ΜΑΡΤΙΟΣ Ε΄.
ΚΟΝΩΝ ΜΑΡΤΥΣ ΙΣΑΥΡΟΣ
ΚΑΝΟΝΕΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ Κόνωνα Μάρτυρα στεφηφόρον. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Ὑμνολογίαις σε θείαις τὸν τοῦ Χριστοῦ, εὐφημῆσαι Μάρτυρα, καὶ στεῤῥὸν ἀγωνιστήν, τὴν ἐμὴν διάνοιαν φωτί, τῷ ἐν σοὶ περιφανῶς Μάρτυς καταύγασον.
Μεμυημένος τὰ θεῖα ἀγγελικαῖς, μάκαρ εἰσηγήσεσιν, ὥσπερ ἄγγελος ἐν γῇ, ἀληθῶς διέπρεψας σαρκός, τὰς ὀρέξεις χαλινῶν καὶ καλλυνόμενος.
Νόμους τοὺς θείους τηρήσας ἑλληνικήν, ἀνομίαν Ὅσιε, ἐβδελύξω προφανῶς, καὶ πολλοὺς προσήγαγες Θεῷ, διδαχαῖς καὶ ἱεροῖς πιστώσας θαύμασιν.
Θεοτοκίον.
Ὡραιωθεῖσα τῷ κάλλει τῶν ἀρετῶν, τὸν ὡραῖον τέτοκας, ὑπὲρ πάντας τοὺς βροτούς, ταῖς Αὐτοῦ πανάμωμε ἡμᾶς, ὡραιότησι σοφῶς καθωραΐζοντα.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς Σύ.
Κοσμήσας θείαις ἀρεταῖς, Ὅσιε τὴν ψυχήν σου, οἰκητήριον ταύτην, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ Πνεύματος ἀληθῶς, τοῦ Ἁγίου, Μάρτυς ἀπετέλεσας.
Οἱ πάλαι πλάνης τῷ βυθῷ, πεπτωκότες ἀθλίως, εἰς περίβλεπτον ὕψος, ὑψηλαῖς σου διδαχαῖς, ἀνάγονται τηλαυγῶς, Μάρτυς Κόνων, ἀνυμνολογοῦντές σε.
Ναὸς γενόμενος Θεοῦ, ἐπικλύσεσι θείαις, καταῤῥάσεις παμμάκαρ, ἐπιστὰς ἐν τῷ ναῷ, τὸ ξόανον ὁδηγῶν, πλανωμένους, θείαν πρὸς ἐπίγνωσιν.
Θεοτοκίον.
Ὁ μόνος ἅγιος ἐκ Σοῦ, τίκτεται Παναγία, ὑπὲρ νοῦν τε καὶ λόγον, ἁγιάζων τοὺς βροτούς, ταῖς ἐναγέσιν ἐχθροῦ, συμβουλίαις, πάθεσι δουλεύοντας.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ Χριστοῦ πανοπλίᾳ θωρακισθείς, τῶν δαιμόνων ἐδείχθης ὀλοθρευτής, καὶ γέγονας ἔρεισμα, τῶν πιστῶν ἀκαθαίρετον· ἀνεπίβατον ἔχων, τὸν πύργον τῆς πίστεως, πρὸς τὸ ὕψος αἴρεις, ἡμᾶς τῶν θαυμάτων σου· ὅθεν καὶ τῆς νίκης, ἐκ Θεοῦ τοὺς στεφάνους, ἀξίως ἀπείληφας, Μάρτυς Κόνων πολύαθλε· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ναοὺς ἠδάφισας, ἀθέων Ἅγιε, καὶ θεοὺς ἀπωλείᾳ, διηνεκεῖ, Μάρτυς παραδέδωκας, θαυματουργῶν καὶ ἐκτελῶν, ἀξιάγαστε τεράστια.
Ἁγίων Ὅσιε, πορευομένῳ σοι, τὸ δαιμόνιον φῦλον, ὁ τοῦ Θεοῦ, Λόγος καθυπέταξε, καὶ σὲ θαυμάτων ταῖς πολλαῖς, ἐπιδείξεσιν ἐδόξασεν.
Μεγάλως στέργων σε, ὁ ὑπεράγαθος, Μιχαήλ σοι τὸν μέγαν, παιδαγωγόν, δίδωσι μυοῦντά σε, μέγιστε Κόνων ἐμφανῶς, τὰ παμμέγιστα μυστήρια.
Θεοτοκίον.
Ἁγία Δέσποινα, ἡ τὸν πανάγιον, σωματώσασα Λόγον, ἁγιασμόν, τῇ ψυχῇ μου δώρησαι, χειραγωγοῦσά μου τὸν νοῦν, ἀνοδίαις κρημνιζόμενον.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Ῥοαῖς αἱμάτων σου ἱερῶν, χλαῖναν σεαυτῷ μαρτυρικήν, περιφανῶς φοινιξάμενος, Μάρτυς γενναιόφρον οἰκεῖς γηθόμενος, τὰς ἄνω κατοικίας, καὶ τὰς λαμπρότητας.
Τείνας σε μάκαρ ὁ δυσμενής, ὅλον τεταμένον πρὸς Θεόν, τὸν νοῦν ἀοίδιμε ἔχοντα, μάστιξι συγκόπτει ἐπιβοώμενον, τὸ ὄνομα τὸ μέγα, τοῦ Παντοκράτορος.
Ὑπὸ τῆς χάριτος νεκρωθείς, ἔφερες νιφάδες ἀλγεινῶν, μαρτυρικῶς κλεϊζόμενος, καὶ τὴν ἀθεΐαν Κόνων τροπούμενος, καὶ τῆς ἀθανασίας, καταξιούμενος.
Θεοτοκίον.
Ῥυσθέντες πάσης προγονικῆς, ἄχραντε κατάρας διὰ Σοῦ, τῆς εὐλογίας ἐτύχομεν· ὅθεν εὐλογοῦμεν καὶ μεγαλύνομεν, καὶ πόθῳ Σε τιμῶμεν, καὶ μακαρίζομεν.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἀστράψας ὡς ἥλιος, φεγγοβόλοις ἀρεταῖς, καὶ παραδόξοις θαύμασιν, ὑπομονῇ τε ἄθλων πανευκλεῶν, φωτίζεις τὰ πέρατα, μεγαλώνυμε Μάρτυς εὐφημοῦντά σε.
Στιγμάτων ἐν κάλλεσιν, ὡραιότατος δειχθείς, θαυματουργεῖς ἐξαίσια, καὶ πρὸ θανῆς καὶ πάλιν σαρκὸς ἐκστάς, διώκων νοσήματα, καὶ σοβῶν τὰ τῆς πλάνης μάκαρ πνεύματα.
Τὰ πάθη ἰάτρευσον, τῶν ψυχῶν ἡμῶν σοφέ, καὶ τῆς σαρκὸς ἀπέλασον, τὰς ἀσθενείας ἄριστος ἰατρός, ἡμῖν τοῖς τιμῶσί σε, ἐκ Θεοῦ δεδομένος Κόνων ἔνδοξε.
Θεοτοκίον.
Ἐπέβλεψε Κύριος, ἐπὶ Σὲ καὶ διὰ Σοῦ, ἐπισκοπὴν εἰργάσατο, τοῖς ἀπωσμένοις ἄχραντε ἐξ Αὐτοῦ· διό Σε ὡς ἔφησας, γενεαὶ σωζομένων μακαρίζομεν.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Φῶς σοι ἄδυτον ἀνέτειλε μισήσαντι, παθῶν τὸ σκότος Ὅσιε, εὐφροσύνην τε, διεδέξατό σε τὸν καλόν, ἀγῶνα τελέσαντα σπουδῇ· διὸ μνημόνευε ἡμῶν, παρεστηκὼς τῷ Χριστῷ.
Ἡ καρδία σου πραεῖα καὶ τὸ φρόνημα, μέτριον ὤφθης Ὅσιε, δι’ οὗ ὤλεσας, τὰς ἐπάρσεις πάσας τοῦ ἐχθροῦ, ὑψούμενος θείαις ἀρεταῖς, καὶ θαυμασίοις φοβεροῖς, Κόνων Μαρτύρων κρηπίς.
Φοβερὸς πᾶσι τοῖς δαίμοσι γεγένησαι, τούτοις ἐγκελευόμενος, καθυπείκειν σου, ἱεραῖς θεόφρον προσταγαῖς, Θεοῦ σε δοξάζοντος αὐτόν, ἔργοις καλοῖς ἐπὶ τῆς γῆς, Κόνων δοξάσαντα.
Θεοτοκίον.
Ὁ βουλήματι τὰ πάντα ἐργαζόμενος, Σοῦ βουληθεὶς κατώκησε, τὴν πανάμωμον, Θεοτόκε μήτραν ἀληθῶς, ὁ μόνος Ἁγίων ἐν βουλαῖς, ἐνδοξαζόμενος Θεός, ὡς μέγας καὶ φοβερός.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας.
Ῥωμαλέως ἀντέστης τῷ ματαιόφρονι, οἰομένῳ σε πείθειν σέβας ἀλλόκοτον, νέμειν Ἀθλητά, τοῖς ἐκείνου βδελύγμασιν· ὅθεν ὡς νομίμως ἀθλήσας ἐδοξάσθης.
Οἱ δαιμόνων πληγέντες ταῖς ἐπιθέσεσι, προσφοιτήσεσι θείαις, σοῦ θεραπεύονται, καὶ τῶν λυπηρῶν ἀπολύτρωσιν δέχονται, ἀνυμνολογοῦντες τὴν χάριν σου θεόφρον.
Νοσημάτων παντοίων ῥῶσιν ἀντλήσατε, τῇ σορῷ τοῦ Ὁσίου πίστει πελάζοντες· βρύει γὰρ σαφῶς, τῇ τοῦ Πνεύματος χάριτι, καὶ τὰς ἀναβλύσεις τὰς τῶν παθῶν ξηραίνει.
Θεοτοκίον.
Ἱκεσίαν τῷ Κτίστῃ Θεῷ προσάγαγε, τὰς ψυχὰς ἡμῶν σῶσαι θεοχαρίτωτε, καὶ τῆς τῶν παθῶν, συνοχῆς ἡμᾶς ῥύσασθαι, καὶ τῆς τῶν κακούργων ἀνθρώπων ἐπηρείας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ὡς ναῦς ὡράθης καθυποπλέουσα, τὸ κοσμικόν, ἀβρόχως θεοφόρε κλυδώνιον, τῶν καλῶν τὰ ἀγώγιμα σώζουσα, πρὸς τοὺς τερπνοὺς λιμένα, τῆς ἀναπαύσεως, καὶ τῆς Βασιλείας τοῦ Θεοῦ, καὶ τῆς λαμπρότητος.
Σταυρὸν ὡς θώρακα ἐνδυσάμενος, τὰς τοῦ ἐχθροῦ, παμμάκαρ ἀπεγύμνωσας φάλαγγας, καὶ ποσί σου ὡραίοις ἐδούλωσας, δοῦλός τε τοῦ Δεσπότου, γνήσιος γέγονας, τοὺς δεδουλωμένους τῷ ἐχθρῷ, ἀπολυτρούμενος.
Ἡμῶν τῶν πόθῳ ἀνευφημούντων σε, μνείαν ποιοῦ, Χριστῷ στεφηφορῶν παριστάμενος, σὺν ταῖς ἄνω ἀπείροις δυνάμεσιν, ὅπως ταῖς προσευχαῖς σου, εὕρωμεν ἔλεος, καὶ τῶν δυσχερῶν ἀπαλλαγήν, Κόνων πανεύφημε.
Θεοτοκίον.
Φωτὶ τῷ Σῷ με Παρθένε φώτισον, τὸν τῇ νυκτί, ἀεὶ τῆς ῥαθυμίας κυκλούμενον, καὶ πρὸς γῆν νενευκότα καὶ πράττοντα, ἅπασαν ἁμαρτίαν, γνώμης στρεβλότητι, ὅπως Σὲ σωζόμενος ὑμνῶ, τὴν πολυΰμνητον.
***
Ἕτερος (β΄) Κανών
ᾨδὴ α΄. Ἦχος γ΄. Τῷ ῥυσαμένῳ τὸν Ἰσραὴλ ἐκ δουλείας.
Οἱ τὴν ἐτήσιον ἐπιτελοῦντές σου μνήμην, Ἀθλοφόρε ἔνδοξε μεγαλομάρτυς, ταῖς εὐχαῖς σου ἀξιωθείημεν τυχεῖν, τῆς μετὰ σοῦ παραστάσεως καὶ δόξης.
Πρὸς τὴν σωτήριον καὶ ἀκηλίδωτον πίστιν, ἐπιστρέψαι ἔνδοξε ἐπιποθήσας, τὸν ἀρχάγγελον τοῦ Χριστοῦ παιδευτήν, καὶ βαπτιστήν σου ἐνθέως ἐκληρώσω.
Τοὺς κατὰ σάρκα σου γονεῖς Ἀθλοφόρε, ἀναγεννήσας χάριτι καὶ ἀληθείᾳ, πατὴρ αὐτῶν ἀληθῶς πνευματικός, καὶ παιδευτὴς πρὸς τὴν πίστιν ἀνεδείχθης.
Θεοτοκίον.
Τὴν Μητέρα Σου Χριστὲ Θεοτόκον, οἱ πιστοὶ δοξάζομεν ἀκαταπαύστως, ὡς πρεσβεύουσαν ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.
ᾨδὴ γ΄. Ἐστερεώθη.
Οὐκ ἀπ’ ἀνθρώπων, Μάρτυς τὴν κλῆσιν ἔχων, ἀλλ’ ἐκ Θεοῦ Σωτῆρος δι’ ἀρχαγγέλου, ἀγγελικῶς καὶ διέλαμψας, Κόνων ἔνδοξε.
Τῆς τῶν Ἰσαύρων, χώρας φωστὴρ ὑπάρχων, τῇ ὑφηλίῳ πάσῃ ὥσπερ ἀκτῖνας, τῶν ἰαμάτων χαρίσματα, ἀναλάμπεις ἀεί.
Καὶ τῆς ἀνδρείας, ὅπλοις καθωπλισμένος, καὶ σωφροσύνης πλούτῳ κεκοσμημένος, δικαιοσύνῃ συνέζησας, φρόνησιν ἔχων Χριστοῦ.
Θεοτοκίον.
Ἐν τῇ στεῤῥᾷ, τῆς πίστεως Μάρτυς πέτρᾳ, ἀκλονήτως ἔστης ἐν προσευχαῖς Σου, καὶ πύργος ἄσειστος ἔμεινας, ταῖς προσβολαῖς τοῦ ἐχθροῦ.
ᾨδὴ δ΄. Εἰσακήκοα.
Σὲ τὸ καύχημα, τῆς τῶν Ἰσαύρων χώρας τιμῶμεν, ὡς τιμήσαντα τὴν πάνσεμνον, καὶ σωτήριον πίστιν.
Λιπαινόμενος, τῇ δαψιλείᾳ τῆς ἐγκρατείας, κατελέπτυνας τὴν ἄθεον, τῶν εἰδώλων ἀπάτην.
Ἀγαλλίασις, προφητικῶς καὶ ἐν τῇ νηστείᾳ, ἐπεσκίασε τῇ σῇ κεφαλῇ, Κόνων Μάρτυς Κυρίου.
Θεοτοκίον.
Μήτηρ ἄχραντε, εὐλογημένη ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς Σε περίσῳζε, ἀπὸ πάσης ἀνάγκης.
ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν.
Ἐκ στελέχους ἔνδοξε, τῆς ἀσεβείας ἐκφύς, μετεκεντρίσθης σοφῶς, εἰς καλλιέλαιον· ὅθεν ἀναβρύνεις, καὶ πιαίνεις ἐν ἐλαίῳ, τὸν λαὸν τοῦ Χριστοῦ.
Τὰς τῶν δαιμόνων φάλαγγας, Ἀθλοφόρε Χριστοῦ, τῇ θεϊκῇ δυναστείᾳ, τροπωσάμενος, τῆς τούτων πονηρίας, ἠλευθέρωσας ἀνθρώπους, καὶ τῆς βλάβης αὐτῶν.
Τοὺς τῆς καρδίας πόδας σου, ὑποδησάμενος, ἑτοιμασίᾳ τῆς πίστεως, εὐαγγελίου Θεοῦ, τὴν τοῦ διαβόλου, πολυκέφαλον μανίαν, κατεπάτησας.
Θεοτοκίον.
Τὴν εἰς Δαυΐδ βλαστήσασαν, ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ, συλλαβοῦσαν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν παρθένον, μετὰ τόκον ἁγνήν.
ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.
Ἐν τῷ πελάγει Ἀθλοφόρε, τῆς τῶν εἰδώλων τρικυμίας, χειμαζομένους καθορῶν, τοὺς λαοὺς τοὺς ἐνεγκόντας σε, ὡδήγησας πρὸς ὅρμον, σῶσον βοῶν, ὁ σῶσας ἐκ τοῦ θηρὸς τὸν Προφήτην.
Ἐν τῷ λειμῶνι τῶν Μαρτύρων, γεωργίᾳ τῇ τοῦ Πνεύματος, ἐμφυτευθεὶς καὶ ῥιζωθείς, τοὺς καρποὺς τῶν ἰαμάτων σου, προβάλλεις καὶ κραυγάζεις· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.
Τοῦ μαρτυρίου σου τὸν δρόμον, τελειώσας Κόνων ἔνδοξε, καὶ τὸ βραβεῖον εὐσεβῶς, κομισάμενος κατὰ τοῦ πονηροῦ, ἐβόας παῤῥησίᾳ· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.
Θεοτοκίον.
Χαῖρε πύλη ἀδιόδευτε· χαῖρε βάτε ἀκατάφλεκτε· χαῖρε λυχνία φωτεινή· χαῖρε ὄρος ἀλατόμητον· χαῖρε Θεοτόκε, ἐλπὶς ἀῤῥαγής, καὶ τεῖχος τῶν ἐπὶ Σὲ πεποιθότων.
ᾨδὴ ζ΄. Τὴν ἐν καμίνῳ φλόγα.
Ὡς γεωργὸς τῆς ἐνθέου, ὑπάρχων ἀληθείας, καὶ Ἀθλοφόρος εἰδώλων, ἐξέτεμες μανίαν.
Τῇ παναγίᾳ Τριάδι, λατρεύων ἀενάως, ὑπὲρ τῆς ποίμνης δυσώπει, τῆς πόθῳ σε τιμώσης.
Τοὺς τὴν ἐτήσιον μνήμην, τελοῦντας ἑορτῆς σου, τῷ σῷ Θεῷ καὶ Δεσπότῃ, παράθου ταῖς εὐχαῖς σου.
Θεοτοκίον.
Τὴν μετὰ τόκον παρθένον, ἀῤῥήτως φυλαχθεῖσαν, ὡς τοῦ Κυρίου Μητέρα, ὑμνήσωμεν ἀπαύστως.
ᾨδὴ η΄. Τὸν ἐν φλογί.
Τὸν τοῦ Χριστοῦ, ἀριστέα τιμῶμεν, καὶ Ἀθλοφόρον, ὡς καθαιρέτην τῆς πλάνης, τὸν ἔνδοξον Κόνωνα, σὺν Ἀγγέλοις ὑμνοῦντες, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς δι’ ἀγγέλου, τὴν ἀμώμητον πίστιν, μεμυημένος, τοὺς ἀθέους φωτίσας, κραυγάζειν ἐδίδαξεν· ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἐν τῷ καιρῷ, τῶν βασάνων ὁ Μάρτυς, ἀνακηρύττων, τὴν Ἁγίαν Τριάδα, εὐσεβῶς ἐδίδαξεν· ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Χαῖρε σεμνή, δυσανάβατον ὕψος, τοῖς τῶν βροτῶν ὀφθαλμοῖς· χαῖρε ὄμμασι νόων βάθος δυσθεώρητον· χαῖρε Μήτηρ Παρθένε, καὶ Θεοκυῆτορ, εὐλογημένη Μαρία.
ᾨδὴ θ΄. Κεχαριτωμένη χαῖρε.
Ἐν τῇ ἐνδόξῳ πανηγύρει, τοῦ θείου Ἀθλοφόρου, δοξολογήσωμεν Χριστόν, τὸν τοῦτον στεφανώσαντα.
Τὴν ἐζοφωμένην πλάνην, τὴν τῶν εἰδώλων σοφέ, ἐξαφανίσας ὄντως, φωτίζεις τὰ πέρατα.
Ὡς ἀριστεὺς ἀνδρεῖος, τοῦ Βασιλέως Χριστοῦ, τὴν τῶν εἰδώλων πονηράν, κατέτρωσας φάλαγγα.
Θεοτοκίον.
Δέχου τὰς ἡμῶν δεήσεις, Παρθένε Θεοτόκε, καὶ ἐκ παντοίων πειρασμῶν, ῥῦσαί τοὺς Σὲ μεγαλύνοντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου