Κυριακή 26 Φεβρουαρίου 2023

ΜΑΡΤΥΙΟΣ 11. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΙΟΝΙΟΣ ΚΑΝΩΝ

 

ΜΑΡΤΙΟΣ ΙΑ΄.

ΠΙΟΝΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών. Ποίημα Γερμανοῦ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄.  Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.

Τὸν ἀναδείξαντα ἐν τῷ κόσμῳ, τοῦ πρεσβυτέρου τὴν μνήμην, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, τὸν ὄντως ὄντα Θεόν, τὸν δεδωκότα Αὐτῷ θαυμάτων χάριν.

Ὡς ἱερεὺς σὺ τῶν μυστηρίων, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Ἅγιε Πιόνιε κηρύττων εὐσέβειαν, ἐφώτισας τοὺς λαούς, τῇ ἐπιγνώσει τῶν θείων σου δογμάτων.

Ὡς παριστάμενος σὺν Ἀγγέλοις, τῷ οὐρανίῳ Βασιλεῖ, τοῖς ἐπιτελοῦσί σου τὴν μνήμην ἱκέτευε, δοθῆναι τὸν ἱλασμόν, Μάρτυς Πιόνιε ἱερομάρτυς.

Θεοτοκίον.

Ἡ συλλαβοῦσα τὸν πρὸ αἰώνων, ἄναρχον Λόγον τοῦ Πατρός, καὶ σαρκὶ τεκοῦσα ὑπὲρ λόγον πανύμνητε, ἱκέτευε ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ κινδύνων.

 

ᾨδὴ β΄. Πρόσεχε, οὐρανὲ καὶ λαλήσω.

ᾌσμασι, τοῦ πρεσβυτέρου τὴν μνήμην, πανηγυρίσωμεν· ὡς παῤῥησίαν γὰρ ἔχων, πρεσβεύει εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἐνέβαλες, ἑαυτῷ τὰς ἁλύσεις, μὴ ὅλως θέλων γλυπτοῖς, προσαγάγαι θυσίαν, Πιόνιε παμμακάριστε.

Ἀδάμαντος, ἀναλαβὼν καρτερίαν, Μάρτυς Πιόνιε, τῶν ἐχθρῶν κολακείαις, οὐκ ἧξας οὐδὲ ἐκάμφθης τὸν νοῦν.

Θεοτοκίον.

Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, τὸν Υἱόν Σου δυσώπει, τοῦ σωθῆναι τοὺς ὑμνοῦντάς Σε.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.

Ὡς ἱερεὺς ὑπάρχων καὶ μιμητής, τῶν Χριστοῦ δογμάτων, λαοὺς ἐφώτισας, ταῖς διδαχαῖς σου Ἅγιε, κηρύττων τὴν Τριάδα ὁμότιμον.

Ἀθλητικὴν ἀνδρείαν ἀναλαβών, ὥσπερ ἄλλου πάσχοντος, ἐγκαρτέρησας· διὸ καὶ θῦμα γέγονας, ὁλοκαυτωθεὶς ἐν πυρὶ τῷ Θεῷ

Ὡς παῤῥησίαν ἔχων πρὸς τὸν Θεόν, Ἱερομάρτυς Πάτερ, σοφὲ Πιόνιε, ἱκέτευε τοῦ σωθῆναι, τοὺς ἐπιτελοῦντας τὴν μνήμην σου.

Θεοτοκίον.

Ὁ Βασιλεὺς τῆς δόξης καὶ λυτρωτής, ἐκ βαφῆς αἱμάτων, τῆς Θεομήτορος, τὴν ἑαυτοῦ ἁλουργίδα, βάψας μυστικῶς ἐπορφύρωσεν.

 

ᾨδὴ δ΄. Μυστικῶς ὁ Προφήτης προορῶν.

Τὸν Ἀθλοφόρον πάντες τοῦ Χριστοῦ, ἐν ᾠδαῖς εὐφημήσωμεν λέγοντες· ἐκτενῶς δυσώπησον, ῥυσθῆναι τῶν κινδύνων τὰς ψυχὰς ἡμῶν.

Τὴν ἱεράν σου μνήμην οἱ πιστοί, ἀξιοχρέως τιμῶμεν Πιόνιε, Ἀθλοφόρε πάνσοφε, ἐπαίνοις καὶ ψαλμοῖς ἑορτάζοντες.

Ὡς παῤῥησίαν ἔχων πρὸς Θεόν, ἱκετεύων μὴ παύσῃ Πιόνιε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς ἐπιτελοῦντας τὴν μνήμην σου.

Θεοτοκίον.

Χαῖρε Παρθένε πύλη μυστική, δι’ ἧς ἄσαρκος Λόγος Θεὸς εἰσελθών, σεσαρκωμένος ἐξῆλθεν, ἄφθορον φυλάξας τὴν μήτραν Σου.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Ἀθλητικῶς τὸν δρόμον, τῆς εὐσεβείας τελέσαντα ἔνδοξε, πίστει νῦν εἰσελθόντες, πάντες εὐφημοῦμέν σε Μάρτυς Χριστοῦ.

Τῆς δυσσεβοῦς μανίας, τοὺς ἐν τῇ Σμύρνῃ ῥυσάμενος Ὅσιε, δόγμασιν εὐσεβείας, τὸ φῶς τὸ τῆς Τριάδος ἐκήρυξας.

Προεκπυρώσας Μάρτυς, τῆς θεολέκτου καρδίας τὴν κάμινον, ἔδειξας θερμοτέραν, τῆς τῶν διωκτῶν ἀναφθείσης πυρᾶς.

Θεοτοκίον.

Τῶν Χερουβὶμ φανεῖσα, τιμιωτέρα Παρθένε πανύμνητε, πρέσβευε τῷ Υἱῷ Σου, σῶσαι τὰς ψυχὰς τῶν ὑμνούντων Σε.

 

ᾨδὴ στ΄. Ὡς τὸν Προφήτην ἐῤῥύσω.

Ἀθλητικῶς διανύσας, δρόμον ὁ Ἱεράρχης καὶ Μάρτυς Χριστοῦ, διπλοῦν ἀνεπλέξατο, τῆς νίκης τὸν στέφανον, ὡς ἀεὶ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τὰς ἀπειλὰς καὶ στρεβλώσεις, τῶν ἀθέων τυράννων ὑπέμεινας, καὶ τέλος τὸ σῶμά σου, πυρὶ παραδέδωκας, καὶ ἐλογίσθης Μάρτυς, ὁλοκαύτωμα τῷ Θεῷ.

Τῆς Ἐκκλησίας τὴν δόξαν, κατεκόσμησας Μάρτυς Πιόνιε, τοῖς θείοις σου δόγμασι· λαοὺς κατεφώτισας, ἐν σταδίῳ σαφῶς, ἐρευνῶν τὰς θείας Γραφάς.

Θεοτοκίον.

Ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τὸν κόσμον φωτίσας Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον, τὴν ζωήν μου δέομαι.

 

 

 

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ.

Ὡς ἀριστεύς, τῆς ἄνω Βασιλείας, καὶ μιμητής, τοῦ πάθους τοῦ Σωτῆρος, διπλοῖς στεφάνοις κατεκοσμήθης, σεβάσμιε Ἀθλητά, Μάρτυς Πιόνιε.

Ἀθλητικῶς, τὸν δρόμον ἐκτελέσας, Μάρτυς Χριστοῦ, Πιόνιε θεράπον, Αὐτὸν δυσώπει ἀδιαλείπτως, σωθῆναι πάντας ἡμᾶς, τοὺς ὑμνοῦντάς σε.

Μάρτυς Χριστοῦ, Πιόνιε δυσώπει, ὑπὲρ ἡμῶν, ἀπαύστως τὸν Σωτῆρα, ἵνα ῥυσθῶμεν πάντες κινδύνων, οἱ τὴν μνήμην σου πιστῶς, πανηγυρίζοντες.

Θεοτοκίον.

Ὁ ἐν γαστρί, τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ, τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεός, τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.

Ὁ τὴν πλάνην, διώξας ἐκ τῆς Σμύρνης, πρὸς τὴν πόλιν, ὡδήγησας τὴν ἄνω, καὶ ἐφ’ ὕδωρ τὸ τῆς ἀναπαύσεως, πάντα τὸν λαόν σου, Μάρτυς Ἀθλοφόρε, εὐχαῖς σου διαθρέψας.

Σὺ τὴν γνῶσιν, τῇ πράξει κεκτημένος, τῆς ἀπάτης, τὴν πλάνην ἀπεκρούσω, καὶ τῶν παθῶν τὴν ζάλην ἐκφευξάμενος, εὗρες κατοικίαν, τὴν τῆς ἀπαθείας, Σιὼν τὴν ἄνω  πόλιν.

Ἀθλοφόρε, Χριστὸν τοῦ ἱκετεύειν, μὴ διαλίπῃς, ὑπὲρ τῶν ἐκτελούντων, τὴν παναγίαν μνήμην σου λυτρώσασθαι, βλάβης ἐναντίας, καὶ τῆς Βασιλείας, ἡμᾶς ἀξιωθῆναι.

Θεοτοκίον.

Τὸν ἐν μήτρᾳ, οἰκήσαντα Παρθένου, καὶ ἐκ ταύτης, φρικτῶς καὶ ὑπὲρ λόγον, τὸν παλαιὸν Ἀδὰμ ἀνακαινίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Ὁ δι’ ἀπαθείας καὶ πίστεως καὶ ἐλπίδος, καὶ ἀγάπης λόγῳ ἡμᾶς, ζωὴν τὴν αἰωνίαν, ἐκδίδαξας Ἱερομάρτυς Κυρίου, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀξιοπρεπῶς σε ὑμνεῖ ἡ σύμπασα κτίσις, ὡς προστάτην ὄντα θερμόν, τῶν πιστῶς προσιόντων, τῇ εἰκόνι καὶ τῶν λειψάνων τῇ θήκῃ, καὶ τῇ ἐπικλήσει σου Πιόνιε.

Τὸν θεοσεβῆ σου βίον Μάρτυς τοῦ Κυρίου, ἡ Σμυρνέων πόλις πᾶσα, χρυσῆν ὡς στήλην κατέχει· ἀλλὰ πρέσβευε ὑπὲρ τῶν ἐκτελούντων, τὴν ἁγίαν μνήμην σου Πιόνιε.

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων· Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν, τῶν ἐχθρῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου