ΜΑΡΤΙΟΣ ΙΔ΄.
ΑΛΕΞΑΝΔΡΟΣ ΜΑΡΤΥΣ ΠΥΔΝΗΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πύδνης τὸν Ἀλέξανδρον ὑμνῶ προφρόνως.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Πόθῳ θείῳ θελχθεῖσα, ἡ καθαρωτάτη σου διάνοια, τὴν πυρὰν τῶν εἰδώλων, ἀπετέφρωσε Μάρτυς Ἀλέξανδρε.
Ὕλην τῆς ασεβείας, ἔφλεξας σπινθῆρσι τῶν αἱμάτων σου, ὡς Χριστοῦ στρατιώτης, ἀξιάγαστε Μάρτυς Ἀλέξανδρε.
Δῶρα Χριστῷ προσῆξας, πίστιν καὶ ἀγάπην ἀνυπόκριτον, καὶ τὰ στίγματα Μάρτυς, τοῦ Σωτῆρος βαστάσας Ἀλέξανδρε.
Θεοτοκίον.
Νέκρωσον τῆς σαρκός μου, ἄχραντε Παρθένε τὰ φρονήματα, τὴν ζωὴν ἡ τεκοῦσα, τὴν νεκρώσασαν πάθει τὸν θάνατον.
ᾨδὴ β΄. Πρόσεχε, οὐρανὲ καὶ λαλήσω.
ᾜσχυνας, δυσσεβῆ βασιλέα, ἀγωνιζόμενος, Βασιλείαν τὴν ἄνω, ἐντεῦθεν Μάρτυς ἀπείληφας.
Συνέτριψας, τοὺς ναοὺς τῶν εἰδώλων, τῇ καρτερίᾳ σου, καὶ ναὸς ἀνεδείχθης, τοῦ Πνεύματος διὰ πίστεως.
Τῷ βέλει σου, τῶν ῥημάτων καρδίας, κατετραυμάτισας, παρανόμων παμμάκαρ, ὡς ἔννομος τοῦ Χριστοῦ Ἀθλητής.
Θεοτοκίον.
Ὅλον με, ταῖς ἀπάταις τοῦ βίου, ἀμαυρωθέντα ἁγνή, καταλάμπρυνον μόνη, τεκοῦσα Πατρὸς ἀπαύγασμα.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα
Νέκρωσιν ἐνδέδυσαι, ζωοποιὸν στεῤῥῶς ἔνδοξε· μετὰ σαρκός, ὅθεν τοὺς ἀσάρκους, ἐταπείνωσας δαίμονας.
Ἄστρον ἐξανέτειλας, ταῖς μυστικαῖς ἡμᾶς λάμψεσιν, φωταγωγοῦν, τοὺς τὴν φωτοφόρον, ἑορτήν σου γεραίροντας.
Θεοτοκίον.
Λάμψον μετανοίας μοι, τὰς καθαρὰς αὐγὰς Δέσποινα, πύλη φωτός, τῶν ἁμαρτιῶν μου, τὴν ἀχλὺν ἀφανίζουσα.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείοις αἵμασι, τὸν ἀλαζόνα, ἐναπέπνιξας, καὶ στεφηφόρος, πρὸς τὸν πάντων Βασιλέα ἀνέδραμες, καὶ ἰαμάτων βλυστάνων χαρίσματα, τῶν νοσημάτων ξηραίνεις τὰ ῥεύματα, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν Θεῷ τῷ Σωτῆρί σου, πᾶσαν ἀναθέμενος τὴν ἐλπίδα σου, πρὸς τὴν ἄθλησιν Ἀλέξανδρε, ἀδιστάκτῳ πίστει ηὐτομόλησας.
Ξένοις ῥήμασιν ἔνδοξε, καταγωνισάμενος τὸν ἀλάστορα, οἰκειώθης δι’ ἀθλήσεως, τῷ Θεῷ τῶν ὅλων ἁξιάγαστε.
Ἀπαστράπτεις τοῖς θαύμασι, Μάρτυς ἡ σορός σου ἡ ἀξιέπαινος, καὶ παθῶν λύει σκοτόμαιναν, καὶ δαιμόνων φλέγει τὰ στρατεύματα.
Θεοτοκίον.
Νυσταγμῷ ἀμελείας με, ὕπνος ἁμαρτίας περιεκύκλωσεν, τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, ἐξανάστησόν με Θεονύμφευτε.
ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμεν.
Δυνάμει τῆς Τριάδος, πολύθεον εἷλες πλάνην· ἀπλανῆ σε Μάρτυρα, ὅθεν ὑμνοῦμεν Ἀλέξανδρε.
Ῥημάτων σου ῥομφαίᾳ, κατέτρωσας τοὺς ἀνόμους, καὶ τὸν τῆς ἀθλήσεως, Μάρτυς ἀπείληφας στέφανον.
Οὐκ ἔσεισε τὸν πύργον, ὁ ἄθεος τῆς ψυχῆς σου· τῇ πέτρᾳ γὰρ ἥδραστο, τῆς τοῦ Θεοῦ ἀγαπήσεως.
Θεοτοκίον.
Νοός μου τὴν ἀσθένειαν, ἔῤῥωσον Θεοτόκε, ἡ τὸν παντοδύναμον, ἀνερμηνεύτως κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Ὑψώσας, πρὸς τὸν Θεὸν τὸ φρόνημα, καὶ τὸ ὄντως ἐφετὸν ἀγαπήσας, καὶ ταῖς αὐτοῦ, ἡδυνθεῖς θεωρίαις, τῶν χαμερπῶν ἐβδελύξω τὸ ἄστατον, καὶ ἔδραμες διὰ παθῶν, τὴν ἀπάθειαν Μάρτυς κομίσασθαι
Μυρίζει σου, ἡ σορὸς τῶν λειψάνων, ἰαμάτων ἀναβρύουσαν χάριν, καὶ γὰρ Θεοῦ, εὐωδία ἐδείχθης, μαρτυρικαῖς ἀγλαΐαις λαμπόμενος, Ἀλέξανδρε ἀγγελικῆς, συναυλίας συνόμιλε ἔνδοξε.
Νευρώσας σου, τὴν ψυχὴν ταῖς μελέταις, ταῖς ἐνθέοις καὶ κρατύνας τοὺς νόμους, τοῦ Ἰησοῦ, καὶ τὴν πίστιν ὡς ὅπλον, ἀναλαβὼν τὸν ἐχθρὸν ἐσφενδόνησας, καὶ αἵμασι ἀθλητικοῖς, ἀθεΐας βυθὸν ἀπεξήρανας.
Θεοτοκίον.
Ὡς ἄμπελος, ἐγεώργησας βότρυν, ἐξ ἀσπόρων Σου Παρθένε λαγόνων, οἶνον ἡμῖν, τὸν πηγάσαντα θεῖον, καὶ ἀσεβείας τὴν μέθην μειώσαντα· Ὃν αἴτησαι τῇ μητρικῇ, παῤῥησίᾳ σωθῆναι τὴν ποίμνην Σου.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν τῷ τῆς πλάνης σκοτασμῷ ἀναλάμψας, ὡς φαεινότατος ἀστὴρ την μανίαν, τῶν δυσσεβῶν διήλεγξας Ἀλέξανδρε· ὅθεν τετελείωσαι, ἐναθλήσας νομίμως, νίκης δὲ τὸν στέφανον, ἐκ Θεοῦ ἐκομίσω, σὺν παῤῥησίᾳ τούτῳ παρεστώς, Ὃν καὶ δυσώπει, δεινῶν ἡμᾶς ῥύσασθαι.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Πῦρ τῆς εἰδώλων δυσφημίας, ἐναπέσβεσας πυρὶ τοῦ Παρακλήτου, καὶ πυρσὸς τοῖς πιστῶς, βοῶσιν καθωράθης· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ῥάβδον δυνάμεως παμμάκαρ, τὴν ἀήττητον προσφέρων συμμαχίαν, τοὺς ἐχθροὺς τοῦ Σταυροῦ, κατέβαλες κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὄρθρος ἀνέτειλας θεόφρων, δυσσεβείας τὴν ἑσπέραν ἐξέωσας, καὶ πρὸς φῶς νοητόν, μετῆλθες ἀναμέλπων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Φλόγα παθῶν μου τῆς καρδίσς, ἐναπόσβεσον τῇ δρόσῳ Σου Παρθένε, καὶ πυρὸς νοητοῦ, ἐξάρπασόν με μόνη, ἡ τοῦπυρὸς λοχεύτρια, τοῦ ἀστέκτου Θεοτόκε.
ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες παῖδες.
Ῥιζοτομήσας τῆς πλάνης τὰς ἀκάνθας, τῷ τμητικῷ λόγῳ Μάρτυς, ξίφει τὴν κάραν ἐκτέτμησαι, εὐλογεῖτε κραυγάζων, τὰ ἔργα τὸν Κύριον.
Ὁ ποταμὸς τῶν θαυμάτων σου παμμάκαρ, τοὺς ποταμοὺς τῆς ἀπάτης, ὡς ἀληθῶς ἀπεξήρανεν, καὶ πιστῶν τὰς καρδίας, ἐνθέως κατήρδευσεν.
Θεοτοκίον.
Νυκτομαχοῦσαν Παρθένε τὴν ψυχήν μου, καὶ τῷ τοῦ βίου πελάγει, χειμαζομένην κυβέρνησον, ἡ Θεὸν κυβερνήτην, ἀῤῥήτως κυήσασα.
ᾨδὴ θ΄ Ἔφριξε.
Ὡραῖος, ὤφθης καλλοναῖς, φαιδρυνθεὶς καλλοποιοῦ ἐναθλήσεως, καὶ προσεχώρησας, ἔνθα τὸ πρῶτον κάλλος καὶ ἄῤῥητον, καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς, παμμάκαρ θεούμενος, φῶς ἐχρημάτισας, καὶ φωτίζεις τοὺς πιστῶς σε γεραίροντας.
Στάζουσιν, μάκαρ γλυκασμόν, οἱ ἱδρῶτες τῶν ἐνθέων ἀγώνων σου, καὶ καθηδύνουσι, ψυχὰς τῶν πίστει ἀνευφημούντων σε· ἀναπηγάζει ἡ σορός, ἰαμάτων νάματα, καὶ τῶν παθῶν ποταμούς, ἀποπαύει τῇ δυνάμει τοῦ Πνεύματος.
Στάδιον, ἔδραμες στεῤῥῶς, καὶ πρὸς νύσσαν ἐπουράνιον ἔφθασας, καὶ νίκης στέφανον, ἐδέξω Μάρτυς πόνων ἐπάξιον· ἀλλὰ τοὺς πόθῳ τὴν σεπτήν, μνήμην σου γεραίροντας, ταῖς ἱκεσίαις σου, τῶν τοῦ βίου δυσχερῶς ἐλευθέρωσον.
Θεοτοκίον.
Φώτισον, πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, ἅπερ ἠμαύρωσε, τῆς ἁμαρτίας σκότος βαθύτατον, καὶ μετανοίας μοι αὐγήν, κατάπεμψον Δέσποινα, καὶ αἰωνίου πυρός, μεσιτείᾳ Σου ἁγνὴ ἐλευθέρωσον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου