῖρε, Ἀποστόλων τῶν θείων ἑπόμενος·

χαῖρε, τῶν χαρίτων δοχεῖον τοῦ Πνεύματος.

Χαῖρε, ὅτι κατεφώτισας ἤπειρον Ἀμερικῆς·

χαῖρε, ὅτι κόσμῳ ἔλαμψας ὥσπερ σέλας ἀρετῆς.

Χαῖρε, ὁ κατευθύντωρ σῆς ἀγέλης πρὸς πόλον·

χαῖρε, ὁ παρακλήτωρ τῶν δεινῶς τρυχομένων.

Χαῖρε, φωστὴρ τοῦ Μπρούκλιν ὑπέρφωτος·

χαῖρε, κρατὴρ ἀγάπης θειότατος.

Χαῖρε, κιννάμωμον Ὀρθοδοξίας·

χαῖρε, τὸ λείριον τῆς εὐσεβείας·

Χαίροις, Πίστεως ἔρεισμα.

 

Συναξάριον.

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ῥαφαήλ, ἱεραποστόλου Ἀμερικῆς καὶ Ἐπισκόπου Μπρούκλιν χρηματίσαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Νέκταρ ἥδιστον, τῆς Ὀρθοδόξου πίστεως, πιεῖν μετέδωκας, Ἀμερικῆς Ῥαφαήλ, λαῷ ἐνθεώτατε, ὅπερ ἀπέσταζεν, ἐκ χειλέων σου, τῶν πανιέρων Ὅσιε, Μπρούκλιν θεῖε Ἱεράρχα.

Τιμιώτατε, Ἀρχιερεῦ ἡδύοσμε, τερπνὲ τῆς πίστεως, ὀδμαῖς τῆς σῆς ἀρετῆς, καθήδυνας ἄρνας σου, ἐλλόγους Ὅσιε, καὶ κατηύφρανας, Ἀμερικῆς τὸ ποίμνιον, Ῥαφαὴλ Ἱερομύστα.

σιότητος, λαμπόμενος πυρσεύμασι, καὶ ἀμαρύγμασι, παντοειδοῦς ἀρετῆς, ἐφώτισας σύμπαντα, νῦν θείαν μνήμην σου, ἑορτάζοντα, πνευματικοῖς ἐν ᾄσμασι, Ῥαφαὴλ πνευματοφόρε.

Θεοτοκίον.

ῦσαι θλίψεων, καὶ ἀναγκῶν τοὺς δούλους σου, Θεογεννήτρια, ἑτοίμη καταφυγή, σπευδόντων ἑκάστοτε, τῇ ἀντιλήψει σου, προστασίᾳ σου, τῇ ἀκλινεῖ καὶ χάριτι, θείᾳ Μῆτερ Παναγίᾳ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

λβε πολιτείας Ὀρθοδόξου,εἰρήνης Θεοῦ πολύτιμον κειμήλιον, μάργαρον σεμνότητος, ἀρετῆς ἀλάβαστρον, καὶ σάπφειρε χρηστότητος, Χριστοῦ ἐκόσμησας, τὴν θείαν Ῥαφαὴλ Ἐκκλησίαν,νῦν ἐπιτελοῦσαν, σὴν λαμπροφόρον μνήμην.

Στῦλε Ῥαφαὴλ τῆς εὐσεβείας, ἀσάλευτε τὸ σὸν ποίμνιον ἐστήριξας, νουθεσίαις θείαις σου, ἱεροῖς διδάγμασι, καὶ εὐποιΐας πράξεσι, σεπτὲ Ἐπίσκοπε, ὁ κράτος τοῦ Θεοῦ μεγαλύνας, ποιμαντορικῇ σου, θεόφρον ἐπιστήμῃ.

ψωσον ἡμῶν τὰς διανοίας, πρὸς Κύριον τὸν εὐΐλατον Θεάνθρωπον, σῶσαι πάντας θέλοντα, εἰς Αὐτὸν πιστεύοντας,καὶ παῦσον τὰ χαμαίζηλα, σαρκὸς σκιρτήματα, ἡμῶν νῦν Ῥαφαὴλ σὲ τιμώντων, ὥσπερ ποδηγέτην, πιστῶν πρὸς σωτηρίαν.

Θεοτοκίον.

Μέμνησο ἡμῶν μεγαλυνόντων, ἀείποτε Θεοτόκε σὲ πανύμνητε, ὡς πιστῶν διάσωσμα, ὅρμον ἀκλυδώνιστον, θαλαττευόντων ἄχραντε, καὶ ἀκατάβλητον, προπύργιον ἡμῶν προστασίας, ἐκ τυφῶνος ἄχθους, καὶ λυπηρῶν παντοίων.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νίκης Ῥαφαήλ, χρυσόπλοκον στέφανον, ἀφθίτου εἴληφας, ἐκ χειρῶν τοῦ Κτίσαντος, Θεοῦ Ὑψίστου, τοῦ Λόγου ἄμεμπτε, Ἀρχιερεῦ τῆς πίστεως, ἡμῶν θησαύρισμα, ὁ θεόθεν, ἐφορῶν ἱκέτας σου, ἑορτάζοντας πάνσεπτον μνήμην σου.

ρθρε Ῥαφαήλ, σεπτὲ χρυσαύγεστατε, Χριστοῦ τῆς πίστεως, ὁ διώξας ζόφωσιν, τῆς ἀγνωσίας, λαῶν ἀπέλασον, ἡμῶν δεινὴν σκοτόμαιναν, μακαριζόντων σε Ἱεράρχην, ὡς σεπτὸν καὶ πάνσοφον, καὶ τιμώντων ἐκθύμως τὴν μνήμην σου.

Σὲ τὸ νεαυγές, ἐκπύρσευμα πίστεως, καὶ ἀναλώσεως, σεαυτοῦ ποιμνίου σου, ταῖς χρείαις πάτερ, ᾠδαῖς γεραίροντες, πνευματικαῖς προσφεύγομεν, ταῖς ἱκεσίαις σου, πρὸς τὸν ζῶντα, Ῥαφαὴλ Παντάνακτα, καὶ Θεὸν συμπαθῆ καὶ εὔΐλατον.

Θεοτοκίον.

Χαῖρε ἡ πηγή, ἡ βλύζουσα νάματα, χαρᾶς τοῖς δούλοις σου, Θεοτόκε Δέσποινα, παραμυθία, τῶν ἐν ταῖς θλίψεσι· χαῖρε ἡ θεία γέφυρα, πιστοὺς μετάγουσα, ἀφθαρσίας, πρὸς σκηνὰς Παντάνασσα, ἀπλανὴς ὡς τοῦ κόσμου ἰθύντειρα.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

εραρχῶν ὡράϊσμα, Συρίας θεῖον βλάστημα, ὁ Ἀποστόλων βαδίσας, τὰ ἴχνη ἄρτι καὶ θεῖον, κηρύξας Εὐαγγέλιον, Ἀμερικῆς εἰς πέρατα, Χριστὸν ἡμῖν ἱλέωσαι, ὦ Ῥαφαὴλ τοῖς τιμῶσι, σὴν πανσεβάσμιον μνήμην.

Θεοτοκίον.

Πυξίον ταπεινώσεως, ἁγνείας καὶ σεμνότητος, Θεογεννῆτορ Παρθένε, ἁγνοὺς τοὺς δούλους σου τήρει, σὲ πόθῳ μεγαλύνοντας, καὶ σὸν Υἱὸν δοξάζοντας, δι’ ἄκραν ἀγαθότητα, ἐκ σοῦ μορφὴν ἀνθρωπίνην λαβόντα, Μῆτερ ἁγία.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Πάτερ Ῥαφαὴλ πανίερε, Ὀρθοδοξίας πυρσέ, Ἀρχιμύστα πανόσιε, εὐθαλὲς ἐκβλάστημα, τῆς Συρίας καὶ σέμνωμα, τῆς Ἐκκλησίας, περιφανέστατον, Εὐαγγελίου, ἀρχῶν διδάσκαλε, ποιμαντορίᾳ σου, ὁ λαμπρύνας σύστημα Ἀμερικῆς, εὐσεβῶν πυρσεύμασι, σοῦ παραδείγματος.

 

Χαῖρε Ῥαφαὴλ διάκοσμε, τῆς Ἐκκλησίας Χριστοῦ, ὥσπερ σάλπιγξ μεγάφωνος, ὁ σαλπίζων πέρασι,τὴν εἰρήνην τοῦ Κτίσαντος, Θεοῦ τοῦ Λόγου, δι’ ἀγαθότητα, μορφὴν λαβόντος, οἰκέτου πάντιμε, εἰ καὶ τοῦ σύμπαντος, ὅλου κυριεύοντος ὡς ἀληθῶς, Ἱεράρχα τίμιε, σεπτὲ καὶ ἄδολε.

 

Μάκαρ Ῥαφαὴλ ἐν ἔτεσιν, ἐσχάτοις Ἀμερικήν, κατεφώτισας λόγων σου, ἀστραπαῖς σεβάσμιε, Ἱεράρχα καὶ ποίμνην σου, ἴθυνας Μπρούκλιν, πρὸς τελειότητα, ὡς κατευθύντωρ, πιστῶν πρὸς θέωσιν· πάτερ παγκόσμιε, ὅθεν πάντες μνήμην σου τὴν φωταυγῆ, καὶ σεπτὴν ἐν ᾄσμασι πανηγυρίζομεν.

 

 

 

 

Χαίροις Ῥαφαὴλ πανθαύμαστε, Ὀρθοδοξίας πυρσέ, τὴν παιδείαν τὴν θύραθεν, ἐν τῇ Χάλκῃ πρότερον, ὁ λαβὼν παναοίδιμε, καὶ ἐν Κιέβῳ ὕστερον Ὅσιε, καὶ τὴν σοφίαν, τὴν διασῴζουσαν, δι’ ἀποκρύψεως, ἐν ταμείῳ, ἔνθεε, τῆς σῆς ψυχῆς, ἄκρας ταπεινώσεως, εὐχῆς καὶ νήψεως.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε πνευματικῷ τῷ τρόπῳ ὑμνήσωμεν, τὸν Ὅσιον ἐν Ἀρχιερεῦσι καὶ πάνσοφον ἐν Ἱεραποστόλοις, Ῥαφαὴλ τὸν ἐν Ἀμερικῇ ἀρτίως διαπρέψαντα, ἐν ἀγαλλιάσει βοῶντες· Θεοφώτιστε κῆρυξ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, καὶ θεοπρόβλητε ποιμὴν τῆς λογικῆς τοῦ Κυρίου ἀγέλης, ὡς Χριστοῦ νῦν ἀπολαύων ὡραιότητος, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν ἐκθύμως τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ἱερώτατε Ῥαφαήλ, Ἀρχιθῦτα πάνυ, ὁ ἐν Μπρούκλιν Ἀμερικῆς, Ὀρθοδόξους ἄρνας, ποιμάνας θεαρέστως, ἐν τοῖς ἐσχάτοις χρόνοις, πάτερ πανόσιε.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου