ΜΑΡΤΙΟΣ Ι΄.
ΚΟΔΡΑΤΟΣ & ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΕΣ
ΚΑΝΟΝΕΣ
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τριττὴ ξυνωρὶς ἐξυμνείσθω Μαρτύρων. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κ(λ)ήμεντος.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Τῆς τῶν Μαρτύρων ἑορτῆς τὰ αἴσια, δεῦτε κροτήσωμεν, τὸν τῆς αὐτῶν νίκης, αἴτιον γεραίρομεν, Χριστὸν τὸν παντοδύναμον, δι’ οὗ χαίρει Κοδρᾶτος, τοῖς ὕμνοις νῦν πυκαζόμενος, καὶ πρὸς τῶν συνάθλων ταττόμενος.
Ῥωμαλεότητι φρενῶν τὸν τύραννον, σκαιοβουλίαν σαφῶς, διατεμὼν Μάρτυς, κόσμου καὶ τοῖς πάθεσιν, ἀφέμενος τὴν ἄμεινον, ᾑρετίσωβιοτήν, Χριστοῦ τὰ πάθη δεχόμενος, καὶ τοῖς αἰκισμοῖς ἀγαλλόμενος.
Ἱερωτάτης στρατιᾶς ὁμήγυρις, περιφραξάμενος, ἀθλητικοῖς πόνοις, καὶ σοφοῖς σου δόγμασιν, ἐλέγξας τὸν ἀλάστορα, γενναιότατον ὤφθης, τῷ βίῳ Μάρτυς παράδειγμα, ὡς διὰ θανάτου ζωὴν εἰληφώς.
Τῆς καθαρᾶς καὶ ἀμωμήτου πίστεως, ὑπεραθλήσαντες, εἰς ἀμοιβὴν πόνων, πέτρα ἡ ἀκρότομος, πηγὴ θαυμάτων πέφυκεν, προμηνύουσα ἔνθεν, τῆς δόξης ὑμῶν τὸ ἄφθονον, Μάρτυρες Κυρίου πανεύφημοι.
Θεοτοκίον.
Κυοφορεῖς τὸν ὑπὲρ φύσιν ἄχραντε, ἐν Σοὶ σκηνώσαντα, τὸν τοῦ Πατρὸς Λόγον, ἐν Ἁγίῳ Πνεύματι, δυσὶ μὲν ἐν ταῖς φύσεσιν, καὶ θελήσεσιν ὄντα, ἐν ὑποστάσει ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζόμεθα.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τὴν ἐν τῷ βίῳ τηλαυγῶς, διαπορθμεύων πορείαν, ὁ ἰσάριθμος χορὸς τῶν Μαρτύρων, τῆς ἀπιστίας τῶν ἐχθρῶν, πρὸς λίθον οὐκ προσέκοψαν, οἱ ἀπλανεῖς ὁπλῖται, λείους εὑρόντες τὰς τρίβους Χριστοῦ.
Ἡ θεοῤῥήμων διδαχή, τῆς σῆς σοφίας Κυπριανέ, τῇ τῶν ἔργων βεβαιουμένη προσθήκῃ, χορὸν Μαρτύρων εὐκλεῆ, ἐπισυνῆψε πόθῳ σοι· Κυπριανὸς γὰρ ἄρτι, τὰ ἀδελφά σοι φρονῶν συναθλεῖ.
Ξυρὸν τὴν γλῶσσαν τῶν ἐχθρῶν, ἠκομημένον προβλέπων, ὡς στρεβλὸν κατετροπώσατο τόξον, καὶ διδάσκων εὐσεβῶς, καὶ πάσχων ἐν ταῖς μάστιξι, ὁ ἱερὸς Κοδρᾶτος, λόγοις σοφίας κρατεῖ τῶν ἐχθρῶν.
Ὕδωρ θαυμάτων παροχή, ὕδωρ αἱμάτων σταγόνες, τῶν Μαρτύρων ἡ πηγὴ ἀνεδείχθη, ἧς τὴν χάριν δαψιλῶς, κατατρυφῶντες κράζομεν· ταῖς ἱκεσίαις Σῶτερ, τῶν Ἀθλοφόρων Σου σῶσον ἡμᾶς.
Θεοτοκίον.
Ἡ ἀπειρόγαμος νηδύς, τὸν ἀπερίληπτον Λόγον, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ, θείου Πνεύματος Αὐτόν, σωματοφόρον τέτοκεν, Οὗ τῆς μορφῆς τὸ εἶδος, δόγμασι θείοις σεβόμεθα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πορφύραν ἐν αἵματος, περιβαλλόμενοι, Κυρίῳ παρίστασθε, τῷ τοῦ παντὸς Βασιλεῖ, πανεύφημοι Μάρτυρες, πέτρα δὲ δεξαμένη, τὸ σεπτὸν ὑμῶν αἷμα, ὕδωρ ἀναπηγάζει, χορηγοῦν πᾶσαν ῥῶσιν, τοῖς νόσῳ κινδυνεύουσιν, θεομακάριστοι.
ᾨδὴ δ΄. Σύ μου Χριστέ.
Νόμον ἡμῖν, ἔγγραφον ὡς διαθήκην καινήν, ἀναπτύξας, Μάρτυς κατετράνωσας, τὴν ἐν ἀρχῇ κτίσιν τοῦ Θεοῦ, καὶ τὴν ἡμετέραν, τοῦ γένους αὖθις προέλευσιν, Χριστοῦ τὴν παρουσίαν, ἐκ Παρθένου προφαίνων, ἀμυήτων τὴν γνῶσιν συνέχεας.
Ὡς παιδευτής, ἄριστος ὡς ἀθλητὴς κραταιός, θείοις λόγοις, ἔργοις τε ἀνδρείας Χριστοῦ, τὴν νεολαίαν τῶν Ἀθλητῶν, Μάρτυς ὀχυρώσας, βασάνων κρείττους ἐπέδειξας· ἰδοὺ γὰρ συναυξάνει, τὸν χορόν σου παμμάκαρ, Διονύσιον νῦν συναθλῶν σοι πιστῶς.
Ῥητορικόν, ἤμβλυνας μέσο πολύαθλε, τῇ σοφίᾳ, καὶ τῇ εὐνομίᾳ σου· δι’ ἀμφοτέρων ταύτην ἑλών, ῥήτωρ ἀληθείας, καὶ Μάρτυς τῆς εὐσεβείας ἐδείχθης· διὸ σὺν τοῖς συνάθλοις, Ἀθλοφόρε Κυρίου, ὑπερεύχου πιστῶς τῶν ὑμνούντων σε.
Ἰδοὺ πηγή, βρύουσα θαυμάτων χάριτας, αὕτη πέλει, ἔνθα τὸ μακάριον, οἱ εὐσεβεῖς Μάρτυρες Χριστοῦ, πέρας εἰληφότες, στεφάνων δόξης ἐπέτυχον· τὰ αἵματα γὰρ τούτων, τὴν ἀκρότομον πέτραν, ῥωστικὴν πρὸς πηγὴν μετετρέψαντο.
Θεοτοκίον.
Μόνη ἁγνή, πέφυκας καὶ μετὰ γέννησιν, μόνη ἔφυς, ἄνανδρος θηλάζουσα, τὸν τοῦ Πατρὸς Λόγον ἀψευδῆ, Πνεύματι Ἁγίῳ, λαβόντα δούλου μορφὴν καθ’ ἡμᾶς, Παρθένε Θεοτόκε, οὗ τὴν θέαν τιμῶντες, τῆς μορφῆς τὴν ἐμφέρειαν σέβομεν.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω
Συνεσχέθησαν πάντες, διωγμῷ τε ἄρχοντες τῇ καρτερίᾳ ὑμῶν· γλυκασμὸν γὰρ ὥσπερ, τὴν πικρὰν τῶν βασάνων ὠμότητα, ἀκλινῶς φέροντες τῶν τοῦ Χριστοῦ, μετ’ εὐφροσύνης, τρυφηταὶ ἀγαθῶν ἀνεδείχθητε.
Ἐπαυξῶν σου τὸν θεῖον, τῆς στρατολογίας σου συνασπισμὸν Ἀθλητά, τῇ πειθῷ τῶν ἔργων, καὶ σοφῇ παραινέσει τῶν λόγων σου, εἰς Χριστοῦ Μάρτυρας συνοικητήν, Κοδρᾶτε φέρεις, τὸν στεῤῥὸν καὶ μακάριον Ἄνεκτον.
Ξυνωρὶς ἡ τριττή σοι, Παῦλος ὁ ἀοίδιμος Κρίσκης ὁ σύναθλος, ἐπαξίως ὤφθη, γενναιότατον ὄντως ἀκέραιος, συναθλοῦσα πιστῶς καὶ κραταιῶς, Κοδρᾶτε Μάρτυς, τὸν χορὸν τῶν ἀστέρων πληρώσασα.
Ὑφαπλώσαντες χεῖρας, πίστει ἀρυσώμεθα ναμάτων χάριτας, ἐξ αἱμάτων θείων, εἰς ὑδάτων κρουνοὺς ἀμειφθέντας ποτέ· τὸ γὰρ θεῖον πέρας τῶν Ἀθλητῶν, τὴν εὐρωστίαν, τῶν σταγόνων ἡμῖν ἐκαινούργησεν.
Θεοτοκίον.
Ἐν δυσί τε τελείαις, φύσεσι γινώσκομεν ἕνα Σε Κύριον, ἐνεργείαις ἄμφω, καὶ θελήμασιν ὄντα ἀσύγχυτον, τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ γυναικός, λαβόντα σάρκα, οὗ τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Μετάρσιοι τῇ σπουδῇ, τοῦ κρείττονος ἐπαιρόμενοι, ἀλγείνας τῶν αἰκισμῶν, οἱ Μάρτυρες ἥλαντο, σωμάτων τὴν κάκωσιν, τῆς ἐνθέου δόξης, τῇ ἐλπίδι ἰατρεύοντες.
Νεότητι τῆς σαρκός, τὸ πρέπον μὴ λυμηνάμενοι, δυνάμει δὲ τῆς ψυχῆς, εἱρκταῖς καὶ βασάνοις πολλαῖς, τὴν πλάνην νεκρώσαντες, τὸ διὰ τοῦ ξίφους, μακάριον τέλος ἤρασθε.
Ἐν αἰκισμοῖς καρτερός, ἐν λόγοις δὲ κραταιότερος, ἐδείχθης Μάρτυς Χριστοῦ, Κοδρᾶτε πανεύφημε· διὸ τῆς εὐκταίας σου, καὶ τῶν σῶν συνάθλων, προσευχῆς τὴν χάριν δίδου ἡμῖν.
Ἰάματα δαψιλῆ, καὶ θαύματα δαψιλέστερα, τὰ αἵματα τῶν σοφῶν, Μαρτύρων προχέουσιν, τὴν χάριν μηνύοντα, τὴν αὐτῶν ἀξίως, αἰωνίου ἀναπαύσεως.
Θεοτοκίον.
Νηδύος ὤφθη ἑκών, ἐξ ἀπειράνδρου σαρκούμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὸς σαρκοφόρος δε, ὡς ἄνθρωπος πέφυκεν, οὗ τῆς ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος σέβομεν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σοφιζόμενον μάτην, τῇ τῶν λόγων κομψείᾳ, τὸν ἀλογίας κριτήν, σοφίας σου τοῖς λόγοις, καὶ γνώμῃ καρτερίας, προαπέδειξας φλήναφον, οὐ συνειδότα βοᾶν· Χριστὲ εὐλογητὸς εἶ.
Θαρσαλέῳ τῇ πίστει, καὶ ψυχῆς εὐτολμίᾳ, οἱ γενναιότατοι, ἐξάπτοντες ἁλλήλοις, πρὸς μάστιγας πρὸς ξίφη, ὡς πρὸς δόξαν ἐχώρησαν, θανεῖν ἑλόμενοι, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ
Ὡς νεότητι πάντες, καὶ τῇ πίστει οἱ νέοι, ὄντες ὁμήλικες, κατάλληλον τῆς νίκης, τὸ ἄνωθεν βραβεῖον, σὺν τῷ γέροντι ἤραντο, Χριστῷ πρεσβεύοντες, εἰς σωτηρίαν ἡμῶν,.
Μυστικῆς εὐωδίας, καὶ ὑδάτων θεόμβρων, ὁ τῶν Μαρτύρων σηκός, ἀθρόως ἐπληρώθη· ἐξέστησαν τὰ πλήθη, τῶν πιστῶν καὶ ἐπλούτησαν, ὀσμὴν ζωῆς πρόξενον, καὶ νόσων καθαρσίαν.
Θεοτοκίον.
Τὸ ἡμέτερον ὅλων, ἐκ Παρθένου φορέσας, δίχα τροπῆς Ἰησοῦ, ταῖς φύσεσι διπλοῦν Σε, ἀλλ’ ἕνα ὑποστάσει, πατρικῶς Σε κηρύττομεν, Σοῦ καὶ τὸ εἶδος πιστῶς, τυποῦντες προσκυνοῦμεν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἀειλαμπεῖς ἰσάριθμοι, τῶν προκρίτων ἀστέρων σαφῶς, ὤφθη τῶν Μαρτύρων, ὁ χορὸς τοῖς πράγμασιν, αὐγάζων τὰ πέρατα, τῆς Ἐκκλησίας ἅπαντα, καὶ τοὺς πλανωμένους, πρὸς Χριστὸν ἐξαστράπτων, ἰθύνεις ἀναμέλπειν· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥητορικῆς ἀπήμβλυνας, τὰς τοῦ ψεύδους ἰδέας σοφέ, Μάρτυς ἀληθῶς, καὶ ὑποφήτης ἔνδοξος, Κοδρᾶτε δεικνύμενος· οὐ γὰρ πρὸς βίαν ἤχθης δεινῶν, ἀλλὰ νικηφόρος, ἀνεδείχθης κραυγάζων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τυραννικῷ προστάγματι, ἀπαχθέντες οἱ Μάρτυρες, ἤραντο ζωήν, διὰ θανάτου ἄφθαρτον, καὶ θαῦμα συνέδραμεν, τῇ τελευτῇ παράδοξον· πέτρα γὰρ ἡ ἄνικμος, πηγὴ θεόρῤυτος ὄντως, καινίζεται εἰς δόξαν, τῶν Μαρτύρων βοῶσα· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών, ὤφθη καὶ ἡμῖν, ἐκ τῆς Παρθένου σύμμορφος, οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς σεπτῆς ἑνώσεως· εἰς γὰρ ὁ αὐτός, ἐν ἀμφοτέροις δείκνυται, ἐν δύο ταῖς οὐσίαις, καὶ μιᾷ τῇ ὑποστάσει, οὗ νῦν τῆς ἐμφερείας, τὸ εἶδος προσκυνοῦμεν.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ὑψώσαντες τὰς χεῖρας πρὸς οὐρανόν, καὶ το γόνυ εἰς γῆν προσερείσαντες, τὸ ὑψηλόν, ἕως ἐδάφους ἤπλωσαν, κλίναντες αὐχένα δὲ τῷ Χριστῷ, τῷ ξίφει καὶ τῷ στέφει, ὑφ’ ἓν συνδοξασθέντες, διὰ θανάτου ζωὴν ηὕραντο.
Ῥημάτων καὶ βασάνων τυραννικῶν, τὴν πικρὰν ἀλγηδόνα πανεύφημε, ἀθλητικῶς, ἔδειξας ἀράχνης ὥσπερ ἱστόν· τῶν αἰκισμῶν γὰρ κρείττονι, καὶ τῶν προβλημάτων ἀναδειχθείς, ἀνδρείᾳ καὶ σοφίᾳ, πολύαθλε Κοδρᾶτε, σὺν τοῖς συνάθλοις ἐδοξάσθης Θεῷ.
Ὡραῖοι ὡς νυμφίοι οἱ Ἀθληταί, ταῖς πληγαῖς κοσμηθέντες προέρχονται, θεοπρεπῶς, οἷα ἐκ παστάδος ἐκ τῆς εἱρκτῆς, καὶ πρὸς τὸ θεῖον χαίροντες, τέλος κατεπείγονται τῇ σπουδῇ, τὰ στέρνα καὶ τὸν νῶτον, τοῖς στίγμασι Κυρίῳ, πεποικιλμένα προσκομίζοντες,.
Ναμάτων ἐξ αἱμάτων μαρτυρικῶν, προελθόντων ἀθρόως ἀντλήσωμεν, πρὸς εὐρωστίαν, καὶ εὐεξίαν πνευματικήν, σωμάτων καὶ πνευμάτων τε, καὶ τῶν ἐναντίων ἀποτροπήν· ἰδοὺ γὰρ θεῖον ὕδωρ, ἰδοὺ πηγὴ ἁγία, τῇ τῶν Ἁγίων προεχύθη σφαγῇ.
Θεοτοκίον.
Συνείληφας Παρθένε τὸν τοῦ Πατρός, ὁμοούσιον Λόγον καὶ Πνεύματος, καὶ ὡς βροτόν, τέτοκας ἀσπόρως μετὰ σαρκός, ἀναλλοιώτως μείναντα, ἕνα τὸν Αὐτὸν ὄντα ἐπ’ ἀμφοῖν, Ὃν σέβοντες τοῦ εἴδους, τῇ θείᾳ κατασχέσει, τὴν τῶν ᾀσμάτων περαιοῦμεν ᾠδήν.
***
Ἕτερος (β΄) Κανών.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Τῆς μυστικῆς, Κύριε ἐπαπολαῦσαι τρυφῆς, τῶν σῶν ἡμᾶς ἀξίωσον, χαρίτων εὔσπλαγχνε, τῆς νηστείας τὸν δρόμον, ἀνύοντας προθύμως, καὶ σὲ δοξάζοντας.
Τὰ νοητά, ὄμματα τῆς διανοίας σοφέ, καταυγασθεὶς τὸν ἥλιον, εἶδες τὸν ἄδυτον, καὶ πρὸς τοῦτον Κοδρᾶτε, ἐνθέως ὡδηγήθης, δι’ ἀθλήσεως.
Νεανικόν, σύνταγμα ἔχων Κοδρᾶτε σοφέ, τῶν σῶν συνάθλων ἔτρεψας, τοῦ πολεμήτορος, καὶ ἐχθροῦ παρατάξεις, καὶ νίκης τὰ βραβεῖα, σὺν τούτοις εἴληφας.
Θεοτοκίον.
Γῆθεν ἡμᾶς, ὕψωσον πρὸς θεῖον ἔρωτα, ταῖς Σαῖς πρεσβείαις ἄχραντε, τοὺς σὲ δοξάζοντας, ἐγκρατείᾳ καὶ πόνοις, καθαίρουσα κοσμοῦσα, καὶ ἁγιάζουσα.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.
Κραταίωσον ἡμᾶς τῇ Σῇ χάριτι, νηστείᾳ, καὶ πόνοις Χριστὲ τὸν ῥύπον, ἀπονίψαι τῶν πταισμάτων ἡμῶν, καὶ ἁγνῶς κατιδεῖν τὴν Σὴν ἀνάστασιν.
Κατέαξας εἰς γῆν τὴν ὑπερήφανον, Κοδρᾶτε, ἀπόνοιαν τῶν τυράννων, καρτερίᾳ καὶ στεῤῥότητι, καὶ ἐπήρθης εἰς ὕψος τῆς ἀθλήσεως.
Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόσατον, ποθοῦντες, ἐνθέως καὶ ὑπὸ ταύτης, ἐλλαμπόμενοι ἐδείχθητε, Ἀθλοφόροι σοφοὶ ἀξιάγαστοι.
Θεοτοκίον.
Ἐνίσχυσον ἡμᾶς ταῖς ἱκεσίαις σου, νηστείᾳ, καὶ πόνοις καταπαλαῖσαι, Θεομῆτορ τὸν ἀντίπαλον, καὶ τῆς νίκης λαβεῖν βραβεῖα ἄνωθεν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πορφύραν ἐξ αἵματος, περιβαλλόμενοι, Κυρίῳ παρίστασθε, τῷ τοῦ παντὸς Βασιλεῖ, πανεύφημοι Μάρτυρες, πέτρα δὲ δεξαμένη, τὸ σεπτὸν ὑμῶν αἷμα, ὕδωρ ἀναπηγάζει, χορηγοῦν πᾶσι ῥῶσιν, τοῖς νόσῳ κινδυνεύουσι, θεομακάριστοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς σαρκὸς ἀποθέμενοι, τὰ γεηρὰ φρονήματα νηστείᾳ, πρὸς ὕψος οὐράνιον, ἀναδράμωμεν.
Μυστικῆς Μάρτυς ἔνδοξε, μεταλαβὼν τροφῆς τῆς τῶν παρόντων, τρυφῆς ἀπεστάφης, καὶ ἀπεσόβησας.
Ὁμοτρόπῳ φρονήματι, πολυσχιδεῖς πολέμους τῆς ἀπάτης, Ἀθλοφόροι ἔνδοξοι, ἐτροπώσασθε.
Θεοτοκίον.
Ὡς ἀκένωτον ἔχοντες, Σὲ τῶν χαρίτων ἄχραντε ταμεῖον, ἐκ Σοῦ τὰ ἰάματα, ποριζόμεθα.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Ὁ τῶν ἀφθάρτων καλῶν, καὶ αἰωνίων ἀγαθῶν πάροχος, ὡς ἀγαθός, ποίησον μετόχους, ἡμᾶς τούτων Χριστέ, νηστείᾳ καὶ πόνοις, αἰνοῦντας τὸ κράτος Σου.
Τὰ ὑπὲρ νοῦν ἀγαθά, ἐπιποθήσας ἐκ ψυχῆς ἔνδοξε, τὴν ἐπὶ γῆς, δόξαν ἐβδελύξω· διὸ καὶ ἐναθλῶν, Κοδρᾶτε τῆς θείας, ἐφέσεως ἔτυχες.
Συντετριμμένῃ ψυχῇ, καὶ ὑποβάσει εὐκλεεῖ Ἅγιοι, τὸ τοῦ Χριστοῦ, ποτήριον θεῖον, πιόντες τοῦ ἐχθροῦ, ἐπηρμένο θράσος, εἰς γῆν κατεβάλετε.
Θεοτοκίον.
Ῥεῖθρα πηγάζει ζωῆς, ὁ σαρκωθεὶς ἐκ Σοῦ Θεὸς πάναγνε, τοῖς ἐκ ψυχῆς, νηστείᾳ καὶ πόνοις, δοξάζουσι Αὐτόν, καὶ Σὲ Θεοτόκον, κυρίως μεγαλύνουσιν.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Τὴν νηστείαν θεμέλιον πήξαντες, καὶ τὰς ἀρετὰς ὡς κλίμακα προθέμενοι, Χριστῷ δι’ ἀναβάσεως, πρακτικῆς νοητῶς προσπελάσωμεν.
Τρικυμίας τῆς πλάνης παρέδραμες, θείᾳ κυβερνήσει Κοδρᾶτε τοῦ πνεύματος, καὶ πρὸς λιμένα εὔδιον, τοῦ Χριστοῦ ἀχειμάστως προσέδραμες.
Πηγὴν τὴν ἀόρατον Μάρτυρες, ἐκ τῶν ὁρωμένων ποιημάτων γνόντες σαφῶς, ταύτην ἐπεποθήσατε, καὶ ἀθλοῦντες στεῤῥῶς ἐδοξάσατε.
Θεοτοκίον.
Γηγενεῖς ἡ νηστεία πανάχραντε, τῇ τοῦ γεννηθέντος ἐκ Σοῦ θείᾳ χάριτι, ἀπὸ τῆς γῆς ἀπαίρουσα, ἀναφέρει πρὸς ὕψος οὐράνιον.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Εἰκόνι παθῶν, διανοίᾳ καρτερᾷ μὴ προσκυνοῦντες, δι’ ἀπαθείας τὸ ἀξίωμα, διὰ νηστείας τηρήσωμεν, καὶ τῷ Ποιητῇ προσκυνοῦντες, ἁγνῶς ἐν πίστει βοήσωμεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πυρὸς νοητοῦ, κατεφρόνησας Ἀθλοφόρε Μάρτυς Κοδρᾶτε· τὸ νοητὸν γὰρ πῦρ τὸν Κύριον, ἐν τῇ καρδίᾳ ἐκέκτησο, ὅλον σε πυροῦντα τῷ πόθῳ, τῷ οἰκείῳ κραυγάζοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στολὴν νοητήν, τοῦ Βαπτίσματος Χριστοῦ εἰσδεδεμένοι, ταύτην ἐνθέως ἐποικίλατε, ῥοαῖς αἱμάτων ἀοίδιμοι, ταῖς τοῦ μαρτυρίου βοῶντες, τῷ στεφοδότῃ καὶ κράζοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἰδεῖν καθαρῶς, καὶ ἁγνῶς τὰ τοῦ Υἱοῦ Σου Θεοτόκε, θεῖα παθήματα καὶ τὴν Ἔγερσιν, Αὐτοῦ ἡμᾶς ἐκδυσώπησον, δι’ ἐγκρατείας καὶ πόνων, ἐκκαθαρθέντας καὶ ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Πύλας ἀνοίγει τοῖς βροτοῖς, ἡ νηστεία τῆς τρυφῆς τῆς ἀκηράτου, καὶ μετόχους ἀῤῥήτων, ποιεῖ χαρίτων Θεοῦ, τοὺς ταύτῃ χαίροντας ψάλλοντας· καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐξ ἀενάων ποταμῶν, ἀρυσάμενος σοφὲ θαυμάτων χάριν, τοῖς αἰτοῦσι ἀφθόνως, ταῦτα προχέεις ἀεί, Κοδρᾶτε τοῖς πίστει κραυγάζουσιν· καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς τῆς ἀθλήσεως καρπούς, ἐν ταμείοις Ἀθληταὶ τοῖς οὐρανίοις, ἀποθέμενοι τούτων, ἀεὶ τρυφᾶτε ἡμῖν, ἱλασμὸν πταισμάτων αἰτούμενοι, τοῖς ὑπερυψοῦσιν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ σαρκωθεὶς διὰ σπλάγχνα, οἰκτιρμῶν ἁγνὴ ἐκ Σῶν αἱμάτων σώζει, Θεοτόκε Παρθένε, δι’ ἐγκρατείας Θεός, ἀνθρώπους τοὺς πόθῳ τιμῶντάς Σε, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Τὰς ἀρετὰς τῷ Δεσπότῃ, ἐν καιρῷ τῆς νηστείας, ὡς δῶρα προσκομίσωμεν πιστῶς, ἵνα χαρίτων τῶν θείων Αὐτοῦ, ἀπολαύσωμεν πάντες, δοξάζοντες Αὐτὸν εἰλικρινῶς, καὶ Σωτῆρα τῶν ὅλων, καὶ Κτίστην μεγαλύνομεν.
Τὴν ἀπροσμάχητον ἔχων, ἐν καιρῷ τῶν ἀγώνων, ἰσχὺν τοῦ τῶν ἁπάντων Ποιητοῦ, τὰς τῆς κακίας κατέβαλες, δυναστείας Κοδρᾶτε· διὸ καὶ νικητήρια λαβών, ἐκτενῶς ὑπὲρ ἡμῶν, ἐκδυσωπεῖς τὸν Κύριον.
Ὡς συμφωνίαν ἐν ἄθλοις, τοῖς ὑπὲρ εὐσεβείας, ἐνδείξαντες γενναῖοι Ἀθληταί, ὑπὲρ ἡμῶν ἱκετεύσατε, ὁμογνώμονι τρόπῳ, τὸν μόνον εὐεργέτην καὶ Θεόν, ἵνα τύχοιμεν δόξης, τῆς θείας τε καὶ κρείττονος.
Θεοτοκίον.
Ὑπερφυῶν χαρισμάτων, ἀξιοῖ τοὺς ἀνθρώπους, ὁ Κτίστης διὰ Σοῦ ὡς ἀγαθός, καὶ θεουργεῖ τούτους χάριτι, τῇ νηστείᾳ καινίζων, καὶ πόνοις τῆς ἀσκήσεως πολλοῖς· Θεοτόκε ἀπαύστως, Σὲ ὕμνοις μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου